Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Κεφάλαια ἓξ κατὰ Μονοθελητῶν

Ἀναστάσιος Σιναΐτης

Αναλογίες περί του ασύγχυτου των ενεργειών και η ερμηνεία της καινής θεανδρικής ενέργειας

Παράθεση φυσικών αναλογιών που καταδεικνύουν την ειρηνική συνύπαρξη των ενεργειών του Χριστού, και η ερμηνευτική προσέγγιση των Ανατολικών Πατέρων στην «καινή θεανδρική ενέργεια».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 6 από 8

Οἱ δὲ μιᾷ θεανδρικῇ ἐνεργείᾳ λέγοντες πάντα ἐνεργεῖν καὶ ποιεῖν καὶ πάσχειν τὸν Χριστόν, ὄντως ἄκοντες καὶ μὴ βουλόμενοι θεανδρικῶς κατὰ τὴν θεότητα αὐτοῦ καὶ τὴν ἀνθρωπότητα λέγουσιν αὐτὸν παθόντα καὶ κοπιάσαντα καὶ ἀγωνιάσαντα καὶ αὐξήσαντα καὶ προκόψαντα καὶ πεινάσαντα καὶ διψήσαντα καὶ ὁραθέντα καὶ ψηλαφηθέντα καὶ τυφθέντα καὶ ἀλογήσαντα καὶ νυχθέντα καὶ θανόντα καὶ νεκρωθέντα καὶ ταφέντα καὶ πάντα τὰ λοιπὰ τὰ ἀνοίκεια τῆς θεότητος ὑπομείναντα, ὅπερ δυσσεβὲς καὶ ἐμβρόντητον καὶ ἔστι καὶ γνωρίζεται· εἰ δὲ καὶ ὑποδείγμασι χρήσασθαι δεῖ, οὐκ ὀκνήσομεν.

{Κεφάλαια δεικνύντα σαφῶς ὅτι εἰ καὶ καθ’ ὑπόστασιν ἀδιαίρετος ἦν ὁ θεὸς λόγος ἐν τῇ οἰκείᾳ σαρκὶ καὶ ψυχῇ, ἀλλ’ ὅμως οὐ πάντως ὅτι ἔπαθεν εἰς ἰδίαν φύσιν τὰ τῆς σαρκὸς ἴδια, εἰ καὶ τὰ μάλιστα ὑπ’ αὐτοῦ ταῦτα αὐτῇ προσεγίνοντο, οὔτε θεανδρικὰ ἐγνωρίζοντο ὅλα, καθὼς οἱ κενολόγοι φαντάζονται.} Ὥσπερ ἡ ψυχὴ κατ’ εἰκόνα τοῦ θεοῦ λόγου ὑπάρχουσα καὶ καθ’ ὑπόστασιν ἡνωμένη τῷ σώματι, διὰ τῆς οἰκείας ζωτικῆς ἐνεργείας παρέχουσα τούτῳ τὴν αὔξησιν, αὕτη οὐκ αὔξει οὐδὲ προσλαμβάνεται καθάπερ τὸ σῶμα μέγεθος καὶ μῆκος καὶ πλάτος, οὕτω καὶ ὁ θεὸς λόγος· εἰ καὶ καθ’ ὑπόστασιν ἦν ἐν τῇ οἰκείᾳ σαρκί, ἀλλ’ αὐτοῦ μὴ αὐξοῦντος μήτε μέγεθος ὥσπερ τὸ σῶμα προσλαμβανομένου, οὐ θεανδρικὴ ἐνέργεια λέγεται ἡ αὔξησις τῆς ἡλικίας τοῦ Χριστοῦ, ἀλλὰ ἀνδρική. Προέκοπτε γὰρ σοφίᾳ καὶ ἡλικίᾳ σαρκός, οὐ προέκοπτε δὲ ὁ θεὸς λόγος ἡλικίᾳ· καὶ ὥσπερ πληροῦσα ὅλον τὸ σῶμα, ἐὰν κοπῇ ὁ δάκτυλος ἢ ὁ ὄνυξ, οὐ συντέμνεται καὶ μέρος τῆς ψυχῆς, καὶ διατοῦτο οὐ λέγεται σαρκοψυχῆς ἡ τοιαύτη τοῦ ὄνυχος ἐκκοπή, ἀλλὰ σαρκική, οὕτως οὐδὲ ἡ τοῦ Χριστοῦ περιτομὴ λέγεται θεανδρικὴ ἐκκοπή, ἀλλὰ σωματική. Οἱ δὲ πάντα τὰ Χριστοῦ κατὰ θεανδρικὴν ἐνέργειαν λέγοντες γεγονέναι, ἀνάγκην ἔχουσιν εἰπεῖν ὅτι σαρκὸς καὶ θεότητος ἀποβολὴν ἐποιήσατο ὁ Χριστὸς ἐν τῇ περιτομῇ.

