Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Διάλογος κατὰ Ἰουδαίων

Ἀναστάσιος Σιναΐτης

Ζητήματα του μωσαϊκού νόμου, η εκλογή κατά χάριν και η κατάργηση των τυπικών διατάξεων

Διαλογικές απαντήσεις για τις διατάξεις του νόμου περί τροφών, του Σαββάτου και της περιτομής, καθώς και αναφορές στην παιδαγωγική οικονομία του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 8 από 8

Ἢ οὐκ οἴδατε καὶ ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφή; Ὃς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων· «Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ·» κατ’ ἐκεῖνον, φησὶ, τὸν καιρὸν πολλαὶ μυριάδες ἦσαν τῷ Ἰσραὴλ, καὶ πάντες Ἰσραηλῖται ὠνομάζοντο· ἀλλ’ ὁ τῶν ὅλων Θεὸς τῶν ἑπτακισχιλίων ἑαυτὸν Θεὸν προσηγόρευσε, τοὺς δὲ ἄλλους ἀπεδοκίμασεν ἅπαντας· ὁ μέντοι προφήτης καὶ τοῦτο ἠγνόει, καὶ ἐν αὐτῷ μόνῳ τὰ λείψανα σώζεσθαι τῆς εὐσεβείας ἐνόμιζε· οὐδὲν οὖν καινὸν καὶ παράδοξον, εἰ καὶ ὑμεῖς ἀγνοεῖτε, τοὺς ἐξ ὑμῶν τῷ Σωτῆρι πεπιστευκότας, οὓς λαὸν ὁ τῶν ὅλων προσαγορεύει Θεός· οὕτως οὖν καὶ ἐν νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν· ἡ δὲ χάρις οὐκέτι ἐξ ἔργων· ἐπεὶ καὶ ἡ ἐξ ἔργων, οὐκ ἔστι χάρις· καθάπερ τότε, φησὶν, ἀπὸ μυριάδων ἀπείρων ἑπτακισχίλιοι κατελείφθησαν μόνοι τῆς ἀσεβείας ἐλεύθεροι· οὕτω καὶ νῦν πλείους μὲν οἱ ἀπιστήσαντες ἢ οἱ τῆς θείας χάριτος ἀπολαύσαντες οὐ γὰρ ἡ κατὰ νόμον αὐτοὺς ἐδικαίωσε πολιτεία, (τοῦτο γὰρ λέγει τὸ, «ἐξ ἔργων νόμου»), ἀλλ’ ἡ Θεοῦ διέσωσε χάρις· διὰ τοῦτο καὶ χάρις ἡ σωτηρία καλεῖται, ἐπειδὴ κατὰ θείαν φιλανθρωπίαν γεγένηται, καθὼς γέγραπται· «Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.» Εἰ ἡ κατὰ νόμον πολιτεία δωρεῖται τῶν ἁμαρτημάτων αὐτῶν τὴν ἄφεσιν· αὐτὴν ἂν ὁ προφητικὸς προεθέσπισε λόγος· εἰ δὲ κολάζει μὲν ὁ νόμος τοὺς ἁμαρτάνοντας, ἀεὶ δὲ παράνομοι ἐκλήθησαν οἱ Ἰουδαῖοι, εὔδηλον ὡς τὴν διὰ τοῦ βαπτίσματος χορηγουμένην ἄφεσιν ὁ προφητικὸς λόγος δηλοῖ· πάντας δὲ Ἰσραὴλ καλεῖ τοὺς πιστεύοντας, εἴτε ἐξ ἐθνῶν εἴτε ἐξ Ἰουδαίων κατὰ τὴν τῆς πίστεως εὐγένειαν αὐτῷ συνηγμένους· τί οὖν ἐπιζητεῖ ὁ κατὰ σάρκα Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχε. Διὰ τί οὐκ ἐπέτυχε; Διότι οὐκ ἐκ πίστεως ἐπιζητεῖ, ἀλλ’ ἐξ ἔργων νόμου· ἡ δὲ ἐκλογὴ ἐπέτυχε διὰ τῆς πίστεως, οἱ δὲ λοιποὶ ἐπωρώθησαν, ἤγουν κατελείφθησαν τῇ ἀπιστίᾳ, καθὼς γέγραπται· «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας·» οὐ γὰρ ὁ Θεὸς αὐτοὺς ἀπιστῆσαι παρεσκεύασεν, ἀλλ’ ἐσυγχώρησεν, ἤγουν παρεχώρησε· πνεῦμα κατανύξεως τὴν ἀμετάβλητον ἐκάλεσε γνώμην· ὥσπερ ὁ τὴν ἐπαινουμένην ἔχων κατάγνωσιν τὴν ἐπὶ τὸ χεῖρον τροπὴν οὐκ εἰσδέχεται, οὕτως ὁ παντελῶς ἑαυτὸν ἐκδοὺς τῇ πονηρίᾳ, τὴν ἐπὶ τὸ κρεῖττον οὐχ αἱρεῖται μεταβολήν. Καὶ ἄλλος προφήτης λέγει· «Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς ἔμυσαν, καὶ τὸ φῶς ἰδεῖν οὐκ ἠθέλησαν.» Καὶ Δαβὶδ λέγει· «Γενηθήτω ἡ τραπέζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτῶν· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.»

