Ἔργον
Ἀναστάσιος Σιναΐτης – Ὁδηγός
Ορισμοί θεολογικών, χριστολογικών και φιλοσοφικών όρων
Εκτενής εννοιολογική ανάλυση βασικών όρων, όπως ουσία, υπόσταση, φύση, ιδίωμα, ενέργεια και θέλημα, προς θεμελίωση της ορθόδοξης δογματικής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ορισμοί θεολογικών, χριστολογικών και φιλοσοφικών όρων
Εκτενής εννοιολογική ανάλυση βασικών όρων, όπως ουσία, υπόσταση, φύση, ιδίωμα, ενέργεια και θέλημα, προς θεμελίωση της ορθόδοξης δογματικής.
Ἀρκτέον τοίνυν τῷ προειρημένῳ τρόπῳ τριχῶς ποιεῖσθαι τὰς ἐξετάσεις τῶν ὅρων. Τί ἐστιν ὅρος; καί, Κατὰ τί εἴρηται ὅρος; καί, Ὁσαχῶς νοεῖται ὁ ὅρος; Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς ὑποκειμένης οὐσίας τῷ πράγματι. Ὅροι δὲ λέγονται ὡς ὁράσεις καὶ ὀφθαλμοὶ τῶν πραγμάτων τυγχάνοντες, καὶ ὡς ὁρίζοντες ἤτοι περικλείοντες συντόμως τὴν τοῦ νοήματος δύναμιν· οἷον ἀνθ’ οὗ λέγομεν, ὅτι «Ἄνθρωπός ἐστιν οὐσία ἐκ σαρκὸς καὶ ψυχῆς καὶ λόγου καὶ αἵματος καὶ στοιχείων καὶ ἑτέρων πλειόνων», περιορίζομεν ταῦτα διὰ τοῦ ὅρου λέγοντες, ὅτι «Ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν.»
Πολλοὶ μὲν οὖν εἰσι καὶ ἀναρίθμητοι ὅροι περὶ παντὸς πράγματος· ἐκ πολλῶν δὲ ὀλιγοστοὺς κυριωτέρους ἐντάττομεν διὰ τὸ ῥάθυμον τῶν νῦν ἀνθρώπων. Πλὴν τοῦτο γνωστέον καὶ πιστευτέον, ὅτι ὁ φιλοπόνως πράττων τοὺς ὅρους ῥήτορας καὶ δεινοὺς πολυλόγους δυνήσεται εὐχερῶς ἐν ταῖς διαλέξεσιν ἀποστομίζειν. Ἐπὰν γὰρ ἐρωτηθῇ, «Τί ἐστι λόγος;» καί, «Κατὰ τί εἴρηται λόγος;» καί, «Ὁσαχῶς ὁ λόγος;» καὶ ἀπορήσῃ εἰπεῖν τοὺς ὅρους ὁ δι’ ἐναντίας, καὶ ἐν τοῖς λοιποῖς λοιπὸν καταισχύνεται ὡς μηδὲν ἐπιστάμενος.
Ὅρος τῶν ὅρων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ὁριζόμενος, ὅστις ἐστὶν ὁ μόνος ὅρος τῶν ὅρων, θεός. Ἀόριστόν ἐστι τὸ κατ’ οὐσίαν ἀσήμαντον, θεός. Δυσόριστόν ἐστι τὸ μὴ καθόλου, ἀλλ’ ἐκ μέρους γινωσκόμενον, οἷον τὸ ξύλον τῆς ζωῆς. Τρία εἰσὶ κατ’ οὐσίαν ἐν ἀνθρώποις ἄγνωστα καὶ ἀόριστα, θεὸς καὶ ἄγγελος καὶ ψυχή, μόνῳ τῷ θεῷ γνωριζόμενα κατ’ οὐσίαν.
Λοιπὸν ὁ καλῶς διαπορῶν πρὸς τὸν δι’ ἐναντίας οὕτω λέγει· «Τί <ὅριον>;» καί, «Τί τὸ ἀόριστον;» καί, «Τί τὸ δυσόριστον;» καί, «Οἷον εὐόριστον;» Εὐόριστον δέ ἐστι τὸ ψηλαφώμενον καὶ φθειρόμενον, οἷον ὁ ἄρτος καὶ τὰ ὅμοια. Ὅριόν ἐστιν ἀνυπέρβατος στάσις. Ἀόριστον δέ ἐστι τὸ μόνον ἄκτιστον, θεός· δυσόριστον δὲ τὸ κτιστὸν καὶ ἀόρατον, οἷον ἄγγελος, ψυχή, δαίμων. Τί θεός; καί, Κατὰ τί θεός; καί, Ὁσαχῶς εἴρηται τὸ θεός;
Καὶ θεὸς μέν ἐστιν οὐσία ἀναίτιος, αἰτία παναλκής, πάσης οὐσίας αἰτία τις ὑπερούσιος. Θεός ἐστιν ἀνώνυμος καὶ ἀσήμαντος παρ’ ἀνθρώποις ὕπαρξις πάσης ὑπάρξεως ποιητική. Ἀκοινώνητον γὰρ ὄνομα εἶπεν ὁ Σολομὼν εἶναι τὸν θεόν· ἀκοινώνητον δὲ ὄνομά ἐστι τὸ μήτε ἀνθρώποις μήτε ἀγγέλοις ἀκουσθὲν ἢ ἐννοηθέν. Ὁσαχῶς ἡ θεὸς προσηγορία εἴρηται ἐν τῇ γραφῇ; Καὶ δῆλον ὅτι διττῶς, φύσει καὶ σχέσει· φύσει μὲν ὁ ποιητής, σχέσει δὲ καὶ χάριτι καὶ οἱ δίκαιοι λέγονται θεοί.
Ἐρώτησις. Ἡ θεὸς προσηγορία, πότερον οὐσιώδης ἢ προσωπικὴ ἢ ἐνεργητικὴ ἢ τυπικὴ καθέστηκε καὶ μεταφορική; Ἀπόκρισις. Καὶ πρόδηλον ὅτι ἐνεργητικὴ τυγχάνει· οὐ γὰρ αὐτὴν τὴν τοῦ θεοῦ οὐσίαν ἡμῖν παρίστησιν (ἀδύνατον γὰρ ταύτην γνῶναι), ἀλλὰ μόνην τὴν θεωρητικὴν αὐτοῦ ἐνέργειαν δηλοῖ τὸ θεός.
Τί πατήρ; καί, Κατὰ τί εἴρηται πατήρ; καί, Ὁσαχῶς ἐπὶ θεοῦ ἡ πατρότης;
Πατὴρ μὲν οὖν κυρίως εἴρηται ἀναίτιος ὑπόστασις γεννητικὴ ἀγέννητος. Εἴρηται δὲ πατὴρ ἢ ὡς τὰ πάντα τηρῶν ἢ ὡς τοὺς οἰκείους παῖδας τηρῶν, οἷον «παι–τήρ». Διττῶς δὲ λέγεται πατὴρ ὁ θεός, φύσει καὶ χάριτι· φύσει μὲν τοῦ ἰδίου καὶ ὁμοουσίου θεοῦ λόγου, χάριτι δὲ καὶ ἡμῶν, ὡς τὸ Ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες.
Τί υἱός; καί, Κατὰ τί εἴρηται υἱός; καί, Ὁσαχῶς ὁ υἱὸς νοεῖται;
Καὶ υἱὸς μὲν κυρίως ἐστὶν δευτερότης ὑποστάσεως ἐν ταὐτότητι φύσεως ἢ αὔξησις προσώπων ὁμογενὴς ἢ πρόοδος φύσεως εἰς συγγένειαν γνωριζομένη. Υἱὸς δὲ κυρίως εἴρηται, ὡς ἂν εἴποις «οἷος»· οἷος γὰρ ὁ πατὴρ τὴν οὐσίαν, τοιοῦτος ὁ μονογενὴς καὶ υἱός, εἴτε ἐξ ἀκτίστου ἄκτιστος, εἴτε ἐκ θνητοῦ θνητὸς καὶ βροτοῦ βροτός. Κατὰ δύο δὲ τρόπους πάλιν εἴρηται ἐπὶ θεοῦ ἡ υἱότης, φύσει καὶ χάριτι· φύσει μὲν υἱὸς ὁ θεὸς λόγος, χάριτι δὲ οἱ δίκαιοι.
Τί πνεῦμα; καί, Κατὰ τί εἴρηται πνεῦμα; καί, Ὁσαχῶς λέγεται ἐν τῇ γραφῇ τὸ πνεῦμα;
Καὶ πνεῦμα μέν ἐστι λεπτὴ καὶ ἄϋλος καὶ ἀσχημάτιστος ἐκπορευτὴ ὕπαρξις· πνεῦμα δὲ εἴρηται ὡσανεὶ «πᾶν νεῦμα» διὰ τὸ ὡς νεῦμα ὀξέως παντὶ νεῦον καὶ κινούμενον. Εἴρηται δὲ τὸ πνεῦμα ἐν τῇ γραφῇ τετραχῶς· πνεῦμα τὸ πνεῦμα τὸ ἅγιον, πνεῦμα ὁ ἄγγελος, πνεῦμα καὶ ἡ ψυχή, πνεῦμα καὶ ὁ ἄνεμος· ἔστι δὲ ὅτε καὶ ὁ νοῦς εἴρηται πνεῦμα.
Τριάς ἐστι κατὰ μὲν τὴν φυσικὴν ἀκολουθίαν μονάδων σύνθεσις, κατὰ δὲ τὴν θεϊκὴν οὐσίαν ὑπεράριθμος ὕπαρξις.
Ἀΐδιόν ἐστι τὸ «ἀεὶ διὸν» ἤγουν τὸ μηδέποτε ἀρξάμενον, οὐδὲ λῆγον· οὐ πᾶν ἀτελεύτητον πάντως καὶ ἄναρχον· οἱ γὰρ ἄγγελοι καὶ αἱ ψυχαὶ ἀρχὴν μὲν ἔσχον τοῦ εἶναι, τέλος δὲ οὐκ ἔχουσιν.
Ἰδίωμα λέγεται τὸ κυρίως ἔν τινι φύσει γνωριζόμενον, ἐν ἑτέρᾳ δὲ οὐσίᾳ μηδαμῶς ὑπάρχον, ὥσπερ ἐν τῷ ἀνθρώπῳ τὸ γελαστικόν· οὐ γάρ ἐστι γέλως ἐν ἄλλῃ οἱᾳδήποτε φύσει. Περὶ φύσεως. Τί φύσις; καί, Ὁσαχῶς ἡ φύσις; καί, Κατὰ τί εἴρηται φύσις;
Καὶ φύσις μέν ἐστι κατὰ τὸ φρόνημα τῆς ἐκκλησίας ἀληθὴς πράγματος ὕπαρξις, κατὰ δὲ Ἀριστοτέλην καὶ τοὺς λοιποὺς Ἕλληνας πολυτρόπως ἡ φύσις ὁρίζεται, οὕστινας ὅρους οἱ ἀπὸ Σευήρου κρατοῦντες ἀπεπλανήθησαν. Φύσις ἐστὶ κατὰ τὸν θεῖον Ἀπόστολον πᾶν τὸ ἐν ἀληθείᾳ ὄν, ἀλλ’ οὐκ ἐν φαντασίᾳ λεγόμενον, καθὰ πλατύτερον λέξομεν ἑξῆς. Φύσιν λέγει ἡ ἐκκλησία τὴν τῶν ὑπαρχόντων ἀλήθειαν ἤγουν τὸ τούτων ἐνούσιον, Φύσις δὲ εἴρηται διὰ τὸ πεφυκέναι καὶ εἶναι, ὥσπερ καὶ οὐσία ὡς οὖσα καὶ ἐν ἀληθείᾳ γνωριζομένη. Φύσις καὶ οὐσία καὶ γένος καὶ μορφὴ ἓν καὶ τὸ αὐτό εἰσιν ἐν τοῖς ἐκκλησιαστικοῖς δόγμασιν, ὥσπερ ὁ ἄρτος καὶ τὸ ψωμίον καὶ βουκίν. Διὸ καὶ τὸ ἔμφυτον καὶ τὸ ἐνούσιον ταὐτόν τί ἐστιν. Τετραχῶς δὲ εἴρηται ἡ φύσις, ὡς προεῖπον, οὐσία καὶ φύσις καὶ γένος καὶ μορφή.
