Ταῦτα μὲν ὁ θεῖος διδάσκαλος. Πῶς δὲ τὰ προκείμενα ῥητὰ αἱ τῶν αἱρέσεων θυμελικαὶ ὀρχῆστραι ἐνόησαν, ἀναγκαῖον εἰπεῖν. Θεόδωρος γὰρ ὁ Ἀντιοχεὺς καὶ Διόδωρος ὁ Ταρσοῦ καὶ ὁ μιαρὸς αὐτῶν ἀπόγονος δράκων, ὁ Χαλδαῖος Ἀσσύριος χοῖρος, ὁ μῦς, ὁ τοῦ οὐρανίου ἄρτου Χριστοῦ ἐπίβουλος, Νεστόριος ὁ τοῦ θεοῦ καὶ τῆς θεότητος ἀλλότριος, ὁ λύκος, ὁ τῆς ἀσπίλου δαμάλεως θεοτόκου Μαρίας ἐχθρός, ἡ μιαρὰ μάχαιρα ἡ τὸν Χριστὸν καταμελίζουσα καὶ μερίζουσα, ὁ κύων ὁ ὑλακτῶν, ὁ τὸν ἀγαθὸν ποιμένα διασχίζων Νεστόριος, ὁ ὄντως Ἰουδαίων ἀσεβέστερος— ἐκεῖνοι γὰρ γυμνὸν ἰδόντες τὸν Χριστ<οῦ> ἄῤῥαφον χιτῶνα, λέγω δὴ τὸ πανάγιον σῶμα τοῦ θεοῦ λόγου, οἰκτείραντες τὸ θέαμα εἶπον «Μὴ σχίσωμεν αὐτό», ὡσανεὶ προφητικῶς πρὸς Νεστόριον λέγοντες· «Μὴ σχίσωμεν τὸν Χριστόν. Μὴ σχίσωμεν τὸν λόγον ἐκ τοῦ σώματος. Μὴ σχίσωμεν τὸν χιτῶνα τῆς σαρκὸς ἐκ τῆς τοῦ λόγου θεότητος. Μὴ σχίσωμεν τὸν Χριστὸν εἰς δύο διῃρημένας φύσεις. Μὴ σχίσωμεν αὐτὸν εἰς δύο ὑποστάσεις. Μὴ σχίσωμεν αὐτὸν εἰς δύο πρόσωπα. Μὴ σχίσωμεν αὐτὸν εἰς θεὸν ἰδικῶς καὶ ἄνθρωπον ψιλὸν ἰδικῶς. Μὴ σχίσωμεν αὐτὸν εἰς δύο θελήματα ἑαυτοῖς ἐναντία. Μὴ σχίσωμεν αὐτὸν εἰς δύο καταλλήλους ἐνεργείας.» Ἀλλὰ ταῦτα μὲν οἱ καλῶς εἰς Χριστὸν πιστεύσαντες πνευματικοὶ Ἰουδαῖοι, ἐξ ὧν ἦν κἀκεῖνος ὁ Φαρισαῖος ὁ λέγων· «Χριστὸς οὐ μεμέρισται»· ἡ δὲ τοῦ διδασκάλου γλῶσσα—<γλῶσσα> αὐτοῦ μάχαιρα ὀξεῖα—Νεστόριος λέγει· «Διαιρῶ τὰς Χριστοῦ φύσεις», ὁ ὄντως ἐκ θεοῦ διῃρημένος φύσει καὶ ἀληθείᾳ, ὃς ἀκούσας Διονυσίου λέγοντος ὅτιπερ «Μετὰ τὴν σάρκωσιν οὐκέτι κατὰ θεὸν τὰ θεῖα ἔπραξεν», ἁρπάσας ὡς δυσώδης κύων τὴν τοιαύτην φωνὴν ὥσπερ εἰς εὔλογόν τινα συνηγορίαν τῆς οἰκείας αἱρέσεως, ἔφασκεν ὅτι «Σαρκωθεὶς ὁ θεὸς λόγος οὐκέτι κατὰ θεὸν ὡς τὸ πρὶν τὰ θεῖα ἔδρασεν, οὐκέτι ἐν οὐρανοῖς ἐν τῷ θρόνῳ τῷ χερουβικῷ ὡς τὸ πρὶν ἐνήργει, οὐκέτι ἔφερε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐκέτι ὡς θεὸς ἐπλήρου καὶ ἐνήργει ἐν πάσῃ τῇ κτίσει, οὐκέτι ὡς θεὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἔκτιζε τῇ θεϊκῇ ἐνεργείᾳ, οὐκέτι ἐπὶ γῆς ὢν ἐξ οὐρανοῦ εἰς διακονίαν ὡς θεὸς ἀπέστελλε τοὺς ἀγγέλους, οὐκέτι ἦν ἐν τῷ κόλπῳ τοῦ πατρὸς ὡς τὸ πρὶν συνεργὸς ὡς υἱὸς καὶ θεὸς τὰ θεῖα δρῶν σὺν τῷ πατρί, ἀλλὰ κενωθεὶς καὶ σαρκὶ ἑνωθεὶς οὐκέτι ἐν τῷ οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις ὡς θεὸς κατὰ θεὸν τὰ θεῖα ἔδρασε τῇ ἀπεριγράπτῳ αὐτοῦ καὶ παγκοσμίῳ καὶ ὑπερκοσμίῳ ἐνεργείᾳ.» Καὶ ταῦτα μὲν ὁ δυσσεβὴς μᾶλλον δὲ ἀσεβὴς Νεστόριος ἐλύττησεν εἰς τὸ Οὐ κατὰ θεὸν τὰ θεῖα ἔδρασεν.