ΔΙΑΛΟΓΟΣ ΜΙΚΡΟΣ ΠΡΟΣ ΙΟΥΔΑΙΟΥΣ. Ἠρώτησεν ὁ Ἰουδαῖος· Διὰ τί τρώγεται παρ’ ὑμῶν τῶν Χριστιανῶν τὸ χοίρειον κρέας. —Ὁ Χριστιανὸς εἶπε· Διὰ τί ὑμεῖς οὐ τρώγετε αὐτό; —Ὁ Ἰουδαῖος· Ὅτι ἀκάθαρτόν ἐστιν. —Ὁ Χριστιανός· Καὶ διὰ τί τρώγετε τὸ ὀρνίθιον, ὃ ἀκαθαρτότατον πάντων ἐστί; ποντικὸν καὶ ὄφεις ἐσθίει καὶ πᾶσαν ἀκαθαρσίαν· τὴν δὲ χελιδόνα οὐ τρώγετε καθαρωτέραν οὖσαν τῆς ὄρνιθος· οὔτε τὸ σίπιον καθαρὸν καὶ αὐτὸ ὃν καὶ ἀναίμακτον καὶ καθαρώτερον τῆς ὄρνιθος, καὶ σκηνώματα καὶ θνησιμαῖα ἐσθίει, αὐτὰ δὲ οὐδαμῶς· θέλεις μαθεῖν δι’ ἣν αἰτίαν εἶπεν ὁ Θεὸς διὰ Μωϋσέως τοῖς Ἰουδαίοις μὴ τρώγειν τὸ χοιρίδιον; ὅτι ἐν Αἰγύπτῳ ὄντες μετὰ τῶν Αἰγυπτίων, ἤσθιον τὸν χοῖρον, τὸν δὲ βοῦν καὶ τὸν τράγον καὶ τὸν κύνα ἐσέβοντο οἱ Αἰγύπτιοι ὡς θεούς· ἐκ τούτου καὶ Βοσορεῖς, διὰ τὸ τὸν βοῦν σέβεσθαι· καὶ Κυνῖται διὰ τὸ τὸν κύνα σέβεσθαι· διὸ καὶ Ἰουδαῖοι μετ’ αὐτῶν ὄντες, τὰ ἔθη αὐτῶν ἐκράτησαν· ἐξαγαγὼν οὖν αὐτοὺς ὁ Θεὸς ἐξ Αἰγύπτου, θέλων ἀποστῆσαι τὰς καρδίας αὐτῶν ἐξ ὧν τετραπόδων ἐσέβοντο ἐν Αἰγύπτῳ, ἐνομοθέτησεν αὐτοῖς τὰ ἅπερ εἶχεν ἐκεῖ σεπτὰ καὶ προσκυνητὰ σφάττειν ἐνταῦθα καὶ ἐσθίειν· ἵνα ὡς σφάζοντες αὐτὰ καὶ ἐσθίοντες, μηκέτι λοιπὸν τιμῶσιν αὐτά· τὸν δὲ χοῖρον ὅνπερ ἤσθιον εἰς Αἴγυπτον, παρήγγειλεν αὐτοῖς τούτου μὴ γεύεσθαι, οὐχ ὡς ἀκαθάρτου αὐτοῦ ὄντος, ἀλλ’ ἵνα μὴ στρέφωνται ταῖς καρδίαις αὐτῶν ἐν Αἰγύπτῳ· καὶ ὅπως ἀναγκαζόμενοι τούτου μὴ ἐσθίειν, τῶν ἄλλων ζώων λοιπὸν καθαπτόμενοι, σφάζοντες τρώγωσιν, οἷον τὸν βοῦν, τὸν τράγον, τὸ πρόβατον, ἅπερ ὡς θεοὺς ἐν τῇ Αἰγύπτῳ ὄντες ἐσέβοντο· καὶ διὰ τὴν τοιαύτην αἰτίαν