Σχόλιον. Περὶ τοῦ φύσει ἐκ παλαιᾶς καὶ καινῆς διαθήκης, ὅτι οὐδὲν ἕτερον σημαίνει τὸ λέγειν «φύσει θεὸν τὸν Χριστὸν καὶ φύσει ἄνθρωπον» εἰ μὴ «ἐν ἀληθείᾳ ὄντα θεὸν καὶ ἐν ἀληθείᾳ τὸν αὐτὸν γενόμενον ἀτρέπτως ἄνθρωπον.» Εἴρηται τοίνυν τῷ σοφῷ
Σολομῶντι περὶ τῶν ἀσεβῶν ἀνθρώπων, ὅτι Μάταιοι πάντες ἄνθρωποι οἱ ἔχοντες ἀγνωσίαν θεοῦ. Καὶ πάλιν εἴρηται τῷ θείῳ Ἀποστόλῳ περὶ ἡμῶν τῶν ἐθνῶν, ὅτι Ἦμέν ποτε τέκνα φύσει ὀργῆς. Ἐὰν οὖν φυσικῶς ἤτοι αὐτοφυῶς εἰσιν οἱ ἀσεβεῖς μάταιοι, ἀνέγκλητοί εἰσιν· τὰ γὰρ ἐκ φύσεως φυσικῶς ἡμῖν ἐνυπάρχοντα ἀδιάβλητα καὶ ἀκατάγνωστά εἰσιν ὡς φυσικῶς ἐν ἡμῖν ὑπὸ θεοῦ δημιουργηθέντα, ὥσπερ τὸ ἀναπνεῖν καὶ τὸ ἐσθίειν καὶ τὸ καθεύδειν. Καὶ εὑρεθήσεται λοιπὸν ὁ θεὸς φυσικῶς δημιουργήσας ἐν ἀνθρώποις τὴν ματαιότητα. Ὡσαύτως καί, ἐὰν φύσει ἐσμὲν τέκνα ὀργῆς, εἰς θεὸν ἡ αἰτία ἀνατρέχει τὸν φύσει ἡμᾶς τέκνα ὀργῆς κτίσαντα· φύσει γὰρ τὸ οὐσιωδῶς οὕτως ὑπάρχον εἴρηται, ὥσπερ φύσει εἰς τὸ φωτίζειν ἡ τοῦ φωτὸς φύσις γέγονε καὶ φύσει εἰς τὸ καίειν τὸ πῦρ ἐδημιουργήθη καὶ φύσει ἡ γῆ εἰς τὸ βλαστάνειν διεπλάσθη. Οὐκοῦν πρόκειται τοῖς αἱρετικοῖς ἓν ἐκ τῶν δύο εἰπεῖν, ἢ ὅτι ματαιότητος καὶ ὀργῆς φύσεις ὁ θεὸς ἐποίησεν, ἢ ὅτι τὸ φύσει οὐδὲν ἕτερον δηλοῖ εἰ μὴ τὸ ἐν ἀληθείᾳ ὄν. Καὶ λοιπὸν ἀνέγκλητοί ἐσμεν λέγοντες «φύσει θεὸν τὸν Χριστὸν καὶ φύσει ἄνθρωπον», τουτέστι «κατὰ ἀλήθειαν θεὸν καὶ κατὰ ἀλήθειαν ἄνθρωπον.» Ταύτην δὲ τὴν παράδοσιν καὶ τὸν ὅρον τὸν περὶ φύσεως τοῦτον, ὃν νῦν ἐκ παλαιᾶς καὶ καινῆς διαθήκης παρηγάγομεν, οὔτε διδάσκαλος οὔτε ἄγγελος ἐξ οὐρανοῦ καινοτομῆσαι ἢ ἀνατρέψαι δύναται εἰς τὸν αἰῶνα. Περὶ ὑποστάσεως. Τί ὑπόστασις; καί, Κατὰ τί ὑπόστασις; καί, Ὁσαχῶς ἡ ὑπόστασις εἴρηται;
Ὑπόστασις οὖν ἐστι κατὰ τὴν ἐκκλησιαστικὴν καὶ ἀποστολικὴν παράδοσιν τὸ πρόσωπον ἤγουν ὁ χαρακτήρ, καθά φησιν ὁ Παῦλος τὸν υἱὸν ἀπαύγασμα τῆς δόξης τοῦ πατρὸς καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ, τουτέστι πρόσωπον ὁμοούσιον τοῦ χαρακτῆρος καὶ τῆς ὑποστάσεως τοῦ πατρός. Πρόσωπα δὲ καὶ χαρακτῆρας λέγομεν ἐπὶ θεοῦ ἀσώματα καὶ ἀπερίγραπτα καὶ ἀσχημάτιστα. Πρόσωπον ἤγουν ὑπόστασίς ἐστι κατὰ τοὺς ἁγίους πατέρας τὸ ἰδικὸν παρὰ τὸ κοινόν· κοινότης γάρ ἐστιν ἡ φύσις ἑκάστου πράγματος, ἴδια δέ εἰσιν αἱ ὑποστάσεις. Οἷόν τι λέγω· φύσις ἐστὶν ἤγουν οὐσία μία ἡ θεότης, ὑποστάσεις δὲ τρεῖς, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα—τρία πρόσωπα ἤγουν χαρακτῆρες, μία δὲ ἡ οὐσία καὶ γένος. Ἐὰν οὖν εἴπῃς, ὅτι «Φυλάξει ἡμᾶς ἡ θεότης», ὅλην τὴν ἁγίαν τριάδα ἐσήμανας· εἰ δὲ εἴπῃς «Μεθ’ ἡμῶν ὁ υἱὸς τοῦ θεοῦ», μίαν τῶν τριῶν ὑποστάσεων εἶπας καὶ ὅλην τὴν θεότητα.
Καὶ πάλιν περὶ τῶν αὐτῶν ἄκουσον· ἡ θεότης, ἰδοὺ τὸ κοινὸν καὶ ὁλοτελὲς τῆς οὐσίας· λοιπὸν ἡ πατρότης, ἰδοὺ ἓν πρόσωπον ἤτοι ὑπόστασις· ἡ υἱότης, ἰδοὺ ἄλλη ὑπόστασις· τὸ πνεῦμα τὸ ἅγιον, ἰδοὺ ἄλλη ὑπόστασις. Τρεῖς ὑποστατικαὶ ἰδιότητές εἰσιν ἐπὶ τῆς θεότητος, τὸ ἀγέννητον τοῦ πατρὸς καὶ τὸ γεννητὸν τοῦ υἱοῦ καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος· οὐδὲ γεννητός ἐστιν ὁ πατήρ, οὐδὲ ἐκπορευτός ἐστιν ὁ υἱός, οὐδὲ γεννητὸν τὸ πνεῦμα τὸ ἅγιον.
Πενταχῶς δὲ εἴρηται ἡ ὑπόστασις· ὑπόστασις καὶ πρόσωπον καὶ χαρακτὴρ καὶ ἴδιον καὶ ἄτομον.
Πάλιν περὶ φύσεως. Φύσις λέγεται ἡ ἀγγελιότης, ὑποστάσεις δὲ αἱ ἰδικαὶ ἑκάστου ἀγγέλου προσηγορίαι, Γαβριήλ, Μιχαήλ, Οὐριήλ, Ῥαφαήλ. Καὶ πάλιν φύσις ἐστὶ μία καὶ κοινὴ ἡ ἀνθρωπότης, ὑποστάσεις δὲ Πέτρος, Παῦλος, Θωμᾶς καὶ τὰ λοιπὰ πρόσωπα καὶ οἱ χαρακτῆρες. Ἡ οὖν φύσις ἐστὶν ἡ κυρία καὶ αἰτία καὶ γεννητικὴ τῶν ὑποστάσεων τῶν ἐν αὐτῇ· καὶ διὰ τοῦτο ὑποστάσεις λέγονται ὡς ὑπὸ τὴν φύσιν ἱστάμεναι, τὴν αὑτῶν πηγήν.
Καὶ πάλιν περὶ τοῦ αὐτοῦ ἐροῦμεν· ἐὰν εἴπῃς «Καλὴ φύσις ὁ ἄγγελος», ὅλην τὴν οὐσίαν αὐτῶν ἐσήμανας· εἰ δὲ εἴπῃς «Μέγας ἐστὶν ὁ Γαβριήλ», ὑπόστασιν μίαν ἐκ πάντων εἶπας. «Ὁ ἄνθρωπος ἐλεεινός», ἰδοὺ ὅλη ἡ οὐσία· ὁ δὲ Κόνων καὶ ὁ Σίμων καὶ ὁ Φίλων ὑποστάσεις εἰσίν. Καὶ πάλιν, ἐὰν εἴπῃς, ὅτι «Τὸ πετεινὸν ἐλαφρόν», ἰδοὺ ὅλη ἡ οὐσία· ἡ δὲ περιστερά, ἡ τρυγών, ἡ ἀηδών, ὁ ταώς, ὁ κύκνος, ἰδοὺ αὗται ὑποστάσεις. Τὸ κτῆνος, ἰδοὺ πᾶσα ἡ κτηνώδης οὐσία· ὁ δὲ ἵππος καὶ ὁ λέων καὶ ὁ κύων, ἰδοὺ αὗται ὑποστάσεις καὶ χαρακτῆρες καὶ πρόσωπα λέγονται.
Οὐ μόνον δὲ ἐπὶ νοερῶν καὶ λογικῶν καὶ ἐμψύχων ὁ αὐτὸς κανὼν τῶν ὅρων ἁρμόζει, ἀλλὰ καὶ ἐπὶ πάσης ἀψύχου καὶ ἀναισθήτου καὶ ἀκινήτου φύσεως. Οἷόν τι λέγω· ἐὰν εἴπωμεν, ὅτι «Ἐποίησεν ὁ θεὸς τὸ φῶς», ἰδοὺ τὴν οὐσίαν πᾶσαν τῶν φωστήρων ἐσημάναμεν. Αὕτη λοιπὸν ἡ οὐσία τέμνεται εἰς τὰς ὑποστάσεις αὐτῆς· ὑποστάσεις δὲ φύσεως τοῦ φωτός εἰσιν σελήνη καὶ ἄστρα, Ὠρίων, Ἕσπερος, Ἄρκτος, Ἑωσφόρος, Καρκίνος καὶ τὰ λοιπά. Ὁμοίως καὶ ἐπὶ ἀνέμων· ἐὰν εἴπῃς «πνεῦμα», πᾶσαν τὴν φύσιν τῶν ἀνέμων ἐσήμανας· εἰ δὲ εἴπῃς «Νότος» ἢ «Βοῤῥᾶς» ἢ «Λίψ», αὗται ὑποστάσεις εἰσίν. Ὡσαύτως τὸ πῦρ μία οὐσία ἐστίν, τέμνεται δὲ εἰς ὑποστάσεις ἤγουν λύχνους καὶ κηροὺς καὶ λαμπάδας καὶ κλιβάνους καὶ καμίνους. Ὁμοίως γοῦν, ὡς προεῖπον, καὶ ἡ ἀνθρωπότης πᾶσα μία οὐσία ἐστί, πολλὰ δὲ πρόσωπα.
