Ἔργον
Μακάριος ὁ Αἰγύπτιος – Ἐπιστολὴ μεγάλη
Επίλογος και δοξολογία
Συμπερασματική ανακεφαλαίωση για τη χάρη της πνευματικής προκοπής, την τελική απαλλαγή από τα πάθη και τη μέλλουσα δόξα μαζί με τον Χριστό.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Επίλογος και δοξολογία
Συμπερασματική ανακεφαλαίωση για τη χάρη της πνευματικής προκοπής, την τελική απαλλαγή από τα πάθη και τη μέλλουσα δόξα μαζί με τον Χριστό.
Ἀποδέδεικται τοίνυν ἐκ πάντων πλουσίως τοῖς εὐγνωμόνως τοῖς λόγοις τοῦ πνεύματος πειθομένοις, ὅτι χρὴ τὸν ἐν ἀληθείᾳ προσεληλυθότα θεῷ, ἐν ὅλῃ καρδίᾳ πιστεύοντα ταῖς ἐπαγγελίαις αὐτοῦ καὶ πάσῃ δυνάμει ἐν ταῖς ἐντολαῖς αὐτοῦ ἀγωνιζόμενον καὶ ἡμέραν ἐξ ἡμέρας τὸν νοῦν ἀνακαινούμενον, προκοπῆς πνευματικῆς χάριν αἰσθέσθαι ἐν ἑαυτῷ· ἵν᾽ οὕτως καταντῆσαι δυνηθῶμεν εἰς τὴν ἀληθινὴν τοῦ τελείου ἁγιασμοῦ κατάπαυσιν, τουτέστι φθάσαι εἰς τὴν τελείαν ἀγάπην τῆς υἱοθεσίας τοῦ προσκυνητοῦ πνεύματος, δι᾽ οὗ καὶ τὴν παντελῆ τῶν παθῶν ἀπαλλαγὴν κτήσασθαι δυνάμεθα· καὶ οὕτως ψυχῇ καὶ σώματι ὁλοτελῶς ἀπεντεῦθεν ἁγιασθέντες καὶ ἄσπιλοι καὶ ἄμωμοι διὰ τοῦ πνεύματος καταρτισθέντες καὶ τὸν ἐπουράνιον τῆς τελείας χάριτος θησαυρὸν ἐν τοῖς ὀστρακίνοις ἡμῶν τοῦ σώματος σκεύεσιν ἐν πάσῃ πληροφορίᾳ ἐντεῦθεν κομισάμενοι καὶ θεοῦ οἰκητήριον καθαρὸν γενόμενοι, ἐν τῇ μελλούσῃ τῆς ἀναστάσεως ἡμέρᾳ τῆς βασιλείας τελείως Χριστῷ συνδοξασθέντες καὶ σύμμορφοι τῷ σώματι τῆς δόξης αὐτοῦ καταξιωθέντες γενέσθαι σὺν αὐτῷ ἐν ἀναπαύσει ἀνεκλαλήτῳ ἀναπαυσώμεθα εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων ἀμήν. ΤΩ ΘΕΩ ΔΟΞΑ
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.