Ὥσπερ ἡ φύσις τοῦ ἀέρος ἡ παρ’ ἡμῖν ἀόρατος καὶ ἀπερίγραπτος πληροῦσα τὸν οἷκον καὶ περιγράφουσα τὸν οἷκον οὐ συμπεριγράφεται τῷ οἴκῳ, καὶ διατοῦτο οὐ δυνάμεθα εἰπεῖν ἀερικὴν τὴν τοῦ οἴκου περιγραφήν, ἀλλ’ οἰκιακὴν περιγραφήν, οὕτω καὶ τὴν ἐνναμηνιαίαν ἐν τῇ μήτρᾳ τῆς ὑπερενδόξου θεοτόκου τοῦ Χριστοῦ περιγραφὴν οὐ κατὰ θεανδρικὴν ἐνέργειαν περιορισθεῖσαν λέγομεν. Ὁ γὰρ θεὸς λόγος ὁ ἐν τῇ σαρκὶ καὶ ἡ θεία αὐτοῦ καὶ ἀπερίγραπτος ἐνέργεια οὔτε ἐν τῇ μήτρᾳ, οὔτε ἐν τῇ σαρκί, οὔτε ἐν πάσῃ τῇ κτίσει περιγραφῆναι ἢ περιορισθῆναι δύναται.

Ὥσπερ γὰρ ὁ ἡμέτερος νοῦς, εἰκὼν καὶ αὐτὸς τοῦ θεοῦ ὑπάρχων καὶ ὑπόδειγμα, εἰ ἦν παντοδύναμος ὥσπερ ὁ θεὸς λόγος, εὑρίσκετο καὶ ἐν τῷ σώματι ἡμῶν ὑπάρχων καὶ ἐνεργῶν, εὑρίσκετο δὲ καὶ παντὶ ὅπου περιπολεῖ καὶ διατρέχει, καὶ χωρὶς σώματος ἐνεργῶν καὶ δημιουργῶν καὶ ἐπισκοπῶν καὶ θαυματουργῶν, οὕτω καὶ ἐπὶ τοῦ θεοῦ λόγου νοητέον καὶ σκοπητέον ὅτι γε καὶ τὸν οἰκεῖον ἄνθρωπον ἐπλήρου καὶ ἐν πάσῃ τῇ κτίσει ἀπεριγράπτως παρῆν ὡς θεὸς τῇ θεϊκῇ αὐτοῦ ἐνεργείᾳ ἐνεργῶν θεϊκῶς, ἀλλ’ οὐ θεανδρικῶς, ἔνθα οὐ παρῆν σωματικῶς, ἀλλὰ μόνῃ τῇ θείᾳ αὐτοῦ ἀπεριγράπτῳ φύσει.

