Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Κεφάλαια ἓξ κατὰ Μονοθελητῶν

Ἀναστάσιος Σιναΐτης

Κοσμολογικά παραδείγματα και πατερικοί ορισμοί των φυσικών ενεργειών

Χρήση χωρίων του Διονυσίου Αρεοπαγίτη, του Γρηγορίου Νύσσης και κοσμολογικών παραδειγμάτων για την τεκμηρίωση των πολλών ενεργειών και της ομολογίας των δύο φυσικών θελημάτων στον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 4 από 8

{Τοῦ ἁγίου Διονυσίου τοῦ Ἀρεοπαγίτου χρήσεις σαφῶς δεικνῦσαι ὅτι καὶ χωρὶς τῆς ἀνθρωπότητος ὁ Χριστὸς διαφόρους ἐνεργείας ἔχει κατὰ τὴν τοῦ λόγου θεότητα.} Ἐκ τῆς πρὸς Τίτον ἐπιστολῆς, ἐν ᾗ περὶ θεοῦ λέγει οὕτως· καὶ οὔτε ἑστὼς οὔτε κινούμενος, ἀλλ’ ὡς ἄν τις φαίη τὰς προνοητικὰς ἐνεργείας ἐν τῇ μονότητι, καὶ τὴν μονὴν ἐν τῷ προνοεῖν συμφυῶς ἅμα καὶ ὑπερφυῶς ἔχων.

Τούτων οὕτως ὑπὸ τοῦ ἀποστολικοῦ διδασκάλου περὶ τῆς θεότητος εἰρημένων, εἰ ὅλως τέλειον λέγουσιν ἐν θεότητι τὸν Χριστόν, ἔχει κατὰ τὴν τελείαν τοῦ λόγου θεότητα θείας ἐνεργείας· ἔχει προνοητικὰς ἐνεργείας, ἔχει τὰς νοερὰς τοῦ λόγου ἐνεργείας, ἔχει τὰς ἱερὰς αὐτοῦ ἐνεργείας, ἔχει ἀκλινεῖς ἐνεργείας, ἔχει διεξοδευτικὰς ἐνεργείας, ἔχει ἀτελευτήτους ἐνεργείας, ἔχει θεαρχικὰς ἐνεργείας, ἔχει πρώτας καὶ μέσας καὶ τελευταίας ἐνεργείας.

Εἰ οὖν <ὁ> δύο λέγων ἐν Χριστῷ τὰς ἐνεργείας δύο πρόσωπα λέγει, ὁ τοσαύτας ἐνεργείας λέγων ἀμύθητα πρόσωπα ἐν αὐτ<ῷ> εὑρεθήσεται λέγων. Τὸ δὲ παράδοξον ἐκεῖνό ἐστιν, ὅτι οὐκ ἐπὶ τῆς θείας καὶ μόνης φύσεως πολλὰς καὶ διαφόρους τὰς ἐνεργείας λέγει ὁ διδάσκαλος, ἀλλὰ καὶ ἐπὶ τῆς ἀγγελικῆς οὐσίας καὶ ἐπὶ τῆς ἀνθρωπίνης, καὶ καθολικῶς εἰπεῖν ἐπὶ πάσῃ φύσει· τὸ γὰρ εἰπεῖν οὕτως ἀπολύτως ὅτι Φθορά ἐστι φύσεως ἀσθένειά τε καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεών τε καὶ ἐνεργειῶν καὶ δυνάμεων, πρόδηλον ὅτι τὰς τῶν ὅλων φύσεις ἐσήμανε. Καὶ εἶθ’ οὕτως, ὥσπερ δὲ καὶ οὕτως, καὶ πῶς δὴ μίαν φυσικὴν ἐνέργειαν ἐπὶ πάσης οὐσίας φρονεῖν παρειλήφαμεν; Εἰ μία ἐστί, πῶς πολλὰς Διονύσιος ἐνεργείας τὴν μίαν καλεῖ; Εἰ δὲ πολλαί, πῶς μία αἱ πολλαὶ θεωρεῖσθαι δύνανται; Οὐκοῦν ὥσπερ μία λέγεται † ἀπόθου † ἡ τοῦ πυρὸς φύσις καὶ ἓν αὐτῆς ὑπάρχει τὸ φυσικὸν περιεκτικὸν καὶ κύριον ἰδίωμα, τουτέστιν ἡ καυστικὴ δύναμις, ὁρῶνται δὲ λοιπὸν ἐν ταύτῃ τῇ φυσικῇ ἰδιότητι ὥσπερ παραφυάδες τινὲς καὶ ἕτεραι τοῦ πυρὸς ἰδιότητες, τουτέστι τὸ φωτιστικόν, τὸ ἀνωφερές, τὸ ἀψηλάφητον, τὸ θερμαντικόν, τὸ ζωογονικόν, τὸ καθαρτικόν, οὕτω μοι νόει καὶ ἐπὶ πάντων εὐσεβῶς τῶν φύσεων μίαν εἶναι τὴν φυσικὴν ἑκάστης οὐσίας περιεκτικωτάτην καὶ κυριωτάτην ἐνέργειαν, ἐξ ἧς ὥσπερ πηγαίας τινὸς καὶ γεννητικῆς ῥίζης προϊοῦσαι καθορῶνται καὶ αἱ μερικαὶ ταύτης, ἵν’ οὕτως εἴπω, τῆς περιεκτικῆς καὶ οὐσιώδους ἐνεργείας ἐνέργειαι.

