Ἔργον
Εὐσέβιος Καισαρείας – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων ἑρμηνεία
Η ικεσία του παλαιού λαού και η απάντηση του Λόγου
Η προσευχή των πιστών της Παλαιάς Διαθήκης για τη σάρκωση του Λόγου και η έλευσή Του εκ της Παρθένου.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Η ικεσία του παλαιού λαού και η απάντηση του Λόγου
Η προσευχή των πιστών της Παλαιάς Διαθήκης για τη σάρκωση του Λόγου και η έλευσή Του εκ της Παρθένου.
Τοῦ μὲν οὖν παλαιοῦ λαοῦ, ἀξιοῦντος αὐτὸν κατελθεῖν καὶ ἑνωθῆναι τῇ σαρκὶ, ταῦτα· “Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.„ Καὶ πάλιν διὰ τούτων προτρέπεται· “Νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, συ- „νετήρησα σοί.„ Καὶ κοινὴ δὲ πάντων [φωνὴ] πρὸς τὸν Λόγον, ἵνα τὸ ἡμῶν ἀναλάβῃ σῶμα· “Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα „μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω, φιλή- “σω σε, κἄν γε οὐκ ἐξουδενώσεις με. Παρα- „λήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός “μου, καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης „με.„ Οὐ γὰρ ἔξωθεν, ἀλλ᾽ ἀφ᾽ ἧς ἐγενήθη μὲν μήτρας ἀναλαβεῖν αὐτὸν ἠξίου τὸ σῶμα, εἰ καὶ μὴ ὡς ἡμεῖς ἐξ ἀνδρὸς καὶ γυναικός· ἐκ γὰρ μόνης Παρθένου ὡς ὁ πλάστης ἑαυτῷ ἔλαβε σῶμα, πλὴν ὅτι ἐξ ἀνθρώπου· ἄνθρωπος γὰρ ἡ θεοτόκος Μαρία.
Καὶ Λόγου δὲ πρὸς τοὺς ἀξιώσαντας, ἀναλαμβάνοντος ἤδη τὴν σάρκα ἐκ τῆς Παρθένου, ταῦτα· “Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου „νύμφη, ἐτρύγησα σμύρναν μετὰ ἀρωμάτων “μου. Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, „ἔπιον οἶνόν μου μετὰ γάλακτός μου“.
Εἰς γὰρ τὸν ἴδιον κῆπον, τὴν κτίσιν, εἰσελθὼν, ἔλαβεν αὑτῷ ἀπὸ τῆς Παρθένου τὸ σῶμα, καὶ γέγονεν ἄνθρωπος· θνητὸν μὲν οὖν σῶμα, ἀλλὰ μετὰ εὐωδίας· τῷ γὰρ παναγίῳ καθ᾽ ὑπόστασιν ἥνωται Λόγῳ· καὶ εἰ γάλα ὡς ἄνθρωπος ἠφίει τὸ σῶμα φαγεῖν, ἀλλ᾽ ἐνεπλήρου αὐτὸ καὶ οἶνον τῆς ἑαυτοῦ τελειότητος· καὶ γὰρ ὥσπερ ἤσθιε γάλα, οὕτως καὶ αὐτὸ καὶ ἅπαν τὸ ἴδιον ἐνειργάζεται.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.