Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν σταυρὸν καὶ τὸν λῃστήν
Η σωτηριώδης δύναμη του Σταυρού και επίλογος
Θεολογική προσέγγιση της σημασίας του αίματος του Χριστού, εγκώμιο για τα αποτελέσματα της σταυρικής θυσίας και τελική δοξολογία.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Η σωτηριώδης δύναμη του Σταυρού και επίλογος
Θεολογική προσέγγιση της σημασίας του αίματος του Χριστού, εγκώμιο για τα αποτελέσματα της σταυρικής θυσίας και τελική δοξολογία.
Εἴπωμεν καὶ ἡμεῖς τὴν αὐτὴν φωνὴν, μὴ ἀπὸ τῆς αὐτῆς γνώμης· “Τὸ αἷμα Χριστοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν„, ἐκείνοις εἰς κατάκρισιν ἡμῖν εἰς δικαιοσύνην. Οὐ γάρ ἐστι τὸ αἷμα Χριστοῦ χεῖρον τῆς Βαβυλωνίας καμίνου· ἡ κάμινος Βαβυλῶνος ἐτίμησε τοὺς ἁγίους καὶ ἀνάλωσεν τοὺς Χαλδαίους. Τὸ αἷμα τὸ τίμιον οἶδεν ἀπολέσαι μὲν τοὺς ἀπίστους, σῶσαι δὲ τοὺς πιστεύοντας.
Πρέπει τῷ σταυρῷ τὸ φῶς. Οὗτος γὰρ μόνος διέλυσε τὸ σκότος τῶν δαιμόνων. Εἰ μὴ σταυρός, δαίμονας ἂν προσεκυνοῦμεν. Σταυρὸς καθῆλε τὴν πλάνην, σταυρὸς ἤνθησεν τὴν ἁγιωσύνην, σταυρὸς ἤνεγκεν ἀκτῖνα δικαιοσύνης. Πάντα ἡμῖν ἀπὸ σταυροῦ, ἡμεῖς δὲ τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.