Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Κεφάλαια ἓξ κατὰ Μονοθελητῶν

Ἀναστάσιος Σιναΐτης

Κεφάλαιο ΣΤ΄: Έλεγχος της διδασκαλίας περί μίας σύνθετης ενέργειας

Ανασκευή της θέσης των Μονοθελητών περί μίας σύνθετης θεανδρικής ενέργειας, με επιχειρήματα κατά της τοπικής έκτασης της ουσίας του Λόγου και υπέρ του εκούσιου χαρακτήρα των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 2 από 8

{Κεφάλαιον [ϛʹ] ἐν ᾧ αἱ ἀντιθέσεις τῶν ἐναντίων εὐσεβῶς σαφηνίζονται ὑφ’ ἡμῶν.} «Ἀλλὰ τῆς θεότητος τοῦ λόγου» φησὶν «ἐν τῇ σαρκὶ ὑπαρχούσης καὶ κατακρατούσης, εἰς αὐτὴν πᾶσα ἡ τῆς ἀνθρωπότητος αὐτοῦ δύναμις καὶ ἐνέργεια ἀναφέρεται, μία ἐνέργεια σύνθετος λεγομένη.»

Πρὸς ταύτην σου τὴν ἀντίθεσιν ἄκουσον, τί πρὸς ἡμᾶς τις τῶν ἐξωτικῶν ἔφησε· «Ποῦ γάρ» φησιν «ἢ ἐν ποίῳ τόπῳ οὐκ ἔστιν ἡ θεότης ἡ ἀπερίγραπτος τοῦ θεοῦ λόγου, ἡ τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦσα καὶ πάντα τὰ ἔθνη ὡς σταγόνα ἀπὸ κάδου περιγράφουσα; Οὐ γὰρ περιεγράφη ἐν σαρκὶ ἡ τοῦ λόγου θεότης· αὐτὸς γάρ ἐστιν ὁ λέγων ὅτι Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, δῆλον δὲ ὅτι ἀπεριγραψίᾳ τῆς ἀπεριορίστου αὐτοῦ οὐσίας. Τί οὖν; ἐπειδὴ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν ἄβυσσον καὶ πᾶσαν τὴν ὁρωμένην καὶ νοουμένην κτίσιν πληροῖ, πᾶσα ἡ τῶν ἀγγέλων καὶ ἀλόγων καὶ πετεινῶν καὶ ἰχθύων καὶ φυτῶν ἐνέργεια εἰς τὴν θεότητα αὐτοῦ τὴν ἐν πάσῃ τῇ κτίσει ὑπάρχουσαν ἀναφέρεται καὶ μία σύνθετος φύσις καὶ ἐνέργεια θεανδρικὴ λέγεται; Ἄπαγε.»

Εἶτα ἡμῶν πρὸς ταῦτα ἀντειρηκότων καὶ φασκόντων ὅτι οὐχ ὡς ἐν τῇ λοιπῇ κτίσει ὑπῆρχεν ὁ θεὸς λόγος ἐν τῇ ἡνωμένῃ αὐτῷ ἀδιαιρέτῳ ψυχῇ καὶ σαρκί, ἀλλὰ κατ’ οὐσίαν ὁ θεὸς λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἀντέθηκεν ἐκεῖνος λέγων· «Καὶ πῶς ὡς θεὸς πληροῖ τὸν οὐρανὸν καὶ τὴν γῆν; Ὅπερ καὶ ἑρμηνεύων ὁ σοφὸς Κλήμης ἐν τοῖς Στρωματεῦσί φησιν ὅτι “Ὥσπερ κατ’ οὐσίαν πληροῖ ἡ ψυχὴ τὸ σῶμα, οὕτω πληροῖ καὶ ζωοποιεῖ ὁ θεὸς τὰ ἐν οὐρανοῖς καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν κατ’ οὐσίαν.”»

