Lector

Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.

Encuentre directamente un autor, una obra o un libro de la Escritura.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεταμόρφωσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ο απόστολος Ιάκωβος και οι αγώνες υπέρ της ευσέβειας

Αναφορά στον απόστολο Ιάκωβο, στο μαρτύριό του και στον αγώνα των τριών αποστόλων υπέρ της Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἀλλ᾽ ἴδωμεν δίκαιον Ἰάκωβον· εἰ γὰρ καὶ τὴν τοῦ δικαίου ἐπίκλησιν ἐξαίρετον ὁ ἄλλος Ἰάκωβος ἔλαχεν, ὁ χρηματίζων Δίκαιος, ἀλλ᾽ οὐ φθονήσει τοῦ τοιούτου γέρως τῷ συναποστόλῳ.

Πολλοῖς τοίνυν καὶ ὁ υἱὸς Ζεβεδαίου πλουτεῖ τοῖς τοῦ Εὐαγγελίου κατορθώμασιν· ἀρκεῖ δὲ πρὸς τὸ παρὸν εἰς ἐγκωμίου λόγον, τὸ ὑπὲρ τοῦ δεσποτικοῦ φίλτρου ἡδέως τὴν κεφαλὴν ἀποτμηθῆναι. Τοῦτον γὰρ Ἡρώδης, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἱστορεῖ, ἀναιρεῖ. Οὗτοι τῆς εὐσεβείας οἱ ἀθληταὶ, οὗτοι τῶν εὐαγγελικῶν κηρυγμάτων οἱ διάκονοι. Ἀλλ᾽ ἕνα μὲν ἐξ Ὀλυμπιακῶν ἐπανελθόντα στεφανίτην δῆμοι καὶ πόλεις ἰδεῖν συντρέχουσι, καὶ ταῦτα φύλλοις δάφνης ἐστεφανωμένον· ἡμεῖς δὲ οὐχ ἕνα, ἀλλὰ τρεῖς ἀγωνιστὰς, ὑπὲρ Τριάδος ἀγωνιστὰς, ὑπὲρ Τριάδος ἀθλήσαντας καὶ στεφανωθέντας, πρὸς ἡμᾶς παραγενομένη ἐλεάσονι συνδρομὴ τεθεάμεθα.