Ἔργον
Ἱππόλυτος Ῥώμης – Χρονικόν
Ονομαστά όρη και ποταμοί της γης
Κατάλογος των δώδεκα σημαντικότερων ορέων και των σαράντα επιφανών ποταμών της οικουμένης.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Ονομαστά όρη και ποταμοί της γης
Κατάλογος των δώδεκα σημαντικότερων ορέων και των σαράντα επιφανών ποταμών της οικουμένης.
Καὶ ἕως Τραπεζοῦντος οἰκοῦσι καὶ παρεκτείνεται τὰ ἔθνη ταῦτα. Ὄρη δὲ ὀνομαστά εἰσιν ἐν τῇ γῇ δώδεκα· (1) Λίβανος ἐν τῇ Συρίᾳ μεταξὺ Βύβλου καὶ Βηρυτοῦ (2) Καύκασος ἐν τῇ Σκυθίᾳ (3) Ταῦρος ἐν τῇ Κιλικίᾳ καὶ Καππαδοκίᾳ (4) Ἄτλας ἐν τῇ Λιβύῃ ἕως τοῦ μεγάλου ποταμοῦ (5) Παρνασὸς ἐν τῇ Φωκίδι (6) Κιθαιρὼν ἐν τῇ Βοιωτίᾳ (7) Ἑλικὼν ἐν τῇ Τελμισῷ (8) Παρθένιον ἐν τῇ Εὐβοίᾳ (9) Ναυσαῖον τὸ καὶ Σινᾶ ἐν τῇ Ἀραβίᾳ (10) Λυκάβαντος ἐν Ἰταλίᾳ καὶ Γα〈λ〉λίᾳ (11) Πίνιον ὁ καὶ Μίμας ἐν τῇ Χίῳ (12) Ὄλυμπος ἐν τῇ Μακεδονίᾳ.
Δεδειγμένων οὖν τῶν ὀνομάτων τῶν δώδεκα ὀρέων τῆς γῆς ἀναγκαῖόν ἐστι καὶ τοὺς ἐπισήμους ποταμοὺς δηλῶσαί σοι. Ποταμοὶ οὖν εἰσιν ὀνομαστοὶ τεσσαράκοντα ἐν τῇ γῇ οὗτοι· (1) Ἰνδὸς ὁ καλούμενος Φισών (2) Νεῖλος ὁ καλούμενος Γηών (3) Τίγρις (4) Εὐφράτης (5) Ἰορδάνης (6) Κηφισσός (7) Τάναϊς (8) Ἰσμηνός (9) Ἐρύμανθος (10) Ἅλυς (11) Αἰσωπός (12) Θερμώδων (13) Ἐρασῖνος (14) Ῥεῖος (15) Βορυσθένης (16) Ἀλφειός (17) Ταῦρος (18) Εὐρώτας (19) Μέανδρος (20) Ἄξιος (21) Πύραμος (22) Ὀρέντης (23) Ἔβρων (24) Σαγγάριος (25) Ἀχελῷος (26) Πινειός (27) Εὔηνος (28) Σπερχιός (29) Κάϋστρος (30) Σιμόεις (31) Σκάμανδρος (32) Στρυμών (33) Παρθένιος (34) Ἴστρος (35) Ῥῆνος (36) Βαίτης (37) Ῥόδανος (38) Ἠριδανός (39) Βαῖος (40) Θούβηρος ὁ νῦν καλούμενος Τιβέρης· ὁμοῦ ποταμοὶ μʹ.
Οὗτοι οὖν οἱ ποταμοὶ περιεχόμενοι τῇ γῇ. Φασὶ δέ τινες δοκοῦντες ἔμπειροι εἶναι, ὅτι οἱ πρῶτοι δ᾽ οἱ μεγάλοι ποταμοὶ οἷον Φισὼν Γηὼν Τίγρις Εὐφράτης ἀκατάληπτοι μέν εἰσι, πόθεν ἢ πῶς ἐξέρχονται, μὴ εἰδέναι τινά. λέγουσι δὲ τοῦτο, ὅτι, ὅτε πλημμυρεῖ Γηὼν ὁ καλούμενος Νεῖλος ὁ ποτίζων πᾶσαν γῆν Αἰγύπτου καὶ Αἰθιοπίας, οἱ τρεῖς ἄλλοι λήγουσι, ἐπὰν δὲ οὗτος μειωθῇ, ἐκεῖνοι ὑπερυψοῦνται τοῖς νάμασιν. Διὸ καὶ τὰ ὕδατα αὐτοὶ ὁμοχροοῦσιν· ὁ γὰρ Ἰορδάνης λευκώπιδα σύρει τὰ κύματα καὶ ἀποχέει ἐν τῇ πρασίᾳ θαλάσσῃ, ἥτις καλεῖται νεκρά.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.