Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Διάλογος κατὰ Ἰουδαίων

Ἀναστάσιος Σιναΐτης

Ορολογία, δημιουργία και η μαρτυρία της Παλαιάς Διαθήκης για την Αγία Τριάδα

Εισαγωγικές εννοιολογικές διευκρινίσεις και ερμηνεία παλαιοδιαθηκικών χωρίων για τη δημιουργία του ανθρώπου και την τριαδικότητα του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 1 από 8

Ὁ Χριστιανὸς πρὸ πάντων τοῦτο θέλει ἐρωτῆσαι τὸν Ἰουδαῖον· Διὰ τί ἀκούεις Ἰουδαῖος καὶ Ἑβραῖος καὶ Ἰσραηλίτης; καὶ τίς ἐστιν ἡ ἑρμηνεία τῶν τριῶν ὀνομάτων; Καὶ ὅταν ἀποκριθῇ ὁ Ἰουδαῖος· Ἑβραῖος μὲν ἀκούω ἐκ τοῦ Ἀβραὰμ, Ἰουδαῖος δὲ ἐκ τοῦ Ἰούδα, Ἰσραηλίτης δὲ ἐκ τοῦ κληθῆναι τὸν Ἰακὼβ ἐκ τοῦ Θεοῦ Ἰσραὴλ, εἰπὲ αὐτῷ· Οὐκ ἠρώτησά σε οὕτως, ἀλλ’ ἵνα μοι εἴπῃς τί ἑρμηνεύεται Ἰουδαῖος καὶ Ἑβραῖος καὶ Ἰσραηλίτης. Εἰ μὲν εὕροι εἰπεῖν, εἰπὲ αὐτῷ· Διὰ τοῦτο Ἰουδαῖός ἐστι τὸ ὄνομά σου· καὶ εἶθ’ οὕτως ἄπαρξον τὰ μέλλοντα κάτωθεν λεχθῆναι ἀπὸ τῶν μαρτυριῶν τῶν προφητῶν. Εἰ δὲ μὴ εὕροι εἰπεῖν, μὴ λαλήσῃς αὐτῷ ῥῆμα, ἀλλ’ εἰπὲ αὐτῷ· Ὕπαγε, μαθητεύου τί καλεῖ σε, καὶ τότε ἐλθὲ καὶ λαλῶ μετὰ σοῦ περὶ τῆς πίστεώς σου. Ἔστι δὲ ἡ ἑρμηνεία τῶν τριῶν ὀνομάτων αὕτη· Ἑβραῖος ἑρμηνεύεται περάτης, τουτέστι διαβάτης, διότι ἐπέρασε τὸν Ἰορδάνην καὶ τὴν θάλασσαν. Ἰουδαῖος ἑρμηνεύεται ἐξομολόγησις. Ἰσραηλίτης ἑρμηνεύεται νοῦς ὁρῶν τὸν Θεὸν, ἐπειδὴ αὐτοὶ πρὸ ὅλων τῶν ἐθνῶν τὸν Θεὸν ἐγνώρισαν. Καὶ Ἀβραὰμ δὲ περάτης ἑρμηνεύεται, ἐπειδὴ ἐπέρασεν ἀπὸ Μεσοποταμίας τὸν Ἰορδάνην. Ἱερουσαλὴμ ἑρμηνεύεται ὅρασις εἰρήνης, καὶ Σαβαὼθ ἑρμηνεύεται εἱρηνευτὴς, Κύριος στρατιῶν. Ὄρος τὸ Σινὰ ἑρμηνεύεται ὄρος βάτου. Σινὰ ἑρμηνεύεται βάτος. Μωϋσῆς δὲ Αἰγυπτιακὴ θίβη, ὕδωρ, καὶ ξύλον, ἐπειδὴ εἰς τὸ ὕδωρ εὑρέθη ἐν ξιλίνῃ θίβῃ. Ἀαρὼν ἑρμηνεύεται ὀρεινός. Σελὴμ ἑρμηνεύεται τόπος Θεοῦ. Ῥαϊθοῦ ἑρμηνεύεται Σαρακηνιστὶ, εἶδον αὐτόν. Ἰωάννης ἑρμηνεύεται, ἐν ᾧ ἡ χάρις, καὶ Κυρίῳ ἐπήκοος, ἐπειδὴ αὐτὸς ἔμελλε προτρέχειν καὶ κηρύσσειν τὸν Κύριον. Ἰησοῦς ἑρμηνεύεται σωτήρ. Βηθλεὲμ, οἶκος ἄρτου, ἐπειδὴ ἐκεῖ ἐγενήθη ὁ οὐράνιος ἄρτος Χριστὸς ὁ Κύριος ἡμῶν. Ἰορδάνης συγκατάβασις αὐτοῦ, ἐπειδὴ κατῆλθεν ὁ Κύριος, καὶ ἐβαπτίσθη αὐτὸς ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ζῶντος, Χριστιανῶν σωτηρία, Ἰουδαίων τε καὶ Ἑλλήνων κατάλυσις, εἰδώλων καθαίρεσις.

