Ἔργον
Μᾶρκος ὁ Εὐγενικός – Ἔκθεσις περὶ τῶν ἐν τῇ ἐν Φλωρεντίᾳ συνόδῳ πραχθέντων
Προοίμιο και άφιξη της ελληνικής αντιπροσωπείας
Ο συγγραφέας εκθέτει τους λόγους συμμετοχής του στη σύνοδο και την αρχική απογοήτευση από τη στάση των Λατίνων.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Προοίμιο και άφιξη της ελληνικής αντιπροσωπείας
Ο συγγραφέας εκθέτει τους λόγους συμμετοχής του στη σύνοδο και την αρχική απογοήτευση από τη στάση των Λατίνων.
ΕΚΘΕΣΙΣ ΤΟΥ ἉΓΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ἘΦΕΣΟΥ, ΤΙΝΙ ΤΡΟΠΩ ἘΔΕΞΑΤΟ ΤΟ ΤΗΣ ἈΡΧΙΕΡΩΣΥΝΗΣ ἈΞΙΩΜΑ, ΚΑΙ ΔΗΛΩΣΙΣ ΤΗΣ ΣΥΝΟΔΟΥ ΤΗΣ ἘΝ ΦΛΩΡΕΝΤΙΑ ΓΕΝΟΜΕΝΗΣ. Ἐγὼ διὰ τὴν ἐπιταγὴν καὶ τὴν χρείαν τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἀναδεξάμενος τὸ τῆς ἀρχιερωσύνης λειτούργημα, τοσοῦτον τὴν ἐμὴν ἀξίαν ἅμα καὶ τὴν δύναμιν ὑπερβαῖνον, ἐπηκολούθησα τῷ οἰκουμενικῷ πατριάρχῃ καὶ τῷ ἐκ Θεοῦ βασιλεῖ τε καὶ αὐτοκράτορι πρὸς τὴν ἐν Ἰταλίᾳ σύνοδον, μήτε τὴν ἐμαυτοῦ ἀσθένειαν ὑπολογισάμενος, μήτε τὸ τοῦ προκειμένου πράγματος ἐργῶδές τε καὶ ὑπέρογκον, ἀλλ’ ἐλπίσας ἐπὶ Θεῷ καὶ τοῖς κοινοῖς τούτοις προστάταις πιστεύσας, ὡς ἅπαντα ἡμῖν ἕξει καλῶς καί τι κατορθώσομεν μέγα καὶ τῶν ἡμετέρων πόνων καὶ τῶν ἐλπίδων ἄξιον. Ἐπεὶ δ’ ἐνταῦθα γενόμενοι, τῶν Λατίνων εὐθὺς ἐπειράθημεν ἄλλως ἡμῖν προσενεχθέντων ἢ ὡς ἠλπίζομεν, εὐθὺς μὲν ἡμῖν ἀπογνῶναι τοῦ τέλους συνέπεσε, καί τις ἡμῶν εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.