Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Γ΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ (κατὰ Μονοθελητῶν)

Ἀναστάσιος Σιναΐτης

Αναίρεση των απολιναριστικών θέσεων και απόδειξη της φυσικής θελήσεως

Αντίκρουση της διδασκαλίας περί άλογης και ανενέργητης ψυχής του Χριστού, απόδειξη της κατάργησης μόνο του σαρκικού θελήματος και τεκμηρίωση της φυσικής θελήσεως ως θεμελίου των αρετών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 6 από 7

Εἰ δὲ ἀθελής ἐστιν ἡ πανάχραντος τοῦ κυρίου ψυχή, πρόδηλον ὅτι ἀκουσίως δίκην ἀλόγου ὑπετάττετο τῷ θεῷ λόγῳ, ὡς Ἀπολινάριος ληρωδεῖ· εἰ ἀθελὴς ἦν, εὔδηλον ὅτι δίκην τινὸς ἀστέρος ἢ νεφέλης ἀλογίστου καὶ ἀδιανοήτου ἐν τῷ ᾅδῃ κατελήλυθε καὶ ὑπὸ τῆς θεότητος ὥσπερ ἄψυχον ὄργανον καὶ ἄλαλον ἐλάλει καὶ ἐκήρυττε, μήτε λόγον ἐνδιάθετον κατὰ τὴν οὐσίαν τῶν ψυχῶν ἔχουσα, μήτε νόησιν, μήτε διάνοιαν, μήτε περιγραπτὴν ἢ ἐκπορευτικὴν ἐνέργειαν καὶ τοπικὴν μετάστασιν.

Καὶ ποία λοιπὸν ἐνέργεια τοῦ σώματος ἐχωρίσθη, καταλιποῦσα αὐτὸ νεκρὸν καὶ ἄψυχον καὶ ἀκίνητον καὶ ἀνενέργητον; *** τὰς τῶν μελῶν κινήσεις καὶ ἐνεργητικὰς πράξεις ἔχοντα. Ποία ἐνέργεια ἐξελθοῦσα ἐκ τοῦ δεσμωτηρίου τοῦ ᾅδου ἐπανῆλθεν εἰς τὸ ἴδιον σῶμα; Ἡ γὰρ θεία ἐνέργεια ὡς ἀπερίγραπτος οὖσα καὶ τὰ πάντα πληροῦσα, οὔτε ἐκ τόπου εἰς τόπον πορεύεται, οὔτε χώραν ἐκ χώρας ἀμείβεται, οὔτε ἀφίσταται καὶ πάλιν τοπικῶς ἐπανέρχεται.

Εἰ δὲ ἀθελὴς καὶ ἀνενέργητος ἦν ἐν τῷ ᾅδῃ ἡ κυριακὴ ψυχή, πάντως ὅτι καὶ ἄλογος, καὶ ἄγνοιαν εἶχε· καὶ εὑρεθήσεται τιμιωτέρα αὐτῆς ἡ ψυχὴ τοῦ Σαμουὴλ ἐπανελθοῦσα ἐκ τοῦ ᾅδου διά τινα οἰκονομίαν καὶ λαλήσασα τῷ Σαοὺλ καὶ προειποῦσα αὐτῷ τὸν αὐρινὸν θάνατον, καὶ αὐτοῦ καὶ τῶν τέκνων αὐτοῦ· ὅπερ δαίμων οὔτε ἐγίνωσκεν, οὔτε προειπεῖν ἠδύνατο, κἄν τινες οὕτω νομίζωσιν.

