Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Κεφάλαια ἓξ κατὰ Μονοθελητῶν

Ἀναστάσιος Σιναΐτης

Η διδασκαλία περί θεανδρικής ενέργειας και η απόκρουση των αιρετικών παρερμηνειών

Ανάλυση της ορθόδοξης σημασίας της θεανδρικής ενέργειας και αναίρεση των νεστοριανικών, δοκητικών και μονοφυσιτικών παρερμηνειών, με επίκληση του Αμβροσίου και του Αθανασίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 5 από 8

{Περὶ τῆς θεανδρικῆς ἐν Χριστῷ ἐνεργείας Διονυσίου.} Ταῦτα δέ μου διεξερχομένου καὶ λέγοντος ἐκ πολλῆς τῆς ὥρας, νύττει μου τῇ χειρὶ τὴν πλευρὰν συχνὰ ὁ δι’ ἐναντίας, τὴν θεανδρικὴν Διονυσίου ἐνέργειαν ψιθυρίζων καὶ ὑπομιμνήσκων καὶ προφέρων. Οὐκοῦν φέρε καὶ περὶ ταύτης βραχέ’ ἄττα διασκεψώμεθα· καιρὸς γὰρ καλεῖ. Φαίνεται τοίνυν, ὡς ἔμοιγε δοκεῖ, Γάϊος οὗτος ὁ θεραπευτής, πρὸς ὃν τὴν θεανδρικὴν ἐνέργειαν ἀπέστειλεν ὁ θεῖος Διονύσιος, μὴ πάνυ περιεσκεμμένως διαρθρῶν τὸν θεολογικὸν νοῦν τῆς οἰκονομίας τοῦ Χριστοῦ, ἀλλὰ ταπεινοτέρως πως φρονῶν τὰ περὶ αὐτοῦ· ὃν χειραγωγῶν ὁ διδάσκαλος προσανάγει ἐπὶ τὸ θειότερον. Διὸ καὶ διὰ πάσης τῆς δευτέρας καὶ τῆς τετάρτης ἐπιστολῆς ὑπερούσιον καὶ ὑπεράγαθον καὶ ὑπὲρ ἄνθρωπον ἄνθρωπον ὁμοῦ τε καὶ κατὰ ἄνθρωπον προσαγορεύει τὸν Χριστόν.

Περὶ τῆς θεανδρικῆς ἐνεργείας τοῦ Χριστοῦ, κατά τον Διονύσιο.Εἰπὼν δὲ αὐτὸν ὑπὲρ ἄνθρωπον ἐνεργεῖν τὰ ἀνθρώπου, οὐκ εἴρηκεν ὅτι πάντα τὰ ἀνθρώπου, ἀλλὰ παρήγαγε τὴν ἄσπορον ἐκ παρθένου σάρκωσιν, ἣν ἐν ἑτέρῳ κεφαλαίῳ ἐκ τῶν παρθενικῶν αἱμάτων τῆς φύσεως τῆς ἁγίας παρθένου Μαρίας ὑποστῆναι ἔφησε· παρήγαγε δὲ καὶ τὸν ἐπὶ τῶν ὑδάτων περίπατον τοῦ Χριστοῦ εἰς τὸ παραστῆσαι αὐτοῦ τὴν θεότητα. Ὅπερ ἀκούσας τις τῶν ἀντιλόγων ἀπεκρίνατο πρός με λέγων· «Τί οὖν; ἐπειδὴ καὶ ἕτεροι πολλοὶ τῶν ἁγίων ἐβάδισαν ἐπὶ ὑδάτων, κἀκείνους θεοὺς ὀνομάσωμεν; Καὶ γὰρ αὐτός» φησιν «ὁ Ἰησοῦς εἴρηκεν ὅτι “Οὐ μόνον ἃ ἐποίησα ποιήσουσιν οἱ εἰς ἐμὲ πιστεύοντες, ἀλλὰ καὶ μείζονα τούτων.”»

Εἶτα πάλιν ἐν τοῖς ἑξῆς φησιν ὁ Διονύσιος περὶ Χριστοῦ· Καὶ ἵνα συνελόντες εἴπωμεν, οὔτε ἄνθρωπος ἧν, οὐχ ὡς μὴ ἄνθρωπος, ἀλλ’ ὡς ἐξ ἀνθρώπων ἐπέκεινα τῶν ἀνθρώπων καὶ ὑπὲρ ἄνθρωπον ἀληθῶς ἄνθρωπος γεγονώς, καὶ τὸ λοιπὸν οὐ κατὰ θεὸν τὰ θεῖα δράσας, οὐ τὰ ἀνθρώπινα κατὰ ἄνθρωπον, ἀλλ’ ἀνδρωθέντος θεοῦ καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένος.

