Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Α΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ

Ἀναστάσιος Σιναΐτης

Εισαγωγή και προτυπώσεις της Αγίας Τριάδος στους προπάτορες

Εισαγωγική προσέγγιση του μυστηρίου της δημιουργίας του ανθρώπου και ερμηνεία του κατ' εικόνα μέσω της τυπολογικής αναλογίας του Αδάμ, της Εύας και του υιού τους προς τις τρεις υποστάσεις της Θεότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 1 από 4

{Ἀναστασίου ἐλαχίστου πρεσβυτέρου τοῦ ἐν τῷ Σινᾷ ὄρει περὶ τοῦ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τῆς τοῦ ἀνθρώπου ὑπὸ θεοῦ κατασκευῆς.} Οἱ τὴν ἑαυτῶν ἀπλανῶς τοῦ προσώπου θεόκτιστον ὡραιότητα κατανοεῖν βουλόμενοι οὐκ ἄλλως πως τὴν οἰκείαν εἰκόνα καὶ τοῦ προσώπου τὸν χαρακτῆρα ἐνοπτρίζεσθαι δύναται, ἀλλ’ ἢ διά τινος καθαρωτάτου ἐσόπτρου, ἐν ᾧ τὴν οἰκείαν τῆς ὄψεως εἰκόνα προσεγγίζοντες, ἐν αὐτῷ καὶ δι’ αὐτοῦ ὁρῶσι τρανῶς ἔνδον ἀντίμιμόν τινα χαρακτῆρα κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἑαυτῶν. Οὐκοῦν καὶ ἡμεῖς, ὥσπερ ἐν ἐσόπτρῳ τινὶ πρὸς τὴν θείαν ἀκτῖνα τοῦ νοεροῦ ἡλίου ἀτενίσαντες, ἐκεῖθεν ἐναργῶς τὸ ἀποσκίασμα καὶ τὴν μορφὴν καὶ τὴν εἰκόνα τοῦ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τῆς ἡμετέρας καταμάθωμεν φύσεως.

Ἔστι γὰρ ἔστιν, ὡς ἔμοιγε δοκεῖ, ἡ τοῦ ἀνθρώπου κατασκευὴ φοβερά τις καὶ δυσερμήνευτος, καὶ πολλὰ καὶ ἀπόκρυφα ἐν ἑαυτῇ μυστήρια θεοῦ ἐξεικονίζουσα. Καὶ ὥσπερ ἡ τοῦ ὀφθαλμοῦ φύσις τὰ μὲν ἐκτὸς ἑαυτῆς εὐχερῶς κατανοεῖ, ἑαυτὴν δὲ κατανοῆσαι ὁποία ἐστὶν οὐ δύναται, οὕτως παντὶ ὀφθαλμῷ ἀνθρωπίνης διανοίας δυσθεώρητος καὶ δυσκατάληπτος ὁ τῆς ἡμετέρας δημιουργίας λόγος καθέστηκε. Συντελέσας γὰρ ὁ κτίστης τὸν ἁπλοῦν καὶ νοερώτατον τῶν ἀοράτων δυνάμεων κόσμον, μεθ’ ὃν καὶ τὸν ὑλικὸν τοῦτον καὶ ὁρώμενον τὸν ἐκ τεσσάρων στοιχείων συγκείμενον, τότε φησὶ Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ποιεῖ ζῷον, ὥσπέρ τινα μικτὸν κόσμον συγγενῆ τῶν δύο κόσμων, ἐξ ἀσωμάτου καὶ ἀθανάτου καὶ ἀφθάρτου ψυχῆς καὶ ἐξ ὑλικοῦ καὶ ὁρωμένου τετραστοίχου σώματος συγκείμενον. Οὗτινος γενομένου πάλιν φησὶν ἡ γραφὴ ὅτι Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. Θεὸν δὲ λέγει δηλονότι τὸν πατέρα καὶ υἱὸν καὶ τὸ ἅγιον πνεῦμα.

