Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Κεφάλαια ἓξ κατὰ Μονοθελητῶν

Ἀναστάσιος Σιναΐτης

Ανακεφαλαίωση και τελική δογματική ομολογία

Τελική συνοπτική ομολογία της συνύπαρξης και συνεργίας των δύο θελημάτων και ενεργειών στο πρόσωπο του Χριστού, η οποία κατακλείεται με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 8 από 8

Ταύτας δὲ νῦν τὰς μαρτυρίας παρηγάγομεν, οὐχ ὁμοιότροπον αὐτῶν ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἀποδεῖξαι βουλόμενοι, μὴ γένοιτο, ἀλλὰ τὸ καθαρὸν καὶ ἀδιάβλητον τῆς θεοκτίστου καὶ καθ’ ἡμᾶς θελήσεως καὶ ἐνεργείας παραστῆσαι θέλοντες τοῖς μανιχαϊκῶς κακίζουσι καὶ μυσαττομένοις καὶ βδελυττομένοις τῆς νοερᾶς ἡμῶν ψυχῆς τὴν κατ’ εἰκόνα θεοῦ βουλευτικὴν καὶ ἐνεργητικὴν ἰδιότητα. Τοῦτο δὲ πάσχουσιν, ὡς πολλάκις εἶπον καὶ νῦν μαρτυροῦντός μοι τοῦ θεοῦ λέγω, ἐκ τοῦ μὴ ἔχειν αὐτοὺς ἐν ἑαυτοῖς τὴν θείαν ἐνέργειαν τοῦ ἁγίου πνεύματος· εἰ γὰρ ἐνοίκησεν εἰς αὐτοὺς ὁ θεὸς ὁ εἰπὼν Ἐνοικήσω ἐν ἀνθρώποις καὶ ἐμπεριπατήσω, ἐγίνοντο καὶ αὐτοὶ χριστοὶ καὶ ἀδελφοὶ τοῦ Χριστοῦ, ὃς ἐγένετο πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Αὐτὸς ὁ Χριστὸς οἰκῶν ἐν αὐτοῖς καὶ ἡ τῆς θεότητος αὐτοῦ ἐν αὐτοῖς ἐνέργεια ἐναργῶς ἐδίδασκεν αὐτούς, οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ καρδιακῶν καὶ ἐνυποστάτων πραγμάτων καὶ ἐνεργημάτων, σαφῶς ὁρώντων ἐν ἑαυτοῖς καὶ τὴν θείαν τῆς θεότητος τοῦ ἁγίου πνεύματος ἐνέργειαν, ὁμοίως καὶ τὴν ψυχικὴν καὶ ζωτικὴν ἑαυτῶν φυσικὴν κατ’ εἰκόνα θεοῦ ἄμωμον ἐνέργειαν. Καὶ γοῦν, εἰ χριστοφόροι καὶ θεοφόροι ἐγένοντο, ἐναργῶς ἐγίνωσκον καὶ τὴν φυσικὴν καὶ τὴν θεόφυτον θέλησιν καὶ ἐπιθυμίαν τῆς ψυχῆς αὐτῶν ἐπιποθοῦσαν καὶ ἐκζητοῦσαν καὶ ἔχουσαν ἐν τῷ νόμῳ κυρίου καὶ τῷ θελήματι τοῦ κυρίου τὸ θέλημα αὐτῆς καὶ ἐν τῷ νόμῳ τοῦ θελήματος αὐτοῦ μελετῶσαν ἡμέρας καὶ νυκτός, θελητικῶς καὶ ἐπιθυμητικῶς καὶ ἐραστικῶς καὶ ὁλοτελῶς καὶ ὁλοθελῶς· καὶ τότε ἐπείθοντο ἐκ τοῦ ἐν αὐτοῖς ὑποδείγματος ὅτι οὔτε τὸ θέλημα ἡμῶν τὸ θεόφυτον τῆς ψυχῆς πονηρόν ἐστιν, ἀλλὰ τῶν θείων ἐντολῶν ὑπουργὸν καὶ πληρωτικόν, οὔτε πάλιν τὸ θέλημα τὸ θεῖον δυνατὸν ἡμᾶς καθ’ οἱονδήποτε τρόπον πληρῶσαι, εἰ μὴ διὰ τοῦ οὐσιώδους καὶ θεοφύτου καὶ συμφύτου νοεροῦ ἡμῶν θελήματος τῆς θεοχαράκτου ψυχῆς. Καὶ εἰ ταῦτα διαγνῶναι ἴσχυσαν, οὐκέτι πονηρὸν τὸ καθ’ ἡμᾶς ὠνόμαζον θέλημα. Καὶ εἰ τοῦτο ἐπληροφορήθησαν, οὐκ ἂν διεμάχοντο τοῖς ἀδιαιρέτως καὶ ἀμάχως καὶ εἰρηναίως κηρύττουσι τὸ θεῖον καὶ τὸ θεόκτιστον ἐν Χριστῷ ἡμῶν θέλημα καὶ τὰς ἐνουσίους τῆς αὐτοῦ θεότητος καὶ ἀνθρωπότητος συνεργοὺς καὶ ὁμοεργοὺς ἐνεργείας, ἀγομένων πάντων τῶν καθ’ ἡμᾶς τῇ βουλῇ τοῦ θεοῦ λόγου τοῦ ὑπὲρ ἡμᾶς, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.