Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς μελλούσης ζωῆς τρυφῆς
Η φανέρωση της μελλοντικής δόξας και των επάθλων
Η Ανάσταση, η Ανάληψη και η Μεταμόρφωση του Χριστού ως απτές αποδείξεις της αφθαρσίας και της δόξας του αναστημένου σώματος.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Η φανέρωση της μελλοντικής δόξας και των επάθλων
Η Ανάσταση, η Ανάληψη και η Μεταμόρφωση του Χριστού ως απτές αποδείξεις της αφθαρσίας και της δόξας του αναστημένου σώματος.
ϛʹ. Διὰ δὴ τοῦτο ἔλεγε· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἑτέρως πάλιν τὸ τὰ βραβεῖα αὐτὰ καὶ τὰ ἔπαθλα εἰς μέσον ἀγαγεῖν, καὶ ὑπὸ ὀφθαλμοὺς δεικνύναι, ἄκουσον. Ὑπέσχετο σωμάτων ἀνάστασιν, ἀφθαρσίαν, τὴν εἰς ἀέρα ἀπάντησιν, τὴν ἐν νεφέλαις ἁρπαγήν· ταῦτα διὰ τῶν πραγμάτων ἔδειξε. Πῶς καὶ τίνι τρόπῳ; Ἀποθανὼν ἀνέστη· διὸ καὶ τεσσαράκοντα ἡμέρας αὐτοῖς συνῆν, ἵνα αὐτοὺς πληροφορήσῃ καὶ δείξῃ ἡλίκα ἡμῶν εἶναι μέλλει τὰ σώματα μετὰ τὴν ἀνάστασιν. Πάλιν λέγων διὰ τοῦ Παύλου, ὅτι Ἐν νεφέλαις ἁρπαγησόμεθα εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα, καὶ τοῦτο ἔδειξεν ἔργοις.
Μετὰ γὰρ τὴν ἀνάστασιν, ἡνίκα ἔμελλεν ἀνιέναι εἰς οὐρανοὺς, παρόντων αὐτῶν Ἐπήρθη, φησὶ, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν· καὶ ὡς ἀτενίζοντες ἦσαν, πορευομένου αὐτοῦ. Οὕτως οὖν καὶ τὸ ἡμέτερον σῶμα ὁμοούσιον ἔσται ἐκείνῳ τῷ σώματι, ἅτε ἐκ τοῦ φυράματος ὄν· ὥσπερ γὰρ ἡ κεφαλὴ, οὕτω καὶ τὸ σῶμα· ὥσπερ ἡ ἀρχὴ, οὕτω καὶ τὸ τέλος. Καὶ τοῦτο σαφέστερον ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Εἰ τοίνυν σύμμορφον γίνεται, καὶ τὴν αὐτὴν ὁδὸν βαδιεῖται, καὶ ὁμοίως ἐπὶ νεφελῶν ἀρθήσεται. Ταῦτα προσδόκα καὶ αὐτὸς ἐν τῇ ἀναστάσει. Ἐπειδὴ γὰρ ἄδηλον ἦν τοῖς ἀκούουσι τέως τὸ ῥῆμα τῆς βασιλείας, διὰ τοῦτο ἀνελθὼν ἐν τῷ ὄρει μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν αὐτοῦ, παρανοίγων αὐτοῖς τῶν μελλόντων τὴν δόξαν, καὶ ὡς ἐν αἰνίγματι καὶ ἀμυδρῶς ἐπιδεικνὺς οἷον ἔσται τὸ σῶμα τὸ ἡμέτερον. Ἀλλὰ τότε μὲν μετὰ ἱματίων ἐφάνη, ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως.
Οὐ γὰρ δεῖται τὸ σῶμα ἡμῶν ἱματίων, οὐδὲ στέγης, οὐδὲ ὀρόφου, οὐδὲ ἄλλου τῶν τοιούτων οὐδενός. Εἰ γὰρ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως γυμνὸς ὢν οὐκ ᾐσχύνετο, δόξῃ ἠμφιεσμένος, πολλῷ μᾶλλον τὰ σώματα τὰ ἡμέτερα, ὅσα ἐπὶ μείζονα καὶ ἀμείνω λῆξιν βαδιεῖται, οὐδενὸς τούτων δεηθήσεται. Διὰ δὴ τοῦτο καὶ αὐτὸς ἀνιστάμενος, τὰ ἱμάτια ἐπὶ τοῦ τάφου καὶ τῆς σοροῦ κεῖσθαι εἴασε, γυμνὸν ἀναστήσας τὸ σῶμα, δόξης ἀφάτου καὶ μακαριότητος ἐμπεπλησμένον.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.