ἐνομοθετήθη τοῖς Ἰουδαίοις μὴ ἐσθίειν τὸν χοῖρον, οὐχὶ δὲ δι’ ἀκαθαρσίαν· ἐπεί εἰσιν ἄλλα ἀκαθαρτότερα, ὡς εἴπομεν, καὶ βιβρωσκόμενα καὶ παρὰ Ἰουδαίοις· ἀλλ’ οὐχ ὁ Θεὸς ταῦτα ἀκάθαρτα ἐποίησεν, ἢ ὠνόμασεν, ἀλλὰ καὶ λίαν ἡμῖν αὐτὰ ἐδωρήσατο ἐσθίειν, καὶ εἰς ἑτέρας ἀναγκαίας χρήσεις ταῦτα ἔδωκεν ἔχειν· καὶ γὰρ χωρὶς τοῦ σφαγῆναι καὶ βρωθῆναι καὶ ἄλλην χρῆσιν καὶ δουλείαν ἡμῖν ποιεῖν δύναται ὁ βοῦς, τὸ ἀροτριᾷν καὶ τὰ λοιπὰ μετακομιδῆς, καὶ τῶν λοιπῶν γεωργικῶν συμπονούμενος ἡμῖν· τὸ πρόβατον, τὸ ἔριον πρὸς ἔνδυσιν ἡμῶν· ὁμοίως καὶ τὸ αἰγίδιον, τὸ γάλα καὶ τὸν τορὸν καὶ τὰς τρίχας· ὡσαύτως καὶ ὁ κύων, διὰ τὸ φυλάσσειν ἔστιν· ἡ κάτα, διὰ τὸ καθαρίζειν· τὸ ὀρνίθιον, διὰ τὸ ὠόν· οὐδὲ χοῖρος οὐδεμίαν ἄλλην χρῆσιν ἔχει, εἰ μὴ διὰ τὸ βρωθῆναι, ἐπεὶ ἄκαιρός ἐστιν καὶ ἄχρηστος ἐπὶ τῆς γῆς· ἀκάθαρτον δὲ ὑμεῖς οἱ Ἰουδαῖοι αὐτὸν ποιεῖτε, διὰ τὴν νηπίαν ὑμῶν, μὴ θέλειν τοῦτον ὠνήσασθαι καὶ τρέφειν· ἐπεὶ ἐὰν θέλῃς θρέψειν αὐτὸν, εἴ τι τρώγει τὸ πρόβατον καὶ τὸ αἰγίδιον, αὕτη ἐστὶν καὶ ἡ κατὰ φύσιν τροφὴ τοῦ χοίρου· ἄκουσον δὲ τῆς Γραφῆς λεγούσης· «Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν.»

ΕΤΕΡΑ ΕΡΩΤΗΣΙΣ. Ἐὰν εἴπῃ σοι Ἑβραῖος, Πῶς εἶ σὺ, Χριστιανὲ, τέκνον τοῦ Ἀβραὰμ, ἐθνικὸς ὤν; ἐρεῖς αὐτῷ· Κατὰ τὴν πίστιν, καθὰ ἐλέχθη αὐτῷ, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε·» σὺ δὲ, ὦ Ἰουδαῖε, πῶς εἶ τέκνον τοῦ Ἀβραάμ; οὐχ Ἡσαΐας εἶπε πρὸς τὸν λαόν σου, ὅτι «Ὁ Πατὴρ Ἀμοῤῥαῖός ἐστιν, ἡ δὲ μήτηρ Χετταία;» Διὸ ἐγὼ μὲν κατὰ τὴν πίστιν εἰμὶ τέκνον τοῦ Ἀβραὰμ, σὺ δὲ Ἀμοῤῥαῖος καὶ Χετταῖος κατὰ τὸν τρόπον.

