Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Β΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ

Ἀναστάσιος Σιναΐτης

Χριστολογική ερμηνεία της Εδέμ και αναίρεση των Μανιχαίων

Η θεολογική σημασία των δερμάτινων χιτώνων ως σύμβολο προσλήψεως της σαρκός, η αναίρεση των δυαλιστικών πλανών και η πραγμάτωση του κατ' εικόνα εν Χριστώ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 2 από 4

Ὅρα γάρ, μήπως δυνάμεθα μικρὸν παραβιαζόμενοι τὴν ἱστορίαν εἰπεῖν ὅτι ἐξεικονίζων πως καὶ προδιατυπῶν καὶ ἐν τούτῳ ὁ Ἀδὰμ τὴν τοῦ ἀφθάρτου καὶ ἀΰλου θεοῦ λόγου σάρκωσιν καὶ ἀνθρωπογενῆ παχύτητα, ἐξ ἀφθάρτου τε καὶ ἀθανάτου καὶ ἀϋλοτέρου σώματος οὖ εἶχε, τὸ παχυμερὲς τοῦτο καὶ παθητὸν ὑπὸ τοῦ θεοῦ μετημφιάσθη σῶμα, ὡς καὶ Γρηγορίοις τοῖς θείοις δοκεῖ, ἐμφαίνοντος τοῦ τοιούτου ὑποδείγματος, τῆς γυμνώσεως λέγω καὶ ἐνδύσεως τοῦ Ἀδάμ, ὅτι γυμνὸς καὶ ἀπερικάλυπτος ὁ θεὸς λόγος περιβληθήσεται καὶ ἐνδυθήσεται ἀχειροποίητόν τινα καὶ θεόκτιστον δερμάτινον καὶ σάρκινον τῆς ἡμετέρας φύσεως χιτῶνα. Διατοῦτο γὰρ καὶ γυμνὸς ἐδημιουργήθη ὁ ἄνθρωπος καὶ οὐκ αὐτένδυτος καθάπερ καὶ τὰ κτήνη καὶ τὰ πετεινά· συνουσιωμένην ἑαυτοῖς τὴν σκέπην διὰ τῶν πτερῶν καὶ τῶν παχέων δερμάτων καὶ ἐρίων καὶ τριχῶν ἔχουσιν· οὗτος δὲ γυμνὸς καὶ ἄφθαρτος καὶ ἀθάνατος ὤν, εἰς εἰκόνα καὶ ὁμοίωσιν τοῦ γυμνοῦ θεοῦ λόγου ἐνεδύθη δερμάτινον χιτῶνα ἄσπορον· οὐ γὰρ ἔκ τινος κτήνους τοῦτον ἀπέδυσεν ἢ ἀφείλατο ὁ θεός, ἀλλ’ ἀσπόρως καὶ θεοπλάστως αὐτὸν ὑπὲρ φύσιν ὑπέστησεν. Ὅθεν οὔτε κτηνώδης ἐξ ἀλόγου φύσεως ἦν ὁ χιτών, ἀλλὰ θεόπλαστος, καθὰ καὶ ὁ ἄνθρωπος χειρὶ θεοῦ γεγονώς· προδιέγραφε γὰρ σαφῶς καὶ ἀναμφιβόλως τὴν ἄσπορον καὶ θεόκτιστον σάρκα τοῦ θεοῦ λόγου, ἣν ἐποίησεν αὐτῷ ὁ θεός, Ἰακὼβ καθάπερ τῷ ἰδίῳ υἱῷ Ἰωσὴφ τὸν ποικίλον ἐκεῖνον χιτῶνα. Εἰ γὰρ μὴ τὴν σάρκωσιν τοῦ γυμνοῦ δευτέρου Ἀδὰμ προδιέγραψεν ὁ δερμάτινος χιτών, τί δήποτε μὴ μᾶλλον βύσσινον ἢ λίνον ἢ ἄλλης τινὸς οὐσίας αὐτῷ ὁ θεὸς περιέθηκε χιτῶνα;

Ἐντεῦθεν καὶ διὰ τούτων καὶ οἱ Μανιχαίων καταλύονται μῦθοι οἱ φάσκοντες δύο ἀρχὰς καὶ δύο ἐναντίους θεούς, ἕνα ἀγαθὸν καὶ ἕτερον πονηρόν, καὶ τὸν μὲν δημιουργὸν ὡς ἀγαθὸν τῆς ἀσωμάτου ἡμῶν ψυχῆς, τὸν δὲ πονηρὸν τοῦ σώματος ἡμῶν εἶναι ποιητήν, καὶ πάλιν τὸν μὲν ἀγαθόν, ποιητὴν ὑπάρχειν τοῦ φωτός, τὸν δὲ πονηρόν, δημιουργὸν εἶναι τοῦ σκότους, καὶ τὸν μὲν ἀγαθὸν θεὸν τύπον εἶναι τοῦ ξύλου τῆς ζωῆς, τὸ δὲ ξύλον τῆς γνώσεως τύπον εἶναι τοῦ πονηροῦ θεοῦ, καὶ τὸν μὲν ἀγαθὸν θεὸν ἀθάνατον καὶ ἄφθαρτον ποιήσαντα τὸν ἄνθρωπον, τὸν δὲ πάλιν πονηρὸν τοὺς δερματίνους χιτῶνας αὐτὸν καὶ τὸ παχὺ σαρκίον τοῦτο τὸ θνητὸν ἐνδύσαντα, καὶ φθαρτὸν αὐτὸν καταστήσαντα, καὶ τὴν κατὰ σάρκα γέννησιν πάσης ἡμῶν τῆς ἀνθρωπότητος αὐτόν, λέγω δὴ τὸν πονηρὸν θεόν, δημιουργήσαντα καὶ τὸν θάνατον κτίσαντα.