Ταῦτα μὲν ὁ θεῖος διδάσκαλος. Πῶς δὲ τὰ προκείμενα ῥητὰ αἱ τῶν αἱρέσεων θυμελικαὶ ὀρχῆστραι ἐνόησαν, ἀναγκαῖον εἰπεῖν. Θεόδωρος γὰρ ὁ Ἀντιοχεὺς καὶ Διόδωρος ὁ Ταρσοῦ καὶ ὁ μιαρὸς αὐτῶν ἀπόγονος δράκων, ὁ Χαλδαῖος Ἀσσύριος χοῖρος, ὁ μῦς, ὁ τοῦ οὐρανίου ἄρτου Χριστοῦ ἐπίβουλος, Νεστόριος ὁ τοῦ θεοῦ καὶ τῆς θεότητος ἀλλότριος, ὁ λύκος, ὁ τῆς ἀσπίλου δαμάλεως θεοτόκου Μαρίας ἐχθρός, ἡ μιαρὰ μάχαιρα ἡ τὸν Χριστὸν καταμελίζουσα καὶ μερίζουσα, ὁ κύων ὁ ὑλακτῶν, ὁ τὸν ἀγαθὸν ποιμένα διασχίζων Νεστόριος, ὁ ὄντως Ἰουδαίων ἀσεβέστερος— ἐκεῖνοι γὰρ γυμνὸν ἰδόντες τὸν Χριστ<οῦ> ἄῤῥαφον χιτῶνα, λέγω δὴ τὸ πανάγιον σῶμα τοῦ θεοῦ λόγου, οἰκτείραντες τὸ θέαμα εἶπον «Μὴ σχίσωμεν αὐτό», ὡσανεὶ προφητικῶς πρὸς Νεστόριον λέγοντες· «Μὴ σχίσωμεν τὸν Χριστόν. Μὴ σχίσωμεν τὸν λόγον ἐκ τοῦ σώματος. Μὴ σχίσωμεν τὸν χιτῶνα τῆς σαρκὸς ἐκ τῆς τοῦ λόγου θεότητος. Μὴ σχίσωμεν τὸν Χριστὸν εἰς δύο διῃρημένας φύσεις. Μὴ σχίσωμεν αὐτὸν εἰς δύο ὑποστάσεις. Μὴ σχίσωμεν αὐτὸν εἰς δύο πρόσωπα. Μὴ σχίσωμεν αὐτὸν εἰς θεὸν ἰδικῶς καὶ ἄνθρωπον ψιλὸν ἰδικῶς. Μὴ σχίσωμεν αὐτὸν εἰς δύο θελήματα ἑαυτοῖς ἐναντία. Μὴ σχίσωμεν αὐτὸν εἰς δύο καταλλήλους ἐνεργείας.» Ἀλλὰ ταῦτα μὲν οἱ καλῶς εἰς Χριστὸν πιστεύσαντες πνευματικοὶ Ἰουδαῖοι, ἐξ ὧν ἦν κἀκεῖνος ὁ Φαρισαῖος ὁ λέγων· «Χριστὸς οὐ μεμέρισται»· ἡ δὲ τοῦ διδασκάλου γλῶσσα—<γλῶσσα> αὐτοῦ μάχαιρα ὀξεῖα—Νεστόριος λέγει· «Διαιρῶ τὰς Χριστοῦ φύσεις», ὁ ὄντως ἐκ θεοῦ διῃρημένος φύσει καὶ ἀληθείᾳ, ὃς ἀκούσας Διονυσίου λέγοντος ὅτιπερ «Μετὰ τὴν σάρκωσιν οὐκέτι κατὰ θεὸν τὰ θεῖα ἔπραξεν», ἁρπάσας ὡς δυσώδης κύων τὴν τοιαύτην φωνὴν ὥσπερ εἰς εὔλογόν τινα συνηγορίαν τῆς οἰκείας αἱρέσεως, ἔφασκεν ὅτι «Σαρκωθεὶς ὁ θεὸς λόγος οὐκέτι κατὰ θεὸν ὡς τὸ πρὶν τὰ θεῖα ἔδρασεν, οὐκέτι ἐν οὐρανοῖς ἐν τῷ θρόνῳ τῷ χερουβικῷ ὡς τὸ πρὶν ἐνήργει, οὐκέτι ἔφερε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐκέτι ὡς θεὸς ἐπλήρου καὶ ἐνήργει ἐν πάσῃ τῇ κτίσει, οὐκέτι ὡς θεὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἔκτιζε τῇ θεϊκῇ ἐνεργείᾳ, οὐκέτι ἐπὶ γῆς ὢν ἐξ οὐρανοῦ εἰς διακονίαν ὡς θεὸς ἀπέστελλε τοὺς ἀγγέλους, οὐκέτι ἦν ἐν τῷ κόλπῳ τοῦ πατρὸς ὡς τὸ πρὶν συνεργὸς ὡς υἱὸς καὶ θεὸς τὰ θεῖα δρῶν σὺν τῷ πατρί, ἀλλὰ κενωθεὶς καὶ σαρκὶ ἑνωθεὶς οὐκέτι ἐν τῷ οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις ὡς θεὸς κατὰ θεὸν τὰ θεῖα ἔδρασε τῇ ἀπεριγράπτῳ αὐτοῦ καὶ παγκοσμίῳ καὶ ὑπερκοσμίῳ ἐνεργείᾳ.» Καὶ ταῦτα μὲν ὁ δυσσεβὴς μᾶλλον δὲ ἀσεβὴς Νεστόριος ἐλύττησεν εἰς τὸ Οὐ κατὰ θεὸν τὰ θεῖα ἔδρασεν.