Ἐρώτησις. Ἐὰν εἴπῃ σοι Ἑβραῖος, Πῶς πιστεύεις εἰς τὸν ἐσταυρωμένον; ἄκουσον τῆς Γραφῆς λεγούσης· «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.» —Εἰπέ· Πῶς πιστεύεις, ὦ Ἰουδαῖε, τῷ ὄφει τῷ χαλκῷ, ἐπεὶ κατηραμένου αὐτοῦ ὄντος ἀπὸ παντὸς θηρίου, οὗτινος ἡ εἰκὼν, ζωὴν παρεῖχε τοῖς σοῖς προγόνοις; εἰ γὰρ ὁ ὄφις ὁ μὴ δάκνων, ὑπὲρ τῶν δηκόντων ὄφεων ζωὴν ἔφερεν, οὕτω καὶ ὁ Χριστὸς ἀναμάρτητος ὢν, ὑπὲρ ἁμαρτωλῶν κρεμασθεὶς, ζωὴν τῷ κόσμῳ ἐχαρίσατο.

Ἐρώτησις. Εἰ χρὴ ἀπακριθῆναι Ἰουδαίοις λέγουσιν ἡμῖν, ὅτι Ἰδοὺ κατὰ τὴν ὑμῶν δόξαν οὐκ ἦν ὁ ἐκ Μαρίας τεχθεὶς ὁ Θεὸς, λέγεται ὅτι Μωϋσῆς περὶ αὐτοῦ προεφήτευσεν εἰπὼν, ὅτι «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, αὐτὸν ἀκούσατε·» φαίνεται δὲ Μωϋσῆς ἄνθρωπος ὢν καὶ Θεός; —Ἀπόκρισις. Οἱ Ἰουδαῖοι, πότε ὑμῖν τοῦτο εἶπε Μωϋσῆς; πρὸ τοῦ ἀνελθεῖν αὐτὸν ἐν τῷ ὄρει, ὅτε ἐνηλλάγη ἡ ὄψις τοῦ χρωτὸς αὐτοῦ ὥστε μὴ δύνασθαι ὑμᾶς ἀτενίζειν αὐτῷ διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, εἰ μὴ εἶχε τὸ κάλυμμα, ἢ μετὰ τὸ γενέσθαι τοιοῦτον τὸ πρόσωπον αὐτοῦ; σύνθεσθε δὲ καὶ μὴ βουλόμενοι, ὅτι μετὰ τὸ γενέσθαι τὸ πρόσωπον αὐτοῦ δεδοξασμένον· οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ σκηνώσας ἐν ἡμῖν ἀντὶ περιβολαίου ἔσχε τὸν ναὸν τοῦ σώματος αὐτοῦ, κρύπτων αὐτοῦ τὴν θεότητα· ὃν τρόπον τὸν Μωϋσῆν οὐκ ἠδύναντο ἀπὸ τῆς δόξης τοῦ προσώπου αὐτοῦ θεάσασθαι γυμνὸν τῇ ὄψει, οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ τῇ ἀνθρωπότητι ἔκρυψε τὴν θεότητα.

Ὁ Θεὸς προειδὼς τὸ γένος ὑμῶν ὅτι σκληρόν ἐστι καὶ πονηρὸν, καὶ ὅτι ἐκβληθήσεται μὲν ὁ πρωτότοκος υἱὸς Ἰσραὴλ, ἀντεισαχθήσεται δὲ ὁ ἐξ ἐθνῶν λαὸς, ἀσαφῶς ταῦτα καὶ μετ’ ἐπικρύψεως διὰ στόματος τῶν προφητῶν προηγόρευσεν· εἰ γὰρ ἔγνω τὴν ἑαυτοῦ ἔκπτωσιν τὸ φθόνου μεστὸν καὶ πλῆρες ἁμαρτίας γένος ὑμῶν, πυρικαύστους ἂν τὰς βίβλους πάσας πεποίηκεν, ἅτε δὴ μὴ γράμματα φέρειν καθ’ ἑαυτοῦ ἀνεχόμενον, κἀντεῦθεν ζημίαν οὐ τὴν τυχοῦσαν τοῖς μετὰ ταῦτα ἐπήνεγκεν· αὕτη μὲν οὖν ἡ αἰτία, δι’ ἢν ἀσαφῶς αἱ προφητικαὶ συνετέθησαν βίβλοι· καὶ εἰ μὴ πείθῃ τοῖς λεγομένοις, τῷ λέγοντι πείθου προφήτῃ, οὔτε ἔγνως, οὔτε ἠπίστασο, οὔτε ἀπ’ ἀρχῆς ἀνέῳξά σου ὦτα· ᾔδειν γὰρ ὅτι ἀπειθῶν ἀπειθήσεις· καὶ νῦν μὲν ὅτι Θεὸς ἐκ γυναικὸς γεννᾶται, σκανδαλίζῃ καὶ ἀποπηδᾷς· κατὰ δὲ τὴν ἔρημον, ὅτε σοι ἀοράτως καὶ οὐ διὰ σαρκὸς συνανεστρέφετο ὁ Θεὸς, καὶ τὰ παράδοξα ἐκεῖνα διὰ σὲ ἐτερατούργει, τίνος ἕνεκεν ἐφρόνεις κατὰ Θεόν; πῶς ἠγριαίνου κατὰ Μωϋσέως, ὡς μικρῷ καὶ λιθολευστῆσαι αὐτόν; πῶς τὸν εὐεργέτην ἀπολιμπάνων, ἐπὶ τὴν Αἴγυπτον παλινδρομῆσαι ἐφιλονείκεις; ἀπόκριναι· εὔδηλον οὖν, ὅτι ὁ αὐτὸς εἶ καὶ οὐκ ἠλλοίωσαι ὁ τότε σκληροκάρδιος καὶ περὶ τὸν εὐεργέτην ἀγνώμων, ὁ αὐτὸς δηλονότι καὶ νῦν ὁ ἐκπειράζων τὸν Θεόν· τότε καὶ λέγων· Εἰ ἔστιν ἐν ἡμῖν Κύριος, ἢ οὔ; τὰ αὐτὰ ποιεῖς ἐπ’ αὐτῷ καὶ νῦν ὅτε δι’ ἡμᾶς ἐνηνθρώπησεν· ὀφείλων ὁλοσχερῶς εὐχαριστεῖν αὐτῷ τούτου ἕνεκεν· καθά που πάντως καὶ ἐπὶ τῷ τῶν σωματικῶν παθῶν ἰατρῷ ποιεῖν εἰώθαμεν, ἡνίκα καὶ μᾶλλον ἐπὶ τὸν νοσοῦντα βαδίζει συχνῶς, καὶ μὴ πρὸς τὸ ἑαυτοῦ ἀφορῶν ἀξίωμα συγκύπτει ἐπὶ τὰ πάθη καὶ δυσωδίας ἀνέχεται, ἵνα δῷ τὴν ὑγείαν τῷ κάμνοντι.