Καὶ ὥσπερ ὁ ἥλιος, μία ὑπόστασις ὑπάρχων, ὁρᾶται ἐν δύο ἀμάχοις καὶ ἀδιαιρέτοις ἐνεργείαις—ἔχει γὰρ τὴν φωτιστικὴν καὶ ἔχει τὴν καυστικὴν ἐνέργειαν—, οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος Χριστὸς ἀμάχους καὶ ἀδιαιρέτους ἔχει τὴν θείαν αὐτοῦ καὶ τὴν θεόκτιστον καθ’ ἡμᾶς ἐνέργειαν.

Ὥσπερ ἡ πεπυρωμένη μάχαιρα τέμνουσα δείκνυσιν ἀδιαιρέτους δύο ἐνεργείας, τῆς ὀξύτητος τοῦ σιδήρου καὶ τῆς ἐκκαύσεως τοῦ πυρός, μὴ ἐναντιουμένας ἀλλήλαις, οὕτω δυνατὸν καὶ ἐν τῷ Χριστῷ εὐσεβῶς νοεῖν τὰς εἰρηναίας αὐτοῦ ἑτερογενεῖς ἐνεργείας.

Ὥσπερ ἡ φύσις τοῦ φωτὸς πληροῦσα τὸν οἶκον ἔσωθεν καὶ ἔξωθεν κατὰ τὴν οἰκείαν ἀψηλάφητον καὶ ἄϋλον ἐνέργειαν, σχιζομένου εἰς δύο τοῦ οἴκου κατὰ τὴν παθητὴν ὑλικὴν τῶν κτισμάτων φύσιν καὶ ἐνέργειαν, οὔτε συσχίζεται τὸ φῶς, οὔτε ὅλως πάσχει, οὔτε ὅλως τοῦ οἴκου χωρίζεται, οὕτω καὶ τὸ φῶς τὸ ἀληθινὸν ὁ θεὸς λόγος ὢν ἐν τῷ ἰδίῳ οἴκῳ τοῦ σώματος καὶ τῆς ψυχῆς ἔνδοθεν καὶ ἔξωθεν, σχισθέντος καὶ λυθέντος τοῦ τοιούτου ναοῦ εἰς δύο διὰ τοῦ θανάτου κατὰ τὴν παθητὴν ἡμῶν ἐνέργειαν, ἔμεινεν ὁ θεὸς λόγος ἀπαθὴς κατὰ τὴν ἄτρεπτον αὐτοῦ καὶ ἀθάνατον ἐνέργειαν ἐν αὐτῷ.

Ὥσπερ ἐν ἑνὶ προσώπῳ τοῦ ἀνθρώπου, τοῦ νοὸς διὰ τῆς οἰκείας ἀοράτου ἐνεργείας γεωργοῦντος τὰ τῶν γραφῶν νοήματα καὶ τῆς χειρὸς διὰ τῆς κινητικῆς αὐτῆς ἐνεργείας γραφούσης τὰ τοιαῦτα νοήματα, οὐδαμῶς αἱ δύο αὖται ἐνέργειαι πρὸς ἀλλήλας στασιάζουσιν, οὕτως οὐδὲ αἱ τοῦ Χριστοῦ ἐνέργειαι πρὸς ἀλλήλας ἐστασίαζον· ἤγετο γὰρ καὶ ἐχαλιναγωγεῖτο καὶ ὑπετάττετο ἡ τοῦ δούλου μορφὴ καὶ θέλησις καὶ ἐνέργεια τῇ τοῦ δεσπότου θεοῦ λόγου μορφῇ καὶ ῥοπῇ καὶ βουλήσει καὶ ἐνεργείᾳ, ὅσ<α> ἂν βούλεται καὶ ὡς βούλεται καὶ ὅτε βούλεται παραχωροῦντος ἐνεργῆσαι τῇ ἡμετέρᾳ φύσει τὰ οἰκεῖα διὰ τῆς καθ’ ἡμᾶς φύσεως, λέγω δὴ τὰ συστατικὰ καὶ τηρητικὰ αὐτῆς θεό<σ>δοτα πράγματα, ὧν χωρὶς βροτεία φύσις οὔτε ζῇ, οὔτε ὅλως συνίσταται, τουτέστιν ἀναπνοήν, βρῶσιν, πόσιν, ὕπνον, ἄνεσιν, λαλιάν, νόησιν, ἐπιθυμίαν, αὔξησιν, κίνησιν, μετάστασιν, καὶ τὰ τούτοις ὅμοια καὶ θεόκτιστα καὶ θεό<σ>δοτα καὶ καθαρὰ καὶ ἄμεμπτα καὶ ἀδιάβλητα καὶ ἀναμάρτητα πράγματα, δι’ ὧν καὶ ἐν οἷς ζῇ καὶ συνίσταται διὰ θεοῦ ἡ καθ’ ἡμᾶς φύσις.