Εἰ δὲ ἐν μόνῳ τῷ κατ’ οὐσίαν ἑνωθέντι αὐτῷ ἀνθρώπῳ ὁ θεὸς λόγος ὑπάρχει κατ’ οὐσίαν, εἴπατε ἡμῖν, παρακαλῶ· ἰδοὺ ἐν τῷ θανάτῳ τοῦ Χριστοῦ διῃρέθη εἰς δύο ὁ κατ’ αὐτὸν ἡνωμένος ἄνθρωπος, τοῦ μὲν σώματος ἄνω ἐν τῷ τάφῳ ἐπὶ γῆς μείναντος, τῆς δὲ ψυχῆς κάτω ἐν τοῖς καταχθονίοις ἐν τῷ ᾅδῃ κατελθούσης. Ἡ οὐσία οὖν τῆς θεότητος τοῦ λόγου ἐὰν οὐδαμοῦ ἦν ἐπὶ τῆς γῆς εἰ μὴ ἐν τῇ ἡνωμένῃ αὐτῇ ψυχῇ καὶ τῷ σώματι, πρόδηλον ὅτι καὶ αὐτὴ εἰς δύο διετμήθη, ἵνα μὴ διαιρεθῇ ἐκ τῆς ψυχῆς ἢ τοῦ σώματος, ἄθεα ταῦτα καὶ ἔρημα καταλιποῦσα. Εἰ δὲ λέγεις μοι ὅτι ὥσπερ ῥητίνη δένδρου διετάθη καὶ ἠκολούθησε τῇ ψυχῇ ἐκ τοῦ σώματος κατερχομένῃ ἐν τῷ ᾅδῃ καὶ ὥσπερ σχοῖνος συνεῖχεν ἄνω μὲν τὸ σῶμα, κάτω δὲ τὴν ψυχὴν ὁ λόγος, μύθους καὶ φληνάφους λέγεις· πρῶτον μὲν ὅτι ἡ ἀπερίγραπτος θεότης οὔτε ἐκτείνεται, οὔτε κατέρχεται, οὔτε ἀνέρχεται· δεύτερον δὲ ὅτι ἐὰν ὡς σχοῖνος ἐξετάθη ὁ θεὸς λόγος ἀπὸ τοῦ σώματος ἐν τῷ ᾅδῃ, πρόδηλον ὅτι ἐπλήρωσε καὶ τοὺς μεταξὺ τῶν ἐπιγείων καὶ καταχθονίων τόπους δι’ ὧν παρῆλθε, καὶ οὐκέτι ἐν μόνῃ τῇ σαρκὶ καὶ τῇ ψυχῇ ὑπῆρχε τῇ ἑαυτοῦ, ἀλλὰ καθ’ ὃν τρόπον τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῖ, οὕτω καὶ τὸν ἡνωμένον αὐτῷ ἐπλήρου ἄνθρωπον. Καὶ ὥσπερ αἱ ἐνέργειαι τοῦ οὐρανοῦ καὶ τῆς γῆς οὐκ ἀναφέρονται εἰς αὐτόν, οὕτως οὔτε ἡ ἐνέργεια τοῦ ἡνωμένου αὐτῷ ἀνθρώπου ἤγουν τοῦ ναοῦ τοῦ λυθέντος ἐν τῷ πάθει ἀναφέρεται εἰς τὸν μὴ λυόμενον θεὸν λόγον. Καὶ γὰρ καὶ περὶ ἡμῶν πάντων φησὶν ὁ Ἀπόστολος ὅτι Ἐν τῷ θεῷ λόγῳ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, καὶ οὐ παρατοῦτο πάντων ἡμῶν αἱ κινήσεις καὶ ἐνέργειαι εἰς αὐτὸν ἀναφέρονται.

«Ἀλλ’ ἐχαλιναγ<ωγεῖτό>» φησιν «[ὁ] ὑπὸ τῆς θεότητος τοῦ λόγου ὁ ἡνωμένος αὐτῷ ἄνθρωπος· καὶ ὑπέκειτο καὶ ἤγετο τῇ ῥοπῇ καὶ ἐνεργείᾳ καὶ βουλήσει τοῦ δεσπότου ἡ τοῦ δούλου μορφή.»

