Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Ἀνθολόγιον κατὰ Μονοθελητῶν

Ἀναστάσιος Σιναΐτης

Απολιναριστικές αντιλήψεις και πατερική ανασκευή περί του ανθρώπινου θελήματος

Εκθεση των απόψεων του Απολιναρίου περί αθέλητης σαρκός και εκτενείς ορθόδοξες ερμηνείες από τους αγίους Γρηγόριο Νύσσης, Βασίλειο, Αμβρόσιο, Αθανάσιο και Αντίπατρο Βόστρων, οι οποίοι τεκμηριώνουν την ύπαρξη του ανθρώπινου θελήματος στον Σωτήρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 2 από 3

Ἀπολιναρίου τοῦ δυσσεβοῦς ἐκ τοῦ περὶ ἑνώσεως λόγου πρώτου· Ἐπεὶ γὰρ ἄριστα Παῦλος βοᾷ «Ἐν τῷ παντοκράτορι θεῷ καὶ μόνῳ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν», ἤρκει καὶ μόνον τὸ αὐτοῦ θέλημα διὰ τοῦ ἐν τῇ σαρκὶ σκηνώσαντος λόγου πρὸς τὸ ταύτην ζωοποιεῖν καὶ κινεῖν, ἀναπληρούσης τῆς θείας ἐνεργείας τὸν τῆς ψυχῆς τόπον καὶ τοῦ ἀνθρωπίνου νοός. Ὅθεν καὶ σκήνωσιν ὁ Ἰωάννης τὴν ἐπιδημίαν αὐτοῦ τὴν ἐξ οὐρανῶν ὀνομάζει· εἰπὼν γὰρ ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, οὐ προσέθηκε «καὶ ψυχή». Ἀδύνατον γὰρ δύο νοερὰ καὶ θελητικὰ ἐν τῷ ἅμα κατοικεῖν, ἵνα μὴ τὸ ἕτερον κατὰ τοῦ ἑτέρου ἀντιστρατεύηται διὰ τῆς οἰκείας θελήσεως καὶ ἐνεργείας. Οὐκοῦν οὐ ψυχῆς ἀνθρωπίνης ἐπελάβετο ὁ λόγος, ἀλλὰ μόνου σπέρματος Ἁβραάμ· τὸν γὰρ τοῦ σώματος Ἰησοῦ ναὸν προδιέγραψεν ὁ ἄψυχος καὶ ἄνους καὶ ἀθελὴς τοῦ Σολομῶντος ναός.

Ταῦτα τοῦ θεοστυγοῦς Ἀπολιναρίου δυσφημήσαντος καὶ ἄψυχον καὶ ἀθελῆ τὴν τοῦ κυρίου σάρκα λέγοντος, καθὰ καὶ Εὐνόμιος ὁ ἄνομος καὶ οἱ σὺν αὐτῷ ἀρειανίζοντες φαίνονται οἱ νέοι σοφισταί, ὅτι ταῖς τούτων θυμελικαῖς ἐγκύψαντες βίβλοις καὶ ὥσπερ ἀρεσθέντες καὶ κατατερφθέντες ἐξ αὐτῶν ἡμῖν παρατάττονται. Λέγει γὰρ πάλιν ὁ αὐτὸς Ἀπολινάριος εἰς τὸ Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον, πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν, οὕτως· Εἰ δὲ ἰσοσθενὴς καὶ κοινωνὸς τῆς πατρικῆς οὐσίας ὁ ἐπὶ τὸ πάθος καὶ τὸν σταυρὸν ἐρχόμενος ἦν, πῶς ἐν ἀγωνίᾳ γενόμενος προσηύχετο παρελθεῖν αὐτὸν τὸ ποτήριον καὶ μὴ γενέσθαι αὐτοῦ τὸ θέλημα, ἀλλὰ μᾶλλον τὸ τοῦ πατρός; Τί δὲ καὶ προαγορεύειν ἐχρῆν τὸ τοῦ εὐχομένου θέλημα, ἀλλ’ ἢ ἀσύμφωνον θεοῦ καὶ ἐναντίον;

Ταύτας τὰς παναθέους Ἀπολιναρίου ληρωδίας ἀνατρέπων ἐν τοῖς συγγράμμασι τοῖς κατ’ αὐτοῦ ὁ τῆς Νυσσαέων ἄγγελος Γρηγόριος τοιούτῳ τινὶ συλλογισμῷ κέχρηται κατ’ αὐτοῦ ὅτι, κἂν γένηται τὸ θέλημα τοῦ προσευχομένου, τουτέστι τοῦ κατὰ τὸν σωτῆρα νοουμένου ἀνθρώπου, ἰδοὺ ἐδείχθη ἔχων οἰκεῖον θέλημα οἰκονομικῶς παραιτούμενον τὸν θάνατον, κἂν δὲ πάλιν μὴ γένηται αὐτοῦ τὸ θέλημα, καὶ οὕτως τὸ θέλημα αὐτοῦ γέγονε· τοῦτο γὰρ ἤθελεν, ἵνα μὴ γένηται αὐτοῦ τὸ θέλημα. Ὥστε καὶ εἰσακουομένης τῆς προσευχῆς καὶ μὴ εἰσακουομένης τὸ ἀνθρώπινον Χριστοῦ ἐδείκνυτο καὶ ἐπληροῦτο θέλημα.

Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου· Ἐπεὶ οὖν ἓν θέλημα ἔχων πρὸς τὸν πατέρα εἴληφε καὶ τὸ ἀνθρώπινον, τούτου χάριν ἐκ πολλῆς περιουσίας λέγει Μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Τὸ φιλόζωον θέλημα εἶχεν ἡ σὰρξ τοῦ κυρίου, ὡς κοινωνὸς οὖσα καὶ σύμβιος ψυχῆς ἀθανάτου καὶ θεοῦ λόγου ζωοποιοῦ παναθανάτου, καὶ ἐξ αὐτῶν ὥσπερ μεταλαβοῦσα τὸν τῆς ἀθανασίας πόθον.

Ἀμβροσίου ἐπισκόπου Μεδιολάνων ἐκ τοῦ λόγου εἰς τὸ Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον· Εἰ δὲ καὶ παραιτεῖται τὸν θάνατον κατὰ τὸ ἀνθρώπινον αὐτοῦ θέλημα ὁ σωτήρ, μὴ σκανδαλίζου. Φύσει γὰρ τὴν πηγὴν τῆς ζωῆς ἐν αὐτῇ ἔχουσα ἡ σὰρξ καὶ τῆς ἀθανασίας τὸν θεὸν λόγον, τῆς αὐτοῦ ὥσπερ ἀθανασίας μεταλαβοῦσα, δικαίως ἀπεστρέφετο τὸν θάνατον, οὐ δειλιῶσα ἀλλὰ μισοῦσα, καὶ ὡς ἀναμάρτητος θανάτῳ μὴ ὑποκειμένη. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Ὁ γὰρ τῇ οἰκείᾳ φωνῇ πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν ἐκ τῶν τάφων ἀναστῆσαι μέλλων, πῶς ἐδεδοίκει θάνατον; Οὐκοῦν πιστούμενος τὸ ἀνθρώπινον ἑαυτοῦ διὰ τὰς τῶν αἱρέσεων ἀπιστίας, τούτου χάριν καὶ πράγμασι καὶ ῥήμασιν ἐπὶ τὸ πάθος ἐρχόμενος ἀνθρωπίνοις κέχρηται· διὸ καὶ προσεύχεται, καὶ ἱδροῖ τοὺς αἱματώδεις θρόμβους, καὶ ὑπὸ ἀγγέλου ὁ τῶν ἀγγέλων ποιητὴς ἐνισχύεται καὶ θαρσοποιεῖται, καὶ παρελθεῖν αὐτὸν τὸ ποτήριον αἰτεῖ, καὶ τὸ ἀνθρώπινον αὐτοῦ θέλημα ὑποκλίνει τῷ πατρικῷ καὶ θείῳ αὐτοῦ θελήματι λέγων Πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν, οὐ διαίρεσιν καὶ ἐναντιότητα θελημάτων δεικνύς, ἀλλὰ τὸ τέλειον ἐν ἀνθρωπότητι· ὁ γὰρ τὴν φύσιν καταδεξάμενος, πάντως καὶ τὰ τῆς φύσεως οἰκειώσατο.

Τοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ λόγου τοῦ εἰς τὸ Κύριος ἔκτισέ με, καὶ κατὰ Ἀρειανῶν· Καὶ γοῦν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, ἐκτενῶς προσεύχεται καὶ τὸ γόνυ κλίνει λέγων Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν, ἴδιον αὐτοῦ θέλημα λέγων τὸ τῆς σαρκός, ὅτιπερ καὶ αὐτὴν τὴν ἡμετέραν σάρκα ἐν ἑαυτῷ οἰκειώσατο.

Ἀντιπάτρου ἐπισκόπου Βόστρων ἐκ τοῦ λόγου τοῦ εἰς τὸν σταυρόν· Τοῦ γὰρ ἀνθρωπίνου τῆς ἡμετέρας φύσεως θελήματος ἐν Χριστῷ, περὶ οὖ φησι Μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν, ἴδιον ἦν ἡ τοῦ θανάτου παραίτη<σις>· προεμήνυε γὰρ ὡς θεὸς ὅτι παρέρχεται αὐτὸν τὸ ποτήριον· ἀνέστη γὰρ τριήμερος, ἀθανατίσας τὴν σάρκα καὶ συντρίψας τὸ τοῦ θανάτου ποτήριον.

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου κατὰ Ἀπολιναρίου· Ὁ γοῦν ὑπὲρ ἡμῶν παθὼν οὐ μόνον ἁμαρτίαν οὐκ ἐποίησεν, ἀλλὰ καὶ τὰς ῥίζας τῆς ἁμαρτίας ἐκ θεμελίων ἀνέτρεψεν. Οὐκοῦν οὐχ ὡς ἐναντίος θεῷ ὢν λέγει Μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλ’ ὑποτυπώσεις ἡμῖν παρέχων πῶς ἐν τοῖς πειρασμοῖς προσεύχεσθαι θεῷ. Εἰ δὲ διὰ τὸ λέγειν Μὴ τὸ ἐμὸν θέλημα γενέσθω ἀναιρεῖ αὐτοῦ τὸ νοερὸν τῆς ψυχῆς ὁ Ἀπολινάριος, ἄψυχον αὐτοῦ καὶ ἄνουν ὁ ἄνους κηρύττων τὴν σάρκωσιν, πολλῷ πλεῖον τοῦ φιλοζώου θελήματος ἐφύβριστόν ἐστι λέγειν τὸν Χριστὸν γενόμενον κατάραν καὶ ἁμαρτίας, καὶ πειρασθέντα ὑπὸ τοῦ Σατανᾶ τεσσαράκοντα ἡμέρας, καὶ φυγόντα ἀπὸ Ἡρῴδου ἐν Αἰγύπτῳ, καὶ ὑποταττόμενον Ἰωσὴφ τῷ τέκτονι, καὶ ἐνισχυόμενον ὑπὸ ἀγγέλου ὡς δειλιῶντα τὸν θάνατον.