Ἔργον
Ἰωάννης ὁ Δαμασκηνός – Περὶ τῆς ὀρθῆς πίστεως
Αποδοχή των Οικουμενικών Συνόδων και αποκήρυξη αιρέσεων
Καταδίκη των πλανών διαφόρων αιρετικών, επιβεβαίωση της πίστεως στις έξι Οικουμενικές Συνόδους και ένορκη ομολογία της ορθοδόξου διδασκαλίας.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Αποδοχή των Οικουμενικών Συνόδων και αποκήρυξη αιρέσεων
Καταδίκη των πλανών διαφόρων αιρετικών, επιβεβαίωση της πίστεως στις έξι Οικουμενικές Συνόδους και ένορκη ομολογία της ορθοδόξου διδασκαλίας.
ϛ. Ἀποβάλλομαι δὲ καὶ τὰ Ὠριγένους ληρήματα, τήν τε τῶν ψυχῶν προΰπαρξιν, καὶ τὴν ἄλογον μετεμψύχωσιν, καὶ τὴν τερατώδη ἀποκατάστασιν. Ταῦτα φρονῶ, καὶ ὄντως ὁμολογῶ, καὶ μετὰ ταύτης τῆς πίστεως εὔχομαι παραστῆναι τῷ φρικτῷ τοῦ Χριστοῦ βήματι. ζ. Δέχομαι δὲ τὰς ἁγίας ἓξ συνόδους· πρώτην, τὴν ἐν Νικαίᾳ τῶν τιη ἁγίων Πατέρων κατὰ Ἀρείου τοῦ Τριθεΐτου. Δευτέραν, καὶ τὴν ἐν Κωνσταντινουπόλει τῶν ρν, κατὰ Μακεδονίου τοῦ πνευματομάχου.
Τρίτην, καὶ τὴν ἐν Ἐφέσῳ τὸ πρότερον, τῶν διακοσίων, κατὰ Νεστορίου τοῦ διαιρέτου τῆς Χριστοῦ τοῦ Θεοῦ ὑποστάσεως, καὶ ἀνθρωπολάτρου, καὶ τετραδόφρονος, καὶ δυσμενοῦς τῆς ἀληθῶς Θεοτόκου. Τετάρτην, καὶ τὴν ἐν Χαλκηδόνι τῶν χλ, κατὰ Εὐτυχέως καὶ Διοσκόρου τῶν Θεοπασχιτῶν. Καὶ τὴν πέμπτην, τὴν ἐν Κωνσταντινουπόλει τῶν ρξδ ἁγίων Πατέρων, κατὰ Ὠριγένους τοῦ ληρήσαντος γέροντος· καὶ τὴν ἕκτην, τῶν σπθ, ἐν τῇ μεγίστῃ Κωνσταντινουπόλει ἁγιωτάτην καὶ ὀρθοδοξοτάτην σύνοδον κατὰ Σεργίου, καὶ Κύρου, καὶ Παύλου, καὶ Πέτρου, καὶ Πύῤῥου, καὶ Μακαρίου, καὶ Στεφάνου τοῦ αὐτοῦ μαθητοῦ συγκροτηθεῖσαν· καὶ πάντα τὰ ὑπ’ αὐτῶν ὁρισθέντα, στέργω καὶ ἀσμενίζομαι, δεχόμενος πάντας οὓς ἐδέξαντο, καὶ ἀποβαλλόμενος καὶ ἀναθεματίζων πάντας οὓς ἀπεβάλοντο, καὶ πᾶσαν αἵρεσιν, ἀπὸ Σίμωνος τοῦ Μάγου μέχρι τῶν νῦν κινηθεισῶν κατὰ τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἐκκλησίας. η. Καὶ ὄμνυμι κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς Τριάδος, παντὸς δόλου χωρὶς, οὕτω φρονεῖν, καὶ μηδὲν ἕτερον παρὰ ταῦτα δέχεσθαι, καὶ μὴ κοινωνεῖν ἑτεροπίστῳ οὕτως μὴ ὁμολογοῦντι, ἐξαιρέτως τοῖς Μαρωνίταις· μήτε δέχεσθαι κληρικὸν δίγαμον εἰς ἱερατεῖον, ἢ εἰς οἵαν δήποτε ἐγχείρησιν Πατρικῶς ἁρμόζουσαν.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.