Τίνος γάρ, εἰπέ μοι, οὐ δεσπόζει καὶ κυριεύει ὁ θεὸς λόγος ὁ φέρων καὶ μεταφέρων καὶ ποιῶν καὶ μεταποιῶν τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ; Διὸ καὶ ἔλεγε πρὸς αὐτὸν ὁ προφήτης ὅτι Τὰ σύμπαντα δοῦλα σά· καὶ μὴν οὐ παρὰ τὸ εἶναι τὰ πάντα δοῦλα καὶ ὑποπόδια αὐτοῦ ἀναφέρονται πάντων τῶν ὑποκειμένων αὐτ<ῷ> αἱ ἐνέργειαι εἰς αὐτόν.

«Ἀλλ’ ἑκουσίως» φησὶ «καὶ οὐκ ἔκ τινος ἀνάγκης καθ’ ἡμᾶς ὑπέκειτο καὶ κατεδέξατο καὶ ἔπραξε τὰ ἀνθρώπινα ὁ Χριστός· καὶ λοιπὸν τὰ ἑκουσίως καὶ οὐκ ἐξ ἀνάγκης γινόμενα εἰς νόμον φύσεως οὐκ ἀναφέρονται.»

Ὁρᾷς ὅτι ὅλος ὑμῶν ὁ σκοπὸς πρὸς ἀνατροπὴν πάσης τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ ὁρᾷ καὶ ἀγωνίζεται; Ἑκουσίως γὰρ πάντα πεποίηκε καὶ οὐκ ἔκ τινος ἀνάγκης· λοιπὸν μηδὲν τῶν ἐν Χριστῷ εἰς ἀληθείας φύσιν ἢ νόμον ἀναφερέσθω. Ἑκούσιος γὰρ ἡ ἐξ οὐρανοῦ κατάβασις, ἑκούσιος ἡ σάρκωσις, ἡ κύησις, ἑκούσιος ὁ χρόνος, ὁ τόκος, ἡ αὔξησις τῆς ἡλικίας, ἡ γαλούχησις, ἡ πεῖνα, ἡ δίψα, ὁ κόπος, ὁ ὕπνος, τὰ πάθη ἑκούσια, ὁ σταυρός, ὁ θάνατος, ἡ ἀνάστασις· λοιπὸν μηδὲν τούτων εἰς ὅρον οὐσίας ἢ φύσεως εἴπωμεν, ἀλλὰ δοκήσει καὶ φαντασίᾳ ἑκουσίῳ αὐτὰ λογισώμεθα. Οὐ μόνον δέ, ἀλλὰ καὶ πᾶσαν τὴν ὁρωμένην καὶ νοουμένην κτίσιν ἑκουσίως ἐποίησε· μηδὲν λοιπὸν ἐν αὐτῇ εἰς ὅρον ἣ νόμον ἢ τάξιν φύσεως λογισώμεθα. Πρώτου δὲ τοῦ Μάνεντός ἐστι τοῦτο τὸ ἐφεύρεμα· ἐκεῖνος γὰρ φαντασίαν ὅλην τὴν ἔνσαρκον οἰκονομίαν λογιζόμενος, ἔφασκεν ὅτι τὰ ἑκουσίως καὶ οἰκονομικῶς γινόμενα εἰς νόμον ἢ εἰς ὅρον φύσεως οὔτε ἀναφέρονται, οὔτε ὅλως γνωρίζονται.

Φέρε λοιπὸν καὶ πρὸς ἕτερον αὐτῶν ἄπορον, μᾶλλον δὲ ψυχρόν τε καὶ ἄπειρον τῷ λόγῳ χωρήσωμεν, ὅπερ αὐτοῖς ἐκ τοῦ ὕψους τοῦ δεσποτικοῦ καὶ βασιλικοῦ ἐκριφεὶς καὶ εἰς τοὺς Αἰγυπτιακοὺς συῶνας ἀγελιζόμενος παρέδωκε φάσκων ὅτι «Μετὰ τὴν ἄφραστον ἕνωσιν οἱ ἅγιοι πατέρες ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι κοινὴν ἢ σύνθετον ἢ θεανδρικὴν ἐνέργειαν λέγουσιν ἐνεργεῖν τὸν Χριστόν.»

