Ἕκαστον γὰρ πρὸς τὴν οἰκείαν συγγένειαν τὴν ἰδιότητα ἔχει. Τὸ μὲν σῶμα ὡς ἐξ ἠρεμούσης καὶ νεκρᾶς καὶ ἀκινήτου καὶ ἀναισθήτου γῆς ὑφεστώς, νεκρόν τε καὶ ἄψυχον καὶ ἀναίσθητον καὶ ἀκίνητον καὶ πάντη ἄπρακτον ἐν τῷ θανάτῳ γίνεται, κατὰ τὴν θείαν ἀπόφασιν τὴν περὶ τοῦ σώματος πρὸς τὸν Ἀδὰμ ῥηθεῖσαν ὅτι «Γῆ εἰ καὶ εἰς γῆν ἀπελεύσῃ ὡς γῆ ἐξ ἧς καὶ ἐπλάσθης.» Ἡ δὲ ψυχὴ οὐκ ἐκ γῆς γέγονεν, οὐκ ἐξ ἀέρος, οὐκ ἐξ ὑδάτων, οὐκ ἐκ πυρός, οὐκ ἐκ φωτός, οὐκ ἐξ ἡλίου, οὐκ ἐκ νεφέλης, οὐδὲ ἐξ ἑτέρας τινὸς ὑποστάσεως ἢ οὐσίας κτιστῆς ὁρωμένης ἢ νοουμένης, ἀλλ’ ἐξ αὐτῆς τῆς ἀχράντου καὶ ἀϊδίου καὶ ἀκαταλήπτου καὶ ἀνερμηνεύτου καὶ ἀοράτου καὶ ἀσχηματίστου καὶ ἀθανάτου καὶ ἀφθάρτου καὶ ἀψηλαφήτου καὶ ἀῤῥεύστου καὶ ἀσωμάτου φύσεως τοῦ θεοῦ τὴν κτίσιν καὶ τὴν ὕπαρξιν καὶ τὴν πρόοδον διὰ τοῦ θείου ἐκείνου ἐμφυσήματος ἡ θεοείκελος καὶ θεόσδοτος καὶ θεόκτιστος καὶ θεόμοιος ἡμῶν ψυχὴ ἔσχεν, ὥσπερ ἔκ τινος πηγῆς ζωῆς ζωὴ καὶ ζωοποιὸς προελθοῦσα καὶ ὡς ἐκ θησαυροῦ φωτὸς λαμπηδὼν δημιουργηθεῖσα καὶ ὡς ἔκ τινος ἀβύσσου ἀϊδίου ἀρώματος εὐωδίας πνοὴ διὰ τοῦ θείου στόματος γεννηθεῖσα καὶ ἐξελθοῦσα καὶ τῷ Ἀδὰμ ἐνοικισθεῖσα. Καὶ ὅπως ἀποτολμήσας εἴπω, ἐκ τοῦ δημιουργοῦ τῶν ἁπάντων θεοῦ λόγου ἡ λογικὴ ἡμῖν μετεδόθη ψυχή, ἐκ τοῦ ἀχράντου στόματος εἰς ἡμᾶς ἐμπνευσθεῖσα, ἐκ θεοῦ καρδίας ἡμῖν καρδιωθεῖσα, ἐκ θεοῦ ψυχῆς ἡμῖν ἐμψυχωθεῖσα, ἐκ θεοῦ νοὸς ἡμῖν νοερωθεῖσα. Ὅθεν ὡς ἐξ αὐτοῦ τοῦ θεοῦ τοῦ ἀεικινήτου διὰ τοῦ στόματος καὶ ἐμφυσήματος τοῦ θείου προελθοῦσα καὶ γεννηθεῖσα, ἀεικίνητος ὑπάρχει, καὶ μόνη παρὰ πᾶσαν τὴν κτίσιν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ὑπάρχει καὶ προσηγορεύθη, ὡς ἔχουσα ἐν ἑαυτῇ κατὰ χάριν τὰ τῆς θείας φύσεως ἰδιώματα τυπικῶς, λέγω δὴ τὸ ἀκατάληπτον, τὸ ἀόρατον, τὸ ἀσώματον, τὸ ἀσχημάτιστον, τὸ καθαρόν, τὸ ἀθάνατον, τὸ αἰώνιον, τὸ ἄφθαρτον, τὸ αὐτεξούσιον, τὸ ἀναμάρτητον, τὸ ζωοποιόν, τὸ σοφιστικόν, τὸ πνευματικόν, τὸ δημιουργητικόν.