Εἰ δὲ ταῦτα οὕτως ἔχει, πῶς ἀμφιβάλλεις ἔτι περὶ τρισυποστάτου θεότητος; πῶς οὐ προσκυνεῖς τὸν Υἱόν; πῶς οὐ πιστεύεις τῷ Πνεύματι; Ἀλλ’ ἕνα κηρύσσει Θεὸν ἡ Γραφή. Καὶ τί χρὴ πολλὰ λέγειν; ἄφες τὸν Ἡσαΐαν, παράδραμε τὸν Δαβὶδ, καὶ πᾶσαν ἑτέραν Γραφὴν, δι’ ὧν ἡ ζωαρχικὴ Τριὰς μεγαλοφώνως κηρύσσεται· ἐπὶ τὴν σκηνὴν ἄνελθε τοῦ Ἀβραὰμ, καὶ σκόπησον ἀκριβῶς, τίνες τε ἦσαν οἱ ὀφθέντες αὐτῷ, καὶ πόσοι τὸν ἀριθμὸν, ὅσα τε καὶ οἷα πρὸς αὐτοὺς ὁ πατριάρχης λελάληκε· καθάπερ γὰρ τελείῳ τὴν γνῶσιν ὄντι τῷ Ἀβραὰμ, καὶ ὡς τρεῖς ἐφαίνοντο, καὶ ὡς εἷς διελέγοντο, οὕτω κἀκεῖνος ἐποιεῖτο πρὸς αὐτοὺς τὴν διάλεξιν· «Ἐκκλίνατε, Κύριε, λέγων πρός με.» Τί τούτου γὰρ ἀδοξότερον; τί τῆς ὁμοτίμου Τριάδος ἐμφαντικώτερον; Ἐκκλίνατε μὲν οὖν πληθυντικῶς εἰπὼν, τὸ διάφορον τῶν προσώπων ᾐνίξατο· Κύριος δ’ αὖ ἑνικῶς, τὴν μίαν αὐτῶν ἐνέφηνε φύσιν καὶ κυριότητα· εἰ δὲ Θεὸν μὲν εἶναι τὸν ἕνα λέγεις, ἀγγέλους δὲ τοὺς λοιποὺς, μέμηνας ἀτεχνῶς, καὶ γελοῖός μοι φαίνῃ παντάπασι· πότε γὰρ οἱ δοῦλοι τῷ Δεσπότῃ συγκαθίσαι ἠνέσχοντο; πότε δ’ αὖ Θεοῦ ὀπτανομένου, δύο καὶ μόνους ἀγγέλους δορυφοροῦντας ἠκούσαμεν; ἔκτοτε γοῦν ὁμότιμός τε καὶ σύνθρονος ἁγία Τριὰς τῷ Ἀβραὰμ ἐγνωρίζετο. Τί πρὸς ταῦτα φής; ὡς κύων καὶ αὖθις κατὰ τῆς ἀληθείας λυττᾷς; εἰ ἐν Τριάδι λέγων ὁ Θεὸς προσκυνεῖται, ἵνα τί με παρὰ τῶν προφητῶν ἀριδήλως τὰ περὶ τούτου διεμηνύθη τῷ Ἰσραήλ; Καὶ ἄκουε ἐν Αἰγύπτῳ πάλαι τὸν Ἰσραὴλ πλεῖστον διατρίψαντα χρόνον, καὶ τὴν πολύθεον τῶν Αἰγυπτίων μεμαθηκότα θρησκείαν, οὐκ ἐναργῶς τὰ περὶ τῆς Τριάδος ὁ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν Θεὸς ἐξεπαίδευσε δόγματα, ἵνα μὴ πρόφασιν ἐντεῦθεν πολυθεΐας λαβὼν, εἰς τὴν τῶν Αἰγυπτίων καὶ αὖθις ἐπαναζεύξῃ πλάνην· ἐφ’ ᾧ τὸ τῆς Τριάδος μυστήριον σοφῶς πάντη καὶ οἰκονομικῶς συνεσκίασεν· εἰ γὰρ ἐξ ἀρχῆς αὐτῆς τοὺς τελείους προσενήνοχε λόγους, πάντως ἂν ὁ δυσκάθεκτος ἀπεσκίρτησεν Ἰσραὴλ, καὶ πρὸς τὸν πρώην ἐπαλινδρόμησεν ὄλεθρον· εἰ γὰρ καὶ τοιοῦτον ἀκούων οὐδὲν, αὐτοῦ μὲν τοῦ ἑνὸς ἐπελανθάνετο καθ’ ὥραν Θεοῦ, ὁλοσχερῶς δὲ τῆς Αἰγυπτιακῆς ἀσεβείας ἐξήρτητο, τί οὐκ ἂν ἐποίησεν, εἴ γε παραχρῆμα κατήκοος Τριάδος ἐγένετο; αὐτοὺς ἂν ἐκείνους ἐδόκει διὰ τὸ πλῆθος ὁρᾷν τοὺς ἐν Αἰγύπτῳ προσκυνουμένους παμπόλλους θεούς.