Εἶτα μετὰ τὸ ὁμολογῆσαι τὸν Ἰουδαῖον εἰδέναι τὰ προερωτηθέντα, ἄρξον πρὸς αὐτὸν εἰπεῖν οὕτως· ὅτι, Ὦ Ἰουδαῖε, ἅπερ σοι μέλλω εἰπεῖν, οὐχ ἡμεῖς μόνον αὐτὰ λέγομεν, ἀλλὰ καὶ αἱ Γραφαὶ ὑμῶν τὰ αὐτὰ μαρτυροῦσι καὶ λέγουσι. Πρὸς τίνα οὖν εἶπεν ὁ Θεὸς, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν;» Καὶ εἰ μὲν εἴποι, ὅτι Πρὸς τοὺς ἀγγέλους, εἰπὲ αὐτῷ, ὅτι Πῶς; ἐγὼ γὰρ λέγω σοι, ὅτι Πρὸς τὸν Υἱὸν τοῦτο εἶπε· σὺ δὲ τὸν ἕνα μὴ θέλων παραδέξασθαι, μυρίους εἰσάγεις· καὶ τὸν Υἱὸν ἀθετῶν, οἰκέταις τὸ τῆς συμβουλῆς ἀξίωμα περιάπτῃ· καὶ τοὺς ὁμοδούλους ἡμῶν, κυρίους ποιεῖς τῆς ἡμετέρας δημιουργίας. Εἰπὲ, οὐχὶ ὁ ἄνθρωπος τελειούμενος διὰ πολιτείας ἀγαθῆς, πρὸς τὴν τῶν ἀγγέλων ἀξίαν ἀνάγεται; καὶ ποῖον δημιούργημα ἴσον εἶναι τῷ Κτίσαντι δύναται; Σκόπει δὲ καὶ τὰ ἐφεξῆς, «Κατ’ εἰκόνα ἡμετέραν.» Τί λέγεις πρὸς τοῦτο; Μὴ εἰκὼν μία Θεοῦ καὶ ἀγγέλων; Οὐδαμῶς. Ἢ οὐ μὲν γὰρ καὶ Πατρὸς πᾶσα ἀνάγκη τὴν αὐτὴν εἶναι μορφὴν, θεοπρεπῶς δηλονότι τῆς μορφῆς νοουμένης, οὐκ ἐν σχήματι σωματικῷ, ἀλλ’ ἐν τῷ ἰδιώματι τῆς θεότητος; Ἄκουε δὲ τί λέγει, «Κατ’ εἰκόνα ἡμετέραν.» Τίνι ἄλλῳ γε ἢ τῷ ἀπαυγάσματι τῆς δόξης, καὶ χαρακτῆρι τῆς ὑποστάσεως αὐτοῦ, τῷ Υἱῷ καὶ Λόγῳ αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου Θεοῦ; Τῇ ἰδίᾳ τοίνυν εἰκόνι τῇ ζώσῃ, τῇ εἰπούσῃ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» ταύτῃ λέγει· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν.» Ὅπου μία εἰκὼν, ποῦ τὸ ἀνόμοιον; «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον,» οὐχὶ, Ἐποίησαν. Ἔφυγε ταῦτα τὸν πληθυσμὸν τῶν προσώπων· διὰ μὲν τοῦ εἰπεῖν, «Ποιήσωμεν ἄνθρωπον,» σὲ τὸν Ἰουδαῖον παιδεύων· διὰ δὲ τοῦ εἰπεῖν, «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον,» τὸν Ἑλληνισμὸν ἀποκλείων. Ἀσφαλῶς ἀνέδραμε πρὸς τὴν μονάδα, ἵνα καὶ Υἱὸν νοῇς μετὰ Πατρὸς, καὶ τῆς πολυθεΐας ἐκφύγῃ τὸ ἐπικίνδυνον.