Καὶ εἰ δοκεῖ, πάλιν τὸν λόγον ἀναλαβόντες γυμνάσωμεν. Μίαν ἔχειν τὴν σελήνην οὐσιώδη ἐνέργειαν ὑπ’ αὐτῆς τῆς θείας φωνῆς μεμαθήκαμεν, τουτέστι τὴν νυκτίφωτον ἔλλαμψιν, δι’ ἣν καὶ ἐγένετο. Ἐν ταύτῃ τοίνυν τῇ κυρι<ωτάτῃ> καὶ περιεκτικῇ καὶ γενικωτάτῃ τῆς σελήνης οὐσιώδει ἐνεργείᾳ ὁρῶνται λοιπὸν καὶ ἕτεραί τινες ὥσπερ βλαστοὶ καὶ κλόνες τῆς μητρῴας αὐτῶν ἐνεργείας συνέργειαι, οἷον ἡ κίνησις, ἡ τοπικὴ μετάστασις, ἡ μηνιαία γέννησις, ἡ καθ’ ἡμέραν αὔξησις, ἡ μετὰ πλήρωσιν ἔλλειψις, οὐ μόνον δέ, ἀλλὰ καὶ ἡ τῶν θαλαττίων ὑδάτων ὑπὸ τοῦ τῆς σελήνης μεγέθους κυβέρνησις καὶ προσθήκη καὶ ἔλλειψις, ὡσαύτως καὶ ἡ τῶν ἰχθυακῶν σωμάτων κατὰ τὸ σῶμα τῆς σελήνης αὔξησις καὶ μείωσις. Οὐ μόνον δέ, ἀλλὰ καὶ ἡ τῶν δένδρων φύσις τῇ σεληνιακῇ ἐνεργείᾳ τὰς αὐξήσεις καὶ μειώσεις ἐλλείπεται καὶ εἰσδέχεται. Ὁρᾷς ἐπὶ μιᾶς φύσεως καὶ μιᾶς φυσικῆς ἐνεργείας καὶ ταύτης ἀψύχου καὶ ἀλόγου καὶ ἀναισθήτου πλείστας καὶ ἀμετρήτους τὰς κατὰ μέρος ἐνεργείας;