Εἶτα πάλιν τὸ δεύτερον ῥῆμα τὸ φάσκον· Οὐ κατὰ ἄνθρωπον τὰ ἀνθρώπινα. Μάνης ὁ μανεὶς ἀληθῶς, ὁ Πέρσης, ὁ τῆς μυσερᾶς εἰδωλολατρίας καὶ γυναικολατρίας δημιουργός, καὶ Εὐτυχὴς ὁ δυστυχής, λοιπὸν δὲ καὶ Σευῆρος καὶ οἱ τούτου ἀπόγονοι κακῶς νοοῦντες τὴν τοιαύτην φωνὴν τὴν φάσκουσαν Οὐ κατὰ ἄνθρωπον τὰ ἀνθρώπινα, σκοτισθέντες ἠρνήσαντο ὅλον τὸν τῆς ἐνανθρωπήσεως λόγον, μηδὲν τῶν καθ’ ἡμᾶς λέγοντες ὁμοούσιον ἡμῶν ἔχειν τὸν Χριστόν, οὐ σῶμα, οὐ ψυχήν, οὐ μορφήν, οὐ σχῆμα, οὐ ζωήν, οὐ βρῶσιν, οὐ πόσιν, οὐχ ὕπνον, οὐκ αὔξησιν, οὐ μετάστασιν, οὐ ῥύσιν, οὐ λύπην, οὐ τρῆσιν, οὐ ψηλάφησιν, οὐ κέντησιν, οὐ θάνατον, οὐ μετάστασιν, ἀλλὰ πάντα ἐν δοκήσει καὶ φαντασίᾳ πεποιηκέναι. «Τούτου γὰρ χάριν» φασὶν «ὁ μέγας Διονύσιος εἴρηκεν ὅτι Οὐ κατὰ ἄνθρωπον τὰ ἀνθρώπινα ἔδρασεν ὁ Χριστός, ἀλλ’ ἀνδρωθέντος θεοῦ καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένος.»

Ταύτην πᾶσαν τὴν φωνὴν οἱ νέοι τῶν παλαιῶν Μανιχαίων καὶ Σευήρων μαθηταὶ κακῶς καὶ μανιχαϊκῶς παρερμηνεύοντες φάσκουσιν ὅτι «Πάντα ὅσα ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν ἐλάλησεν ἢ ἔπραξε, θεανδρικὰ τυγχάνουσιν, κοινὰ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος ὑπάρχοντα καὶ κατὰ θεανδρικὴν ἐνέργειαν γινόμενα. Πρόδηλον ὅτι τῇ θεότητι αὐτοῦ καὶ τῇ ἀνθρωπότητι κοινῶς λογίζονται ὡς τῆς θείας τοῦ θεοῦ λόγου ἐνεργείας κατακρατούσης καὶ τῇ τοῦ κρείττονος ἐκνικήσει τὴν σάρκα καὶ πάντα <τὰ> τῆς σαρκὸς πρὸς τὴν θείαν ἐνέργειαν μεταποιησάσης.»