Ὥσπερ μὴ χωριζομένου τοῦ ἡλίου ἐκ τοῦ οὐρανοῦ, ἡ τούτου οὐσιώδης ἀκτίς, καταδύσασα ἐν τῇ γῇ, διὰ τῆς οἰκείας δυνάμεως καὶ ἐνεργείας ἐδημιούργησεν ἐκ τῆς γῆς φοίνικά τινα ἄσπορον καὶ συνεπλάκη καὶ ἡνώθη αὐτῷ καθ’ ὑπόστασιν ἔσωθεν καὶ ἔξωθεν· καὶ αὐξοῦντος τοῦ φοίνικος, σύνεστιν αὐτῷ ὁ ἥλιος καὶ οὐκ αὐξεῖ ὁ ἥλιος· καὶ ἀνθοῦντος τοῦ φοίνικος, οὐκ ἀνθεῖ ὁ ἐν αὐτῷ ἥλιος· καὶ καθαιρομένου τοῦ δένδρου, οὐ συγκαθ<αίρε>ται ὁ ἐν αὐτῷ ἥλιος· καὶ περιτεμνομένου τοῦ ξύλου, οὐ συντέμνεται ὁ ἐν αὐτῷ ἥλιος· καὶ κατακαμπτομένου καὶ οἱονεὶ γόνυ κλίνοντος τοῦ δένδρου, οὐ συγκλίνει καὶ συνεύχεται ὁ ἐν αὐτῷ ἥλιος· καὶ στυγνάζοντος καὶ σχεδὸν λυπουμένου ἐκ πάθους τοῦ φυτοῦ, οὐ συστυγνάζει ὁ ἐν αὐτῷ ἥλιος· καὶ μαραινομένου τοῦ δένδρου καὶ διψοῦντος τοῦ ξύλου, οὐ συνδιψᾷ ὁ ἥλιος· καὶ ξηραινομένου τοῦ δένδρου, οὐ συνξηραίνεται ὁ ἥλιος· καὶ σχιζομένου εἰς δύο, οὐ συσχίζεται ὁ ἥλιος· καὶ πάλιν συναπτομένου καὶ ἀνακαινιζομένου καὶ ἀναζῶντος τοῦ φυτοῦ, οὐκ ἀνακαινίζεται οὔτε ἀναζῇ ὁ ἐν αὐτῷ ἥλιος, ἀλλὰ ἀναλλοίωτος καὶ ἀπαθὴς καὶ ἀμετάβλητος καὶ ἀχώριστος καὶ ἀπαράλλακτος μένει ὁ ἥλιος· οὕτω νόησον καὶ ἐπὶ Χριστοῦ ἑτέραν μὲν τὴν ἀνθρωπίνην αὐτοῦ ἐνέργειαν, ἑτέραν δὲ τὴν τοῦ θεοῦ λόγου ἀναλλοίωτον καὶ ἀπαθῆ καὶ ἀπερίγραπτον ἐνέργειαν κατὰ τὸ τοῦ φοίνικος ὑπόδειγμα.