Ἔχω δέ σοι καὶ ἕτερον ἐπὶ τούτοις εἰπεῖν· ἐπειδὴ ὁ Χριστὸς ἄνθρωπον ἑαυτὸν, οὐ μέντοι Θεὸν, ὡς σὺ μαρτυρεῖς, ἔλεγεν εἶναι, πῶς αὐτὸν ἐσταύρωσας; ἀλλ’ οὐ διὰ τοῦτο; καὶ τίνος ἕνεκεν; Ὡς παρανομοῦντα καὶ τὰ Σάββατα λύοντα. Καὶ πῶς καὶ τίνα τρόπον, εἰπέ. Ὅτι τὸν παράλυτον ἐν Σαββάτῳ βαδίζειν ἐποίησεν; ὅτι τὴν συγκύπτουσαν ὤρθωσεν; ὅτι νεκρὸν τετραήμερον ἤγειρε; καὶ ποία τοῦτο παρανομία; ὁ τὸ κτῆνος ἀνάψων ἐκ βόθρου κατὰ τὸ Σάββατον παρανομεῖν οὐ λέγεται, καὶ ὁ νεκρὸν ὀδωδότα ζωώσας παρανομεῖ; Ὢ τῆς ἀδίκου κρίσεως! ὢ τῆς παραπληχίας ὑμῶν! ὅτι τὸ κτῆνος κρεῖσσον ἀνθρώπου παρ’ ὑμῖν τοῖς κτήνεσι κρίνεται· ἀλλὰ τί τοσσοῦτον ἀντέχῃ τῆς τοῦ Σαββάτου τιμῆς, ὦ ἄθλιε σὺ καὶ ἀνόητε; πάλαι ὁ Θεὸς ἐντειλάμενος τιμᾶσθαι τὸ Σάββατον, καὶ ἐν αὐτῷ μηδὲν ὑμᾶς ἐργάζεσθαι, παιδίον δὲ εἰ τύχοι ὀκταήμερον λύειν Σάββατον, καὶ ἀκωλύτως αὐτὸ περιτέμνειν, σαφῶς ἐδήλωσεν, ὡς ἐλθούσης ὀψέ ποτε τῆς ὄντως ὀγδόης περιτομῆς, ἥτις ἐστὶν ἁγία Κυριακήν. Μετὰ γὰρ ἑβδόμην αὕτη, ἐπ’ ᾧ καὶ ὀγδόη καλεῖται, ἡ τοῦ Σαββάτου τιμὴ καταλυθήσεται· περιτομὴ δὲ λέγοιτ’ ἂν καὶ μάλα εἰκότως· ἐν αὐτῇ γὰρ ἐκ νεκρῶν ἐγερθέντος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἁμαρτία περιετμήθη, καὶ ἡ τῶν δαιμόνων ὀφρὺς καθῃρέθη· καὶ τί χρὴ πολλὰ λέγειν; πάλαι ὁ Θεὸς τὴν τοῦ Σαββάτου κατάλυσιν ᾐνίξατο μεταβολὴν, καὶ διὰ τῆς ὀκταημέρου περιτομῆς, ὡς ἤδη φθάσαντες εἴπομεν· οὐχ ἧττον δὲ καὶ διὰ τοῦ Ἱερεμίου ὕστερον, ἡνίκα διαθεῖναι Διαθήκην Καινὴν ἐπηγγείλατο. Μὴ οὖν δυσχέραινε, μηδὲ καθ’ ἡμῶν ἐριστικῶς διαμάχου, εἴ γε πρὸς τοῖς ἄλλοις καὶ ἡ τοῦ Σαββάτου τιμὴ μετατίθεται· Καινῆς γὰρ οὔσης τῆς Διαθήκης, καινά τινα εἶναι ὀφείλουσι καὶ τὰ ταύτης θεσπίσματα· καινὸν δὲ πάντων ἐκεῖνό ἐστι τὸ νῦν προτιθέμενον, καὶ μὴ ταυτὸν τῷ παρεληλυθότι, καὶ ὂν καὶ φαινόμενον· καὶ τοῦτο δηλῶν ὁ Κύριος ἔλεγε· «Διαθήσομαι Διαθήκην Καινὴν, οὐχ οἵαν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἐξάγων αὐτοὺς ἐξ Αἰγύπτου.»