Εὔκαιρον δὲ καιροῦ καλοῦντος ἐκείνην τὴν τοῦ μακαρίου Ἀθανασίου προαγάγαι φωνὴν τὴν περὶ τῆς ἀχράντου ψυχῆς τοῦ κυρίου λέγουσαν οὕτως· «Ἀλλ’ οὔτε μὴν εἰσέτι καὶ νῦν ἄπρακτοί τε καὶ ἀργαί εἰσιν αἱ τοῦ θείου λόγου νοήσεις, οὔτε τῆς καθ’ ὑπόστασιν αὐτῷ ἡνωμένης ψυχῆς λογικῆς, εἴγε τὸ μὴ θέλειν αὐτὴν μήτε βούλεσθαι ἀνυπαρξίαν ἀπειλεῖ.» Ἠκούσατε, οἱ ὄντως ἄλογοι καὶ ἀνενέργητοι, ὅτι τὸ μὴ θέλειν μηδὲ βούλεσθαι τὴν νοερὰν τοῦ κυρίου ψυχήν, ἀνυπαρξίαν τῆς οὐσίας αὐτῆς δηλοῖ;

Οὐκοῦν ὅτε ἀκούσῃς τοῦ αὐτοῦ ὁσίου πατρὸς ἢ ἑτέρου τινὸς τῶν πατέρων λέγοντος ὅτι ἠφάνισεν ὁ Χριστὸς τὸ σαρκικὸν θέλημα καὶ κατήργησε τὰ ἀνθρώπινα θελήματα, καὶ ὅτι χωρὶς ἀνθρωπίνων λογισμῶν καὶ σαρκικῶν θελημάτων ὑπῆρχε, καὶ ὅτι παρῃτήσατο τὴν σαρκικὴν ἐνέργειαν, γνῶθι ἀκριβῶς ὅτι οὐ τὴν κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτοῦ θέλησίν τε καὶ ἐνέργειαν τῆς νοερᾶς ψυχῆς τῆς ἐκ τοῦ ἀχράντου καὶ ἀσωμάτου αὐτοῦ στόματος προελθούσης ἠφάνισεν ἢ ἐξήλειψεν ἢ κατήργησεν· ἐπεὶ εὑρεθήσεται τὰ ὑπ’ αὐτοῦ γεννηθέντα καὶ ἐξ αὐτοῦ προελθόντα καταλύων καὶ ἀφανίζων καὶ ἀνατρέπων ὡς πονηρὰ καὶ ἀσύμφωνα καὶ ἀντίδικα αὐτοῦ. Λοιπὸν δὲ καὶ εἰς αὐτὸν ἡ αἰτία καὶ ἡ μέμψις ἀνατρέχει, ὡς πονηρὰν θέλησίν τε καὶ ἐνέργειαν σὺν τῇ ψυχῇ δημιουργήσαντα. Ἀλλ’ οὐχ οὕτως, μὴ γένοιτο. Οὐκοῦν τὸ διαβολικὸν θέλημα καὶ τὴν σατανικὴν ἐνέργειαν ἐξήλειψε καὶ ἠφάνισεν ὁ Χριστός, ἣν πολλάκις σαρκικὴν ὀνομάζει ἡ θεία γραφὴ καὶ ὁ θεῖος Ἀπόστολος καὶ οἱ μακάριοι πατέρες, τὴν ἐκ τοῦ στόματος τοῦ ὄφεως τῷ ἀνθρώπῳ εἰσοικισθεῖσαν, οὐ τὴν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ θέλησιν καὶ ἐνέργειαν τὴν ἐκ τοῦ στόματος τοῦ θεοῦ ἡμῖν ἐμπνευσθεῖσαν.

Αὕτη γὰρ καὶ μόνη ἡ θεόσδοτος ἡμῶν θέλησις καὶ ἐνέργειά ἐστιν αἰτία καὶ ἐργάτης πάσης τῆς σωτηρίας ἡμῶν. Θελήματι γὰρ ἑκουσίῳ τῆς ψυχῆς εἰς θεὸν ἐπιστεύσαμεν, θελήματι ἑκουσίῳ παρθενίαν ἐνεργοῦμεν, θελήματι ἑκουσίῳ ἄσκησίν τε καὶ χαμευνίαν καὶ ἀγάπην πράττομεν, θελήματι τὸν πλησίον ἀγαπῶμεν, καὶ ὅπως συντόμως εἴπω, πᾶσαι αἱ πνευματικαὶ καὶ θεῖαι καὶ ἀναγκαῖαι ἀρεταὶ αἱ κατ’ εἰκόνα θεοῦ καὶ θεῖαι ὁράσεις καὶ ἐλλάμψεις καὶ ἀποκαλύψεις καὶ προκοπαὶ ἐν τῇ νοερᾷ ἡμῶν θελήσει καὶ ἐνεργείᾳ τῆς ψυχῆς ἐνεργοῦνται ὑπὸ θεοῦ ἐν ἡμῖν καὶ ἐπιτελοῦνται καὶ προσγίνονται ἡμῖν.