Τὴν οὖν ἁγίαν σάρκα τοῦ Χριστοῦ οὐ λέγομεν πρόσωπον, ἀλλ’ οὐσίαν, ἵνα σημάνωμεν, ὅτι ὅλην τὴν φύσιν ἡμῶν ἔλαβε καὶ ἔσωσεν. Εἰ γὰρ εἴπομεν αὐτὴν ὑπόστασιν, ἕνα τινὰ ἄνθρωπον εὑρισκόμεθα λέγοντες, ὅτι ἀνέλαβε καὶ ἔσωσεν ὁ Χριστός. Πλὴν οὐδὲ δύναται λέγεσθαι ὑπόστασις, ἐφ’ ὅσον ἀχώριστός ἐστι τοῦ θεοῦ λόγου ἡ σάρξ· ὑπόστασις γὰρ τὸ κεχωρισμένον πρόσωπον λέγεται. Ἐνυπόστατον μέντοι αὐτὴν λέγομεν, οὐ μὴν ὑπόστασιν· τὸ γὰρ ἐνυπόστατον τὸ ὑπάρχον ἐστίν, ὥσπερ ἀνυπόστατον πάλιν τὸ μὴ ἔχον ὕπαρξιν ἤτοι οὐσίαν, οἷόν ἐστι τὸ ἐνύπνιον ἀνούσιον καὶ ἀνυπόστατον καὶ φαντασιῶδες. Καὶ ὅπως ὁριστικῶς εἴπωμεν, ἀνυπόστατον καὶ ἀνύπαρκτον καὶ ἀνούσιόν ἐστι τὸ ῥήματι μὲν πολλάκις λεγόμενον, ἐν οὐσίᾳ δὲ ἢ ὑποστάσει μὴ γνωριζόμενον, οἷον ὁ ᾅδης, ὁ θάνατος, ἡ νόσος. Πάλιν ἐνούσιον λέγομεν ἢ αὐτὸ τὸ ὂν ἢ τὸ ἐν τῇ οὐσίᾳ γνωριζόμενον ἰδίωμα, οἷον ἐνούσιόν ἐστι τοῦ ἀνθρώπου τὸ λογιστικὸν καὶ τὸ φθαρτόν. Ὁμοίως καὶ τὸ ἐνυπόστατον κατὰ δύο τρόπους λέγεται, ἢ τὸ κατὰ ἀλήθειαν ὑπάρχον ἢ τὸ ἐν τῇ ὑποστάσει ἰδίωμα, ὡς ἐν τῷ θεῷ καὶ πατρὶ τὸ ἀγέννητον, ἐν δὲ τῷ υἱῷ τὸ γεννητόν, ἐν δὲ τῷ ἁγίῳ πνεύματι τὸ ἐκπορευτόν, καθὼς καὶ ἀνωτέρω εἴρηται.
Ἕξις ἐστὶν ἡ ποιὰ πάσης φύσεως δύναμις ἡ τῶν λοιπῶν αὐτὴν οὐσιῶν διακρίνουσα καὶ ἀφορίζουσα, καθά φησιν ὁ θεῖος Διονύσιος, ὅτι Φθορὰ γάρ ἐστι φύσεως ἀσθένειά τε καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεών τε καὶ ἐνεργειῶν καὶ δυνάμεων Περὶ θελήματος. Τί ἐστι θέλημα; καί, Κατὰ τί εἴρηται θέλημα; καί, Ὁσαχῶς ἐστι τὸ θέλημα;
Καὶ θέλημα μέν ἐστιν οὐσίας νοερᾶς καὶ λογικῆς ἔφεσις πρὸς τὸ καταθύμιον· πᾶν γὰρ νοερὸν πρόδηλον ὅτι καὶ θελητικόν· ὥσπερ γὰρ πνοή τίς ἐστι καὶ ζωὴ ἡ θέλησις, πάσῃ λογικῇ φύσει οὐσιωδῶς ὑπάρχουσα. Θέλημα δὲ εἴρηται κατὰ τὸ θέειν λίαν ἅμα τὴν φύσιν πρὸς τὸ αὐτῇ θελητὸν ἢ τοῦ θελητοῦ λῆμμα ἤγουν κράτημα. Τριχῶς δὲ θεωρεῖται τὸ θέλημα, τουτέστι θεϊκὸν καὶ ἀγγελικὸν καὶ ψυχικόν· αἱ τρεῖς γὰρ αὗται καὶ μόναι φύσεις εἰσὶ θελητικαί. Τριχῶς δὲ πάλιν καὶ ἐν τῇ γραφῇ τὸ θέλημα εὑρίσκομεν λεγόμενον, θεϊκὸν καὶ φυσικόν, ἤγουν μέσον, καὶ τρίτον τὸ σαρκικόν, ὅπερ σημαίνει τὸ διαβολικόν. Θέλημα φυσικὸν θεόκτιστον ἀνθρώπου ἐστὶ κίνησις νοερὰ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς κατὰ φύσιν πρὸς τὸ ποθούμενον συνωθοῦσα τὸν ἄνθρωπον. Θέλημά ἐστι θεϊκὸν παρὰ ἀνθρώποις ἡ τῆς ἐμφύτου νοερᾶς ὀρέξεως πρὸς τὸ ὑπὲρ φύσιν ἐκ τοῦ κατὰ φύσιν ἔπειξις. Θέλημα σαρκικὸν ἐμπαθές ἐστιν ἡ τοῦ κατὰ φύσιν πρὸς τὸ παρὰ φύσιν τῆς ψυχῆς παρατροπή. Περὶ ἰδιώματος. Τί ἰδίωμα; καί, Ὁσαχῶς τὸ ἰδίωμα; καί, Κατὰ τί εἴρηται ἰδίωμα;
Ἐτυμολογία ἰδιώματος. Ἰδίωμα εἴρηται κατὰ τὸ ἰδίᾳ εἶναι ἅμα τῆς ἰδίας φύσεως ἀμιγῶς τῶν λοιπῶν οὐσιῶν ὑπάρχον ἢ διὰ τὸ ἐν τῷ εἴδει ἅμα εἶναι· ἀχώριστοι γάρ εἰσι τῶν φύσεων καὶ τῶν ὑποστάσεων αἱ αὐτῶν ἰδιότητες. Ἰδίωμα ἤγουν ἰδιότης ἐστὶ τὸ κυρίως ἔν τινι φύσει ἰδικῶς γνωριζόμενον, ἐν ἑτέρᾳ δὲ μὴ εὑρισκόμενον. Οἷόν τι λέγω· ἐν τῇ θείᾳ φύσει τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, ἅτινα οὐχ ὑπάρχουσιν ἐν ἄλλῃ οἱᾳδήποτε οὐσίᾳ, οὔτε ἐν αὐτῷ τῷ παναγίῳ σώματι τοῦ Χριστοῦ κατ’ οὐσίαν· οὔτε γὰρ προαιώνιόν ἐστιν οὐδὲ ἄκτιστον, οὐδὲ ἀπερίγραπτον ἔσται ποτέ. Ἰδίωμα ἀγγελικῆς φύσεως τὸ ἀπαθὲς τῆς οὐσίας καὶ ὑμνολογικὸν ἀσίγητον· ἀπαθὲς δὲ τὸ ἀθάνατον αὐτῆς εἶπον. Ἴδιον τοῦ ἀνθρώπου κυρίως τὸ σύνθετον ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως ἐν ἄλλῃ οἱᾳδήποτε οὐσίᾳ μὴ γνωριζόμενον.
Εἰσὶ δὲ ἰδιώματα φυσικά, ἃ προεῖπον, καὶ εἰσὶν ὑποστατικά, οἷον ἀσπρότης, σιμότης, μελανότης, μακρότης, κολοβότης, γλαυκότης, γοργότης, νωθρότης καὶ τὰ ὅμοια, ἅπερ οὐκ ἐν πᾶσιν ἀνθρώποις ὁμοίως εὑρίσκονται· οὐ γὰρ πάντες σιμοί, οὐ πάντες γοργοί, οὐ πάντες γλαυκοί. Διόπερ καί τινες ὑπόστασιν εἶναι λέγουσι τὴν συνδρομὴν τὴν ἰδιάζουσαν τῶν χαρακτηριστικῶν ἰδιωμάτων, ὧν προεῖπον. Τὰ δὲ φυσικὰ ἰδιώματα ἐξ ἴσου ἐν παντὶ τῷ γένει ὁμοίως εὑρίσκονται, οἷον πάντες ἄνθρωποι βροτοὶ ὁμοίως εἰσὶ θνητοί, λογικοί, ἀναπνευστικοί, ὑπνωτικοί, περιπατητικοί, πλατυώνυχες, γεωργητικοὶ τεχνῶν.
Συμβεβηκὸς εἴρηται τὸ γινόμενον καὶ ἀπογινόμενον, οἷον ἡ νηπιότης καὶ γίνεται καὶ ἀπογίνεται διὰ τελειότητος. Ἡ ὑγεία ὁμοίως μεταβάλλεται καὶ ἡ νόσος καὶ ἡ θερμότης καὶ ἡ ξηρότης· καὶ ἁπλῶς πᾶν τὸ παραλλαγῆναι δυνάμενον συμβεβηκὸς λέγεται.
Θέλημα οὐσιῶδές ἐστι τὸ κατὰ κοινοῦ ἐν τῇ φύσει ὁμοίως ὁρώμενον. Εἰ οὖν εἶχεν ἑκουσίως ἡ σὰρξ τοῦ Χριστοῦ τὸ μὴ θέλειν ἀποθανεῖν, ὡς οἱ ἅγιοι πατέρες φασίν, ἐὰν εὑρεθῇ τοιοῦτον θέλημα ἐν τῷ πατρὶ καὶ ἐν τῷ ἁγίῳ πνεύματι, πάντως ὅτι μία ἐστὶν ἡ θέλησις τῆς σαρκὸς καὶ τῆς θεότητος. Φυσικὸν θέλημα ἀνθρώπου ἐστίν, ὥς φησιν ὁ ἅγιος Βασίλειος καὶ Κύριλλος, τὸ φιλόζωον· πᾶς γὰρ ἄνθρωπος φύσει φιλεῖ τὴν ζωὴν καὶ τὸ ὁρᾶν τὸ φῶς· ἰδοὺ τὸ κοινὸν θέλημα. Γνωμικὰ δὲ θελήματα ἐν τῇ φύσει ἡμῶν πολλά· ἄλλος γὰρ ἄνθρωπος θέλει ἰδιάζειν, ἄλλος οἰκοδομεῖν, ἄλλος γεωργεῖν, ἕτερος πλέειν, καὶ οἱ λοιποὶ ὁμοίως. Πολλὰ γνωμικὰ θελήματα ἔχομεν, ἓν δὲ φυσικὸν θέλημα, τουτέστι τὸ φιλεῖν τὴν ζωήν. Φιλεῖ δὲ τὴν ζωὴν ὁ ἄνθρωπος οὐκ ἀσκόπως, ἀλλὰ σημαίνουσα ἡ φύσις, ὅτι, ὅπερ ἀπ’ ἀρχῆς εἶχεν ὅτε γέγονεν (ἤγουν τὴν ἀθανασίαν αὐτήν) ἀγαπᾷ καὶ ζητεῖ.
