Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν τετραήμερον Λάζαρον
Το κυριακό πρόσταγμα και η έγερση του Λαζάρου
Η υποταγή του θανάτου στο δεσποτικό πρόσταγμα, η λύση των νεκρικών δεσμών ως εμπειρική απόδειξη του θαύματος και η καταληκτική δοξολογία.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Το κυριακό πρόσταγμα και η έγερση του Λαζάρου
Η υποταγή του θανάτου στο δεσποτικό πρόσταγμα, η λύση των νεκρικών δεσμών ως εμπειρική απόδειξη του θαύματος και η καταληκτική δοξολογία.
Λάζαρε, δεῦρο ἔξω. Ὅτε γέγονεν ἡ προσευχὴ, οὐκ ἀνέστη ὁ νεκρός· ἀλλ᾽ ὅτε εἶπε, Λάζαρε, δεῦρο ἔξω, τότε ἀνέστη ὁ νεκρός. Ὢ τυραννὶς τοῦ θανάτου· ὢ τυραννὶς τῆς δυνάμεως ἐκείνης τῆς κατεχούσης τὴν ψυχήν· ὢ ᾅδη, προσευχὴ γέγονε, καὶ οὐκ ἀπολύεις τὸν νεκρόν; Οὐχὶ, φησί. Διὰ τί; Ὅτι οὐ προσετάχθην.
Δέσμιός εἰμι αὐτόθι κατέχων τὸν ὑπεύθυνον· ἐὰν μὴ προσταχθῶ, φησὶν, οὐκ ἀπολύω· ἡ γὰρ προσευχὴ, φησὶν, οὐ δι᾽ ἐμὲ γέγονεν, ἀλλὰ διὰ τοὺς παρόντας ἀπίστους. Ἐγὼ γὰρ, ἐὰν μὴ προσταχθῶ, οὐκ ἀπολύω τὸν ὑπεύθυνον· ἀναμένω τὴν φωνὴν, ἵνα ἀπολύσω τὴν ψυχήν. Λάζαρε, δεῦρο ἔξω. Ἤκουσε τοῦ δεσποτικοῦ προστάγματος ὁ νεκρὸς, καὶ εὐθέως τοῦ θανάτου τοὺς νόμους παρέλυσεν. Αἰσχυνέσθωσαν οἱ αἱρετικοὶ, καὶ ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς. Καὶ γὰρ ἀπέδειξεν ὁ λόγος, ὅτι οὐ διὰ τὴν τοῦ νεκροῦ ἀνάστασιν γέγονεν ἡ προσευχὴ, ἀλλὰ διὰ τὴν τῶν τότε παρόντων ἀπίστων ἀσθένειαν. Λάζαρε, δεῦρο ἔξω. Καὶ διὰ τί ὀνομαστὶ τὸν νεκρὸν ἐκάλεσε;
Διὰ τί; Ἵνα μὴ τὴν φωνὴν ἀπολελυμένην εἰς τοὺς νεκροὺς ἀποτείνας, πάντας τοὺς ἐν τοῖς τάφοις ἐγείρῃ, διὰ τοῦτό φησι, Λάζαρε, δεῦρο ἔξω. Σὲ μόνον ἐπὶ τοῦ παρόντος τέως ἀνακαλοῦμαι ὄχλου, ἵνα διὰ τοῦ μέρους καὶ τὴν τῶν μελλόντων ἐπιδείξω δύναμιν· ὁ γὰρ ἕνα ἐγείρας ἐγὼ, τὴν οἰκουμένην ἀνιστῶ· Ἐγὼ γάρ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Λάζαρε, δεῦρο ἔξω. Καὶ ἐξῆλθεν ὁ νεκρὸς δεδεμένος κειρίαις.
Ὢ τῶν παραδόξων πραγμάτων· ὁ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ θανάτου λύσας, ὁ τὰς πύλας τοῦ ᾅδου διαῤῥήξας, ὁ πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συντρίψας, καὶ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ θανάτου ἐλευθερώσας, οὐκ ἠδύνατο καὶ τὰς κειρίας λῦσαι τοῦ νεκροῦ; Ναὶ, ἠδύνατο· ἀλλὰ κελεύει τοῖς Ἰουδαίοις λῦσαι τὰς κειρίας, ἃς αὐτοὶ πρότερον ἐνταφιάζοντες ἔσφιγξαν, ἵνα τῶν οἰκείων δεσμῶν ἐπιγνώσωσι τὰ γνωρίσματα, ἵνα τῇ πείρᾳ μάθωσιν, ἐξ ὧν ἔπραξαν, ὅτι Λάζαρός ἐστιν ὁ παρ᾽ αὐτῶν ἐνταφιασθεὶς, καὶ Χριστός ἐστιν ὁ κατ᾽ εὐδοκίαν τοῦ Πατρὸς παραγενόμενος εἰς τὸν κόσμον, ὁ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχων. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.