Εἴρηται γοῦν ὑπ’ αὐτοῦ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, τουτέστι τὴν θεότητα συνάψαι τῇ ἀνθρωπίνῃ καὶ χοϊκῇ φύσει. Οὐκοῦν ὅπερ καὶ πάλαι εἶπον, ὑποθώμεθα εἶναι ἐκεῖνον τὸν ἐν τῇ καμίνῳ ὁραθέντα ἐν ὁμοιώματι υἱοῦ ἀνθρώπου, αὐτὸν κατὰ ἀλήθειαν εἶναι τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, ὃν καὶ προεμήνυσε τέλειον ὄντα, ἔσωθεν καὶ ἔξωθεν τῇ τῆς φλογὸς θεότητι περιειλημμένον καὶ ἀσυγχύτως συγκεκραμένον, ὡσαύτως καὶ τέλειον ἐν ἀνθρωπότητι, σῶμα καὶ ψυχὴν καὶ νοῦν καὶ βούλησιν καὶ ἐνέργειαν καὶ πάντα ὅσα ἔκτισεν ἐν τῷ ἀνθρώπῳ ἔχοντα, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, μόνης δὲ τῆς ἁμαρτίας ἐλεύθερον.

Ὥσπερ οὖν εἰ ἔνδον ἐν τῇ καμίνῳ τοῦ πυρὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ σύνπυρος καὶ σύνσωμος καὶ σύμψυχος ηὔξησε καὶ περιετμήθη καὶ ἔφαγε καὶ ἔπιε καὶ ἐκοπίασε καὶ ἔκλαυσε καὶ ἠγωνίασε καὶ ἔπτυσε καὶ ὕπνωσε καὶ ἵδρωσε καὶ ἐδεσμήθη καὶ ἐῤῥαπίσθη καὶ προσηλώθη καὶ ἐκεντήθη καὶ ἀπέθανε καὶ ἀνέστη, οὔτε ἐβλάπτετο τὸ πῦρ ἐκ πάντων τῶν παθημάτων αὐτοῦ, οὔτε ἐχωρίζετο, οὔτε ἐμιαίνετο, οὔτε ἔπασχεν εἰς ἰδίαν φύσιν ἡ ἡνωμένη αὐτῷ φλὸξ οἱονδήποτε τῶν τοῦ οἰκείου σώματος παθημάτων, οὕτω πιστεύω καὶ ὁμολογῶ τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ ἐξ αὐτῆς τῆς ἄκρας ἑνώσεως ἀδιαίρετον καὶ τέλειον ἐν θεότητι καὶ ἐν ἀνθρωπότητι, ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι, μὴ ἀφισταμένης τῆς θεότητος αὐτοῦ ἐκ τῆς αὐτοῦ ἀνθρωπότητος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Τοσαῦτα μὲν ἡμῖν τὰ περὶ ὑποδειγμάτων τοῦ ἀνυποδειγματίστου καὶ ἀτεκμάρτου καὶ ἀνεξεικονίστου καὶ ἀνομοίου καὶ ἀκαταλήπτου τῆς ἑνώσεως Χριστοῦ μυστηρίου· πῶς δὲ λοιπὸν καὶ ἡμεῖς νοοῦμεν τὰς τοῦ θεσπεσίου Διονυσίου προειρημένας εἰς Χριστὸν φωνάς, ἀναγκαῖον εἰπεῖν. Οὐ κατὰ θεὸν γάρ φησι τοῦ λοιποῦ τὰ θεῖα ἔδρασε, τοῦτό ἐστιν, οὐκέτι τοῦ λοιποῦ γυμνὸς θεὸς ὑπάρχων, ἀλλ’ ἔνσαρκος θεὸς ὁμοῦ τε καὶ ἔμψυχος· διὸ οὐδὲ κατὰ ἄνθρωπον τὰ ἀνθρώπινα ποιεῖ ὡς ἔνθεος ἄνθρωπος, ἀλλ’ οὐ ψιλάνθρωπος ὁ φύσει φιλάνθρωπος· ἀλλ’ ἀνδρωθέντος θεοῦ καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένος. Καινήν· τουτέστι ξένην, θαυμαστὴν καὶ παράδοξον. Τὴν θεανδρικήν· τουτέστι τὴν μικτήν, τὴν κοινῶς διὰ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος ἐν τῷ ἅμα πραττομένην, οἵα ἦν κἀκείνη ἡ δι’ ἐμφυσήματος στοματικοῦ τοῖς μαθηταῖς μετάδοσις πνεύματος θεϊκοῦ, καὶ ἡ ἐκ πλευρᾶς θεανδρικὴ θαυματουργία, ἀνδρικὴ μὲν ὡς ῥευστή, θεϊκὴ δὲ ὡς νεκροῦ σώματος αἵματος γεννητικοῦ.