Θέλημα θεῖον τὰ προστάγματα τοῦ θεοῦ. Θέλημα φυσικὸν φύσεως λογικῆς ἡ ἐργασία τοῦ θείου θελήματος. Θέλημα σαρκικὸν ἡ παρακοὴ τοῦ θείου νόμου.
Περὶ ἐνεργείας. Τί ἐνέργεια; καί, Κατὰ τί εἴρηται ἐνέργεια; καί, Ὁσαχῶς ἡ ἐνέργεια;
Ἐνέργεια τοίνυν ἐστί, καθά φησιν ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης, ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν. Τὸ γὰρ οὐσίας τινὸς μετασχὸν συμμεθέξει πάντως καὶ τῆς δηλούσης αὐτὴν ἐνεργείας· ὅρους γὰρ τῶν οὐσιῶν τὰς ἀψευδεῖς αὐτῶν ἐνεργείας ὁ ἀληθὴς ἐπίσταται λόγος· νοερῶν ἐνέργειαν τὴν νόησιν, αἰσθητῶν τὴν αἴσθησιν, κινητικῶν τὴν κίνησιν, πτηνῶν τὴν πτῆσιν, νηκτῶν τὴν νῆξιν, βλαστικῶν τὴν βλάστησιν, ἑρπυστικῶν τὴν ἕρψιν, φωτιστικῶν τὴν ἔκλαμψιν, καυστικῶν τὴν καῦσιν, ῥευστῶν τὴν ῥεῦσιν, θεωρητικῶν τὴν ὅρασιν, γεννητικῶν τὴν γέννησιν, καὶ καθολικῶς εἰπεῖν, τὸ πάσης φύσεως σημαντικὸν καὶ ἀφοριστικὸν ἡ ἐνέργεια αὐτῆς ἡ φυσικὴ καθέστηκεν, ἧς ἀναιρουμένης πάντως συναναιρεῖται καὶ ἀπόλλυται καὶ ἡ φύσις· ἀναιρουμένης γὰρ τῆς καύσεως σβέννυται τὸ πῦρ, ἀναιρουμένης τῆς κινήσεως τοῦ ζῴου ἀπόλλυται τὸ ζῷον, ἀναιρουμένης τῆς νοήσεως ἀπόλλυται τὸ νοερὸν τῆς ψυχῆς καὶ τὸ λογιστικὸν αὐτῆς. Καὶ διὰ τοῦτο δύο λέγομεν ἐν Χριστῷ θελήσεις καὶ ἐνεργείας, ἵνα μὴ ἄψυχον σῶμα καὶ ἄλογον ψυχὴν ἐπ’ αὐτοῦ εἴπωμεν· ἐνέργεια γὰρ ἐμψύχου σώματος τὸ περιπατεῖν καὶ ἐργάζεσθαι, ἐνέργεια δὲ λογικῆς ψυχῆς ἡ θελητικὴ καὶ λογιστικὴ καὶ βουλευτικὴ διάνοια αὐτῆς ἐστιν.
Οὐ μόνον δὲ ἐπὶ ἐμψύχων καὶ κινητικῶν, ἀλλὰ καὶ ἐπὶ ἀψύχων καὶ ἀκινήτων ἔστιν εὑρεῖν φυσικὰς ἐνεργείας, ὡς μαρτυρεῖ ἡ σκαμμωνία καὶ τὰ καθάρσια τὰ κενωτικῆς ἐνεργείας ὑπάρχοντα, καὶ ἡ ὑδράργυρος θανατικὴν ποιοῦσα ἐνέργειαν, καὶ τὸ κώνειον ὁμοίως ἀναιρετικὸν ὑπάρχον. Τὸ δὲ παράδοξον, ὅτι καί τινες διάφοροι φύσεις στερούμεναι πολλάκις τῶν φυσικῶν ἐνεργειῶν αὐτῶν ἑτέρας ἐνεργείας τίκτουσιν, οἷον ἡ λίθος καιομένη ἀπόλλυσι τὴν ψυχρὰν ἐνέργειαν καὶ καυστικὴν σωμάτων ἐνέργειαν (ἄσβεστος γενομένη) κέκτηται. Ὁμοίως καὶ ἡ κέδρος καιομένη στερεῖται μὲν τῆς φυτικῆς καὶ αὐξητικῆς καὶ βλαστώδους ἐνεργείας, ἰαματικὴν δέ τινα καὶ ἀναιρετικὴν σκωλήκων ἐνέργειαν τὴν κεδρέαν δίδωσιν.
Ἀμέλει γοῦν τοῖς ἐχεφρόνως τὰς τῶν ὄντων προσηγορίας διασκοπεῖν καὶ ἀνακρίνειν ἐπισταμένοις ἔστιν εὑρεῖν, ὅτι αἱ πλείους πάσης ὑπάρξεως προσηγορίαι ἐνεργητικάς, ἀλλ’ οὐ φυσικὰς τὰς ὀνομασίας ἔχουσιν ἐκ τῶν ἰδίων ἐνεργειῶν ταύτας λαβοῦσαι καὶ ἔχουσαι καὶ λεγόμεναι. Καὶ ἀρκτέον τῆς τοιαύτης ἀποδείξεως ἐξ αὐτῆς τῆς τοῦ θεοῦ προσηγορίας τε καὶ ὀνομασίας. «Θεὸς» γὰρ οὐκ αὐτὴν τὴν οὐσίαν τὴν ἀκατάληπτον καὶ ἀνώνυμον τοῦ δημιουργοῦ ἡμῖν παρίστησιν, ἀλλ’ ἐκ τῆς θεωρητικῆς αὑτοῦ ἐνεργείας εἴρηται θεός. Ὁμοίως καὶ τὸ «ἄγγελος» οὐ τὴν οὐσίαν αὐτὴν καὶ τὴν ὕπαρξιν τῆς αὐτῶν φύσεως δηλοῖ, ἀλλ’ ἐκ τῆς ἀναγγελτικῆς αὑτῶν ἐνεργείας καὶ διακονίας τὴν ἀγγέλου ὀνομασίαν ἔχουσιν. Ὥσπερ δὴ καὶ ὁ ἄνθρωπος οὐκ ἐξ αὐτῆς τῆς οὐσιώδους αὑτοῦ ποιότητος λέγεται ἄνθρωπος, ἀλλὰ διὰ τὸ ἄνω θρεῖν τὴν ὦπα εἴρηται «ἄνωθρώοπος», ὅτι πάντων τῶν ζῴων εἰς γῆν ὁρώντων τοὺς ὀφθαλμοὺς ὁ ἄνθρωπος μόνος ἄνω θρεῖ τὴν ὦπα ἤγουν ἄνω ὁρᾷ τοὺς ὀφθαλμούς, ὥστε καὶ αὐτὸς ἐκ τῆς «ἄνωθριωπῆς» ἐνεργείας λέγεται ἄνθρωπος. Ἄλλοι δὲ λέγουσιν, ὅτι ἐκ τῆς ἀνορθοπεριπατητικῆς ἐνεργείας ἄνθρωπος ἐκλήθη πάντων τῶν ζῴων κατωκλινῶς κεκυφότων καὶ περιπατούντων.
Εἰ οὖν καὶ αἱ δύο προσηγορίαι τῶν οὐσιῶν τοῦ Χριστοῦ, λέγω δὴ τὸ «θεὸς» καὶ τὸ «ἄνθρωπος», ἐκ τῶν φυσικῶν αὑτῶν ἐνεργειῶν τὰ ὀνόματα ἔχουσιν, πῶς οὐκ αἰσχύνονταί τινες ἀπαρνούμενοι τὰς δύο λέγειν ἐπ’ αὐτοῦ ἐνεργείας; Οἵτινες χωρὶς πάσης ἑτέρας γραφικῆς ἢ πατρικῆς παραστάσεως ἐξ αὐτῶν τῶν ὀνομάτων τοῦ Χριστοῦ καταισχύνονται, ἐκ τοῦ «θεὸς καὶ ἄνθρωπος». Καθὰ γὰρ πρὸ βραχέος εἰρήκαμεν, σχεδὸν πᾶσα φύσις ἐκ τῆς οὐσιώδους αὑτῆς ἐνεργείας ἔχει τὴν οἰκείαν προσηγορίαν, οἷόν τι λέγω παρθένος ἤγουν πυρθάνος κατὰ τὸ τὴν πύρωσιν θανατοῦν τῆς σαρκός. Καὶ πάλιν ὁπηνίκα λέγομεν περιστεράν, οὐκ αὐτὴν τὴν φύσιν τοῦ ζῴου ἤγουν τῆς σαρκὸς αὐτοῦ τὴν ποιότητα ἐσημάναμεν, ἀλλὰ τὴν ἐνέργειαν, ἣν διαπράττεται· ἀπὸ γὰρ τοῦ πέτασθαι στεῤῥὰ εἴρηται περιστερά· καθὰ καὶ τὰ ἑξῆς οὐ φυσικάς, ἀλλ’ ἐνεργητικὰς ἔχουσι τὰς οἰκείας προσηγορίας, οἷον ἔλαφος, ὁ «ἔλ–οφος», διὰ τὸ ἑλεῖν τοὺς ὄφεις· χελιδὼν διὰ τὸ τὰ χείλη δονεῖν ἐν τῷ λαλεῖν· ὄφις τουτέστιν ὁ φὴς ἤγουν ὁ λαλήσας πρὸς τὴν Εὔαν ποτέ· δορκὰς ἐκ τοῦ ὀξέως δέρκειν καὶ ὁρᾶν· τρυγών, «τηριγών», ὅτι τηρεῖ τὸ οἰκεῖον γένος μὴ διγαμοῦσά ποτε· ἀηδὼν διὰ τὸ ἀεὶ ᾄδειν ἐν θέρει καὶ ἐν χειμῶνι· γὺψ διὰ τὸ γυρεύειν τὰ ὕψη· ἵππος ἐκ τοῦ ἵπτασθαι ποσίν· ἑλλέβορος, ἑλοῦσα ἤγουν θανατοῦσα βρῶσις· βορὰ γὰρ ἡ βρῶσις εἴρηται· ἀετός, «ἀεὶ ἔτος», διὰ τὸ πολλάκις ἀνακαινίζεσθαι καὶ πολλὰ ζῆν· πετεινόν, τὸ τὴν πτέρυγα τεῖνον· ποταμός, ὡς πότιμον ἔχων ἐνέργειαν· χείμαῤῥος, ὅτι τῷ χειμῶνι ῥεῖ· φύσις ἐκ τοῦ φύειν τὰς ὑποστάσεις· βοτάνη κατὰ τὸ βαδίζειν ἄνω· ὥσπερ καὶ ἄνθος ἐκ τοῦ ἄνω θέειν ἤτοι τρέχειν.
