Ἢ οὐκ οἴδατε καὶ ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφή; Ὃς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων· «Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ·» κατ’ ἐκεῖνον, φησὶ, τὸν καιρὸν πολλαὶ μυριάδες ἦσαν τῷ Ἰσραὴλ, καὶ πάντες Ἰσραηλῖται ὠνομάζοντο· ἀλλ’ ὁ τῶν ὅλων Θεὸς τῶν ἑπτακισχιλίων ἑαυτὸν Θεὸν προσηγόρευσε, τοὺς δὲ ἄλλους ἀπεδοκίμασεν ἅπαντας· ὁ μέντοι προφήτης καὶ τοῦτο ἠγνόει, καὶ ἐν αὐτῷ μόνῳ τὰ λείψανα σώζεσθαι τῆς εὐσεβείας ἐνόμιζε· οὐδὲν οὖν καινὸν καὶ παράδοξον, εἰ καὶ ὑμεῖς ἀγνοεῖτε, τοὺς ἐξ ὑμῶν τῷ Σωτῆρι πεπιστευκότας, οὓς λαὸν ὁ τῶν ὅλων προσαγορεύει Θεός· οὕτως οὖν καὶ ἐν νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν· ἡ δὲ χάρις οὐκέτι ἐξ ἔργων· ἐπεὶ καὶ ἡ ἐξ ἔργων, οὐκ ἔστι χάρις· καθάπερ τότε, φησὶν, ἀπὸ μυριάδων ἀπείρων ἑπτακισχίλιοι κατελείφθησαν μόνοι τῆς ἀσεβείας ἐλεύθεροι· οὕτω καὶ νῦν πλείους μὲν οἱ ἀπιστήσαντες ἢ οἱ τῆς θείας χάριτος ἀπολαύσαντες οὐ γὰρ ἡ κατὰ νόμον αὐτοὺς ἐδικαίωσε πολιτεία, (τοῦτο γὰρ λέγει τὸ, «ἐξ ἔργων νόμου»), ἀλλ’ ἡ Θεοῦ διέσωσε χάρις· διὰ τοῦτο καὶ χάρις ἡ σωτηρία καλεῖται, ἐπειδὴ κατὰ θείαν φιλανθρωπίαν γεγένηται, καθὼς γέγραπται· «Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.» Εἰ ἡ κατὰ νόμον πολιτεία δωρεῖται τῶν ἁμαρτημάτων αὐτῶν τὴν ἄφεσιν· αὐτὴν ἂν ὁ προφητικὸς προεθέσπισε λόγος· εἰ δὲ κολάζει μὲν ὁ νόμος τοὺς ἁμαρτάνοντας, ἀεὶ δὲ παράνομοι ἐκλήθησαν οἱ Ἰουδαῖοι, εὔδηλον ὡς τὴν διὰ τοῦ βαπτίσματος χορηγουμένην ἄφεσιν ὁ προφητικὸς λόγος δηλοῖ· πάντας δὲ Ἰσραὴλ καλεῖ τοὺς πιστεύοντας, εἴτε ἐξ ἐθνῶν εἴτε ἐξ Ἰουδαίων κατὰ τὴν τῆς πίστεως εὐγένειαν αὐτῷ συνηγμένους· τί οὖν ἐπιζητεῖ ὁ κατὰ σάρκα Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχε. Διὰ τί οὐκ ἐπέτυχε; Διότι οὐκ ἐκ πίστεως ἐπιζητεῖ, ἀλλ’ ἐξ ἔργων νόμου· ἡ δὲ ἐκλογὴ ἐπέτυχε διὰ τῆς πίστεως, οἱ δὲ λοιποὶ ἐπωρώθησαν, ἤγουν κατελείφθησαν τῇ ἀπιστίᾳ, καθὼς γέγραπται· «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας·» οὐ γὰρ ὁ Θεὸς αὐτοὺς ἀπιστῆσαι παρεσκεύασεν, ἀλλ’ ἐσυγχώρησεν, ἤγουν παρεχώρησε· πνεῦμα κατανύξεως τὴν ἀμετάβλητον ἐκάλεσε γνώμην· ὥσπερ ὁ τὴν ἐπαινουμένην ἔχων κατάγνωσιν τὴν ἐπὶ τὸ χεῖρον τροπὴν οὐκ εἰσδέχεται, οὕτως ὁ παντελῶς ἑαυτὸν ἐκδοὺς τῇ πονηρίᾳ, τὴν ἐπὶ τὸ κρεῖττον οὐχ αἱρεῖται μεταβολήν. Καὶ ἄλλος προφήτης λέγει· «Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς ἔμυσαν, καὶ τὸ φῶς ἰδεῖν οὐκ ἠθέλησαν.» Καὶ Δαβὶδ λέγει· «Γενηθήτω ἡ τραπέζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτῶν· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.»