Πολλαὶ μὲν οὖν καὶ διάφοροι γνῶμαι περὶ τούτου τοῖς ἐξηγηταῖς ἐῤῥέθησαν. Οἱ μὲν γὰρ τὸ ἀρχικὸν καὶ ἐξουσιαστικὸν τοῦ ἀνθρώπου τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ εἶπαν, ἕτεροι δὲ τὸ νοερὸν καὶ ἀόρατον τῆς ψυχῆς, ἄλλοι τὸ ἄφθαρτον καὶ ἀναμάρτητον ὅτε γέγονεν ὁ Ἀδάμ, ἕτεροι προφητείαν αὐτὸ εἴρηκαν περὶ τοῦ βαπτίσματος. Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὥφθη κἀμοὶ ἔννοια περὶ τούτου εἰπεῖν. Καὶ πρῶτόν γε πάντων ἐκεῖνο ζητῆσαι ἄξιον, τὸ τί δήποτε μὴ μᾶλλον τοὺς νοεροὺς καὶ ἀΰλους καὶ οὐρανίους καὶ πλησιοθέους ἀγγέλους ὠνόμασεν ὁ θεὸς κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. Καὶ γὰρ καὶ τὸ ἀρχικὸν καὶ τὸ ἐξουσιαστικὸν πάσης τῆς γῆς καὶ αὐτοῦ τοῦ ἀνθρώπου αὐτοὶ ἔχουσι, μᾶλλον ὑπὲρ τὸν ἄνθρωπον. Ὁμοίως καὶ τὸ ἄφθαρτόν τε καὶ τὸ ἄϋλον καὶ τὸ ἀόρατον καὶ τὸ καθαρὸν καὶ πάντα ὅσα ἄλλα ἐγκώμια περὶ τοῦ Ἀδὰμ εἴπῃς, ὑπερβαλλόντως εἰσὶν ἐν τοῖς νοεροῖς καὶ οὐρανίοις τῶν ἀσωμάτων χοροῖς.

Οὐκοῦν τι βαθύτερον ἡμῖν τῶν προειρημένων τὸ κατ’ εἰκόνα τοῦ ἀνθρώπου αἰνίττεται. Οὐ γὰρ μίαν τινὰ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ὁ ἄνθρωπος κέκτηται, ἀλλὰ καὶ δευτέραν καὶ τρίτην καὶ τετάρτην καὶ πέμπτην, ἐξεικονίζων ὥσπερ ἐν ἐσόπτρῳ τινὶ καὶ σκιαγραφίᾳ τυπικῇ, οὐ φυσικῇ, τῆς τρισυποστάτου θεότητος τὸ μυστήριον, οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν ἐνανθρώπησιν τοῦ ἑνὸς τῆς αὐτῆς ἁγίας τριάδος θεοῦ λόγου σαφῶς προδιαγράφων. Καὶ τάχα κατ’ εἰκόνα μέν ἐστι γυμνὴ ἡ ψυχὴ τῆς γυμνῆς θεότητος, καθ’ ὁμοίωσιν δὲ τῆς τοῦ λόγου σαρκώσεως τὸ σύνθετον ἡμῶν τῆς ψυχῆς καὶ τοῦ σώματος.