Πρὸς οὓς τῆς ἀντιῤῥητικῆς κωμῳδίας τὴν ἀρχὴν ἐντεῦθεν ποιητέον· ἄτρεπτον καὶ ἀναλλοίωτον ὑπάρχειν καὶ ἀνελλιπῆ καὶ ἀεὶ ὡσαύτως ἔχουσαν τὴν θείαν φύσιν τοῦ θεοῦ λόγου τοῦ σαρκωθέντος καὶ τὴν θείαν αὐτοῦ ἐνέργειαν αἱ θεῖαι ἡμᾶς διδάσκουσι γραφαί, ἀεὶ ὡσαύτως ἔχουσαν καὶ οὐ ποτὲ μὲν οὕτως, ποτὲ δὲ οὕτως παραλλαττομένην ἢ ἀλλοιουμένην. {2α}2 Λεγέτωσαν ἡμῖν λοιπὸν οἱ πάντα τὰ τοῦ Χριστοῦ ἐν παντὶ πράγματι θεανδρικὰ καὶ θεανδρικῶς γινόμενα λέγοντες· ζῶντος πρὸ τοῦ πάθους τοῦ παναγίου σώματος τοῦ Χριστοῦ, πρόδηλον ὅτι θεανδρικῶς ἔβλεπε τοὺς ἀνθρώπους ὁ Χριστός· εἶτα ἀποθανόντος αὐτοῦ ἐν τῷ σταυρῷ καὶ ἐλθόντος τοῦ Ἰωσὴφ καὶ Νικοδήμου κηδεῦσαι αὐτὸν νεκρόν, θεανδρικῶς ἔβλεπεν εἰς αὐτοὺς ὁ Χριστὸς ὥσπερ τὸ πρότερον ἢ θεϊκῶς καὶ μόνον ὡς στερηθέντος τοῦ σώματος τῆς θεωρητικῆς τῶν ὀφθαλμῶν ἐνεργείας; Καὶ εἰ μὲν θεανδρικῶς εἴπατε τὸν Χριστὸν θεωροῦντα τὸν Ἰωσήφ, εὔδηλοί ἐστε δοκήσει καὶ φαντασίᾳ τὸν θάνατον αὐτοῦ καταγγέλλοντες· εἰ δὲ τῇ θεϊκῇ καὶ ἀκοιμήτῳ καὶ ἀθανάτῳ τοῦ θεοῦ λόγου ἐνεργείᾳ καὶ μόνῃ ἑώρα τὸν Ἰωσήφ, οὐκέτι δύνασθε λέγειν πάντα τὰ κατὰ Χριστὸν θεανδρικῶς ἐνεργούμενα. {2β}2 Ἡσαΐας ὁ προφήτης ἡμᾶς διδάσκει ἐν πόνῳ εἶναι τὸν Χριστὸν ἡνίκα τὸν νῶτον αὐτοῦ ἔτυπτον Ἰουδαῖοι εἰς μάστιγας. Τυπτόμενος τοίνυν τὸν νῶτον ὡς ζῶν πρὸ τοῦ σταυροῦ καὶ νυττόμενος τῇ λόγχῃ τὴν πλευρὰν μετὰ θάνατον, τῆς αὐτῆς ἐνεργείας τοῦ πόνου <ᾐ>σθάνετο ἢ οὔ; Πρόδηλον ὅτι οὔ. Ὥστε οὐ μιᾶς καὶ τῆς αὐτῆς ἐνεργείας ἐστὶν ὁ Χριστός, οὔτε θεανδρικῶς τῶν ἀλγηδόνων ᾐσθάνετο, οὔτε θεανδρικῶς τὴν νέκρωσιν ἀναισθησίαν ἐκέκτητο. {2γ}2 Ἡνίκα Χριστὸς τῇ χειρὶ ἁψάμενος τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου ταύτην ἀνέστησε, πρόδηλον ὅτι κοινῶς κατὰ θεανδρικὴν ἐνέργειαν τὴν τοιαύτην θαυματουργίαν ἔπραξεν. Εἶτα ἡνίκα κηδευόμενος νεκρὸς ὑπὸ τῶν χειρῶν τοῦ Νικοδήμου τὰς χεῖρας ἐψηλαφᾶτο, θεανδρικὴν ἁφὴν καὶ ἐνέργειαν ὡς τὸ πρὶν εἶχον αἱ χεῖρες αὐτοῦ; Ἄπαγε, ἀλλὰ μόνην θεϊκήν. Ὥστε οὐ πάντως πάντα τὰ κατὰ Χριστὸν θεανδρικὰ δεῖ προσαγορεύειν. {2δ}2 Οὔτε γὰρ θεανδρικῶς πάλιν ἐστ<έρηται> τῆς κινήσεως ὁ Χριστὸς δεσμηθεὶς νεκρὸς ταῖς σι<ν>δόσι τοὺς πόδας, ἀλλ’ ἀνδρικῶς. Ἡ γὰρ ἀεικίνητος τοῦ θεοῦ λόγου τοῦ ἐν τῇ σαρκὶ ἐνέργεια ἄδεσμος καὶ ἀκώλυτος ἐτύγχανε, παντὶ διατρέχουσα καὶ νεκροῦ ὄντος τοῦ κυριακοῦ σώματος. {2ε}2 Ὁποίαν δὲ ἄρα χρὴ ὀνομάζειν καὶ τὴν ἀκουστικὴν δύναμιν τοῦ Χριστοῦ ἐν τῷ τάφῳ ὑπάρχοντος; Ἆρα κατὰ θεανδρικὴν ἀκοὴν τῶν ἀνθρωπίνων ῥημάτων ἤκουσεν; Ἄπαγε, ἀλλὰ κατὰ μόνην τὴν θεϊκὴν ἐνέργειαν. Ὥστε οὐ πάντα τὰ Χριστοῦ θεανδρικὰ δεῖ νοεῖν. {2ϛ}2 Ἀλλ’ οὐδὲ θεανδρικὴν λοιπὸν φωνὴν ἐν τῷ τάφῳ εἶχεν ὁ Χριστός, ἀλλὰ μόνην θεϊκὴν καὶ ἄῤῥητον καὶ ἀλάλητον καὶ ἀνεξάκουστον. {2ζ}2 Ἀλλ’ οὐδὲ θεανδρικὴν ἀφθεγξίαν, ἀλλὰ μόνην ἀνδρικήν. {2η}2 Ἀλλ’ οὐδὲ θεανδρικὴν ζωήν, ἀλλὰ μόνην θεϊκὴν εἶχεν ὁ Χριστὸς ἐν τῷ μνήματι. Θεανδρικὸν γὰρ τὸ ἐν ταῖς δύο αὐτοῦ φύσεσιν ὑπάρχον λέγεται καὶ διὰ τῶν δύο φύσεων πραττόμενον καὶ εἰς τὴν ὁλότητα τοῦ Χριστοῦ νοούμενον, καὶ εἰς τὴν θεότητα αὐτοῦ καὶ εἰς τὴν ἀνθρωπότητα κοινῶς ἐν ταῖς δύο φύσεσι Χριστοῦ συντεῖνον καὶ λεγόμενον. {2θ}2 Οὐ θεανδρικῶς ὑπ’ ἀνθρώπων ἐθεωρεῖτο ὁ Χριστός—θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε—, εἰ καὶ τὰ μάλιστα καθ’ ὑπόστασιν ὥσπερ ψυχὴ ἐν σώματι, οὕτως ὅλος διόλου ὁ θεὸς λόγος ἀπεριγράπτως ἥνωτο τῇ οἰκείᾳ ψυχῇ καὶ τῷ σώματι ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι· ἀλλ’ <οὐχ> ὅλως, ἵνα μὴ τοῖς ἀνθρωπίνοις ἡμῶν φυσικοῖς πάθεσι καὶ ἐνδείαις ὑποβάλλοντες τὸν ἀπαθῆ καὶ ἀνενδεῆ θεὸν λόγον τοῖς Ἀρειανοῖς περιπέσωμεν βρόχοις. Τούτου χάριν οὐ θεανδρικὰ πάντα τὰ τοῦ Χριστοῦ λέγομεν· οὔτε γὰρ πάντα πάντως τὰ αὐτοῦ δυνατὸν ἐπὶ τὴν ὁλότητα τῶν δύο φύσεων αὐτοῦ ἀναφέρεσθαι καὶ νοεῖσθαι.