Ταῦτα μὲν Μανιχαίων τὰ ληρωδήματα. Ἡ δὲ τοῦ Χριστοῦ ἐκκλησία πόῤῥω τούτων ἀποφεύγουσα καὶ ἀκούουσα ὅτι κατ’ εἰκόνα θεοῦ ὑπάρχει ὁ ἄνθρωπος, καὶ ὅτι μετὰ τὴν παράβασιν πάλιν ἤκουσεν ὑπὸ θεοῦ ὅτι Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, καὶ ὅτι καθάπερ ὑπό τινος πατρὸς φιλοστόργου περιεβλήθη χιτῶνα, οἱονεί τινα σκέπην παρὰ θεοῦ κομισάμενος, καὶ γονὴν καὶ υἱοὺς καὶ θυγατέρας κατὰ τὴν τοῦ θεοῦ εὐλογίαν τὴν πρὸς αὐτοὺς φάσκουσαν Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν ὁ Ἀδὰμ ποιησάμενος, καὶ ὅτι πατὴρ παντὸς τοῦ κόσμου καθέστηκε, καὶ ὅτι ἐν τῷ θρόνῳ τῷ χερουβικῷ ἡ αὐτοῦ φύσις ἀνελθοῦσα δοξολογεῖται καὶ προσκυνεῖται ὑπὸ πάσης ἀγγελικῆς στρατιᾶς, ταῦτα καὶ τὰ τοσαῦτα ἀγαθὰ ἐσχηκότα τὸν Ἀδὰμ μετὰ τὴν παράβασιν ἡ ἐκκλησία βλέπουσα, οὐ τολμᾷ τὸν πονηρὸν λέγειν γενόμενον αἴτιον καὶ πρόξενον ἡμῖν τῶν τοσούτων ἀγαθῶν, ἀλλ’ ὅτι μυστήριά τινα καὶ θεῖαί τινες ἄῤῥητοι οἰκονομίαι ἐν τῷ παραδείσῳ καὶ ἐν τῷ καρπῷ καὶ ἐν τοῖς χιτῶσι καὶ ἐν τῷ ξύλῳ καὶ ἐν τῇ γυμνώσει καὶ ἐν τῷ ὕπνῳ καὶ ἐν τῇ ἐκστάσει καὶ ἐν τῇ προσβολῇ καὶ ἐν τῇ ἐκβολῇ καὶ ἐν αὐτοῖς τοῖς ὀνόμασι καὶ τοῖς σχήμασι καὶ πᾶσι τοῖς ἐκεῖσε προετυποῦντο, πάντα εἰς τὴν Χριστοῦ σάρκωσιν ἀποβλέποντα καὶ ταύτην ἀῤῥήτως προδιαγράφοντα. Ὥσπερ δὲ κατ’ εἰκόνα Χριστοῦ καὶ καθ’ ὁμοίωσιν ἐδείξαμεν τὸν Ἀδάμ, οὕτω κατ’ εἰκόνα Χριστοῦ εἰσι καὶ πάντα τὰ κατὰ τὸν Ἀδὰμ λεχθέντα καὶ πραχθέντα δίχα μόνης τῆς ἁμαρτίας.

Φασὶ δέ τινες ὅτι κατ’ εἰκόνα μὲν θεοῦ ὁ ἄνθρωπος γέγονεν, ὅτε ἡ εἰκὼν τοῦ θεοῦ λόγου ἐν αὐτῷ ἐσκήνωσε, καθ’ ὁμοίωσιν δέ, ἡνίκα ἐκ νεκρῶν ἀνέστη καὶ ἐν τῷ θρόνῳ τῷ χερουβικῷ ἐκάθισε καὶ σύνθρονος τοῦ πατρὸς καὶ θεοῦ καὶ τοῦ ἁγίου πνεύματος γέγονεν ἐν Χριστῷ. Τότε γὰρ ἀληθῶς ἥρμοζε τῷ Ἀδὰμ ὑπὸ θεοῦ ἀκοῦσαι· «Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἶς ἐξ ἡμῶν σύνθρονος ἡμῖν ἐν οὐρανοῖς.»