Καὶ εἴρηται μὲν ἡμῖν περὶ τούτου διὰ βραχέων ἐν τοῖς ἔμπροσθεν, καὶ νῦν δὲ πάλιν πλατυτέρως ἐροῦμεν. Δύο τοίνυν ἐντολάς φησιν ὁ κύριος καὶ ὁ Ἀπόστολος, ἐν αἷς περιέχεται καὶ συνδέδεται πᾶσα ἐντολὴ καὶ ἀρετή, τουτέστι τὸ Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Καὶ αἱ δύο αὖται ἐντολαὶ κατὰ ψυχὴν βουλεύονται καὶ ἐνεργοῦνται. Ἀγάπη γάρ ἐστιν, ὥς φησι Διονύσιος, «ἑνωτικὴ καὶ συναπτικὴ τῆς ψυχῆς διάθεσις πρὸς τὸ ποθούμενον».

Ὡσαύτως καὶ οἱ μακαρισμοὶ τοῦ κυρίου κατὰ τὴν νοερὰν θέλησίν τε καὶ ἐνέργειαν τῆς ψυχῆς ἐπιτελοῦνται. Τὸ γὰρ Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι ψυχικὴ ἀρετὴ καθέστηκεν· ὁμοίως καὶ τὸ Μακάριοι οἱ πενθοῦντες ἐκ ψυχικῆς σκυθρωπότητος καὶ θελήσεως ἐνεργεῖται, καθὰ καὶ τὸ Μακάριοι οἱ πραεῖς, καὶ τὸ Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ τὸ Μακάριοι οἱ εἰρηνοποιοί.

Οὐ μόνον δέ, ἀλλὰ καὶ πίστις, ἐλπίς, ἀγάπη, ψυχικαὶ ἀρεταὶ καὶ οὐ σωματικαὶ τυγχάνουσι, καθάπερ πάλιν κἀκεῖναι ἃς ὁ αὐτὸς Ἀπόστολος ἀπαριθμεῖται λέγων ὅτι Οἱ καρποὶ τοῦ πνεύματός εἰσιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, καὶ τὰ ἑξῆς, κατὰ νοερὰν θέλησίν τε καὶ ἐνέργειαν ἐν τῇ ψυχῇ προσγίνονται.

Καὶ ἐπειδὴ δίκην ἵππων καὶ ἡμιόνων ἀσυνέτων πτύρονται οἱ τὰς τοῦ κυρίου ἀπαρνούμενοι συστατικὰς τῆς ἡμετέρας φύσεως ἰδιότητας, λέγω δὴ τὴν οὐσιώδη τῆς ψυχῆς θέλησιν ἀκούοντες καὶ ἐνέργειαν, ἐροῦμεν σαφέστερον, τὴν τούτων ὥσπερ διερμηνεύοντες καὶ σαφηνίζοντες δύναμιν. Θέλησις ψυχῆς λογικῆς ἐστιν, ὡς πρὸ βραχέος καὶ ὁ μέγας Διονύσιος εἴρηκε, «δύναμις λογιστικὴ καὶ ἐπιθυμητικὴ πρὸς τὸ συνάπτεσθαι τῷ θεῷ τὴν ψυχήν, ὑπὸ θεοῦ οὐσιωδῶς αὐτῇ δεδωρημένη»· δι’ ἧς εἰργάζετο καὶ ἐφύλαττεν ὁ πρῶτος ἄνθρωπος τὰ θεῖα προστάγματα, ἐκ θελήσεως ψυχικῆς εἰς ἐνέργειαν τῶν ἐντολῶν τοῦ θεοῦ ἐρχόμενος.