Διὸ πάλιν λέγω· {2ι}2 Οὐ θεανδρικὴν λέγομεν τὴν μικροφυῆ τοῦ σώματος Χριστοῦ ἐν φάτνῃ σπαργάνωσιν καὶ πάλαι τιμίαν διάπλασιν. {2ια}2 Οὐ θεανδρικὴ ἡ κατὰ πρόσβασιν αὔξησις· θεότης γὰρ ἡ αὔξησις, οὐ προσλαμβάνει αὔξησιν. {2ιβ}2 Οὐ θεανδρικὴ ἦν ἡ κατὰ μέρος τριχῶν καὶ ὀνύχων καὶ ὀδόντων βλάστησις. {2ιγ}2 Οὐ θεανδρικὴ ἡ Χριστοῦ ψηλάφησις· ἀνέπαφον γὰρ τὸ θεῖον καὶ ἀψηλάφητον. {2ιδ}2 Οὐ θεανδρικὴ ἡ πεῖνα, ὁ ὕπνος καὶ ὁ κόπος· φησὶ γὰρ ἡ γραφὴ ὅτι Ὁ θεὸς οὐ πεινάσει, οὐ κοπιάσει, οὐδὲ ὑπνώσει. {2ιε}2 Οὐ θεανδρικὴ οἱαδήποτε Χριστοῦ ἐκ τοῦ σώματος ἐκκοπὴ ἢ ἔκρυσις ἢ ἀφαίρεσις· θεότης γὰρ ῥύσιν ἢ ἔκρυσιν δακρύου ἢ πτυέλου ἢ ἱδρῶτος ἢ αἵματος οὐχ ὑφίσταται. {2ιϛ}2 Οὐ θεανδρικαὶ αἱ τῶν ἥλων <πληγαὶ> καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν καὶ τῆς πλευρᾶς ὄρυξις· θεότης γὰρ οὐ τέμνεται οὔτε δι<ο>ρύττεται. {2ιζ}2 Οὐ θεανδρικὸς ὁ θάνατος· ἀθάνατος γὰρ ὁ ἀεὶ ζῶν θεὸς λόγος, ἀδιαίρετος τοῦ θανόντος αὐτοῦ σώματος.

