Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν ἑῴαν ἀνάστασιν τοῦ κυρίου
Προοίμιο και δοξολογία για την Ανάσταση του Κυρίου
Προτροπή σε δοξολογία για την έγερση του Λόγου και αναφορά στο μυστήριο της συγκατάβασης και της αποκατάστασης.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Προοίμιο και δοξολογία για την Ανάσταση του Κυρίου
Προτροπή σε δοξολογία για την έγερση του Λόγου και αναφορά στο μυστήριο της συγκατάβασης και της αποκατάστασης.
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΦΩΤΟΦΟΠΟΝ ΚΑΙ ΑΓΙΑΝ ΑΝΑΣΤΑΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ Εὐλόγητος ὁ θεός. εὐφημήσωμεν σήμερον τὸν μονογενῆ θεὸν τὸν τῶν οὐρανίων γεννήτορα, τὸν τῶν κρυφίων λαγόνων τῆς γῆς ὑπερκύψαντα καὶ ταῖς φαεσφόροις ἀκτῖσι τὴν ὅλην οἰκουμένην ἀποσκιάσαντα. εὐφημήσωμεν σήμερον τὴν ταφὴν τοῦ μονογενοῦς, τὴν ἀνάστασιν τοῦ νικητοῦ, τὴν χαρὰν τοῦ κόσμου, τὴν ζωὴν τῶν ἐθνῶν [τοῦ κόσμου]. εὐφημήσωμεν σήμερον τὸν τὴν ἁμαρτίαν ἐνδυσάμενον. εὐφημήσωμεν σήμερον τὸν θεὸν λόγον, ὃς τὴν τοῦ κόσμου σοφίαν ἤλεγξε, τῶν προφητῶν τὴν πρόρρησιν ἐκύρωσε, τῶν ἀποστόλων τὸν σύνδεσμον συνήθροισε, τῆς ἐκκλησίας τὴν κλῆσιν, τοῦ πνεύματος τὴν χάριν ἀφήπλωσε. ἰδοὺ γὰρ ἡμεῖς οἵ ποτε ξένοι 〈ὄντες〉 τῆς τοῦ θεοῦ ἐπιγνώσεως τὸν θεὸν ἐπέγνωμεν καὶ τὸ γεγραμμένον πεπλήρωται· Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. τί μνησθήσονται;
τὴν παλαιὰν πτῶσιν, τὴν νέαν ἀνάστασιν, τὴν ἀρχαίαν παράβασιν καὶ τὴν ὕστερον διόρθωσιν, τὴν θνῆσιν τῆς Εὔας, τῆς παρθένου τὴν γέννησιν, τῶν ἐθνῶν τὴν ἐπανόρθωσιν, τῶν ἁμαρτωλῶν τὴν ἄφεσιν, τῶν προφητῶν τὴν πρόρρησιν, τῶν ἀποστόλων τὸ κήρυγμα, τῆς κολυμβήθρας τὴν ἀναγέννησιν, τοῦ παραδείσου τὴν εἰσοίκησιν, τῶν οὐρανῶν τὴν ἐπάνοδον, τὸν δημιουργὸν ἀναστησάμενον, τὸν τὴν ἀπρέπειαν ἀποδυσάμενον, τὸν τῇ θεϊκῇ μεγαλουργίᾳ τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταλλεύσαντα. καὶ ποίαν ἀπρέπειαν ἀπέθετο; ἣν Ἠσαΐας εἶπε· Καὶ εἴδομεν αὐτόν, φησί, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.