Ἀρχὴ δὲ τῆς αὐτῶν καταλύσεως γενέσθω ἡμῖν αὐτὸς ὁ ὑπ’ αὐτῶν βλασφημούμενος Χριστὸς λέγων· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. Ἰδοὺ ἐπὶ τῆς γῆς τὰς διατριβὰς ὁ Χριστὸς ποιούμενος λέγει ἑαυτὸν καὶ ἐν τῷ οὐρανῷ εἶναι πρὸ τῆς εἰς οὐρανοὺς ἀπὸ γῆς ἀναλήψεως. Πῶς, εἰπέ μοι, ἐνήργει ἐν τῷ οὐρανῷ πρὸ τοῦ ἀνελθεῖν τὴν σάρκα ἐν τῷ οὐρανῷ; Θεανδρικῶς ἆρα ἢ θεϊκῶς καὶ μόνον; Καὶ ἐὰν εἴπῃ σοι ὅτι θεανδρικῶς ἢ κοινῶς ἢ συνθέτως, ἐλέγχεται φαντασίαν λέγων τὸν τῆς σαρκώσεως λόγον, ἐπὶ γῆς καὶ ἐν οὐρανοῖς εἶναι τὴν Χριστοῦ σάρκα φανταζόμενος· εἰ δὲ τῇ θεϊκῇ καὶ μόνῃ ἐνεργείᾳ τῇ ἀπεριγράπτῳ ἐνήργει ἐν οὐρανῷ πρὸ τῆς ἀπὸ γῆς ἀναλήψεως, ὤλολαν καὶ πεπτώκασιν ὑμῶν οἱ ληρώδεις μῦθοι οἱ φάσκοντες ὅτι μετὰ τὴν σάρκωσιν θεανδρικῇ καὶ συνθέτῳ ἐνεργείᾳ ἐνήργει ὁ Χριστὸς ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι. Τῆς γὰρ φύσεως καὶ ἐνεργείας τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐν μόνῃ τῇ Ἰουδαίᾳ διατριβούσης, ἡ τὸν κόσμον πληροῦσα καὶ παντὸς ὑπάρχουσα τοῦ θεοῦ λόγου ἐνέργεια, τί, εἰπέ μοι, ἀνδρικῶς ἐνήργησεν ἐν ταῖς ἀνατολικαῖς ἢ δυτικαῖς καὶ νοτίαις χώραις καὶ νήσοις καὶ ἠπείροις καὶ ἐρήμοις καὶ μεσογείοις, ἐν αἷς σαρκὶ Χριστὸς οὐδαμῶς ὤφθη ἢ παραγέγονεν; Εἰ γὰρ καὶ ἡνώθη τῷ ἀπεριγράπτῳ θεῷ λόγῳ ὁ καθ’ ἡμᾶς ἄνθρωπος, ἀλλ’ οὖν οὐ μετεποιήθη εἰς τὴν ἀπεριγραψίαν καὶ παντοτοπίαν αὐτοῦ. Ὁ γὰρ θεὸς λόγος καὶ ἡ τούτου ἐνέργεια, τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦσα, παντὶ ἐνεργεῖ· ὁ δὲ καθ’ ὑπόστασιν ἡνωμένος αὐτῷ περιγραπτὸς ἄνθρωπος, ὅτε ἦν ἐν τῇ μήτρᾳ τῆς παρθένου, οὐδὲν ἐνήργει χωρὶς τῆς μητρός· καὶ ὅτε ἐτέχθη Χριστὸς ἐκ μητρός, οὐδὲν ἐνήργει τὸ σῶμα αὐτοῦ λοιπὸν ἐν τῇ μητρί· καὶ ὅτε ἦν ἐν τῇ Ναζαρέτ, οὐκ ἐνήργει θεανδρικῶς ὁ Χριστὸς ἐν τῇ Σιών· καὶ ὅτε ἦν ἐν τῇ φάτνῃ, οὐκ ἐνήργει θεανδρικῶς ἐν Αἰγύπτῳ· καὶ ὅτε ἦλθεν εἰς Αἴγυπτον, οὐκ ἐνήργει θεανδρικῶς ἐν Συρίᾳ· καὶ ὅτε ἦν ἐπὶ σταυροῦ, οὐ παρῆν θεανδρικῶς ἐν Ναζαρέτ· καὶ ὅτε ἦν ἐν τῷ τάφῳ, οὐκ ἐνήργει θεανδρικῶς ἐν τῷ τάφῳ, νεκρὰς ἔχων τὰς ἐνεργητικὰς τοῦ σώματος αἰσθήσεις· καὶ ἁπλῶς, ὅτε ἦν ἐπὶ τῆς γῆς, οὐκ ἐνήργει θεανδρικῶς ἐν τῷ οὐρανῷ· καὶ νῦν ὑπαρχούσης περιγραπτῆς τῆς σαρκὸς ἐν οὐρανῷ, οὐκ ἐνεργεῖ νῦν θεανδρικῶς ἐπὶ τῆς γῆς, ἀλλὰ κατὰ τὴν θείαν αὐτοῦ καὶ παγκόσμιον καὶ ἀπερίγραπτον ἐνέργειαν.