Οὐκοῦν θεοπνεύστως καὶ θεοφρόνως ὁ θεῖος Διονύσιος διαφόρους λέγει ἐφ’ ἑκάστης φύσεως τὰς φυσικὰς αὐτῆς ἐνεργείας φάσκων· Φθορὰ δέ ἐστι φύσεως ἀσθένειά τε καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεών τε καὶ ἐνεργειῶν καὶ δυνάμεων. Κατὰ γὰρ τὸ τῆς σελήνης προγυμνασθὲν καὶ ἀποδειχθὲν θεώρημα εὑρήσει ὁ συνετὸς καθ’ ἑαυτὸν γυμνάζων πᾶσαν φύσιν ἔχουσαν ἐν ἑαυτῇ καὶ τὴν περιεκτικωτάτην αὐτῆς καὶ περιληπτικὴν ἐνέργειαν, καὶ πάλιν ἐν ταύτῃ τῇ πηγαίᾳ τὰς κατὰ μέρος αὐτῆς ὑπ’ αὐτῆς ἀποτικτομένας καὶ προϊούσας ἐνεργείας.

Ἐπεὶ καὶ ἡ γῆ μίαν ἔλαχε παρὰ θεοῦ θεόκλητον οὐσιώδη προσηγορίαν ἐνεργείας, ξηρὰ ὑπ’ αὐτοῦ ὀνομασθεῖσα. Ἀλλ’ ὅρα δὴ ἐκ ταύτης τῆς κυριωτάτης καὶ ἑνιαίας ἐνεργείας, πόσας δὴ ἐπὶ τῆς ξηρᾶς οὐσίας τῆς γῆς τὰς κατὰ μέρος ὁρῶμεν ἐνεργείας· ἐνέργεια<ν> βλαστητικὴ<ν> φυτῶν, ἐνέργεια<ν> γεννητικὴ<ν> σωμάτων, ἐνέργεια<ν> θρεπτικὴ<ν> ζῴων, ἐνέργεια<ν> ἀναβλαστικὴ<ν> πηγῶν, ἐνέργειαν γῆς ταύτην μὲν πολύγονον, ταύτην δὲ ἄγονον, ταύτην δὲ ἔξαλμον, ταύτην δὲ ὑγιοποιόν, ταύτην δὲ φθοροποιόν, ταύτην δὲ ἰαματικήν, ταύτην δὲ ἀναιρετικήν, οἷόν ἐστι τὸ λεγόμενον κώνειον καὶ ἡ σκαμωνία καὶ ἕτερα πλεῖστα καλὰ καὶ ἡ καλάκανθος καὶ ἡ τέαφος.

Ὡσαύτως δὲ καὶ ἐπὶ τῆς τῶν ὑδάτων μιᾶς καὶ οὐσιώδους καὶ περιεκτικωτάτης ποτιστικῆς αὐτῶν καὶ ζωτικῆς ἐνεργείας διάφοραι μερικαὶ ὁρῶνται ἐνέργειαι· ἐνέργεια ὑδάτων καθαρτική, ἐνέργεια ὑδάτων ἁλμυρὰ καὶ πικρά· ἄλλη πάλιν πολύγονος, καὶ ἑτέρα νεκρὰ καὶ ἄγονος θάλαττα· ἄλλα ὕδατα πονηρὰ ὡς τὰ Ἱεριχώ, ἄλλα νοσοποιά, ἕτερα ἄποτα, ἄλλα ὕδατα στάσιμα, ἄλλα δρομητικὰ καὶ ἄστατα· ἄλλα ἀνωφερῆ ἐκ γῆς ἔχουσι τὴν ἐνέργειαν, ἄλλα κατωφερῆ ποταμοῖς διατρέχουσι.

Καὶ ἐπὶ τῆς φύσεως δὲ τοῦ ἀέρος μυρίας διαφορὰς καὶ κράσεις καὶ ἐνεργείας ἀλληνάλλως τοῦ ἀέρος κατὰ τόπον καὶ χώραν εὑρήσεις, ὦδε μὲν ζωοποιούς, ὧδε δὲ φθοροποιοὺς ἀέρων ἐνεργείας.

Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῆς οὐσιώδους θελήσεως νοητέον καὶ ἐκληπτέον· μία μὲν γὰρ καὶ μόνη πάσης λογικῆς καὶ νοερᾶς φύσεως ἡ θελητικὴ αὐτῆς καὶ ἐπιθυμητικὴ ἕξις καὶ δύναμις, διακρίνεται δὲ λοιπὸν καὶ προέρχεται κατὰ τὸν τρόπον τῆς περιεκτικῆς ἐνεργείας καὶ ἡ περιεκτικὴ θέλησις, εἰς πολλὰ καὶ διάφορα ὀνομαζομένη θελήματα. Οἷόν τι λέγω· θέλημα γενικώτατον καὶ κυριώτατον καὶ περιεκτικώτατον τῆς θείας φύσεως ἐπιστάμεθα τὸ θέλειν πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ἐκ τούτου τοίνυν τοῦ περιεκτικωτάτου θελήματος διάφορα θεοῦ θελήματα προελθόντα ἔγνωμεν· θελήματι οἰκείῳ πρὸς σωτηρίαν νόμον ὁ θεὸς τῷ Ἀδὰμ δέδωκε, θελήματι τῷ Νῶε ἐνομοθέτησε, θελήματι θεοσεβείας σημεῖον τὴν περιτομὴν τῷ Ἁβραὰμ δέδωκε, θελήματι πρὸς εὐσέβειαν νόμον τῷ Μωϋσῇ ἔγραψε, θελήματι πρὸς σωτηρίαν προφήτας ἀνέδειξε, θελήματι ἀγαθότητος διὰ τὸ πάντας σῶσαι ἐπὶ γῆς ἐλήλυθε καὶ σαρκωθεὶς ἐνηνθρώπησεν ὁ τῶν ὅλων δεσπότης θεὸς λόγος. Καὶ οὕτω κατὰ τοῦτον τὸν τρόπον νοήσεις, ὁ συνετός, τὰ πολλὰ καὶ διάφορα τοῦ θεοῦ θελήματα τὰ ἐν τῇ θείᾳ γραφῇ λεγόμενα, ὡς ὅταν λέγῃ ὁ θεὸς ὅτι Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου, καὶ τὸ Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ, καὶ Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Καὶ εἰ δεῖ τῷ κανόνι τῶν ἐνεργειῶν, ὧν ὁ μακάριος Διονύσιος ἐπὶ θεοῦ εἴρηκεν, ἑπόμενος εἰπεῖν, ὁρῶνται ἐν τῷ θεῷ θεῖα θελήματα ὥσπερ καὶ θεῖαι ἐνέργειαι, προνοητικὰ θελήματα ὥσπερ καὶ ἐνέργειαι, νοερὰ θελήματα ὥσπερ καὶ νοεραὶ ἐνέργειαι, παιδευτικὰ θελήματα, προστακτικὰ θελήματα, παραινετικὰ θελήματα, παρακλητικὰ θελήματα, πάντα δὲ ταῦτα πρὸς σωτηρίαν καὶ ἐπιστροφὴν τῶν ἀνθρώπων ὑπὸ θεοῦ γινόμενα καὶ ἐπινοούμενα τοῦ θέλοντος πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