Μᾶλλον δὲ πάλιν ἐπ’ αὐτὴν τὴν ἀρχὴν τοῦ λόγου ἀναδράμωμεν, ἐκεῖθεν ὥσπερ ἔκ τινος βαθυτάτης πηγῆς πρῶτον ζητοῦντες, τὸ τί δήποτε μὴ καθ’ ὁμοιότητα τῶν λοιπῶν λογικῶν ἤγουν τῶν ἀγγέλων, ἢ πάλιν κατ’ ἰσότητα τῶν ἐμψύχων ζῴων ὁμοιοτρόπους τὰς προπατορικὰς καὶ κορυφαίας ἡμῶν ὁ θεὸς ὑποστάσεις, τοῦ Ἀδὰμ λέγω καὶ τῆς Εὔας καὶ τοῦ προελθόντος ἐξ αὐτῶν υἱοῦ, πεποίηκεν, ἀλλὰ τὸν μὲν Ἀδὰμ ἀναιτίως καὶ ἀγεννήτως ὑπέστησε, τὸν δὲ δεύτερον αὐτοῦ ἄνθρωπον τὸν υἱὸν γεννητόν, τὴν δὲ Εὔαν οὔτε γεννητῶς οὔτε πάλιν ἀναιτίως, ἀλλὰ ληπτῶς ἤτοι ἐκπορευτῶς ἐκ τῆς οὐσίας τοῦ ἀναιτίου Ἀδὰμ ἐξελθοῦσαν ἀῤῥήτως οὐσίωσε, καὶ μήπως ἄρα αἱ τρεῖς αὖται τῶν προγόνων κεφαλαὶ πάσης τῆς ἀνθρωπότητος ὁμοούσιοι ὑποστάσεις κατ’ εἰκόνα τινά, ὡς καὶ Μεθοδίῳ δοκεῖ, τυπικῶς γέγοναν τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, τοῦ μὲν ἀναιτίου καὶ ἀγεννήτου Ἀδὰμ τύπον καὶ εἰκόνα ἔχοντος τοῦ ἀναιτίου καὶ πάντων αἰτίου παντοκράτορος θεοῦ καὶ πατρός, τοῦ δὲ γεννητοῦ υἱοῦ αὐτοῦ εἰκόνα προδιαγράφοντος τοῦ γεννητοῦ υἱοῦ καὶ λόγου τοῦ θεοῦ, τῆς δὲ ἐκπορευτῆς Εὔας σημαινούσης τὴν τοῦ ἁγίου πνεύματος ἐκπορευτὴν ὑπόστασιν· διὸ οὐδὲ ἐνεφύσησεν αὐτῇ ὁ θεὸς πνοὴν ζωῆς διὰ τὸ τύπον αὐτὴν εἶναι τῆς τοῦ ἁγίου πνεύματος πνοῆς καὶ ζωῆς, καὶ διὰ τὸ μέλλειν αὐτὴν δι’ ἁγίου πνεύματος δέξασθαι θεόν, τὸν ὅντως ὄντα πάντων πνοὴν καὶ ζωήν.

Ὅθεν καὶ ἔστιν ἰδέσθαι καὶ θαυμάσαι ὅτι ὁ μὲν ἀγέννητος Ἀδὰμ ἄλλον ἀγέννητον ἢ ἀναίτιον ἐν ἀνθρώποις οὐκ ἔσχεν ὅμοιον, ὥσπερ οὐδὲ ἡ ἐκπορευτὴ Εὔα, ὡς τύποι ἀληθεῖς ὑπάρχοντες τοῦ ἀγεννήτου πατρὸς καὶ τοῦ ἁγίου πνεύματος· ὁ δὲ γεννητὸς υἱὸς πάντας ἀνθρώπους, γεννητοὺς υἱοὺς ὄντας, ἀδελφοὺς ὁμοίους ἔσχεν, ὡς κατ’ εἰκόνα καὶ ὁμοίωσιν τυπικὴν ὑπάρχων Χριστοῦ τοῦ γεννητοῦ υἱοῦ, ὃς ἐγένετο ἄνθρωπος πρωτότοκος ἄνευ σπορᾶς ἐν πολλοῖς ἀδελφοῖς.

Εἰ δὲ μὴ οὕτω καὶ κατὰ τοῦτο τὸ κατ’ εἰκόνα ταῦτα, τί δήποτε μὴ τέσσαρες ἢ δύο ἢ πλείονες ὑποστάσεις τῶν προπατόρων γέγοναν, παρηλλαγμένας ἔχουσαι τὰς ὑποστατικὰς αὐτῶν ἰδιότητας, λέγω δὴ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτόν, ἀλλὰ τρεῖς καὶ μόναι; Οὐκοῦν ἔχεις κατ’ εἰκόνα καὶ ὁμοίωσιν τυπικὴν τριάδα ἐν μονάδι ἐν τρισὶν ὑποστάσεσιν· ἀκόλουθόν σε λοιπὸν μαθεῖν καὶ μονάδα ἐν τριάδι.