Ἔργον
Νικόλαος Καβάσιλας – Εἰς τὴν κοίμησιν τῆς Θεοτόκου
Επίλογος: Σωτηριολογικές προσωνυμίες και καταληκτήρια δέηση
Τελική ομολογία του ανέφικτου του εγκωμίου, απόδοση τιμητικών προσωνυμιών στη Θεοτόκο και προσευχή για την αποδοχή του ύμνου.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Επίλογος: Σωτηριολογικές προσωνυμίες και καταληκτήρια δέηση
Τελική ομολογία του ανέφικτου του εγκωμίου, απόδοση τιμητικών προσωνυμιών στη Θεοτόκο και προσευχή για την αποδοχή του ύμνου.
13. Τίς ἀρκέσει λόγος πρὸς τὴν σὴν, ὦ μακαρία, δικαιοσύνην, τὰς τοῦ σωτῆρος πρὸς σὲ χάριτας τὰς σὰς πρὸς τὸ κοινὸν τῶν ἀνθρώπων; Οὐδ’ εἴ τις τὰς γλώσσας τῶν ἀνθρώπων λαλεῖ καὶ τῶν ἀγγέλων, Παῦλος ἂν εἶπεν. Ἐμοὶ δοκεῖ τῆς αἰωνίου τοῖς δικαίοις ἀποκειμένης εὐδαιμονίας καὶ τοῦτο μέρος εἶναι, τὸ καλῶς τὰ σὰ, καὶ ὡς προσῆκεν, καὶ εἰδέναι καὶ λέγειν. Καὶ ταῦτα γὰρ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οἶς οὐκ ἤκουσεν, ἃ μηδὲ ὁ κόσμος δύναται φέρειν, κατὰ Ἰωάννην τὸν πάνυ. Ἐκείνῳ τῷ θεάτρῳ τὰ σὰ προσήκει θαύματα μόνῳ, ἐν ᾧ οὐρανὸς καινὸς καὶ καινὴ γῆ, ἥλιος δὲ ὁ τῆς δικαιοσύνης, ὃς οὔτε ἡγεῖται, οὔτε ἀκολουθεῖ σκότει.
Ῥήτωρ δὲ τῶν σῶν αὐτὸς ὁ σωτήρ· ἄγγελοι δὲ κροτοῦντες. Ἐνταῦθα γὰρ ἂν μόνον τῆς ἀξίας τύχοις φωνῆς. Ἀνθρώπων δὲ οὐκ ἔνι τὰ τοιαῦτα περαίνειν, ἀλλὰ τοσοῦτον μόνον τῶν σῶν ἁπτόμεθα λόγων, ὅσον ἁγιάσαι καὶ τὴν γλῶσσαν καὶ τὴν ψυχήν. Καὶ γὰρ ῥῆμα μόνον τῶν σῶν τι φέρον, καὶ μνήμη, τὴν ψυχὴν ἀνίστησι, καὶ ποιεῖ τὴν διάνοιαν βελτίω, καὶ πνευματικούς τινας τοῖς ὅλοις ἀντὶ σαρκικῶν, καὶ ἀντὶ βεβήλων ἁγίους.
Ἀλλ’ ὦ πᾶν ἀγαθὸν, ὅ τι ἴσμεν ἐν τῷδε τῷ βίῳ, καὶ ὃ εἰσόμεθα μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Ὦ μακαριότητος καὶ ἁγιωσύνης αὐτή τε ἀρξαμένη, καὶ τοῖς ἄλλοις ἡγησαμένη. Ὦ σωτηρία τῶν ἀνθρώπων καὶ φῶς τοῦ κόσμου, καὶ ὁδὸς εἰς τὸν σωτῆρα, καὶ θύρα καὶ ζωὴ, καὶ τἄλλα δικαία καλεῖσθαι, ὧν ὁ σωτὴρ διὰ τὴν ἐμὴν ἤκουσε σωτηρίαν· ὁ μὲν γὰρ αἴτιος, σὺ δὲ συναίτιος ἐμοὶ τῆς ἁγιωσύνης, καὶ ὧν ἐκ τοῦ σωτῆρος διὰ σοῦ καὶ τῶν σῶν ἀπήλαυσα μόνης· αἷμα σόν ἐστιν, ὃ τὰς ἁμαρτίας ἀπορρύπτει τοῦ κόσμου· τὸ σῶμα σόν ἐστι μέλος, ἐν ᾧ ἡγιάσθην, ἐν ᾧ ἡ καινὴ διαθήκη, ἐν ᾧ πᾶσα σωτηρίας ἐλπίς.
Σόν ἐστι σπλάγχνον ἡ τοῦ Θεοῦ βασιλεία. Ἀλλ’ ὦ πάντων κρείττων ἐπαίνων, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, δέχου τὸν ὕμνον, καὶ μὴ ὑπερίδῃς τὴν προθυμίαν, καὶ δός τι περὶ τῶν σῶν ἄμεινον καὶ νοῆσαι καὶ φθέγξασθαι δυνηθῆναι, καὶ νῦν ἐν τῷδε τῷ βίῳ, καὶ μετὰ τοῦτον, τῷ αἰωνίῳ.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.