Τῷ δὲ εἰπεῖν, «Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν,» οὐ φανερόν ἐστιν, ὅτι τοῦ ἁγίου Πνεύματος τὴν θείαν ἐνέργειαν ἐδήλωσε; Τοῦτο καὶ διὰ τῶν προφητῶν ἐκηρύχθη, ὡς ἐν τῷ, «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ·» καὶ, «Πνεῦμα Κυρίου ὡδήγησεν αὐτούς·» καὶ, «Πνεῦμα ἐπιστήμης ἐνέπλησεν τὸν Βεσελεὴλ,» τὸν ἀρχιτέκτονα τῆς σκηνῆς· καὶ, «Πνεῦμα παροξυνόμενον·» καὶ «Πνεῦμα ἐξᾶραν Ἠλίαν ἐν ἅρματι καὶ ζητηθὲν παρὰ Ἐλισσαίου διπλάσιον·» καὶ Πνεύματι ἀγαθῷ καὶ, ἡγεμονικῷ Δαβὶδ ὁδηγούμενός τε καὶ στηριζόμενος. Ἐπηγγέλθη δὲ ὑπὸ μὲν Ἰωὴλ πρότερον, «Καὶ ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγοντος, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,» δηλαδὴ τὴν πιστεύσασαν, «καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν,» καὶ τὰ ἑξῆς. Καὶ, «Πνεῦμα τὸ θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με.» Καὶ πάλιν, «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὁμοίως δὲ καὶ τῷ εἰπεῖν τὸν Θεὸν περὶ τοῦ Ἀδὰμ, ὅτι «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν,» Πατέρα, Υἱὸν, καὶ ἅγιον Πνεῦμα δηλοῖ. Ἀρίθμησον δὲ καὶ τοῦτο, καὶ ἴδε τὸ ὑπὲρ τοῦ Θεοῦ εἰρημένον διὰ τοῦ νόμου λέγοντος· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν.» Οὐχὶ φανερὸν ὑπάρχει διὰ τῆς τρισαρίθμου λέξεως ταύτης ὅτι ἡ ἁγία Τριὰς Θεὸς εἷς ἐστιν; Ὅτι δὲ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα Θεὸς εἷς ἐστι, καὶ ἀπὸ τῶν ῥηθέντων καὶ ὧν ὀφείλομεν λέγειν, δῆλον. Καὶ ἐντεῦθεν καὶ πρόσχες. Ἐκεῖνον γὰρ καλοῦμεν Υἱὸν, περὶ οὗ ὁ προφήτης εἶπε· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Εἰς ὃ δὲ λέγομεν Πνεῦμα ἅγιον; «Καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·» οὕτω γὰρ ἡμεῖς ἐν Τριάδι Θεὸν ἕνα σέβομεν. Εἰπὲ δὲ σὺ, ὦ Ἰουδαῖε, πρὸς τίνα ἡ Γραφὴ ὑμῶν λέγει, ὅτι «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;» Καὶ εἰ μὲν εἴπῃ, ὅτι περὶ Σολομῶντος λέγει ὁ ψαλμὸς, εἰπὲ αὐτῷ· Καὶ πόσον μέρος τοῦ κόσμου ἐκυρίευσεν ὁ Σολομῶν; Δηλονότι οὐδὲ τὸ ἥμισυ, οὐδὲ τὸ τρίτον τοῦ κόσμου, ἀλλ’ ἢ μόνον τὴν Ἰουδαίαν. Καὶ ἄκουσον νουνεχῶς, ὦ Ἰουδαῖε, καὶ μάθε ὅτι περὶ τοῦ Χριστοῦ ὁ ψαλμὸς λέγει, καὶ οὐχὶ περὶ Σολομῶντος. Λέγει γάρ· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς· ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.» Εἰπέ μοι οὖν σὺ ἄρτι, Ἰουδαῖε, πάντως δῆλον καὶ ὁμολογούμενόν ἐστιν, ὡς εἴπομεν, ὅτι ἥμισυ τῆς γῆς Σολομῶν οὐ κατέσχεν, οὐδὲ τὸ τρίτον, ἐκτὸς καὶ μόνον τὴν Ἰουδαίαν γῆν. Λοιπὸν, πότε κατέσχεν ὁ Σολομῶν τὰ πέρατα τῆς γῆς; Πότε δὲ ἐποίμανεν αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ; Πότε δὲ ὡς σκεύη κεραμέως συνέτριψε τοὺς ἐχθροὺς αὐτοῦ; Πάντως οὐδέποτε.