Εἰ δὲ ζητεῖς μοι, ὁ δι’ ἐναντίας, λέγων ὅτι «Εἰ καὶ ταῦτα οὕτως, τί δήποτε μὴ μᾶλλον πολλὰ θελήματα καὶ πολλὰς ἐνεργείας λέγετε τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ, ἀλλὰ δύο καὶ μόνας;», ἄκουσον. Διὰ τῶν περιεκτικωτάτων καὶ κυριωτάτων οὐσιωδῶν ἕξεών τε καὶ ἰδιοτήτων συναποκλείει καὶ περιλαμβάνει ὁ εὐσεβὴς λόγος ἀεὶ πάντα τὰ μερικῶς καὶ πληθυντικῶς περὶ τὴν φύσιν ὁρώμενά τε καὶ νοούμενα. Ὅθεν καὶ ὁ τῶν ἁγίων πατέρων χορὸς δύο φυσικὰς ἰδιότητας ἐδίδαξε φρονεῖν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος Χριστοῦ, καίπερ διαφόρων οἱονεί πως ὑπαρχόντων τῷ εὐσεβῶς χωροῦντι νοεῖν. Λοιπὸν ἐπὰν εἴπω ἔχειν τὸν Χριστὸν κατὰ τὴν θεότητα τὴν περιεκτικωτάτην τῆς θείας φύσεως θελητικήν τε καὶ ἐνεργητικὴν παντοδύναμον καὶ ἀπερίγραπτον ἕξιν τῆς οὐσιώδους θελήσεως καὶ ἐνεργείας, ἀπέκλεισε καὶ περιέλαβε πᾶσαν ἐπὶ θεοῦ λεγομένην καὶ νοουμένην θέλησιν ὁμοῦ τε καὶ ἐνέργειαν. Ὡσαύτως καὶ ἐπὶ τῆς καθ’ ὑπόστασιν ἡνωμένης αὐτῷ ἀνθρωπότητος τὴν περιεκτικὴν ἡμῶν τῆς νοερᾶς ψυχῆς ἕξιν τε καὶ δύναμιν θελητικὴν τὴν θεόκτιστον καὶ καθαρὰν ἀνθρώπινον ὀνομάζομεν ἐν Χριστῷ θέλημα. Ὁμοίως καὶ τὴν ζωτικὴν καὶ οὐσιώδη πάλιν τῆς ψυχῆς ἐνέργειαν, δι’ ἧς ζῇ καὶ ζωοποιεῖται καὶ συνίσταται τὸ σῶμα, ταύτην ἀνθρωπίνην ἐνέργειαν ὁμολογοῦμεν ἐν Χριστῷ καὶ κηρύττομεν. Ἐπεὶ εἰπέ μοι, σὺ ὁ δι’ ἐναντίας, τί ἐστι τὸ κύριον καὶ βέβαιον καὶ συστατικὸν καὶ σημαντικὸν πάσης λογικῆς ἢ νοερᾶς φύσεως εἰ μὴ ἡ οὐσιώδης αὐτῆς θέλησίς τε καὶ ἐνέργεια; Καὶ γὰρ καὶ ἡ θεία φύσις διὰ τοῦ θέλειν καὶ ἐνεργεῖν περιέχει καὶ συγκρατεῖ τὰ πάντα, καὶ ἡ ἀγγελικὴ φύσις διὰ τῆς οἰκείας βουλῆς καὶ ἐνεργείας τὴν λατρείαν καὶ ὑμνῳδίαν καὶ διακονίαν τὴν πρὸς θεὸν ἐκπληροῖ. Ὡσαύτως καὶ ἡ ἀνθρωπίνη φύσις διὰ τῆς νοερᾶς βουλήσεως καὶ θελήσεως καὶ ἐνεργείας εἰς πρᾶξιν καὶ ποίησιν ἔρχεται τῶν θείων προσταγμάτων. Καὶ διατοῦτο Διονύσιος εἶπεν ἀπώλειαν εἶναι πάσης φύσεως τὴν στέρησιν τῶν φυσικῶν αὐτῆς ἕξεών τε καὶ ἐνεργειῶν καὶ δυνάμεων.

Ἀλλὰ τί πάλιν πρὸς ταῦτα τὰ τῶν ἐναντίων μυθάρια θυμελικὰ καὶ καταλέγματα ὀρχηστικά; Ἴσως γὰρ αἰδεσθέντες τὸν ἀποστολικὸν Διονύσιον λέξουσιν ὅτι «Πολλὰς μὲν ἐνεργείας λέγομεν ἐν τῷ Χριστῷ, ἃς ὁ διδάσκαλος νῦν ἀπηρίθμησε, δύο δὲ ἐνεργείας οὐ λέγομεν.» Πρὸς τοῦτο εὐαγγελίζομαι ὑμᾶς ἄραν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ ὑμῶν· εἰ γὰρ πολλὰς καὶ ἀμετρήτους ἐνεργείας λέγετε, δύο δὲ οὐ λέγετε, ἐλέγχεσθε καὶ πολλὰς φύσεις λέγοντες, δύο δὲ ἐπὶ Χριστοῦ μὴ λέγοντες, καὶ πολλὰς φυσικὰς ἰδιότητας.