Τινὲς δὲ πάλιν Ἀνατολικοὶ καὶ οὕτως ἡρμήνευσαν τὴν τοιαύτην τοῦ Διονυσίου φωνήν, φάσκοντες ὡς «Οὐκ εἴρηκεν ὁ διδάσκαλος οὕτως ἀπολελυμένως ὅτι “Καινῇ τινι θεανδρικῇ ἐνεργείᾳ πάντα ἐν ἡμῖν ὁ Χριστὸς πεπολίτευται”, ἀλλὰ “καινήν τινα καὶ ξένην, ὡς παρὰ ἀνθρώποις ἀσυνήθη, τὴν θεανδρικὴν καὶ μικτὴν αὐτοῦ ἐνέργειαν ἡμῖν ἐνδειξάμενος.”»

«Εἰπὼν δέ» φησιν «ὁ διδάσκαλος μετὰ τοῦ ἄρθρου τὴν λέξιν καὶ φάσκων ὅτι καινήν τινα τὴν θεανδρικήν, ἐσήμανε καὶ ἑτέραν ἁπλῆν ἐνέργειαν, δι’ ἧς ὁ θεὸς λόγος ὡς ἀπερίγραπτος ἐνήργει ἐν οὐρανῷ καὶ ἐν πάσῃ τῇ κτίσει, ἔνθα οὐ παρῆν τὸ περιγραπτὸν αὐτοῦ σῶμα», ὡς πολλάκις εἴπομεν. Εἰ δὲ μία καὶ μόνη ἐνέργεια ὁ Χριστὸς καὶ αὕτη σύνθετος, ποῦ θήσομεν τὰς θείας αὐτοῦ τῆς θεότητος προνοητικὰς καὶ δημιουργικὰς καὶ ἀνεκλείπτους καὶ νοερὰς καὶ ἱερὰς καὶ ἀκλινεῖς καὶ διεξοδευτικὰς καὶ ἀτελευτήτους καὶ θεαρχικὰς καὶ πρώτας καὶ μέσας καὶ τελευταίας ἐνεργείας, ἃς ὁ αὐτὸς ἀποστολικὸς Διονύσιος ἐπὶ τῆς θεότητος ἀπηρίθμησε πρὸ βραχέος;

Εἰ οὖν τέλειον θεὸν ὁμολογεῖτε τὸν Χριστόν, ἐν τῇ ὑμετέρᾳ φιλανθρωπίᾳ ἐστὶ τὸ μὴ ἀποστερῆσαι αὐτὸν κἂν τῶν προσόντων τῇ θεότητι αὐτοῦ ἐνεργειῶν, καθὼς ἀπεστερήσ<α>τε αὐτὸν τῶν ἀνηκόντων τῇ ἀνθρωπότητι αὐτοῦ, περὶ ὧν ὁ αὐτὸς Διονύσιος λέγει ὅτι Φθορά ἐστι φύσεως ἀσθένειά τε καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεών τε καὶ ἐνεργειῶν καὶ δυνάμεων.