Ταῦτα καὶ τὰ τοιαῦτα οἱ τῆς ἀληθείας ἐχθροὶ καθ’ ἡμῶν ὑλακτοῦσιν ὡς κύνες καὶ ἵπποι καὶ ἡμίονοι, οἷς οὐκ ἔστι σύνεσις, συκοφαντοῦντες ἡμᾶς ὡς δύο πρόσωπα καὶ δύο ὑποστάσεις λέγοντας ἐν Χριστῷ καὶ δύο διορισμοὺς καὶ δύο ἐναντίας ἐξουσίας, καὶ ἀρνουμένους τὴν θεοτόκος φωνήν, καὶ πάντα διπλᾶ καὶ διῃρημένα ἐπὶ αὐτοῦ δογματίζοντας, καὶ δύο ἐνεργείας, ἀγαθήν τε καὶ πονηρὰν ἐπ’ αὐτοῦ κηρύττοντας. Δι’ ὧντινων φλυαριῶν τε καὶ συκοφαντιῶν ἔβλαψαν λαούς, ἔσχισαν ἐκκλησίας, ἐτάραξαν χώρας, ἐνύβρισαν τὴν πίστιν, ἱερεῖς ἀπέσχισαν, μονάζοντας ἐπλάνησαν, ἄρχοντας ἐμίαναν, τὰ πάντα ἐσάλευσαν, πᾶσαν πόλιν, πᾶσαν κώμην, πᾶσαν ἐπαρχίαν διωγμοὺς ποιήσαντες, αἰκισμούς, ἐτασμούς, ἀφορισμούς, ἐξορίας, καταδίκας οἵας οὐδὲ Ἀρειανοὶ κατὰ τῆς ἐκκλησίας, μῖσός τε τοιοῦτον πρὸς ἡμᾶς ἔχοντες, οἷον οὐδὲ πρὸς Ἰουδαίους ἢ Σαμαρείτας ἢ Μανιχαίους ἢ Ἕλληνας ἢ ἀποστάτας ἔχουσιν, αἱρούμενοι δὲ μᾶλλον συνδυάζειν καὶ συναυλίζεσθαι τοῖς τὰ εἴδωλα προσκυνοῦσιν ἢ ἡμῖν τοῖς τὰς δύο Χριστοῦ ἰδιότητας ἀδιαιρέτως λέγουσι, καὶ συνεύχεσθαι μᾶλλον σὺν Ἰουδαίοις ἐκλεγόμενοι ἢ σὺν ἡμῖν τοῖς ὁμολογοῦσιν ἐν Χριστῷ θείαν τε καὶ ἀνθρωπίνην ἀδιαιρέτως θέλησίν τε καὶ ἐνέργειαν, μὴ βουλόμενοι, τάχα δὲ μήτε δυνάμενοι διακρῖναι, τί μέν ἐστι τὸ θεϊκὸν καὶ ἄκτιστον θέλημα, τί δέ ἐστι τὸ θεόκτιστον καὶ θεόσδοτον τῆς λογικῆς ἡμῶν ψυχῆς θέλημα, δι’ οὗ θελήματος ἐργάζεται τὸ ἀγαθὸν καὶ εὐάρεστον τοῦ θεοῦ θέλημα, τί δὲ πάλιν ἐστὶ τὸ σαρκικὸν ἤγουν διαβολικὸν καὶ ὑλικὸν θέλημα, ὅπερ ὁ θεῖος Ἀπόστολος καὶ πᾶσαι αἱ γραφαὶ διαβάλλουσι καὶ ἀποβάλλονται.