Καὶ ἡ ψυχὴ δὲ ἐκ τῆς οἰκείας ἐνεργείας ἔχει τὴν τῆς ψυχῆς προσηγορίαν· ψύχειν γὰρ τὸ ζωοποιεῖν λέγεται· οὐκοῦν ἐκ τῆς ζωοποιοῦ ἐνεργείας ψυχὴ λέγεται διὰ τὸ ζωοποιεῖν τὸ σῶμα.
Καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν, ἵνα μὴ λέγω πάντα, κατὰ τὰς ἰδίας ἐνεργείας ἔχοντα τὰς οἰκείας προσηγορίας· ἐνέργεια γάρ ἐστιν ἡ τῆς φύσεως δύναμις.
Οὐ ταὐτὸν δὲ ἐνέργεια καὶ ἐνεργητικὸν καὶ ἐνέργημα. Ἐνεργητικὸν μὲν γὰρ εἴρηται αὐτὸ τὸ ὄν, τὸ τῆς οὐσίας πρᾶγμα· ἐνέργημα δὲ τὸ ἀποτέλεσμα, ὅπερ ἀποτελεῖ ἡ ἐνέργεια τοῦ ἐνεργοῦντος· ἐνέργημα θεοῦ ὁ οὐρανός, ὁ ἄνθρωπος, ὁ ἄγγελος καὶ πᾶσα ἡ κτίσις. Ἐνέργεια δὲ εἴρηται διὰ τὸ ἐν ἔργοις εἶναι ἤγουν φαίνεσθαι. Διττῶς δὲ νοεῖται ἡ ἐνέργεια, λέγω δὴ νοερῶς καὶ αἰσθητῶς· αἰσθητόν ἐστι τὸ ὁρώμενον καὶ ψηλαφώμενον καὶ ἀκουόμενον καὶ φθειρόμενον· νοητὸν δὲ τὸ ἄφθαρτον καὶ αἰώνιον, νοερὸν δὲ τὸ τὰ νοήματα τὰ ἀόρατα ὁρῶν. Ἐνέργεια καὶ κατὰ τὸ ἐνεργεῖν ἤτοι πράττειν εἴρηται.
Οὐ ταὐτόν ἐστι τὸ θέλημα καὶ τὸ θελητικὸν καὶ τὸ θελητόν. Θέλημα μὲν γάρ ἐστιν οὐσίας νοερᾶς νοερὰ ὄρεξις· θελητικὸν δέ ἐστιν αὐτὸ τὸ τὴν θέλησιν ἔχον· θελητὸν δὲ τὸ ἀγαπώμενόν ἐστιν. Περὶ ἑνώσεως. Τί ἐστιν ἕνωσις; καί, Κατὰ τί εἴρηται ἕνωσις; καί, Ὁσαχῶς νοεῖται ἡ ἕνωσις;
Καὶ ἕνωσις μέν ἐστι διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή. Ἕνωσις δὲ εἴρηται διὰ τὸ εἰς ἓν ὦσαι, τουτέστιν συνωθῆσαι τὰ πράγματα. Πενταχῶς δὲ λέγεται ἡ ἕνωσις· συγχυτική, ὡς ἡ τοῦ οἴνου καὶ τοῦ ὕδατος· διαιρετή, ὡς ἡ ἀνθρώπου πρὸς ἄνθρωπον· σχετική, ὡς τὰ ἔθνη ἐν τῇ πίστει· θετική, ὡς χρυσὸς πρὸς χρυσόν· ἡ δὲ τοῦ Χριστοῦ ἕνωσις ὑπὲρ πάσας ταύτας καθ’ ὑπόστασιν εἴρηται. Καθ’ ὑπόστασιν δὲ ἕνωσίς ἐστιν ἡ ἀμφύπαρκτος ἐν τῇ μήτρᾳ τῆς ἁγίας θεοτόκου τῶν δύο φύσεων συνδρομή· οὔτε γὰρ τὸ σῶμα πρὸ τοῦ θεοῦ λόγου ὑπέστη ἐκεῖ, οὐδὲ ἡ ψυχή, ἀλλ’ ἅμα σάρξ, ἅμα θεὸς λόγος· ἅμα θεὸς λόγος, ἅμα σὰρξ ἔμψυχος λογική· ἐν αὐτῷ γὰρ ὑπέστη, καθάπερ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἡ ἡμετέρα σύλληψις (ἀμφυπάρκτως συντρέχει ἡ ψυχὴ καὶ τὸ σῶμα· οὔτε γὰρ σῶμα καθ’ ἑαυτὸ συνίσταται, οὔτε δὲ ψυχὴ προϋπάρχει τοῦ σώματος), προτύπωσις οὖσα τῆς ἑνώσεως τοῦ Χριστοῦ.
Περὶ ὁμοουσίου. Τί ὁμοούσιον; καί, Κατὰ τί εἴρηται ὁμοούσιον; καί, Ὁσαχῶς τὸ ὁμοούσιον;
Καὶ ὁμοούσιον μέν ἐστι τὸ τῆς αὐτῆς οὐσίας καὶ ἐνεργείας ἀπαραλλάκτως ὑπάρχον, ὥσπερ ἄνθρωπος ἀνθρώπου καὶ ἄγγελος ἀγγέλου καὶ ζῷον ζῴου καὶ φλὸξ φλογός, ἐν διαφόροις ὑποστάσεσι μία οὐσία ὄντα. Ὁμοούσιον δὲ λέγεται ὅ τι ὁμοίαν οὐσίαν καὶ δύναμιν κέκτηται. <Πενταχῶς> δὲ εἴρηται τὸ ὁμοούσιον· ὁμοούσιον καὶ ὁμογενὲς καὶ συγγενὲς καὶ ὁμοφυὲς καὶ ὁμόφυλον.
Ὁμοούσιόν ἐστι τὸ τῇ δυνάμει ἐν τῇ αὐτῇ οὐσίᾳ <μεῖζον καὶ> ἔλαττον, οἷον λίθος σαθρὸς καὶ λίθος ἀκρότομος, ὁμοίως ξύλον φοίνικος καὶ ξύλον <ἐβένινον>, σὰρξ ἰχθύος καὶ σὰρξ καμήλου.
Ἑτεροούσιόν ἐστι τὸ κατὰ πάντα τρόπον τοῦ ἑτέρου ἀνόμοιον, ὡς πῦρ καὶ ὕδωρ, καὶ ἄνθρωπος καὶ θεὸς καὶ ἄγγελος, καὶ πηλὸς καὶ ἥλιος πρὸς χλόην. Ἡμιούσιόν τινες εἰρήκασιν τὴν σάρκα τὴν νεκρὰν ζωῆς κεχωρισμένην. Τὸ ἑτεροφυὲς καὶ ἀλλογενὲς καὶ ἑτερογενὲς τὸ ἑτέρας οὐσίας ὑπάρχον.
[Σχόλιον. Ἑκάτερον εἴρηται, τουτέστι τοῦτο κἀκεῖνο ἤγουν ἀμφότερα.] Καινοτομία ἐστὶ τὸ κατὰ πάντα τρόπον παρηλλαγμένον τοῦ νόμου τῆς κοινῆς φύσεως καὶ ἐν μηδενὶ τῇ τῶν ἀνθρώπων συνηθείᾳ ἐξομοιούμενον. Τοῦτον δὲ τὸν ὅρον ἀναγκαῖον ἐπίστασθαι διὰ τοὺς κακῶς νοοῦντας τὴν καινοτομίαν ἐν τῷ Χριστῷ. Εἰ γὰρ καὶ ἐκαινοτόμησε τὴν φύσιν ἀσπόρως γεννηθείς, ἀλλ’ ὅμως μετὰ τὸν τόκον τὴν αὔξησιν τῆς ἡλικίας, καὶ τὰ πολλὰ τὰ ἐν τῷ σώματι, καὶ τὰς εἰσκρίσεις καὶ τὰς ἐκκρίσεις, καὶ περιτομὴν καὶ μετάστασιν, καὶ τὸ εἶδος καὶ τὰ μέλη, καὶ τὰς ἐκφύσεις τριχῶν καὶ ὀδόντων καὶ ὀνύχων καὶ ψελλισμάτων καὶ νηπιώδους περιπάτου, ταῦτα πάντα οὐ κατὰ καινοτομίαν ἔσχεν, ἀλλὰ καθ’ ὁμοιότητα ἡμῶν χωρὶς ἁμαρτίας, ὡς ὁ Παῦλος βοᾷ.
Περὶ ψυχῆς. Τί ψυχή; καί, Κατὰ τί εἴρηται ψυχή; καί, Ὁσαχῶς λέγεται ἡ ψυχή;
Καὶ εἴρηται μὲν ἐν τῇ γραφῇ τῇ παλαιᾷ διττῶς ἡ ψυχή, τουτέστιν ἡ λογικὴ καὶ ἡ ἄλογος ἡ τῶν κτηνῶν καὶ τῶν λοιπῶν τῶν ἐμψύχων. Ψυχὴ λογική ἐστιν οὐσία νοερά, ἀνώνυμος καὶ ἀγνώριστος, λογική, σώματος ζωτικὴ καὶ συστατική. Ψυχή ἐστιν οὐσία λεπτὴ ἄϋλος καὶ ἀσχημάτιστος, εἰκὼν θεοῦ καὶ τύπος. Ψυχὴ δὲ εἴρηται διὰ τὸ ψύχειν ἤτοι διὰ τῆς οἰκείας ἐνεργείας ζωοποιεῖν τὸ σῶμα.
Ψυχὴ ἄλογός ἐστιν ἡ τοῦ αἵματος ζωτικὴ καὶ θερμαντικὴ καὶ κινητικὴ διὰ πνεύματος ὑλικοῦ ἐνέργεια. Ψυχὴ κτηνώδης ἐστὶ δύναμις ὑλικὴ ἐνεργητικὴ καὶ αἰσθητική, σώματος συστατική.
Νοῦς λογικός ἐστιν αἴσθησις θεωρητικὴ ψυχῆς ἀθανάτου καὶ νοερᾶς. Νοῦς ἐστιν ὅρασις ἀσώματος ἀκαμάτως εἰς πᾶν διατρέχουσα. Ὁσαχῶς ὁ νοῦς; Καὶ λέγομεν, ὅτι τριχῶς· νοῦς θεοῦ, νοῦς καὶ ὁ ἄγγελος, νοῦς καὶ ὁ ἡμέτερος.
Σχόλιον. Τίς ἔγνω νοῦν Κυρίου;
Νοητόν ἐστι τὸ διὰ τοῦ νοῦ νοούμενον· νοερὸν δὲ εἴρηται διὰ τὸ τὰ νοήματα ὁρᾶν.
Περὶ σώματος. Σῶμά ἐστι κατὰ μὲν τοὺς ἔξω πᾶν τὸ τριχῇ διαστατὸν ἤγουν τὸ ἔχον μῆκος καὶ πλάτος καὶ πάχος· κατὰ δὲ τὴν ἐκκλησίαν σῶμά ἐστι πᾶν τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γενόμενον· καὶ σώματα γὰρ ἐπουράνια καὶ σώματα ἐπίγεια· τὰ οὖν ἐπουράνια οὐκ ἔχουσι πάχος. Εἰδέναι μέντοιγε προσήκει, ὅτι πᾶσα σὰρξ πρόδηλον ὅτι καὶ σῶμα εἴρηται, οὐ πᾶν δὲ σῶμα σὰρξ ὀνομάζεται· καὶ γὰρ οἱ ἀστέρες σώματα ἐπουράνια λέγονται, οὐ μὴν καὶ σάρκες ἐπουράνιοι.
