Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Γ΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ (κατὰ Μονοθελητῶν)

Ἀναστάσιος Σιναΐτης

Έλεγχος των Μονοθελητών και διάκριση του φυσικού θελήματος

Απόρριψη των αιρετικών συκοφαντιών μέσω της σαφούς διάκρισης μεταξύ του αδιάβλητου, θεόκτιστου φυσικού θελήματος και της αμαρτίας ή του σαρκικού φρονήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 2 από 7

Ἀλλὰ δὴ ταῦτα πάντα οἱ ματαιόφρονες οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν ἐν σκότει διαπορευόμενοι, ἐπὶ καπηλείων καὶ βαλανείων καὶ κορασίων καὶ ἑταιρίδων ἡμᾶς διασύροντες καὶ φάσκοντες ὅτι «Οἱ δύο θελήματα λέγοντες ἐν τῷ Χριστῷ πάντως τὸ ἓν ἀγαθὸν λέγουσι, τὸ δὲ ἕτερον πονηρόν, τὸ ἓν θεϊκόν, τὸ δὲ ἕτερον διαβολικόν. Πῶς γὰρ δυνατὸν ὅλως λέγειν ἀνθρώπινον θέλημα ἐν Χριστῷ, τοῦ Ἀποστόλου λέγοντος ὅτι Τὸ θέλημα τῆς σαρκὸς νόμῳ θεοῦ οὐχ ὑποτάσσεται, καὶ Τὸ θέλημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, καὶ Ἦμεν ποτὲ καὶ ἡμεῖς ἀπειθεῖς, ποιοῦντες τὰ θελήματα τῆς σαρκός· τὸ γὰρ θέλημα τῆς σαρκὸς θάνατος;»

Ταῦτα καὶ τὰ τοιαῦτα οἱ τῆς ἀληθείας ἐχθροὶ καθ’ ἡμῶν ὑλακτοῦσιν ὡς κύνες καὶ ἵπποι καὶ ἡμίονοι, οἷς οὐκ ἔστι σύνεσις, συκοφαντοῦντες ἡμᾶς ὡς δύο πρόσωπα καὶ δύο ὑποστάσεις λέγοντας ἐν Χριστῷ καὶ δύο διορισμοὺς καὶ δύο ἐναντίας ἐξουσίας, καὶ ἀρνουμένους τὴν θεοτόκος φωνήν, καὶ πάντα διπλᾶ καὶ διῃρημένα ἐπὶ αὐτοῦ δογματίζοντας, καὶ δύο ἐνεργείας, ἀγαθήν τε καὶ πονηρὰν ἐπ’ αὐτοῦ κηρύττοντας. Δι’ ὧντινων φλυαριῶν τε καὶ συκοφαντιῶν ἔβλαψαν λαούς, ἔσχισαν ἐκκλησίας, ἐτάραξαν χώρας, ἐνύβρισαν τὴν πίστιν, ἱερεῖς ἀπέσχισαν, μονάζοντας ἐπλάνησαν, ἄρχοντας ἐμίαναν, τὰ πάντα ἐσάλευσαν, πᾶσαν πόλιν, πᾶσαν κώμην, πᾶσαν ἐπαρχίαν διωγμοὺς ποιήσαντες, αἰκισμούς, ἐτασμούς, ἀφορισμούς, ἐξορίας, καταδίκας οἵας οὐδὲ Ἀρειανοὶ κατὰ τῆς ἐκκλησίας, μῖσός τε τοιοῦτον πρὸς ἡμᾶς ἔχοντες, οἷον οὐδὲ πρὸς Ἰουδαίους ἢ Σαμαρείτας ἢ Μανιχαίους ἢ Ἕλληνας ἢ ἀποστάτας ἔχουσιν, αἱρούμενοι δὲ μᾶλλον συνδυάζειν καὶ συναυλίζεσθαι τοῖς τὰ εἴδωλα προσκυνοῦσιν ἢ ἡμῖν τοῖς τὰς δύο Χριστοῦ ἰδιότητας ἀδιαιρέτως λέγουσι, καὶ συνεύχεσθαι μᾶλλον σὺν Ἰουδαίοις ἐκλεγόμενοι ἢ σὺν ἡμῖν τοῖς ὁμολογοῦσιν ἐν Χριστῷ θείαν τε καὶ ἀνθρωπίνην ἀδιαιρέτως θέλησίν τε καὶ ἐνέργειαν, μὴ βουλόμενοι, τάχα δὲ μήτε δυνάμενοι διακρῖναι, τί μέν ἐστι τὸ θεϊκὸν καὶ ἄκτιστον θέλημα, τί δέ ἐστι τὸ θεόκτιστον καὶ θεόσδοτον τῆς λογικῆς ἡμῶν ψυχῆς θέλημα, δι’ οὗ θελήματος ἐργάζεται τὸ ἀγαθὸν καὶ εὐάρεστον τοῦ θεοῦ θέλημα, τί δὲ πάλιν ἐστὶ τὸ σαρκικὸν ἤγουν διαβολικὸν καὶ ὑλικὸν θέλημα, ὅπερ ὁ θεῖος Ἀπόστολος καὶ πᾶσαι αἱ γραφαὶ διαβάλλουσι καὶ ἀποβάλλονται.

