Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ σεισμοῦ
Προοίμιο: Η ζέση του ποιμνίου και η ανταπόκριση του ομιλητή
Εισαγωγικές αναφορές στην προθυμία των πιστών για την ακρόαση του θείου λόγου, η οποία υπερβαίνει τη σωματική ασθένεια του ιερού συγγραφέα.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Προοίμιο: Η ζέση του ποιμνίου και η ανταπόκριση του ομιλητή
Εισαγωγικές αναφορές στην προθυμία των πιστών για την ακρόαση του θείου λόγου, η οποία υπερβαίνει τη σωματική ασθένεια του ιερού συγγραφέα.
ΟΜΙΛΙΑ ΜΕΤΑ ΤΟΝ ΣΕΙΣΜΟΝ. Εἰ καὶ ἡμᾶς ἡ ἀῤῥωστία ἐκώλυσε χορεῦσαι μεθ᾽ ὑμῶν τὴν χορείαν τὴν πνευματικὴν, ἀλλ᾽ ὑμᾶς ὁ κόπος τῆς ὁδοιπορίας οὐκ ἐξέλυσεν. Εἰ γὰρ καὶ ὁ κόπος πολλῷ ἱδρῶτι περιῤῥεομένους ὑμᾶς ἐνταῦθα ἤγαγεν, ἀλλ᾽ ἡ τοῦ λόγου διδασκαλία καὶ τὴν ἀῤῥωστίαν τὴν ἡμετέραν εἰς ὑγείαν μετέβαλε, καὶ τὸν ὑμέτερον πόνον διὰ τῆς ψαλμῳδίας παρεμυθήσατο.
Διὰ δὴ τοῦτο οὔτε αὐτὸς ἀῤῥωστῶν τῇ σιωπῇ τὴν γλῶτταν κατέδησα, οὔτε ὑμεῖς κεκοπωμένοι τῆς ἀκροάσεως ἀπέστητε· ἀλλ᾽ ὁμοῦ τε ὁ λόγας ἐφάνη, καὶ ὁ πόνος ἀνεχώρησεν, ὁμοῦ τε ἡ διδασκαλία ἐφάνη, καὶ ὁ κόπος ἐδραπέτευσεν. Ἡ μὲν γὰρ ἀῤῥωστία καὶ ὁ πόνος σώματος, ἡ δὲ διδασκαλία τῆς ψυχῆς ἐστι κατόρθωμα καὶ ἰατρεία. Ὅσῳ δὲ ψυχὴ σώματος ἀμείνων, τοσοῦτον ἐκείνης τὰ κατορθώματά ἐστι προτιμότερα.
Διὰ γὰρ τοῦτο οὐ μόνον ἀῤῥωστίας κωλυούσης, ἀλλὰ καὶ μυρίων ἑτέρων κωλυμάτων γινομένων, οὐκ ἀπέστην τοῦ περιπλέκεσθαι ὑμῶν τῇ ἀγάπῃ, οὐκ ἀπεστερήθην οὐδὲ σήμερον τῆς καλῆς ταύτης ἑορτῆς. Ἀλλ᾽ ἕως μὲν ἄρτι τῇ κλίνῃ ἦμεν προσηλωμένοι, ὁ δὲ Θεὸς ἡμᾶς οὐ συνεχώρησε τέλεον τῷ λιμῷ διαφθαρῆναι.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.