Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια Θεοφάνεια
Η τέλεση του βαπτίσματος και η Θεοφάνεια
Η εξήγηση της θείας οικονομίας από τον Χριστό, η φανέρωση της Αγίας Τριάδας με τη μαρτυρία του Θεού Πατέρα και η τελική δοξολογία.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Η τέλεση του βαπτίσματος και η Θεοφάνεια
Η εξήγηση της θείας οικονομίας από τον Χριστό, η φανέρωση της Αγίας Τριάδας με τη μαρτυρία του Θεού Πατέρα και η τελική δοξολογία.
Καὶ σὺ δέ, <ὦ> Ἰορδάνη ποταμέ, πῶς ὀπίσω τὴν φύσιν τοῦ δρόμου ἀντέστρεψας; Ἐπειδὴ ὁ ἀναμάρτητος ὑπὸ τοῦ ἁμαρτήσαντος χειροθετεῖται ἀνθρώπου;» Ἐν τούτοις τοῦ Ἰωάννου τὸν δεσπότην κωλύοντος ἀποκριθεὶς εἶπεν πρὸς αὐτόν· «Ἄφες ἄρτι. ὑπὸ ἀνθρώπου ἐτέχθην, ὑπὸ ἀνθρώπου βαπτίζομαι γενόμενος ἄνθρωπος, ἵνα σώσω τὸν ἄνθρωπον.
Ἄφες ἄρτι· μὴ πρῶτος βαπτισθεὶς νομισθῇς Ἰουδαίοις Χριστός. Ἄφες ἄρτι· ἐμοῦ γάρ ἐστι συντρῖψαι τὴν κεφαλὴν τοῦ δράκοντος ἐν τοῖς ὕδασιν. Ἄφες ἄρτι· κηρύξει με τὸ πνεῦμά μου υἱὸν τοῦ πατρός μου, καὶ τότε βαπτίσω σε τῷ φωτὶ τῆς τριάδος μου.
Ἄφες ἄρτι· ἔλθοι καιρός, ὅτε τὸ πρέπον ἀπολήψομαι σέβας. Ἔλθοι καιρός, ὅτε προσηλούμενόν με θεολογήσει λῃστής. Ἔλθοι καιρός, ὅτε με νεκρὸν εὐφημήσουσι δῆμοι. Ἔλθοι καιρός, ὅτε σωτηρίῳ τὸν κόσμον ἐπισπάσομαι ξύλῳ.
Ἔλθοι καιρός, ὅτε τὸ παρὰ σοῦ μοι βοήσει τὰ πέρατα. Ἔλθοι καιρός, ὅτε κατάρξομαι πολυανδρείας ἐθνῶν ἐλεεῖν. Ἔλθοι καιρός, ὅτε πυρὶ νοητῷ βαπτίσω καὶ πνεύματι. πυρὶ μέν, ἀναχωνεύων τῇ τῆς Χάριτος θέρμῃ, πνεύματι δέ, τὸ ἀναχωνευθὲν ἁγιάζων.» Τότε ἀφίησιν αὐτόν. Βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθέως ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ἐπ’ αὐτόν. Καὶ ἰδοὺ φωνὴ ἐξ οὐρανοῦ λέγουσα· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.
Οὗτός ἐστιν ὁ υἱός μου ὁ πρὸ αἰώνων γεννηθεὶς καὶ σήμερον βαπτισθείς. Οὗτός ἐστιν ὁ υἱός μου ὃν βαστάζω ἐν κόλπῳ καὶ θεωρεῖτε ἐν κόσμῳ. Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀρχὴν μὴ δεξάμενος καὶ μητέρα κτησάμενος.
Οὗτός ἐστιν ὁ υἱός μου ὁ μόνος ἔχων πατέρα ἑαυτοῦ συναΐδιον. Οὗτός ἐστιν ὁ υἱός μου ὁ διὰ Ἡσαΐου βοῶν· “Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν.” Οὗτός ἐστιν ὁ υἱός μου πρὸς ὃν ἐβόων προφῆται· “Παρὰ σοῦ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς,”» ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.