Ἀρχὴ δὲ τῆς αὐτῶν καταλύσεως γενέσθω ἡμῖν αὐτὸς ὁ ὑπ’ αὐτῶν βλασφημούμενος Χριστὸς λέγων· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. Ἰδοὺ ἐπὶ τῆς γῆς τὰς διατριβὰς ὁ Χριστὸς ποιούμενος λέγει ἑαυτὸν καὶ ἐν τῷ οὐρανῷ εἶναι πρὸ τῆς εἰς οὐρανοὺς ἀπὸ γῆς ἀναλήψεως. Πῶς, εἰπέ μοι, ἐνήργει ἐν τῷ οὐρανῷ πρὸ τοῦ ἀνελθεῖν τὴν σάρκα ἐν τῷ οὐρανῷ; Θεανδρικῶς ἆρα ἢ θεϊκῶς καὶ μόνον; Καὶ ἐὰν εἴπῃ σοι ὅτι θεανδρικῶς ἢ κοινῶς ἢ συνθέτως, ἐλέγχεται φαντασίαν λέγων τὸν τῆς σαρκώσεως λόγον, ἐπὶ γῆς καὶ ἐν οὐρανοῖς εἶναι τὴν Χριστοῦ σάρκα φανταζόμενος· εἰ δὲ τῇ θεϊκῇ καὶ μόνῃ ἐνεργείᾳ τῇ ἀπεριγράπτῳ ἐνήργει ἐν οὐρανῷ πρὸ τῆς ἀπὸ γῆς ἀναλήψεως, ὤλολαν καὶ πεπτώκασιν ὑμῶν οἱ ληρώδεις μῦθοι οἱ φάσκοντες ὅτι μετὰ τὴν σάρκωσιν θεανδρικῇ καὶ συνθέτῳ ἐνεργείᾳ ἐνήργει ὁ Χριστὸς ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι. Τῆς γὰρ φύσεως καὶ ἐνεργείας τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐν μόνῃ τῇ Ἰουδαίᾳ διατριβούσης, ἡ τὸν κόσμον πληροῦσα καὶ παντὸς ὑπάρχουσα τοῦ θεοῦ λόγου ἐνέργεια, τί, εἰπέ μοι, ἀνδρικῶς ἐνήργησεν ἐν ταῖς ἀνατολικαῖς ἢ δυτικαῖς καὶ νοτίαις χώραις καὶ νήσοις καὶ ἠπείροις καὶ ἐρήμοις καὶ μεσογείοις, ἐν αἷς σαρκὶ Χριστὸς οὐδαμῶς ὤφθη ἢ παραγέγονεν; Εἰ γὰρ καὶ ἡνώθη τῷ ἀπεριγράπτῳ θεῷ λόγῳ ὁ καθ’ ἡμᾶς ἄνθρωπος, ἀλλ’ οὖν οὐ μετεποιήθη εἰς τὴν ἀπεριγραψίαν καὶ παντοτοπίαν αὐτοῦ. Ὁ γὰρ θεὸς λόγος καὶ ἡ τούτου ἐνέργεια, τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦσα, παντὶ ἐνεργεῖ· ὁ δὲ καθ’ ὑπόστασιν ἡνωμένος αὐτῷ περιγραπτὸς ἄνθρωπος, ὅτε ἦν ἐν τῇ μήτρᾳ τῆς παρθένου, οὐδὲν ἐνήργει χωρὶς τῆς μητρός· καὶ ὅτε ἐτέχθη Χριστὸς ἐκ μητρός, οὐδὲν ἐνήργει τὸ σῶμα αὐτοῦ λοιπὸν ἐν τῇ μητρί· καὶ ὅτε ἦν ἐν τῇ Ναζαρέτ, οὐκ ἐνήργει θεανδρικῶς ὁ Χριστὸς ἐν τῇ Σιών· καὶ ὅτε ἦν ἐν τῇ φάτνῃ, οὐκ ἐνήργει θεανδρικῶς ἐν Αἰγύπτῳ· καὶ ὅτε ἦλθεν εἰς Αἴγυπτον, οὐκ ἐνήργει θεανδρικῶς ἐν Συρίᾳ· καὶ ὅτε ἦν ἐπὶ σταυροῦ, οὐ παρῆν θεανδρικῶς ἐν Ναζαρέτ· καὶ ὅτε ἦν ἐν τῷ τάφῳ, οὐκ ἐνήργει θεανδρικῶς ἐν τῷ τάφῳ, νεκρὰς ἔχων τὰς ἐνεργητικὰς τοῦ σώματος αἰσθήσεις· καὶ ἁπλῶς, ὅτε ἦν ἐπὶ τῆς γῆς, οὐκ ἐνήργει θεανδρικῶς ἐν τῷ οὐρανῷ· καὶ νῦν ὑπαρχούσης περιγραπτῆς τῆς σαρκὸς ἐν οὐρανῷ, οὐκ ἐνεργεῖ νῦν θεανδρικῶς ἐπὶ τῆς γῆς, ἀλλὰ κατὰ τὴν θείαν αὐτοῦ καὶ παγκόσμιον καὶ ἀπερίγραπτον ἐνέργειαν.

