Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεγάλην πέμπτην
Η επαγγελία του Παραδείσου και η τελική δοξολογία
Περιγραφή της άμεσης χορήγησης της σωτηρίας στον μετανοήσαντα ληστή και η καταληκτήρια δοξολογία του λόγου.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Η επαγγελία του Παραδείσου και η τελική δοξολογία
Περιγραφή της άμεσης χορήγησης της σωτηρίας στον μετανοήσαντα ληστή και η καταληκτήρια δοξολογία του λόγου.
Τί οὖν πρὸς ταῦτα ὁ τῶν μισθῶν ἀποδότης, ὁ φιλότιμος ἐν ταῖς εὐεργεσίαις Χριστός; τοῦ λῃστοῦ τὸ μέλλον ζητήσαντος αὐτὸς ἀνυπέρθετον τὴν χάριν ἐπέδειξεν· ἐκείνου γὰρ εἰρηκότος· «μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου», ὁ δεσπότης εὐθὺς ἀπεκρίνατο λέγων· «ἀμήν, λέγω σοι, σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» ἀληθὴς ἡ λέγουσα γραφή· «ἔτι λαλοῦντός σου ἐρῶ· ἰδοὺ πάρειμι.» αὐτῷ τῷ Χριστῷ ἡ δόξα σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.