«Ἀλλ’ οὐ νοεῖ» φησιν «ὁ Διονύσιος τὰς ἐνεργείας καθὼς ὑμεῖς αὐτὰς ἑρμηνεύετε.»

Ἀλλὰ πῶς; Δότε ἡμῖν ὅρον πατρικὸν ἐνεργείας, καὶ στοιχοῦμεν καὶ δεχόμεθα. Ἡμεῖς τὴν ἐνέργειαν, καθὼς ὥρισεν αὐτὴν ὁ θεοφόρος Νυσσαέων Γρηγόριος πρὸς Ζηνόδωρον, οὕτω καὶ νοοῦμεν, οὕτω καὶ κηρύττομεν, φάσκων ὅτι Ἐν<έργειαν> ἡμεῖς εἶναί φαμεν τὴν οὐσιώδη καὶ φυσικὴν ἑκάστης οὐσίας δύναμίν τε καὶ κίνησιν, λογιστικῶν λόγησιν, νοερῶν νόησιν, βλαστῶν βλάστησιν, κινητικῶν κίνησιν, νηκτῶν νῆξιν, πτηνῶν πτῆσιν, ἑρπυστικῶν ἕρψιν, καὶ περιληπτικῶς εἰπεῖν, τὸ σημαντικὸν πάσης οὐσίας ἐνέργειαν εἶναι λέγομεν φυσικήν, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν. Τὸ γὰρ οὐσίας τινὸς μετασχὸν συμμεθέξει πάντως καὶ τῆς δηλούσης αὐτὴν ἐνεργείας. Ὅρους γὰρ τῶν οὐσιῶν τὰς ἀψευδεῖς αὐτῶν ἐνεργείας ὁ ἀληθὴς ἐπίσταται λόγος.

Ὅθεν ὁ πατὴρ τῷ αὐτοῦ τούτῳ κανόνι χρώμενος, ἑρμηνεύων τὸ Μακάριοι οἱ πεινῶντες εἰς τοὺς Μακαρισμούς, φησὶ περὶ τοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ὅτι Τεσσαράκοντα ἡμέρας ἀπόσιτος διαμείνας, ὕστερον ἐπείνασεν· ἐδίδου γὰρ τῇ φύσει καιρόν, ὅτε ἠβούλετο ἐνεργῆσαι τὰ ἑαυτῆς.

Εἰ δὲ καὶ τὴν ποσότητα τοῦ καιροῦ βούλει μαθεῖν, διδάσκει σε ὁ εὐαγγελιστὴς ἐπὶ τριάκοντα χρόνους μαρτυρῶν τὸν Χριστὸν δόντα τῇ φύσει αὐτοῦ τῇ ἀνθρωπίνῃ καθ’ ὁμοιότητα ἡμῶν χωρὶς ἁμαρτίας ἐνεργῆσαι τὰ ἑαυτῆς, καὶ μηδὲν σημεῖον παρὰ τοῦ βαπτίσματος καὶ τοῦ ἐν Κανᾷ γάμου τοῖς ἀνθρώποις ἐπιδειξαμένου. Ὅπερ πάλιν ἡμῖν προήγαγον οἱ δι’ ἐναντίας ἐν Δαμασκῷ λέγοντες ὅτι «Εἰ τῇ τῶν πλειόνων ψήφῳ ἀποστολικῶς τὰ τοῦ Χριστοῦ ἐπὶ παντὸς ζητήματος ἀναφέρονται, ἐχρῆν ὑμᾶς μᾶλλον κατὰ τὴν τριακονταετερίδα ὁμολογεῖν τὸν Χριστὸν ὑπὲρ τὴν μετὰ τὸ βάπτισμα τριετερίδα.»