Εἰ ταῦτα οὕτως ἔχει, καὶ Σαββάτου κατάλυσιν εἰκός ἐστιν ἰδεῖν, καὶ περιτομῆς ἐναλλαγὴν, καὶ πολλῶν ἑτέρων νομικῶν διατάξεων· εἰ γὰρ τὰ Μωσαϊκὰ ἐκεῖνα καὶ παλαιὰ διατάγματα εἰς ἀεὶ παραμένειν ἔμελλε, καὶ μέχρι τέλους τὸ πάγιον ἔχειν, οὐκ ἂν ἔλεγε διὰ τοῦ Ἱερεμίου παρελθεῖν μὲν τὰ παλαιὰ, ἕτερα δὲ ἀντὶ τούτων καινὰ εἰσελθεῖν. Τίς δὲ ἡ Καινὴ αὕτη Διαθήκη, καὶ ἐν ποίῳ δίδοται τόπῳ, Ἡσαΐας διδάξει σε λέγων· «Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.» Ἀλλ’ ὅρα σοφίαν Θεοῦ· τὴν γὰρ σὴν προειδὼς ἀνηκοΐαν καὶ ἀπιστίαν, διὰ τοῦδε μὲν τοῦ προφήτου περὶ τῆς Καινῆς ὑπεσημήνατο Διαθήκης· δι’ ἐκείνου δὶ καὶ αὐτὸν ἐδήλωσεν τὸν τόπον, ἐν ᾧ ἡ τοιαύτη ἔμελλε δοθῆναι νομοθεσία· μάτην λοιπὸν ἀντέχῃ τῆς τοῦ Σαββάτου τιμῆς· μάτην ἐξέχῃ τῆς περιτομῆς· Διαθήκην καὶ γὰρ ὁ Θεὸς Καινὴν παρασχὼν, ταῦτα πάντα κατήργησεν· ἄλλως τε, σημείου ἕνεκεν δοθείσης τῆς περιτομῆς, τί μέγα φυσᾷς ἐπ’ αὐτῇ; πῶς δὲ καὶ ἡμῶν κατεπαίρῃ τῶν ἀπεριτμήτων; σὺ περιτέμνεσθαι καταναγκάζῃ σαρκὶ, ἐγὼ δὲ τῇ καρδίᾳ περιτέμνομαι, ἵνα μὴ πονηρὰ λογίζωμαι. Ὅτι δὲ τῷ Θεῷ εὐάρεστος ἡ τοιαύτη περιτομὴ, ἄκουε τί φησι κατηγορῶν τοῦ Ἰσραὴλ διὰ τοῦ Ἱερεμίου· «Πάντα τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητος καρδίαις αὐτῶν.» Μὴ γὰρ ἡ τῆς ἀκροβυστίας περιτομὴ δικαιοῦν δύναται· ἐπὶ τὸν πατριάρχην ἄνελθε Ἀβραὰμ, καὶ ὄψει αὐτὸν πίστει μόνῃ, μὴ μέντοι γε περιτομῇ, δικαιούμενον. «Ἀβραὰμ γὰρ, φησὶν, ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γνωρίσματος οὖν χάριν ὕστερον ἡ περιτομὴ νενομοθέτηται, ὥστε δι’ αὐτῆς χαρακτηρίζεσθαι πιστοὺς, ὁπηνίκα τοῖς ἔθνεσι συναναστρέφοιντο, καὶ εἰς μνήμην ἄγεσθαι τοῦ τῶν ὅλων Θεοῦ· εἰς πίστιν γοῦν τῶν λεγομένων αὐτά σοι παραγέτω τὰ πράγματα· ὅτε γὰρ ὁ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη μόνος καθ’ ἑαυτὸν διέτριψεν, ἑτέρῳ ἔθνει μὴ συναναμιγνύμενος, οὐκ ἦν ἀναγκαία ἡ περιτομὴ, ἐφ’ ᾧ καὶ ἀπερίτμητοι ἐτύγχανον γεννηθέντες κατὰ τὴν ἔρημον· ἡνίκα δὲ ὁ τοῦ Ναυῆ Ἰησοῦς τὸν Ἰορδάνην αὐτοὺς διεβίβασε, κελεύσει θείᾳ περιετμήθησαν· «Ποίησον γὰρ, φησὶ πρὸς αὐτὸν ὁ Θεὸς, μαχαίρας πετρίνας, καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ἰσραήλ·» τίνος ἕνεκεν καὶ ..