Τὸ σῶμα μὲν οὖν εἴρηται διττῶς· ποτὲ μὲν ὑλικόν, ποτὲ δὲ λεπτόν. Σῶμα ὑλικόν ἐστι τὸ δι’ ἁφῆς κρατούμενον καὶ φθορᾷ ὑποκείμενον· σῶμα δὲ λεπτόν ἐστι τὸ ἀνέπαφον καὶ ἀψηλάφητον. Σάρξ ἐστι στοιχείων συνδρομή. Σάρξ ἐστιν οὐσία ῥευστὴ ἐξ αἵματος καὶ φλέγματος καὶ χολῆς καὶ χυμοῦ συνισταμένη, ἤγουν ἐξ ἀέρος καὶ γῆς καὶ πυρὸς καὶ ὕδατος, τουτέστιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ· ὁ ἥλιος τὸ θερμὸν καὶ ζωτικόν, ὁ ἀὴρ τὸ ψυχρόν, ἡ γῆ τὸ ξηρόν, τὰ ὕδατα τὸ ὑγρὸν στοιχεῖον τίκτει. Στοιχεῖόν ἐστιν οὐσία ἁπλῆ κτίσεως τετάρτη μοῖρα. Ἡνίκα τοίνυν ἀκούσῃς τοῦ Παύλου λέγοντος, ὅτι Οὐκέτι γινώσκομεν Χριστὸν κατὰ σάρκα, νόησον, ὅτι σάρκα τὴν φθαρτὴν εἶπεν· οὐ γὰρ εἴρηκεν, ὅτι «Οὐκέτι γινώσκομεν Χριστὸν κατὰ σῶμα», ἀλλὰ κατὰ σάρκα, τουτέστιν, ὅτι οὐκέτι ἐστὶν ἐν οὐσίᾳ ῥευστῇ.
Περὶ αἰσθήσεως. Αἰσθήσεις εἰσὶ παρ’ ἡμῖν πέντε, τουτέστιν ὅρασις, ἀκοή, ὄσφρησις, γεῦσις καὶ ἁφὴ ἤγουν ψηλάφησις. Αἰσθητὸν οὖν ἐστι πᾶν τὸ μιᾷ ἐκ τῶν πέντε τούτων αἰσθήσεων ὑποπῖπτον· αἰσθητήριον δὲ τὸ ὅλον τοῦ σώματος ὄργανον τὸ τὰς αἰσθήσεις τηροῦν· αἰσθητικὸν δὲ πᾶν ζῷον αἴσθησιν φόβου καὶ θανάτου ἔχον. Νοητὸν οὖν ἐστι τὸ διαφεῦγον τὰς πέντε ἡμῶν αἰσθήσεις.
Περὶ φθαρτοῦ. Τί φθαρτόν; καί, Κατὰ τί εἴρηται φθαρτόν; καί, Ὁσαχῶς ἡ φθορά;
Εἴρηται μὲν οὖν ἡ φθορὰ κατὰ δύο τρόπους ἐν τῇ θείᾳ γραφῇ, τουτέστι σωματικῶς καὶ πάλιν ψυχικῶς, ὡς ὅταν λέγῃ· Καὶ εἶδε κύριος ὁ θεός, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατεφθαρμένη τῇ ἁμαρτίᾳ· καὶ πάλιν εἴρηται περὶ ἀνθρώπων, ὅτι Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Λοιπόν, ἡνίκα ἀκούσῃς διδασκάλου λέγοντος ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ ὑπάρχειν πρὸ τοῦ σταυροῦ, νόησον, ὅτι κατὰ τὴν φθορὰν τῆς ἁμαρτίας λέγει αὐτὸ ἄφθαρτον ἤτοι ἀμίαντον καὶ οὐ κατὰ λεπτότητά τινα καὶ ἀλλοτριότητα τῶν ἡμετέρων σωμάτων. Ἄφθαρτον γὰρ κυρίως ἐστὶ τὸ ἀπαθὲς καὶ ἄϋλον καὶ ἀψηλάφητον· ἄφθαρτόν ἐστι τὸ ὑφ’ ἑτέρας οὐσίας βλαβῆναι μὴ δυνάμενον· ἄφθαρτόν ἐστι τὸ κατὰ πάντα ἄῤῥευστον καὶ ἀνενδεὲς καὶ ἄτρωτον· τὸ δὲ πανάγιον σῶμα τοῦ Χριστοῦ καὶ πέπονθε, καὶ ἐτρώθη τοῖς ἥλοις καὶ τῇ λόγχῃ, καὶ αἷμα καὶ ὕδωρ ἐξήγαγε, καὶ ἐκ ζωῆς νεκρὸν γέγονεν.
Σχόλιον. Τινὲς δὲ εἶπον, ὅτι δυνάμει μὲν φθαρτὸν ἦν τὸ πανάγιον σῶμα τοῦ Χριστοῦ, τουτέστι δεκτικὸν φθορᾶς, ἐνεργείᾳ δὲ διετηρήθη ἐν τῷ μνήματι ὑπὸ τῆς θεότητος τοῦ λόγου ἄφθαρτον.
Φθαρτὸν δέ ἐστι πᾶν τὸ θανάτου δεκτικὸν καὶ ζωῆς χωριστικόν. Φθορὰ δὲ φύσεώς ἐστιν, ὥς φησιν ὁ ἅγιος Διονύσιος, ἀσθένειά τε καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεών τε καὶ ἐνεργειῶν καὶ δυνάμεων.
Καταφθορά ἐστιν ἡ παντελὴς ἀπώλεια· διαφθορὰ δέ ἐστιν, ὅταν ἄλλη οὐσία δι’ ἑτέρας ἀφανίζεται, ὥσπερ τὸ σῶμα ὑπὸ σκωλήκων.
Ἡ μορφὴ ὡς τῶν μορίων ὑφὴ ἐκλήθη μορφὴ ἤτοι οὐσία· μόρια δὲ μορφῆς αἱ ὑποστάσεις αὐτῆς λέγονται ἤτοι τὰ μέρη.
Ἄνθρωπός ἐστι ζῷον λογικὸν ὀρθοπεριπατητικὸν πλατυώνυχον· ἢ ζῷον λογικὸν ὑλικὸν γελαστικόν· ἢ ζῷον ἐξ ἐναντίων οὐσιῶν ὁμόχρονος καὶ ἄῤῥητος σύνθεσις· ἢ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἑρμηνεία τοῦ ὅρου· «ζῷον» κατὰ ἀφορισμὸν τῆς ἀψύχου κτίσεως, «λογικὸν» κατὰ ἀφορισμὸν τῆς ἀλόγου οὐσίας, «θνητὸν» κατὰ διορισμὸν τῆς ἀθανάτου τῶν ἀγγέλων ὑπάρξεως, «νοῦ καὶ ἐπιστήμης δεκτικὸν» ὡς ἐν εἰκόνι θεοῦ κατὰ χάριν ὑπάρχον.
Σχόλιον. Ἄνθρωπος εἴρηται τετραχῶς ἐν τῇ γραφῇ· ἄνθρωπος ὁ θεὸς καὶ ὁ ἄγγελος [καὶ ὁ Σατανᾶς] καὶ ὁ ἐντὸς καὶ ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος.
Ἄγγελός ἐστι ζῷον λογικὸν ὑμνολογικὸν πύρινον ἄϋπνον. Περὶ πίστεως. Τί πίστις; καί, Κατὰ τί εἴρηται πίστις; καί, Ὁσαχῶς ἡ ὀρθὴ πίστις;
Πίστις ἐστὶν ἑκούσιος συγκατάθεσις.
<Σχόλιον.> Πίστις ἐστὶν ἐνδιάθετος ὕπαρξις.
Πίστις δὲ εἴρηται κατὰ τὸ πείθεσθαι εἴς τι. Διττῶς δὲ νοεῖται ἡ πίστις ἡ ὀρθή· ἔστι γὰρ πίστις ἐξ ἀκοῆς τοῦ κηρύγματος, καὶ ἔστι βεβαιοτέρα πίστις, ἡ τῶν ἐλπιζομένων ἀγαθῶν ὑπόστασις. Καὶ τὴν μὲν ἐξ ἀκοῆς πάντες ἄνθρωποι ἔχειν δύνανται· τὴν δὲ δευτέραν μόνοι οἱ δίκαιοι κέκτηνται.
Ὀρθοδοξία ἐστὶν ἀψευδὴς περὶ θεοῦ καὶ κτίσεως ὑπόληψις· ἢ ἔννοια περὶ πάντα ἀληθής· ἢ δόξα τῶν ὄντων καθάπερ εἰσίν.
Περὶ λόγου. Τί λόγος; καί, Ὁσαχῶς ὁ λόγος; καί, Κατὰ τί εἴρηται λόγος;
Εἴρηται μὲν οὖν ὁ λόγος τριχῶς· λόγος ἐνούσιος ὁ θεὸς λόγος, λόγος ἐνδιάθετος ὁ τῶν ἀγγέλων καὶ ὁ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ λαλῶν, λόγος καὶ ὁ προφορικὸς τῆς γλώττης. Λόγος δὲ εἴρηται ἐκ τοῦ λέγειν. Λόγος προφορικός ἐστιν ἄγγελος νοήματος.
Χριστιανός ἐστιν ἀληθινὸς οἶκος Χριστοῦ λογικὸς δι’ ἔργων ἀγαθῶν καὶ δογμάτων εὐσεβῶν συνιστάμενος.
Αἱρετικός ἐστι συκοφάντης καὶ κατήγορος ἀληθείας· <αἵρεσίς ἐστιν ἡ> ψευδὴς ὑπόληψις τοῦ μὴ ὄντος.
Ἄτρεπτόν ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον. Φυσικόν ἐστιν ἢ τὸ ἐν τῇ φύσει κείμενον ἢ τὸ κατὰ κοινὴν καὶ καθολικὴν συνήθειαν γινόμενον ἢ τὸ ἀληθῶς ἀληθὲς γνωριζόμενον. Παρὰ φύσιν ἐστίν, ὃ ὁ θεὸς οὐχ οὕτως πεποίηκεν ἢ ὅπερ ὅλως οὐ πεποίηκεν, οἷόν ἐστιν ἡ ἁμαρτία καὶ ὁ θάνατος· ὑπὲρ φύσιν ἐστὶ τὸ κρείττονος οὗ γέγονε μεταποιούμενον· οἷον κατὰ φύσιν ὁ γάμος, παρὰ φύσιν ἡ πορνεία, ὑπὲρ φύσιν ὁ τοῦ Χριστοῦ τόκος. Θέωσίς ἐστιν ἡ ἐπὶ τὸ κρεῖττον ὕψωσις, οὐ μὴν φύσεως μείωσις ἢ μετάστασις. Οἰκονομία ἐστὶν ἑκούσιος μεγέθους συγκατάβασις πρὸς σωτηρίαν τινῶν ἐπιτελουμένη. Θεωθὲν λέγεται τὸ πρὸς μείζονα δόξαν ἀνυψωθέν, οὐ μὴν τῆς οἰκείας φύσεως ἀλλοιωθέν. Ἡ σύγκρασις ποτὲ μὲν τὴν ἕνωσιν, ποτὲ δὲ τὴν σύγχυσιν δηλοῖ.