Καὶ ὅπως συνελόντες <εἴπωμεν,> καθὼς ὁ μέγας Ἀμβρόσιος ὁ Μεδιολάνων εἰς τὸν περὶ σαρκώσεως λόγον ἐροῦμεν· φησὶ γὰρ ὁ τοιοῦτος θεσπέσιος Ἀμβρόσιος ὅτιπερ «Ὅσα λέγονται ἐπὶ τοῦ τῆς σαρκώσεως λόγου ἐν Χριστῷ, μὴ δυνάμενα λέγεσθαι καὶ ἀναφέρεσθαι καὶ ἐπὶ τοῦ πατρὸς καὶ ἐπὶ τοῦ παναγίου πνεύματος, ταῦτα πάντα οἰκεῖα καὶ πρέποντα καὶ ἁρμόζοντα τυγχάνει τῆς καθ’ ἡμᾶς ἐν Χριστῷ ἀνθρωπίνης πτωχείας καὶ φύσεως.»

Διατοῦτο οὖν καὶ ἡμεῖς οὐ θεανδρικὰ λέγομεν τὰ ἀνθρώπινα τοῦ Χριστοῦ, εἰ καὶ θεανδρικὸς ἦν, ἀδιαίρετος ἐν ἑκάστῳ πράγματι· ἀλλ’ ὅμως τὰ μὴ δυνάμενα οὐσιωδῶς νοεῖσθαι ἐπὶ τῆς θεότητος, ταῦτα οὐ θεανδρικὰ λέγομεν, ἀλλ’ οὐδὲ ψιλανδρικά, ἀλλὰ συνθέου σώματος καὶ ψυχῆς γνωριστικὰ καὶ σημαντικά.

«Ἀλλ’ οἰκειοῦτό» φησιν «ὁ θεὸς λόγος πάντα τὰ τοῦ σώματος, καὶ εἰς αὐτὸν λοιπὸν ταῦτα ἀναφέρονται.»

