Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς πάντας τοὺς ἁγίους
Προοίμιο και εγκώμιο των μαρτύρων
Πρόσκληση προς τους πιστούς για τον εορτασμό της μνήμης των μαρτύρων και ρητορική περιγραφή του πνευματικού τους ρόλου.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Προοίμιο και εγκώμιο των μαρτύρων
Πρόσκληση προς τους πιστούς για τον εορτασμό της μνήμης των μαρτύρων και ρητορική περιγραφή του πνευματικού τους ρόλου.
Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς ἁγίους πάντας. Δεῦτε σήμερον, ἀδελφοί, τῶν ἁγίων μαρτύρων τὴν μνήμην φαιδρῶς πανηγυρίσωμεν. Δεῦτε κοινωνήσωμεν αὐτῆς τῆς ἐπουρανίου χάριτος· μάρτυρες γὰρ τῆς ἐν παραδείσῳ προδοσίας ἀπολογία, τῆς σφαλείσης ἱλαστήρια φύσεως, τῆς προσκρουσάσης ἀνθρωπότητος δῶρα, τοῦ γένους τοῦ σαλευθέντος ὑπογραφαί, τῆς τοῦ ληστάρχου διορυγῆς προμαχίονες, τῆς τῶν πιστῶν ἐλπίδος ἐνέχυρα, καρτερίας θεόγραφοι πίνακες, μυστικαὶ χριστιανισμοῦ βελοθῆκαι, τόξα τοῦ προσταυρωθέντος ἀπόρρητα, ἰσχυροὶ τῆς εὐσεβείας βραχίονες, δένδρα μετὰ τομὴν ἀνθηρότερα, ῥίζαι μετὰ φθορὰν εὐθαλέστεραι, κεχωσμένα τοῖς δαίμοσι δίκτυα· οὐχ οὕτω ταῖς ἀρούραις ἐμπεριπατοῦντες στρουθοὶ τοῖς κεχωσμένοις συλλαμβάνονται βρόχοις ὡς ταῖς φυλαῖς τῶν ἁγίων μαρτύρων ἐμβοσκώμενοι δαίμονες τῇ κεχωσμένῃ περιπυροῦντες τέφρᾳ καὶ πάσχουσι τοῦ Κάϊν παρόμοιον· οὓς γὰρ ἔσφαξαν φρίττουσιν, ὡς ἐκεῖνος ἐσφαγμένον τὸν Ἄβελ.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.