Ἀκούσατε πάντες ὦ οὗτοι. Εἰ τοίνυν τέλειον πρεσβεύετε τὸν Χριστὸν ἐν θεότητι καὶ ὁμοίως τέλειον ἐν ἀνθρωπότητι, καὶ ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα, ὡσαύτως καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, οὐ δύνασθε κατὰ τοὺς τῶν Μανιχαίων καὶ Ἀπολιναρίων λήρους ἀναιρεῖν τῆς λογικῆς καὶ ἁγίας αὐτοῦ ἐν εἰκόνι ψυχῆς τὴν θελητικὴν δύναμιν καὶ τὴν οὐσιώδη αὐτῆς ζωτικὴν καὶ ζωοποιὸν ἐνέργειαν. Κατὰ ταύτας γὰρ τὰς λογικὰς ἰδιότητας καὶ μόνας διαφέρει ἡ λογικὴ ἡμῶν ψυχὴ τῆς τῶν ἀλόγων ψυχῆς. Καὶ ὅπως μὴ δόξωμεν τοῖς ἐναντίοις ἰδιολογίας τινὰς καὶ ἰδιογνωμίας κατὰ τοὺς αὐτῶν μύθους ἀνατάττεσθαι, ὅπερ καὶ ἐν ἑτέροις εἰρήκαμεν, καὶ νῦν πάλιν ἐροῦμεν· ὁ θεῖος Ἀπόστολος, σχεδὸν εἰπεῖν, ἐν πάσαις αὐτοῦ ταῖς ἐπιστολαῖς κοίμησιν προσαγορεύει τὸν <θάνατον ἡμῶν, τὸν> δὲ θάνατον τοῦ Χριστοῦ οὐδαμῶς ὠνόμασε κοίμησιν, ἀλλὰ θάνατον, ἵνα δείξῃ ὅτι κατὰ ἀλήθειαν θάνατον καὶ νέκρωσιν καὶ χωρισμὸν ἀψευδῆ ψυχῆς ἐκ τοῦ σώματος κατεδέξατο. Ταύτην τοίνυν τὴν νέκρωσιν καὶ ἀκινησίαν τοῦ σώματος τὴν ἐν τῷ τάφῳ καὶ ἀβλεψίαν καὶ ἀπνευμασίαν καὶ ἀψυχίαν καὶ τῶν μελῶν καὶ αἰσθήσεων τῆς σαρκὸς ἀνενεργησίαν κατὰ πᾶσαν αὐτοῦ τὴν θεανδρικὴν ἐνέργειαν ἔπαθεν ἢ κατὰ τὸ ἥμισυ ἢ κατὰ τὸ τρίτον αὐτῆς; Ἀνάγκη γὰρ πᾶσα σὲ εἰπεῖν, ἢ ὅτι πᾶσα αὐτοῦ ἡ θεανδρικὴ ἐνεκρώθη ἐνέργεια, ἢ ὅτι τὸ ἥμισυ, ἢ ὅτι κατὰ χωρισμὸν τῆς ἐνεργείας τῆς ψυχῆς τῆς ζωτικῆς νεκρὸν καὶ ἀνενέργητον τὸ σῶμα γέγονε τὸ τοῦ Χριστοῦ.