Οἱ δὲ μιᾷ θεανδρικῇ ἐνεργείᾳ λέγοντες τὸν Χριστὸν πάντα ποιεῖν καὶ ἐνεργεῖν, πῶς νοήσουσι τὸ Ἠγέρθη, οὐκ ἔστιν ὧδε; Ποῦ οὐκ ἔστιν ἡ θεία ἐνέργεια; Πῶς νοήσουσι τὸ Λάζαρος ὁ φίλος ἡμῶν ἀπέθανε, καὶ χαίρω ὅτι οὐκ ἤμην ἐκεῖ; Κατὰ ποίαν ἐνέργειαν οὐκ ἦν ἐκεῖ, κατὰ τὴν θείαν ἢ κατὰ τὴν ἀνθρωπίνην ἢ κατὰ πᾶσαν τὴν θεανδρικὴν αὐτοῦ ἐνέργειαν; Ἂν γὰρ μὴ τὸ πρότερον εἴπατε, πάντως ἐρεῖτε τὸ δεύτερον· εἰ δὲ μὴ τὸ δεύτερον δώσετε, πάντως τὸ ἔσχατον λέγετε. Πῶς δὲ πάλιν νοήσομεν τὸ Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν; Οἱ μίαν ἐνέργειαν λέγοντες καὶ ταύτην θείαν ἐν τῷ Χριστῷ, πρόδηλον ὅτι οὐκ ἔχουσι τὴν θείαν αὐτοῦ ἐνέργειαν μεθ’ ἑαυτῶν· ἡμεῖς γὰρ κατὰ τὴν περιγραπτὴν καὶ τοπικὴν φύσιν καὶ ἐνέργειαν τῆς σαρκὸς λέγομεν μὴ παρεῖναι νῦν τὸν Χριστὸν σὺν ἡμῖν· κατὰ δὲ τὴν θείαν αὐτοῦ ἐνέργειαν Ἰησοῦς Χριστὸς οἰκεῖ ἐν ἡμῖν καὶ ἐμπεριπατεῖ καὶ μονὴν παρ’ ἡμῖν ποιεῖ, καθὼς ὑπέσχετο ὅτι Ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ’ ὑμῖν ποιήσομεν.

Τί δ’ ἄρα καὶ προσαγορεύετε ταύτην τὴν σύνθετον ὑμῶν ἐν Χριστῷ ἐνέργειαν; κτιστὴν ἆρα ἢ ἄκτιστον ἢ πάντως κτιστάκτιστον, ἡμίθεον καὶ ἡμιάνθρωπον; Περιγραπτὴν δὲ αὐτὴν ἆρα δογματίζετε ἢ ἀπερίγραπτον ἢ πάντως περιγραπτοαπερίγραπτον; Ἔναρχον δὲ αὐτὴν ἀνακηρύττετε ἢ ἄναρχον; Εὔδηλον ὅτι ἐναρχοάναρχον. *** ὅπου γὰρ μία ἐνέργεια ἢ φύσις κηρύττεται, ἀνάγκη πᾶσα ἢ ὅλην αὐτὴν κτιστὴν λέγεσθαι ἢ ὅλην ἄκτιστον, ἢ πᾶσαν περιγραπτὴν ἢ πᾶσαν ἀπερίγραπτον, ἢ καθόλου ἔναρχον ἢ πᾶσαν εἶναι ἄναρχον.