Lector

Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.

Encuentre directamente un autor, una obra o un libro de la Escritura.

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τὸν ἅγιον Λουκᾶν (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Προοίμιο και εγκώμιο στον απόστολο Λουκά

Ο συγγραφέας εκφράζει την αναξιότητά του και εγκωμιάζει το μεγαλείο των έργων και της διδασκαλίας του αγίου Λουκά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 1 από 4

Ἡσυχίου, πρεσβυτέρου Ἱεροσολύμων, ἐγκώμιον εἰς τὸν ἅγιον Λουκᾶν τὸν ἀπόστολον καὶ εὐαγγελιστήν. Φόβῳ τοῦ σιωπᾶν μὴ ἀνεχόμενος περὶ τῆς παρούσης ἑορτῆς, εἰ καὶ λίαν εἰμὶ ἀμαθὴς τῷ λόγῳ ὁ τάλας ἐγὼ καὶ οὐκ ἀξίως ἔχων τοῦ λέγειν, ὅμως τῷ πόθῳ ἑλκόμενος τὸ χρέος κατὰ δύναμιν ἀποδίδωμι.

Ἐπειδὴ δὲ καὶ λόγων καὶ ἔργων ἅμιλλαν ὁρῶ ἐπὶ τῆς παρούσης πανηγύρεως, τῶν μὲν λόγων βιαζομένων παραστῆσαι τῶν ἔργων τὸ μέγεθος, τῶν δὲ ἔργων πάλιν φιλονεικούντων δι᾽ ὑπερβολὴν θαυμάτων νικῆσαι τῶν λόγων τὸ τάχος, ὅμως νίκην μᾶλλον βελτίω τὴν τοιαύτην ἡγοῦμαι, εἰ φανείην εἰς ἐπαίνους ἡττώμενος τοῦ μακαρίου Λουκᾶ, ὃς εἰς διδασκαλίαν καὶ θαύματα πᾶσαν τὴν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς κτίσιν ἐνίκησεν.