Λύπη ἐστὶν ἔνδεια ὀρέξεως· ὄρεξις δέ ἐστιν ἡ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς κίνησις· ἐπιθυμητικὸν δέ ἐστι τὸ θελητικόν· ὥστε τὴν λύπην τὴν ἐπαινετὴν ὁ Χριστὸς ἐν τῷ θελητικῷ μέρει τῆς ψυχῆς ἑκουσίως ἐδέξατο· λύπη γὰρ κατὰ τὸ λεῖπον εἴρηται. Τοίνυν ἐν ἀληθείᾳ ἐλυπεῖτο ὁ Χριστὸς τὴν ἀπώλειαν Ἰούδα καὶ Ἰουδαίων καὶ τῆς Ἱερουσαλήμ, ἣν καὶ ἐδάκρυσεν ἐν ἀληθινῇ αἰσθήσει ψυχῆς λυπούμενος καὶ δεικνὺς τὸ φύσει φιλάνθρωπον. Ἀδημονία ἐστὶ σκυθρωπή τις ψυχῆς διάθεσις ἐπὶ ἀποτυχίᾳ τινὸς τῶν ποθουμένων γινομένη. Ἐμβρίμησίς ἐστι ψυχῆς λογικῆς τοῦ θυμικοῦ μέρους ἐνέργεια. Δειλία ἐστὶ συστολὴ ψυχῆς πρὸς ἑαυτὴν ἐπὶ προσδοκίᾳ τινὸς τῶν οὐ ποθουμένων συνισταμένη.
Αὐτεξούσιόν ἐστι τὸ ἀδέσποτον· τὸ γὰρ ὑπὸ δεσπότην ὂν οὐκ ἔστιν αὐτεξούσιον. Εἴ γε αὐτεξουσιότης κυρίως ἐστὶν ἡ ἀκυρίευτος πρὸς τὸ καταθύμιον ἀνεμπόδιστος κυρίευσις, αὐτεξουσιότης ψυχῆς νοερᾶς ἐστιν ἡ ἀκώλυτος πρὸς ἀρετὴν ἢ κακίαν τοῦ ἐπιθυμητικοῦ ἡμῶν ῥοπή τε καὶ κίνησις. Ἔνθα δὲ κακίας καὶ ἀρετῆς προσβολὴ οὐ γίνεται, ἐκεῖ οὐδὲ ἡ αὐτεξουσιότης τῆς ψυχῆς γνωρίζεσθαι δύναται. Πῶς γὰρ ἂν καὶ φανήσεται ἡ αὐτεξούσιος προαίρεσις, ἔνθα προσβολὴ ἐναντία οὐχ ὑφίσταται;
Σχόλιον. Σημειωτέον τοὺς παρόντας ὅρους· εἰς Χριστὸν γὰρ καὶ εἰς τὰ αὐτοῦ συντείνουσιν.
Μόνος τοίνυν ὁ τοῦ Χριστοῦ νοῦς καὶ ἡ παναγία αὐτοῦ ψυχὴ ἄδεκτος καὶ ἀγνώριστος πάσης πονηρᾶς προσβολῆς γέγονεν· μορφὴ γὰρ δούλου ἦν χαλιναγωγουμένη καὶ δεσποζομένη ὑπὸ τοῦ καθ’ ὑπόστασιν ἡνωμένου αὐτῇ θεοῦ λόγου. Διόπερ καὶ ἔλεγεν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος· Οὐ δύναμαι ἐγὼ ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδέν. Ὑπὲρ γὰρ τοὺς ὅρους καὶ νόμους τῆς ἡμετέρας φύσεως ὑποστὰς ἀσπόρως ὡς θεοῦ σῶμα καὶ ψυχὴ ὤν, τῇ τοῦ δεσπότου νεύσει ἑτοίμως ὑπετάττετο ὡς θεωθείς.
Ποιότης ἐστὶν ἐνούσιος δύναμις, ὡς τοῦ ὕδατος ἡ ψυχρότης, καὶ τοῦ πυρὸς ἡ θερμότης, καὶ τοῦ λίθου ἡ σκληρότης, καὶ τῆς γῆς ἡ ξηρότης. Ποιότης καὶ ἰδιότης καὶ διαφορὰ καὶ ἰδίωμα ἓν καὶ τὸ αὐτὸ σημαίνει.
Τετραμερές ἐστι τὸ σῶμα ἐκ τεσσάρων στοιχείων ὥσπέρ τις κόσμος συνιστάμενον· τριμερὴς δὲ ἡ ψυχὴ ἡ ἐν αὐτῷ προτυποῦσα τὴν ἁγίαν τριάδα ὥσπερ ἐν σώματί τινι μέλλουσαν ἐν τῷ νεκρωθέντι κόσμῳ φανερωθῆναι καὶ τοῦτον τῇ θεογνωσίᾳ ζωοποιῆσαι. Τριμερῆ δὲ λέγουσι τὴν ψυχὴν ἔχουσαν ὥσπέρ τινα στοιχεῖα νοερὰ τὰ ἑαυτῆς μέρη, δι’ ὧν συνίσταται, τουτέστι τὸ λογιστικὸν καὶ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν, ὅπως διὰ μὲν τοῦ λογιστικοῦ λογίζηται τὴν ἀρετήν, διὰ δὲ τοῦ ἐπιθυμητικοῦ ἀγαπᾷ τὸν θεόν, διὰ δὲ τοῦ θυμικοῦ ὀργίζηται τοῖς δαίμοσιν ἀνδριζομένη κατ’ αὐτῶν· ὥσπερ οὖν ἀδύνατον εἶναι σῶμα μὴ ἔχον τὰ τέσσαρα στοιχεῖα, οὕτως ἀδύνατον εἶναι ψυχὴν μὴ ἔχουσαν τὰ τρία μέρη, δι’ ὧν καὶ συνέστηκεν.
Περὶ τοῦ πρός τι. Ἡ φύσις κυρία καὶ πηγαία μήτηρ πάντων καὶ ὀντότης ἐστίν. Πάντα δὲ λοιπόν, ὅσα ἐκ τῆς φύσεως προέρχονται, τῶν πρός τι λέγονται· αἱ γὰρ ὑποστάσεις καὶ ἡ υἱότης καὶ ἰδιότης καὶ ποιότης καὶ ἁπλότης καὶ πάντα τὰ λοιπὰ ἐκ τῆς φύσεως τὴν αἰτίαν καὶ τὴν πρόοδον ἔχουσι καὶ κατὰ τοῦτο τῶν πρός τι λέγονται, τουτέστι τῶν πρὸς τὴν ῥίζαν τῆς φύσεως ἀποκρεμαμένων, ἐξ ὧν ἐστι καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια.
Κατάφασίς ἐστι δόξα ἤγουν κατηγορία περί τινος λεγομένη, οἷον ὡς ὅτε λέγομεν, ὅτι «Ὁ ποταμὸς ἀνέρχεται» ἤ, «Ὁ ἄρχων εἰσέρχεται»· ἀπόφασις δέ ἐστιν ἀνατροπὴ τῆς καταφάσεως, οἷον «Ὁ ποταμὸς οὐκ ἀνέρχεται, οὐδὲ ὁ ἄρχων εἰσέρχεται». Ἡ κατηγορία οὐ πάντως ἐπὶ κακῷ λέγεται, ἀλλὰ καὶ ἐπ’ ἀγαθῷ· κατηγορία γάρ ἐστι πᾶσα περὶ οἱουδήποτε πράγματος ὁριστικὴ ἔμφασις, οἷον ὁ θεὸς ἀγαθὸς φύσει· ὁ διάβολος πανοῦργος· δολερὸν ἡ ἀλώπηξ· κλεπτικὸν ἡ γαλέα. Καταχρηστικόν ἐστι πᾶν τὸ μὴ ὁριστικῶς, ἀλλ’ ἐν ἀφελότητι καὶ ἀκακίᾳ εἰρημένον ὑπό τινος, ἅτινα οὐδὲ εἰς νόμον ἢ ὅρον ἀναφέρεσθαι δύνανται, οἷόν ἐστι τὸ εἰρημένον, ὅτι Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ· οὐ γὰρ παρὰ τοῦτο δυνάμεθα πρόσωπον ἰδικὸν εἰπεῖν τὸ ἅγιον σῶμα αὐτοῦ, ἀλλὰ φύσιν. Περὶ ἐτυμολογίας.
Ἐτυμολογία ἐστὶν ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης ἐξ αὐτοῦ τοῦ ὀνόματος ἑρμηνευομένη· οἷον, Κατὰ τί εἰρήνη; Κατὰ τὸ ἠρεμεῖν τὸν νοῦν· ὥσπερ πάλιν ταραχὴ διὰ τὸ ῥᾷον χεῖσθαι, καὶ πλάνη κατὰ τὸ πλαγιάζειν τὸν νοῦν.
Σωφροσύνη ἢ κατὰ τὸ σῶα φρονεῖν ἢ διὰ τὸ σῶμα φρουρεῖν ἀπὸ ῥύπου· πορνεία εἴρηται «πυρονία» διὰ τὸ πυροῦν τὴν νεότητα ἢ διὰ τὸ πηροῦν τὸν νοῦν ἤγουν ἐκτυφλοῦν ἢ πάλιν διὰ τὸ πόῤῥωθεν νεύειν· ἁγνεία διὰ τὸ ἄγονον ἵεσθαι βίον.
Ἀγάπη διὰ τὸ ἄγειν τὸ πᾶν ἤτοι ἑνοῦν καὶ συνάπτειν πρὸς ὁμόνοιαν· ἀρετή. ἀρέσκον θεῷ τι, ἢ αἱρετὴ ἤτοι ἐραστὴ καὶ φιλητή· βάπτισμα, «βάπταισμα», ἐν ᾧ βάλλεται ἤγουν πίπτει τὸ πταῖσμα· ἀγαθὸν τὸ ἄγαν θεῖον ἢ τὸ ἀγαπᾶν θεόν.
Θάνατος, «θένωτος», διὰ τὸ τίθεσθαι κατὰ νώτου τὸν θνῄσκοντα· ᾅδης διὰ τὸ ἄδηλον· ᾅδης ἄδηλος δύσις ἢ ἄδηλος †δῆσις†· ἀνάστασις, ἄνω στάσις ἤτοι ἔγερσις· φθορὰ ἐκ τοῦ <φθίσθαι> ῥᾷον ἤτοι σήπεσθαι εὐχερῶς· φθίσις γὰρ ἡ σῆψίς ἐστιν· σορός, ἐν ᾧ τὸ σῶμα ῥεῖ ἤτοι καταῤῥεῖ· σῶμα, «σῶ αἷμα», σῶον αἷμα ἐν τῷ ἅμα <εἶναι τὰ μέλη>· μέλη, ὡς ἵνα εἴπῃς μέρη· κοινωνία διὰ τὸ εἰς κοινὸν ἰέναι τὰ μέρη.
Σταυρός, «στα–ευρος», στάσις καὶ εὖρος ἤγουν μῆκος καὶ πλάτος· εὖρος γὰρ τὸ πλάτος ἐστίν· θυσιαστήριον τὸ τὴν θυσίαν τηροῦν· ἱερεῖον τὸ πρόβατον εἴρηται διὰ τὸ ἵεσθαι ἤγουν φέρειν τὸ ἔριον· λοιπὸν ἱερεὺς ὁ τὸ ἱερεῖον εὕων ἤτοι προσφέρων· ἐκ τούτου οὖν ἐκλήθη ἱερεύς.