Ὅτι δὲ ἡ ζωοποιὸς τῆς λογικῆς ἡμῶν ψυχῆς ἐνέργεια ζωοποιεῖ τὸ σῶμα, μαρτυρεῖ ἡ θεία γραφὴ λέγουσα ὅτι Καὶ ἐνεφύσησεν ὁ θεὸς εἰς τὸν ἄψυχον χοῦν ὃν ἔπλασε, πνοὴν ζωῆς, καὶ ἐγένετο τῷ ἀνθρώπῳ εἰς ψυχὴν ζῶσαν. Ὅθεν καὶ ὁ θεῖος Σολομὼν ἐγκαλῶν τοῖς ἀσεβέσι φησί· Πηλοῦ ἀτιμότερος ὁ βίος αὐτῶν, ὅτι ἠγνόησαν τὸν δόντα αὐτοῖς ψυχὴν ἐνεργοῦσαν καὶ ἐμπνεύσαντα αὐτοῖς πνεῦμα ζωτικόν· καθὰ καὶ αὐτὸς ὁ Χριστὸς περὶ τῆς ζωοποιοῦ ψυχικῆς ἡμῶν ἐνεργείας φησὶν ὅτι Ἡ σὰρξ οὐδὲν ὠφελεῖ· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Ἰδοὺ ταύτην τὴν ζωοποιὸν τῆς ψυχῆς ἐνέργειαν, ἣν αὐτὸς ἐμαρτύρησεν, ὁμολογοῦμεν ἀνθρωπίνην ἐνέργειαν ἐν αὐτῷ, ὁρῶντες τὸ πανάγιον αὐτοῦ σῶμα, εἰ καὶ τὰ μάλιστα καινοτέρῳ καὶ ξένῳ παρὰ τοὺς τῆς φύσεως ὅρους καὶ νόμους <τρόπῳ> ἀσπόρως ἔμψυχον ἐκ τῆς ἁγίας ἀειπαρθένου ὑπέστη, ἀλλ’ ὅμως κατὰ τὸν θεό<σ>δοτον τῆς φύσεως νόμον ὑπὸ τῆς συγκτίστου αὐτοῦ ψυχῆς ζωοποιούμενον, καὶ πάλιν κατὰ τὸν ταύτης ἐν τῷ σταυρῷ χωρισμὸν εὐθέως νεκρὸν καθ’ ἡμᾶς καὶ ἀκίνητον καὶ ἀνενέργητον ὁρώμενον, εἶτα διὰ τῆς ἐπανόδου αὐτῆς τῇ τρίτῃ ἡμέρᾳ ζωοποιούμενον καὶ κινούμενον καὶ ἀνιστάμενον καὶ τοῦ τάφου προερχόμενον, καὶ ἄνθρωπον τέλειον τὸν κυριακὸν ἄνθρωπον γνωριζόμενον, καὶ διὰ τῆς ψυχώσεως τῆς μετὰ τὴν νέκρωσιν πάλιν λόγον προβαλλόμενον, πάλιν ἐμψύχως λαλοῦντα διὰ τῆς ζωτικῆς καὶ λογιστικῆς τῆς νοερᾶς αὐτοῦ ψυχῆς ἐνεργείας, πάλιν διδάσκοντα μετὰ τὴν ψύχωσιν, ἅπερ ἐν τῷ τάφῳ οὐκ ἐφθέγγετο διὰ τὴν ἄψυχον νέκρωσιν καὶ τῆς ζωτικῆς ἐνεργείας τῆς ψυχῆς στέρησιν καὶ διάζευξιν. Ἡ γὰρ θεία καὶ ἀναλλοίωτος καὶ ἀδιάβλητος ἐνέργεια οὔτε νεκροῦται, οὔτε σιγᾷ, οὔτε ἠρεμεῖ, οὔτε παύεται, οὔτε θνῄσκει, οὔτε ἀναζῇ, οὔτε ἀποψύχει, οὔτε ἀναψυχοῦται, οὔτε ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ἀλλάττεται, οὔτε παύεται καὶ πάλιν ἄρχεται, οὔτε περιγράφεται, οὔτε ἐκπορεύεται ἀπὸ σώματος καὶ πάλιν εἰσπορεύεται, οὔτε ποτὲ μὲν ὁρᾷ, ποτὲ δὲ οὐχ ὁρᾷ, ὥσπερ τὸ τοῦ Χριστοῦ ὄμμα νεκρωθὲν ἐκέκλειστο.