Οἰκειοῦτο; Πῶς εἰπέ μοι· λογιστικῶς καὶ συγκαταβατικῶς; ἢ οὐσιωδῶς εἰς τὴν οἰκείαν φύσιν ταῦτα ὁ λόγος πάσχων; Μὴ γένοιτο· ἀπαθὴς γὰρ ὁ θεῖος λόγος καὶ ἄθνηξ. Λοιπὸν μὴ τὴν συγκατάβασιν τῆς οἰκονομίας ἀλλοίωσιν τῆς θείας οὐσίας δογμάτιζε. Ἐπεὶ καὶ τὰς ἁμαρτίας ἡμῶν οἰκειώσατο, ἀλλὰ μὴν πάσης ἁμαρτίας ἀλλότριος διέμεινε· ὡσαύτως καὶ τὴν κατάραν ἡμῶν οἰκειώσατο, ἀλλὰ μὴν πάσης κατάρας τυγχάνει ἀνώτερος, ὡς τὴν εὐλογίαν τῷ κόσμῳ δωρησάμενος· ὁμοίως καὶ τὸν θάνατον ἡμῶν οἰκειώσατο, ἀλλὰ μὴν παντὸς θανάτου καὶ φθορᾶς ὁ θεὸς λόγος ξένος καὶ ἀλλότριος. Λοιπὸν μὴ ἐκλάμβανε τὴν οἰκείωσιν εἰς τὴν τῶν φύσεων ἀλλοίωσιν, ἀλλ’ ἐν ἰδιότητι τῇ κατὰ φύσ<ιν> ἑκατέρου πράγματος μένοντός τε καὶ νοουμένου.

Ταῦτα δέ μου διεξερχομένου καὶ τὰς τῶν αἱρετικῶν λαβὰς ἐννοουμένου, ὁ μέγας φωστὴρ καὶ τῆς ἀθανασίας ἐπώνυμος Ἀθανάσιος ἐπιστὰς θαῤῥεῖν διακελεύεται, ὡς καὶ αὐτοῦ τῆς τοιαύτης ἐννοίας καὶ δόξης ὑπάρχοντος. Λαβὼν γὰρ ὡς θεόφρων καὶ κορυφαῖος ὀρθοδοξίας παρὰ Πέτρου τοῦ κορυφαίου τῆς εὐσεβείας τὰ σπέρματα τοῦ Χριστοῦ παθόντος σαρκί, εἰς κανόνα τοῦτο ἀναφέρων ἀπλανῆ, πολυπλασιάζει αὐτὸ ὁ πατὴρ λέγων ὥσπερ Χριστοῦ παθόντος σαρκί, οὕτω καὶ «Χριστοῦ πεινάσαντος σαρκί», καὶ «Χριστοῦ διψήσαντος σαρκί», καὶ «Χριστοῦ ὑπνώσαντος σαρκί», καὶ «Χριστοῦ δακρύσαντος σαρκί», καὶ «Χριστοῦ προσευχομένου σαρκί», καὶ «Χριστοῦ κοπιάσαντος σαρκί». Ἔτερον δέ ἐστι τὸ εἰπεῖν «σαρκί», καὶ ἄλλο τὸ εἰπεῖν «θεοσαρκί»· τὸ μὲν γὰρ «σαρκὶ» τὴν φύσιν τὴν ἀνθρωπίνην δηλοῖ, τὸ δὲ «θεοσαρκὶ» ὅμοιόν ἐστι τοῦ θεανδρικοῦ, ὅπερ τὰς δύο τοῦ Χριστοῦ σημαίνει φύσεις.

Ὅμως εἰ καὶ σαρκὶ λέγομεν Χριστὸν πάντα τὰ ἀνθρώπινα πάθη ὑπομείναντα, οὐ ψιλῇ σαρκὶ ταῦτα λέγομεν—μὴ γένοιτο—, ἀλλὰ σαρκὶ καὶ ψυχῇ ἀδιαιρέτως ἡνωμένοις τῇ ἐν αὐτοῖς θεότητι ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι. Οὐ γὰρ σῶμα ψιλὸν ἀνθρώπου μεταλαμβάνομεν, ἀλλὰ σῶμα θεοῦ καὶ αἷμα θεοῦ ἀληθῶς. Καὶ διατοῦτο καὶ μητέρα θεοῦ τὴν παρθένον προσαγορεύομεν, καὶ τόκον θεοῦ τὸν ταύτης τόκον προσκυνοῦμεν, καὶ φάτνην θεοῦ καὶ σπάργανα θεοῦ καὶ πάντα τὰ κατὰ Χριστόν, θεοῦ, ἀληθινοῦ θεοῦ εἶναι ὁμολογοῦμεν ὡς εἰς θεὸν ἀληθῶς πιστεύοντες· ἐπικατάρατος γὰρ πᾶς ὁ ἔχων τὴν ἐλπίδα εἰς ψιλὸν ἄνθρωπον.

