Ἔργον
Μάξιμος ὁ Ὁμολογητής – Τόμος δογματικὸς πρὸς Μαρίνον πρεσβύτερον
Προοίμιο προς τον πρεσβύτερο Μαρίνο
Εγκωμιαστική προσφώνηση προς τον Μαρίνο και αναφορά στα αίτια και την προτροπή για τη συγγραφή της παρούσας δογματικής πραγματείας.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Προοίμιο προς τον πρεσβύτερο Μαρίνο
Εγκωμιαστική προσφώνηση προς τον Μαρίνο και αναφορά στα αίτια και την προτροπή για τη συγγραφή της παρούσας δογματικής πραγματείας.
ΤΟΜΟΣ ΔΟΓΜΑΤΙΚΟΣ ΠΡΟΣ ΜΑΡΙΝΟΝ ΠΡΕΣΒΥΤΕΡΟΝ Ὧν ὁ λόγος ἀρεταῖς ὡραΐζεται, τούτων ὁ νοῦς γνωστικαῖς ἐπιλάμπεται χάρισιν, ἐξιστώσαις λήθης ἁπάσης αὐτόν, ὥσπερ ἐκεῖνον ἀπάτης ἐκεῖναι, καὶ πρὸς μύησιν ἀγούσαις τοῦ κρυφίου τοσοῦτον, ὅσον αὐτοῦ δι’ ἡμᾶς ἐκφανθέντος πρὸς μίμησιν ἐπανάγουσι.
Τοῦτο ἐν Πνεύματι ἁγίῳ παρέδειξας, οἷς αὐτὸς ἁμιλλώμενος ἐμμελείᾳ τρόπων ἱερῶν καὶ ἱερωτέρων πράξεων, θεοτίμητε Πάτερ, ὑπερέχεις τοσοῦτον τὴν εὐφημίαν, ὅσον καὶ ἱκανὸς προσβαλεῖν τὴν εὐτονίαν, πέρας μὲν δρόμου ποιούμενος τὴν ἐπέκτασιν, καὶ λόγου τὴν ἐπὶ τὸν Λόγον ἀεικίνητον ἄνοδον, ἵνα καὶ φύσιν ὑπερβῇς, καὶ τύπους ἅπαντας διαῤῥήψῃς, καὶ καθαρῶς τῷ καθαρωτάτῳ προσομιλήσῃς, κατὰ τὴν ἐκ πάντων καὶ πρὸς ἅπαντας ὑποστολὴν ἑαυτοῦ, καὶ τελείαν ἐν σχέσει διάβασιν· ἥτις τὴν ἀόριστον εὔροιαν προξενεῖ κατὰ χάριν περιγράφουσάν τε πᾶν ὁριστὸν καὶ ὑπερβαίνουσαν, καὶ εἰς τὰ Ἅγια τῶν ἁγίων, ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε τὸ καθ’ ἡμᾶς ὁ ὑπὲρ ἡμᾶς Ἰησοῦς ἀπρὶξ χωρῆσαι παρασκευάζουσαν, τὸν ἀπὸ δόξης εἰς δόξαν πρακτικῶς αὐτῷ δι’ ἀρετῆς συναναβαίνοντα, καὶ τοὺς οὐρανοὺς ἀπὸ γνώσεως εἰς γνῶσιν ἐπιστημονικῶς διερχόμενον, καὶ τῇ κρυφιομύστῳ καὶ πολυφωνοτάτῳ σιγῇ, κατὰ πᾶσαν νοερᾶς ἐνεργείας ἀπόλειψιν, ἀγνώστως ἐντυγχάνοντα τῷ Πατρὶ τῶν πνευμάτων, ᾧ διὰ χάριτος καὶ τῆς περὶ τὰ ἱερουργὰ μακαρίας σπουδῆς ὑπερφυῶς ἀναχθείς, ἀνάγεις τοὺς κατ’ ἐμὲ κάτω κειμένους, χεῖρά τε συμπαθῶς ὀρέγων διὰ τοῦ γράμματος, καὶ λόγον διὰ τῆς ἐν τούτῳ κρυπτομένης νοήσεως, πείθων τε διὰ σπουδῆς ὑπεξίστασθαι τῶν ἐξιστάντων Θεοῦ, καὶ μόνην ἀσχέτως τὴν αὐτοῦ καὶ πρὸς αὐτὸν ἑνωτικὴν ἐξ ὅλης καρδίας [τιμᾷν, ἀσκεῖν, προτιμᾷν] ἀγάπην, καθ’ ἥν, ὡς ἁπλῆν καὶ ἀνείδεον, πᾶσαν διπλόην, καὶ σχήματος ἐπικάλυψιν αὐτῆς τε διανοίας, καὶ τοῦ φαινομένου διακρούσασθαι παρακελεύῃ, καὶ τὴν μακαρίαν ὄντως, καὶ τῶν μακαρίων ἐκφαντορικὴν ἀρετὴν κατορθοῦν, ἣν ταῖς σαῖς ἱερωτάταις στηριζόμενος προσευχαῖς δυνηθείην ἐξανύσαι, εὐπερίστατον ἁμαρτίαν ἀπολιπών.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.