Ὅτι γὰρ τὴν ἁμαρτίαν πολλάκις σάρκα ὀνομάζει ὁ Παῦλος, ἄκουσον αὐτοῦ λέγοντος ὅτι Σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσι, καὶ Οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται, καὶ Ὁ σπείρων εἰς τὴν σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν, καὶ Ἐὰν κατὰ σάρκα περιπατῆτε, μέλλετε ἀποθνῄσκειν, σάρκα τὴν ἁμαρτίαν ὀνομάζων, ἀλλ’ οὐ τὴν φύσιν τῆς ἡμετέρας σαρκός· ἐπεὶ εὑρίσκεται τὸν Χριστὸν ἐνυβρίζων τὸν λέγοντα ψηλαφήσατέ με, καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Ὥστε τὸ σαρκικὸν θέλημα ἀλλότριον καὶ ξένον τοῦ Χριστοῦ οἱ ἅγιοι πατέρες ὁρίζουσι καὶ τὴν σαρκικὴν καὶ ἐμπαθῆ τῆς ἁμαρτίας ἐνέργειαν, οὐ τὴν φυσικήν, οὐ τὴν θεόκτιστον, οὐ τὴν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ὑπάρχουσαν ἡμῶν ἄμωμον καὶ ἀδιάβλητον φυσικὴν θέλησιν καὶ ἐνέργειαν.

Ἀλλ’ οἱ ἀληθῶς ὄντως ὑπὸ τῆς ἐνεργείας τοῦ διαβόλου ἐνεργούμενοι, καὶ εἰς τὰς πυρώσεις καὶ ἐκκαύσεις τῆς σαρκὸς ἐκμαινόμενοι, καὶ ὑπὸ τοῦ σαρκικοῦ θελήματος κατακαμπτόμενοι καὶ μολυνόμενοι καὶ βορβορούμενοι, μὴ ἰσχύσαντες διακρῖναι, τί μέν ἐστι τὸ ἐπείσακτον καὶ πονηρὸν θέλημα καὶ ἡ παρὰ φύσιν ἐνέργεια, τί δέ ἐστι τὸ θεόφυτον καὶ θεόσδοτον τῆς ψυχῆς λογιστικὸν καὶ ἐπιθυμητικὸν οὐσιῶδες θέλημα, καὶ τί πάλιν ἡ ζωτικὴ αὐτῆς καὶ συστατικὴ τοῦ σώματος ἐνέργεια, ὡς γνήσιοι τοῦ Μάνεντος μαθηταὶ διαβάλλουσι τὸ τῆς φύσεως τοῦ θεοκτίστου ἀνθρώπου θέλημα, κακίζουσιν ὡς οἱ Μανιχαῖοι τὴν ἡμῶν θεόκτιστον σάρκα, ὑβρίζουσι τὴν ζωοποιὸν θεόσδοτον ἡμῶν ἐνέργειαν, μέμφονται τὴν νοερὰν ἡμῶν θεόσδοτον ἐπιθυμίαν, δι’ ἧς ὀρεγόμενοι τῶν θείων τυγχάνομεν τῆς σωτηρίας, διὰ παντὸς αὐτῶν τοῦ δόγματος τῷ κτίστῃ προσκρούοντες.

Εἰ δὲ πονηρὸν ἦν τὸ ἔμφυτον τῆς ψυχῆς θέλημα, πῶς φησιν ὁ Δαυῒδ ὅτι Ἐκ θελήματός μου ἐξομολογήσομαι τῷ θεῷ; Πῶς γὰρ ἂν ὅλως καὶ δυνήσεται ἡ ψυχὴ θελῆσαί τι τῶν θείων, εἰ μὴ ἔχει θέλησιν λογιστικήν; Ἢ πῶς νοήσει τι τῶν κρειττόνων καὶ νοερῶν ἢ ἐνεργήσει, μὴ ἔχουσα ἐνέργειαν νοεράν; Δι’ ὧν δύο ἰδιοτήτων ἐξεικονίζει σαφῶς ἐν ἑαυτῇ τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ.