Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Γ΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ (κατὰ Μονοθελητῶν)

Ἀναστάσιος Σιναΐτης

Οντολογία και φυσικά ιδιώματα της λογικής ψυχής

Ανάλυση της θεοειδούς προέλευσης της ψυχής και τεκμηρίωση της διατήρησης της λογικής, θελητικής και ενεργητικής της ικανότητας, ανεξαρτήτως της πτώσης και της φθοράς του σώματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 4 από 7

Ἐπεὶ πῶς καὶ χωριζομένη τοῦ σώματος ἐν τῷ θανάτῳ συνίσταται ἡ λογικὴ ψυχή, εἰ μὴ διὰ τῆς νοερᾶς αὐτῆς καὶ ζωτικῆς καὶ ἀειζώου ἐνεργείας; Καὶ μάλιστα αἱ τῶν δικαίων ψυχαί, πῶς νῦν θεὸν αἰνοῦσι; Κατὰ ποίαν ἐνέργειαν τὴν παρ’ αὐτοῦ εἰσδέχονται ἔλλαμψιν; Πῶς ὑπὲρ τοῦ κόσμου πρεσβεύουσιν;

Ἕκαστον γὰρ πρὸς τὴν οἰκείαν συγγένειαν τὴν ἰδιότητα ἔχει. Τὸ μὲν σῶμα ὡς ἐξ ἠρεμούσης καὶ νεκρᾶς καὶ ἀκινήτου καὶ ἀναισθήτου γῆς ὑφεστώς, νεκρόν τε καὶ ἄψυχον καὶ ἀναίσθητον καὶ ἀκίνητον καὶ πάντη ἄπρακτον ἐν τῷ θανάτῳ γίνεται, κατὰ τὴν θείαν ἀπόφασιν τὴν περὶ τοῦ σώματος πρὸς τὸν Ἀδὰμ ῥηθεῖσαν ὅτι «Γῆ εἰ καὶ εἰς γῆν ἀπελεύσῃ ὡς γῆ ἐξ ἧς καὶ ἐπλάσθης.» Ἡ δὲ ψυχὴ οὐκ ἐκ γῆς γέγονεν, οὐκ ἐξ ἀέρος, οὐκ ἐξ ὑδάτων, οὐκ ἐκ πυρός, οὐκ ἐκ φωτός, οὐκ ἐξ ἡλίου, οὐκ ἐκ νεφέλης, οὐδὲ ἐξ ἑτέρας τινὸς ὑποστάσεως ἢ οὐσίας κτιστῆς ὁρωμένης ἢ νοουμένης, ἀλλ’ ἐξ αὐτῆς τῆς ἀχράντου καὶ ἀϊδίου καὶ ἀκαταλήπτου καὶ ἀνερμηνεύτου καὶ ἀοράτου καὶ ἀσχηματίστου καὶ ἀθανάτου καὶ ἀφθάρτου καὶ ἀψηλαφήτου καὶ ἀῤῥεύστου καὶ ἀσωμάτου φύσεως τοῦ θεοῦ τὴν κτίσιν καὶ τὴν ὕπαρξιν καὶ τὴν πρόοδον διὰ τοῦ θείου ἐκείνου ἐμφυσήματος ἡ θεοείκελος καὶ θεόσδοτος καὶ θεόκτιστος καὶ θεόμοιος ἡμῶν ψυχὴ ἔσχεν, ὥσπερ ἔκ τινος πηγῆς ζωῆς ζωὴ καὶ ζωοποιὸς προελθοῦσα καὶ ὡς ἐκ θησαυροῦ φωτὸς λαμπηδὼν δημιουργηθεῖσα καὶ ὡς ἔκ τινος ἀβύσσου ἀϊδίου ἀρώματος εὐωδίας πνοὴ διὰ τοῦ θείου στόματος γεννηθεῖσα καὶ ἐξελθοῦσα καὶ τῷ Ἀδὰμ ἐνοικισθεῖσα. Καὶ ὅπως ἀποτολμήσας εἴπω, ἐκ τοῦ δημιουργοῦ τῶν ἁπάντων θεοῦ λόγου ἡ λογικὴ ἡμῖν μετεδόθη ψυχή, ἐκ τοῦ ἀχράντου στόματος εἰς ἡμᾶς ἐμπνευσθεῖσα, ἐκ θεοῦ καρδίας ἡμῖν καρδιωθεῖσα, ἐκ θεοῦ ψυχῆς ἡμῖν ἐμψυχωθεῖσα, ἐκ θεοῦ νοὸς ἡμῖν νοερωθεῖσα. Ὅθεν ὡς ἐξ αὐτοῦ τοῦ θεοῦ τοῦ ἀεικινήτου διὰ τοῦ στόματος καὶ ἐμφυσήματος τοῦ θείου προελθοῦσα καὶ γεννηθεῖσα, ἀεικίνητος ὑπάρχει, καὶ μόνη παρὰ πᾶσαν τὴν κτίσιν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ὑπάρχει καὶ προσηγορεύθη, ὡς ἔχουσα ἐν ἑαυτῇ κατὰ χάριν τὰ τῆς θείας φύσεως ἰδιώματα τυπικῶς, λέγω δὴ τὸ ἀκατάληπτον, τὸ ἀόρατον, τὸ ἀσώματον, τὸ ἀσχημάτιστον, τὸ καθαρόν, τὸ ἀθάνατον, τὸ αἰώνιον, τὸ ἄφθαρτον, τὸ αὐτεξούσιον, τὸ ἀναμάρτητον, τὸ ζωοποιόν, τὸ σοφιστικόν, τὸ πνευματικόν, τὸ δημιουργητικόν.

Ὥσπερ γὰρ ὁ θεὸς ἐκ γῆς ἄνθρωπον, οὕτω καὶ ἄνθρωπος ἐκ γυναικὸς κατὰ χάριν δημιουργεῖ ἄνθρωπον. Καὶ ὥσπερ ἐπὶ τῆς πρώτης πλάσεως τὸ μὲν σῶμα ἐκ τῆς γῆς ἔσχεν ὁ ἄνθρωπος, τὴν δὲ ψυχὴν ἐξ αὐτοῦ τοῦ θεοῦ γεννηθεῖσαν, οὕτω καὶ νῦν τὸ μὲν σῶμα ἐκ τῆς γυναικείας γῆς καὶ αἵματος συνίσταται, ἡ δὲ ψυχὴ διὰ τῆς σπορᾶς ὥσπερ διά τινος ἐμφυσήματος ἐκ τοῦ ἀνθρώπου ἀῤῥήτως μεταδίδοται.

Ἐπὶ μὲν οὖν τῆς τῶν ἀγγέλων καὶ τῶν Χερουβὶμ καὶ Σεραφὶμ δημιουργίας εἴρηται ὅτι Αὐτός, τουτέστιν ὁ θεός, εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, ἐπὶ δὲ τοῦ ἀνθρώπου τοῦ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ὄντος οὐχ οὕτως, ἀλλὰ τὸ μὲν σῶμα διὰ τῶν οἰκείων καὶ θείων χειρῶν αὐτοῦ ἔπλασεν ὁ θεός, τὴν δὲ ψυχὴν ὡς ἀόρατον ἐκ τῆς παναοράτου αὐτοῦ ψυχῆς διὰ τοῦ ἐμφυσήματος προήγαγε καὶ ἐποίησε, παρ’ ἑαυτοῦ καὶ οὐκ ἐκ τῶν ἐκτὸς ἑαυτοῦ ταύτην ἡμῖν ἐνθείς, ὡς καὶ Γρηγορίῳ δοκεῖ. 4.) Οὐκοῦν εἰ ἐκ στόματος καὶ πνοῆς θεοῦ προῆλθεν ἡ ψυχή, ἐκ πνοῆς θεοῦ προῆλθον καὶ συμπροῆλθον πάντα τὰ τῆς ψυχῆς οὐσιώδη ἰδιώματα, τουτέστι τὸ λογιστικόν, τὸ νοερόν, τὸ θελητικόν, τὸ ἐνεργητικόν, τὸ ζωοποιόν, ὧντινων ἀναιρουμένων οὐδὲ ἔστιν οὐδὲ γνωρίζεται ψυχὴ λογική. Καθάπερ γὰρ τὰ στοιχεῖα συστατικὰ καὶ συμπληρωτικὰ τοῦ σώματος ὑπάρχει, οὕτω καὶ ἡ ψυχὴ διὰ τῶν οἰκείων ἕξεων καὶ ἰδιοτήτων συνίσταται καὶ γνωρίζεται καὶ τῶν ἀλόγων ὡς λογικὴ διακρίνεται· κατὰ γὰρ τὸ νοερὸν καὶ λογιστικὸν ἤτοι βουλευτικὸν καὶ θελητικὸν καὶ μόνον τῶν ἀλόγων διαφέρει ὁ ἄνθρωπος, ἐπεὶ σχεδὸν ἐν πᾶσι τοῖς λοιποῖς καὶ μάλιστα τοῖς τοῦ σώματος κοινωνικὸς καὶ ὅμοιος καὶ ὁμοούσιος τῶν ἀλόγων καθέστηκε. Καὶ γὰρ ἐκ τῆς αὐτῆς γῆς ὄντα, ὅθεν καὶ τὸ ἡμέτερον σῶμα γέγονε, καὶ θυμὸν ἔχουσι, καὶ κίνησιν ἔχουσι, καὶ ψυχὴν ἄλογον καὶ ἀθέλητον ἔχουσι, καὶ ζωὴν ἔχουσι, καὶ φωνὴν καὶ πνοὴν ἔχουσι, καὶ σάρκα καὶ αἶμα καὶ χυμὸν καὶ ὀστᾶ καὶ πάντα τὰ ἐν τῷ σώματι ἡμῶν ἔχουσι, καὶ μνήμην ἔχουσιν, ὥς φησιν ὁ θεὸς πρὸς τὸν Ἰώβ, καὶ ὄρεξιν ἔχουσι, καὶ πεῖναν καὶ δίψαν καὶ κόπον καὶ ἱδρῶτα καὶ πάντα τὰ σωματικὰ ἡμῶν ἔχουσι· μόνον δὲ τὸ λογιστικὸν καὶ νοερὸν καὶ βουλευτικὸν τῆς ἀθανάτου ἡμῶν ψυχῆς τὸ ἐκ θεοῦ προελθὸν οὐκ ἔχουσιν.

Ὅρα μοι λοιπὸν τὸ τυφλὸν καὶ πεπλανημένον τῶν αἱρετικῶν. Πάντα τὰ συγγενῆ ὄντα τῶν ἀλόγων ἀνελλιπῶς ὁμολογοῦσιν ἐν τῷ Χριστῷ, τουτέστι σῶμα, ὕλην, φθοράν, χυμόν, αἷμα, δάκρυον, πτύσμα, ὀστᾶ, κόπρον, ῥύσιν, πεῖναν, δίψαν, κόπον, ἱδρῶτα, θάνατον, νέκρωσιν, ἅπερ εἰσὶ κατὰ φύσιν ἀλλότρια ὄντως καὶ ἀνάξια θεοῦ, ὡς ἴδια ὄντα κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν. Τὰ δὲ τῆς νοερᾶς καὶ ἀθανάτου ψυχῆς ἰδιώματα τὰ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ὑπάρχοντα καὶ ἐκ τοῦ ἀχράντου αὐτοῦ στόματος προελθόντα καὶ σχεδὸν εἰπεῖν συγγένειαν θεοῦ τινα κατὰ χάριν καὶ ὁμοίωσιν ἔχοντα, ταῦτα ὡς πονηρὰ ὄντα ὁμολογεῖν ἐν Χριστῷ οἱ μιαροὶ οὐκ ἀνέχονται, δι’ ὧν πᾶσα ἡμῶν ἡ τῶν ἀνθρώπων φύσις ζωοποιεῖται καὶ σῴζεται. Ἀναιρουμένης γὰρ τῆς ζωτικῆς καὶ ζωοποιοῦ τῆς ψυχῆς ἡμῶν ἐνεργείας, εὐθέως ὁ ἄνθρωπος θανάτῳ παραπέμπεται, χωριζομένου τοῦ σώματος τῆς συγκρατούσης καὶ ζωοποιούσης αὐτὸ ψυχικῆς ἐνεργείας.

Στερουμένης δὲ πάλιν τῆς λογικῆς ἡμῶν ψυχῆς καὶ ἀναιρουμένης τῆς θελητικῆς αὐτῆς καὶ ἐπιθυμητικῆς δυνάμεως, οὐδὲν διαφέρει τῆς ἀλόγου καὶ ἀδιανοήτου τοῦ ἵππου ψυχῆς. Πῶς γὰρ ἂν καὶ εὐαρεστήσω τῷ θεῷ εἰ μὴ διὰ τῆς θελητικῆς καὶ ἐνεργητικῆς αὐτῆς κινήσεως καὶ δυνάμεως; Πῶς δὲ καὶ τελέσω τὸ τοῦ θεοῦ θέλημα εἰ μὴ διὰ τοῦ ἐμφύτου αὐτῆς καὶ οὐσιώδους θελήματος; Ὅπερ πολλάκις ἐν τῇ γραφῇ διαφόροις ὀνόμασιν εὑρίσκομεν ὀνομαζόμενον, τουτέστι θέλημα ἀγαθόν, πόθον, ἐπιθυμίαν, ἀγάπην, ἔρωτα. Εἰ δὲ δεῖ καὶ μικρὰς μαρτυρίας ἐνθεῖναι, οὐκ ὀκνητέον. Εἴρηται γοῦν ὅτι Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει ὁ κύριος, καὶ Ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα τοῦ μακαρίου ἀνδρός, καὶ Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός, καὶ Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου, καὶ Ἐπεπόθησα τὸ σωτήριόν σου, κύριε. Περὶ δὲ ἀγάπης· Ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου, καὶ Ἠγάπησα, ὅτι εἰσακούσεται κύριος, καὶ Ὡς ἠγάπησα τὸν νόμον σου, κύριε, καὶ Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου. Πῶς οὖν δυνήσεται ἀγαπῆσαι τὸν θεὸν ἡ ψυχή, μὴ ἔχουσα οὐσιωδῶς ἐν ἑαυτῇ τὴν δύναμιν τὴν θελητικὴν καὶ ἐπιθυμητικὴν καὶ ἀγαπητικὴν καὶ ἐρωτικήν, φυσικήν τε καὶ ἀγαθήν; Ἣν ἔχων Ἰγνάτιος ἔφασκεν ὅτι Ὁ ἐμὸς ἔρως ἐσταύρωται. Ὅντινα ἔρωτα θεοῦ καὶ ἀγάπην θεοῦ καὶ πόθον καὶ ἐπιθυμίαν θεοῦ καὶ θελητικὴν ὄρεξιν πρὸς θεὸν μὴ ἔχοντες οὗτοι, τὸ θέλημα τὸ διαβολικὸν ἔχοντες καὶ τὰ θελήματα τῆς σαρκὸς αὐτῶν πράττοντες, παραιτοῦνται ὡς πονηρὸν τὸ θεόσδοτον καὶ θεόκτιστον καὶ θεόμοιον τῆς νοερᾶς καὶ θεοχαράκτου ἡμῶν ψυχῆς ὁμολογεῖν ἐν Χριστῷ καὶ τὴν ζωοποιὸν αὐτῆς καὶ συστατικὴν θεήπνουν ἐνέργειαν· ὧν χωρὶς ἡ νοερὰ καὶ θεόσδοτος καὶ θεόστομος τοῦ ἐμφυσήματος τοῦ θείου ἡμῶν ψυχὴ οὔτε θελῆσαι, οὔτε ἐνεργῆσαί τι τῶν θείων ἐντολῶν δύναται.

Εἰ δὲ ἀλλοτρία ἐστὶν ἡ νοερὰ ἡμῶν ψυχὴ ἀγαθῆς καὶ θεομιμήτου θελήσεως καὶ ἐνεργείας, πῶς πρὸς ἀνθρώπους λέγει ὁ θεὸς ὅτι Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε; Πῶς ποιήσει τὸ θεῖον θέλημα ἡ ψυχή, εἰ μὴ ἔχει δύναμιν θελητικὴν καὶ ἐνεργητικήν; Πῶς δὲ ἐπετράπη εὐθέως, ἡνίκα γέγονεν, ὁ Ἀδὰμ ἐργάζεσθαι καὶ φυλάττειν τὸ δεσποτικὸν πρόσταγμα;

«Ἀλλὰ παρετράπη» φησὶν «ὁ ἄνθρωπος.» «Καὶ πάντα τὰ τοῦ ἀνθρώπου πάντως,» ἐροῦσι πρὸς ἡμᾶς οἱ αἱρετικοί, «καὶ τούτου χάριν ἀλλότριον καὶ ἀνάξιόν ἐστι τὸ λέγειν ἐπὶ Χριστοῦ ἀνθρώπινον θέλημα ἢ ἀνθρωπίνην ἐνέργειαν.»

Οὐχ οὕτως· οὐ γὰρ ὁλοτελῶς τῇ φύσει ἐτράπη ἤγουν ἠλλοιώθη ἐξ ἀφθαρσίας εἰς φθορὰν ὁ Ἀδάμ, ἀλλὰ τὸ σῶμα, ὡς ἐκ γῆς καὶ τρεπτῆς φύσεως γεγονὸς καὶ πλασθέν, τοῦτο τὴν τροπὴν ἐξ ἀφθαρσίας καὶ ἀθανασίας ὑπέμεινε, φθαρτὸν καὶ θνητὸν γενόμενον διὰ τῆς παραβάσεως· οὗτος γάρ ἐστιν ὁ περιπεσὼν τοῖς λῃσταῖς καὶ γενόμενος, ὥς φησι τὸ εὐαγγέλιον, ὑπὸ τῶν πληγῶν αὐτῶν ἡμιθανής, οὐ μὴν καὶ ὁλοθανής. Ἡ γὰρ ψυχή, ὡς ἐξ ἀθανάτου οὐσίας θεοῦ καὶ ἀτρέπτου διὰ τοῦ ἐμφυσήματος κτισθεῖσα, εἰ καὶ τῇ προσβολῇ τοῦ ξύλου συγκατῆλθεν, ἀλλ’ ὅμως ἔμεινεν ἐν τῇ οἰκείᾳ τοῦ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν θεοῦ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ, οὐ χρῄζουσα οὐσιώδους ἀναπλάσεως καθάπερ τὸ σῶμα, ἀλλὰ μόνης λογιστικῆς τινος διορθώσεως καὶ ἐξομολογήσεως, οὐκ ἀναιρέσεως θελήσεως, ἵνα μὴ ἄλογος γένηται, οὐκ ἐξαλείψεως ἐνεργείας, ἵνα μὴ νεκρὰ καὶ ἀνενέργητος ὡς τὰ ἄψυχα γένηται.