Lector

Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.

Encuentre directamente un autor, una obra o un libro de la Escritura.

Ἔργον

Μέγας Φώτιος – Κατὰ Φράγκων

Μέγας Φώτιος

Η δογματική καινοτομία του Φιλιόκβε

Επικριτική θεώρηση της δογματικής προσθήκης στο Σύμβολο της Πίστεως περί της εκπορεύσεως του Αγίου Πνεύματος και εκ του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 4

Τοῦ ἁγίου συμβόλου τὴς πίστεως ἐκ τοῦ εὐαγγελικοῦ ῥητοῦ συντεθέντος τοῦ σαφῶς οὑτωσὶ διεξιόντος περὶ τοῦ ἁγίου πνεύματος· „καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον“, οὗτοι προστεθείκασι· „καὶ ἐκ τοῦ υἱοῦ“ κακῶς καὶ ἐπισφαλῶς· οἶμαι γὰρ διὰ τὸ στενὸν τῆς αὐτῶν διαλέκτου ταὐτὸν εἶναι ᾠήθησαν τήν τε τοῦ πνεύματος ἐκ τοῦ πατρὸς ἐκπόρευσιν καὶ τὴν διὰ τοῦ υἱοῦ πρὸς ἡμᾶς ἀποστολὴν καὶ κατὰ μηδὲν διαφέρειν τὴν ἀποστολὴν τῆς ἐκπορεύσεως βαρβαρικῶς καὶ ἀμαθῶς ἐνόησαν.