Καὶ ὅπως μή τις ἡμᾶς δόξῃ μανεὶς ὡς Μάνεντας ἀπαρνεῖσθαι τὴν τοῦ Χριστοῦ θεότητα καὶ ψιλὸν ἄνθρωπον αὐτὸν κηρύττειν, ἐροῦμεν καὶ ἅπερ κυρίως ὡς θεός, ἀληθῶς θεϊκῶς ὥσπερ ὁ πατήρ, ἐνήργησε καὶ ἐθαυματούργησε, μηδὲν ἐν τούτοις συνεργήσαντος ἢ ἁψαμένου τοῦ κυριακοῦ αὐτοῦ σώματος. Εἰσὶ δὲ ταῦτα τὸ ἀνατεῖλαι τοῖς μάγοις τὸν ἀστέρα καὶ ὁδηγῆσαι αὐτοὺς πρὸς αὐτόν, τὸ καταλάμψαι τοὺς ἀγραυλοῦντας ποιμένας, τὸ δοξολογηθῆναι ὑπὸ τῶν ἀγγέλων ἐν τῷ τόκῳ, ἡ ἴασις τοῦ παιδὸς τοῦ ἑκατο<ν>τάρχου, πρὸς ὃν οὐ παρεγένετο σαρκὶ ὁ Χριστός, ἡ ἴασις τῆς θυγατρὸς τῆς Χαναναίας, ἣν οὐκ ἐθεάσατο σαρκί, ὁ τοῦ ἡλίου σκοτασμὸς ἐπὶ τοῦ σταυροῦ, ἡ σχίσις τῶν πετρῶν, ἡ διάῤῥηξις τοῦ καταπετάσματος, ἡ τῶν μνημάτων ἄνοιξις, ἡ τῶν νεκρῶν ἀνάστασις, ὁ σεισμὸς τῆς γῆς ὁ ἐπὶ τοῦ σταυροῦ, ὁ ἄλλος σεισμὸς ὁ ἐν τῷ τάφῳ, καὶ πάντα τὰ ὅμοια τούτοις, ἐν οἷς οὔτε ἥψατο σαρκί, οὔτε χειρί, οὔτε δακτύλῳ.

Ὥσπερ γὰρ πάλιν κοινοπρεπῶς πως ἐθαυματούργει καὶ ἔπραττε, τουτέστι θεϊκῶς ὁμοῦ καὶ διὰ τοῦ σώματος, ταῦτα ἃ θεανδρικὴν ἐνέργειαν ὁ θεῖος Διονύσιος προσηγόρευσεν, οἷος ἦν ὁ παράδοξος αὐτοῦ τόκος ὁ ἐκ παρθένου θεανδρικὸς καὶ ὁ ἐπὶ τῆς θαλάττης Χριστοῦ περίπατος, τῆς μὲν θεότητος τὰ ὕδατα πηγνυμένης, τῆς δὲ σαρκὸς τοπικῶς μεθισταμένης, <ἅ>σπερ δύο θαυματουργίας ὡς μικτὰς οὔσας καὶ κοινοπρεπεῖς ἤγουν θεανδρικὰς παρήγαγε καὶ ὁ θεῖος Διονύσιος, θεανδρικὴ ἦν ἡ ἐνέργεια καὶ ἡ διὰ τοῦ πτύσματος ἀνάβλεψις τοῦ τυφλοῦ, καὶ ἡ διὰ τῶν δακτύλων Χριστοῦ ἴασις τοῦ κωφοῦ, καὶ ἡ διὰ τῆς ἁφῆς τῆς χειρὸς ἀνάστασις τῆς τοῦ ἀρχισυναγώγου θυγατρός, καὶ πάντα τὰ τούτοις ὅμοια, ἐν οἷς ὁ θεῖος λόγος κοινοπρεπῶς διὰ τῆς ἁγίας αὐτοῦ καὶ ἐνθέου σαρκὸς ἐποιεῖτο τεράστια.