Ὅσα ὀνόματα ἔχουσι τὸ «ἀνα» τὸ ἄνω δηλοῦσιν, οἷον ἀναφορὰ ἤγουν ἄνω φορά· ἀνάστασις, ἄνω στάσις· ἀνατολή, ἄνω ἐπιτολὴ τοῦ ἡλίου· ἀναγραφή, ἄνωθεν γραφή· ἀνάγνωσις, ἡ ἄνωθεν γνῶσις· ἀνάδοσις καὶ τὰ λοιπὰ ὁμοίως τούτων· ἀνάβασις, <ἀνακαίνωσις> (ἡ ἄνωθεν καίνωσις), ἀνάπαυσις, <ἀνάλυσις>, ἀναψυχή.
Γῆρας, γέρας ἤγουν τιμὴ ἤ, ὅτι γῆν ὁρᾷ· λύχνος διὰ τὸ λύειν τὸ νύχος ἤγουν τὸ σκότος· λύπη, «λείπει»· ἐπὶ λείψει γὰρ συνίσταται· ἄνεμος, ὅτι φυσῶν πάλιν ἀναμένει· ἀῤῥενικὸν ἐκ τοῦ αἴρειν τὸ νῖκος· σημεῖον, σύσσημον ὂν τοῦ τιθέντος· κύων ἐκ τοῦ συχνῶς κύειν· κηρός, ὅτι καιόμενος ῥεῖ, ὥσπερ καὶ κέδρος καιόμενος ἱδροῖ· νεφέλη διὰ τὸ νάματα ὑφελεῖν· ἐπίσκοπος ὁ ἐπὶ τῷ σκοπεῖν ὤν.
Καρδία ὡς ἐκ τοῦ κραδαίνεσθαι ἤτοι ἀπαύστως σαλεύεσθαι· νεφροὶ διὰ τὸ ἐν νώτῳ φέρεσθαι· μετάφρενα, τὰ ὄπισθεν τῆς κεφαλῆς ἤγουν μετὰ τὰς φρένας· ἐν τῇ κεφαλῇ γὰρ αἱ φρένες·
(Σχόλιον. Κρανίον γάρ, ἐν ᾧ κρέμαται ὁ νοῦς, εἴρηται.) τράχηλος, τῆς ῥάχης ἦλος· μύσταξ, ἐν ᾧ οἱ μυκτῆρες στάζουσιν· μηροὶ διὰ τὸν μερισμὸν τοῦ σώματος· ὦμος δέ, ὅτι ὁμάς ἐστι τοῦ πλάτους καὶ τοῦ μήκους· γόνυ ὡς εἰς γῆν νεῦον· ἀγκύλη διὰ τὸ ἄνω αὐτῆς κοῖλον· μάλαι ἐκ τοῦ μαλλοῦ τῶν τριχῶν· ὀδόντες, οἱ ἐπὶ ἐδωδῇ ὄντες· χεῖρες διὰ τὸ χεῖσθαι ῥᾷον καὶ διὰ τὸ τὴν χρείαν ὑπουργεῖν· πόδες διὰ τὸ παίειν τὸ ἔδαφος· κοιλία διὰ τὸ κύειν τὰ λεῖα· ἔντερα διὰ τὸ τὰ ἐντὸς ῥεῖν· πνεύμων, ὅτι ἐν αὐτῷ τὸ πνεῦμα.
Εἰδέναι μέντοιγε ἐχρῆν, ὅτι τινὰ ὀνόματά εἰσιν ἀλλόγλωσσα, ἅπερ οὐδὲ δύνανται ἐτυμολογηθῆναι, οἷον σακελλάριος συριστί ἐστιν· «σακὲλ» γὰρ τὸ δέχεσθαι εἴρηται. Ὁμοίως ὁ λάτος ῥωμαϊστὶ εἴρηται· «λάτος» γὰρ πλάτος κέκληται.
Δεσπότης, δεσμός τις, διὰ τὸ πάντας περιέχειν καὶ συγκρατεῖν· κύριος, κῦρος τὸ κράτος εἴρηται· κῆρυξ, τῇ κινήσει ῥᾷον ὀξύς· ὕψιστος ὁ ἐν τῷ ὕψει ἑστώς· οὐρανός, «ὁρανός», ὅρασις ἄνω· σελήνη, σέλας, φῶς, σέλας <νεάζον>· ἥλιος, «ἵ–εως», διὰ τὸ ἵεσθαι τὸ ἕως, ἤγουν φέρειν τὸ φῶς· ἕως γὰρ ἡ ἀνατολή· Πλειὰς ὡς ἐκ πλειόνων ἀστέρων οὖσα· Ἑωσφόρος διὰ τὸ ἐκ τῆς ἑῴας φέρεσθαι ἤγουν ἐκ τῆς ἀνατολῆς.
Πομάριν, ῥωμαϊστί ἐστιν ἡ λέξις· <πομάρια> γὰρ λέγουσι τὰ κηπία· Αἴγυπτος, «ἐγγύποτος», ὡς ἐγγίζουσα τῷ ποτῷ ἢ τῷ ποταμῷ· Νεῖλος διὰ τὸ νεάζειν τὴν ὕλην· Βαβυλών, ἑβραία ἡ λέξις «βαβέλ», τουτέστι σύγχυσις ἢ τάραχος.
Νυμφίος ὁ νῦν φιλῶν νύμφην· νοτάριος, ῥωμαία ἡ λέξις· «νότα» γὰρ τὰ γράμματά εἰσι ῥωμαϊστί· νήπιον, νέον πῖον ἤγουν λιπαρόν· νεώτερος ὁ νέος τῇ ὁράσει· ναύτης, τῆς νηός τις· κόρη, κώλυσις τοῦ ῥεῖν ἤτοι πρὸ τοῦ τόκου ἤτοι πρὸ τῶν αἱμάτων· καὶ ἡ κόρη τοῦ ὀφθαλμοῦ ὡς ἐκ τοῦ κοίλου ῥέειν τὸ δάκρυον λέγεται· ἐκ τούτου τὸ κολλούριον, τὸ κωλῦον τὸ ῥέον, εἴρηται· ὀφθαλμός, ὅρασις θολουμένη ὠμῶς ἤγουν χαλεπῶς· σχόλιον εἴρηται διὰ τὸ κατὰ σχολὴν παρατίθεσθαι πρὸς σαφεστέραν ἑρμηνείαν τῶν δυσνοήτων νοημάτων ἢ ῥημάτων.
<Σχόλιον.> Μὴ ἀγνοείτω ὁ φιλομαθὴς μηδὲ τοῦτο, λέγω δή, ὅτι ὁ φιλοπόνως ἐγκύπτων τοῖς προκειμένοις ὅροις πᾶσαν τὴν δύναμιν τῶν δογμάτων ἐν αὐτοῖς προαποκειμένην εὐχερῶς ἐκμανθάνει.
Ἰστέον, ὅτι καὶ αἱ δύο προσηγορίαι τοῦ Χριστοῦ, λέγω δὴ τὸ θεὸς καὶ ἄνθρωπος, ἐνεργητικῶς λέγονται, ἐκ τῶν οἰκείων αὑτῶν ἐνεργειῶν οὕτως ὀνομασθεῖσαι. Καὶ γὰρ τὸ θεὸς οὐ τὴν οὐσίαν τῆς θεότητος σημαίνει· ἀκατάληπτος γὰρ αὕτη καὶ ἀνώνυμος ἡμῖν· ἀλλ’ ἐκ τῆς θεωρητικῆς αὐτοῦ ἐνεργείας θεὸς εἴρηται, ὥς φησιν ὁ ἅγιος Διονύσιος, ἢ ἐκ τοῦ θέειν ἤγουν διατρέχειν, <ἢ ἐκ τοῦ αἴθειν> καὶ φλογίζειν. Ὁμοίως καὶ τὸ ἄνθρωπος οὐκ αὐτὴν τὴν φύσιν δηλοῖ, ἀλλὰ τὸ ἄνω θρεῖν τὴν ὦπα, τουτέστιν ἄνω ὁρᾶν τὴν τῶν ὀφθαλμῶν ἡμῶν ἐνέργειαν. Εἰ οὖν καὶ αἱ δύο προσηγορίαι τῶν Χριστοῦ φύσεων ἐκ τῶν οἰκείων ἐνεργειῶν τὰ ὀνόματα ἔχουσιν, θάμβος τῆς τῶν αἱρετικῶν πωρώσεως, πῶς τὰς οὐσιώδεις αὐτοῦ ἐνεργείας ἀπαρνούμενοι οὐκ αἰσχύνονται.
Περὶ τοῦ οἰκονομικῶς.
Τὸ οἰκονομικῶς ἐπὶ τοῦ Χριστοῦ κατὰ τρεῖς δύναται νοεῖσθαι τρόπους, τουτέστιν ἢ ὡς χάριν τῆς οἰκονομίας, ὡς ὅταν λέγωμεν, «Οἰκονομικῶς ἐθήλασε καὶ ἐνηπίασε καὶ ηὔξησεν ὁ Χριστὸς καὶ ἐκοιμήθη καὶ ἐπείνασε», τουτέστι κατὰ τὴν φύσιν τῆς σαρκὸς τῆς οἰκονομίας αὐτοῦ. Λέγομεν πάλιν οἰκονομικῶς, καὶ ὅτε γίνεται πρᾶγμα οὐ πάντως ὀφεῖλον γενέσθαι· γίνεται δὲ διὰ συγκατάβασιν καὶ σκοπὸν σωτηρίας τινῶν, ὡς ὅταν ὁ Παῦλος περιέτεμε τὸν Τιμόθεον βουλόμενος ἐπισπάσασθαι Ἰουδαίους· διὸ καὶ συνήγνιζεν ἑαυτόν. Καὶ ἡ περιτομὴ δὲ τοῦ Χριστοῦ κατὰ τοῦτον τὸν τρόπον γέγονεν οἰκονομικῶς, ἵνα μὴ φανῇ καταλύων τὸν νόμον. Ἔστι δὲ πάλιν οἰκονομικόν, ὅταν ἦλθεν εἰς τὴν συκῆν ἀπὸ πρωΐας πεινῶν καὶ ἐξήρανεν αὐτήν, καὶ ὅτε ἦλθε πρὸς τοὺς μαθητὰς νυκτὸς περιπατῶν ἐπὶ τῶν ὑδάτων διά τινας οἰκονομίας ἀποκρύφους.
Οἱ οὖν αἱρετικοὶ ἀφέντες τὸ κατὰ τούτους τοὺς τρόπους νοεῖν τὸ οἰκονομικόν, οἰκονομικὸν τὸ ὡς ἐν φαντασίᾳ καὶ δοκήσει γινόμενον λέγουσιν.
Σχόλιον. Ἰστέον, ὡς αἱ σύνθετοι φύσεις, ὡς σύνθετοι, πεφύκασιν εἶναι καὶ εὐδιάλυτοι, ὥς φησιν ὁ μέγας
Γρηγόριος, ὅτι «Σύνθεσις ἀρχὴ διαστάσεως». Διὰ τοῦτο γοῦν τὰ σώματα καὶ ἀνθρώπων καὶ ζῴων εὔφθαρτα καὶ εὔθνητα τυγχάνει ὡς ἐκ τεσσάρων φύσεων <καὶ> στοιχείων συγκείμενα καὶ οἱονεὶ τῶν στοιχείων πρὸς ἄλληλα ἐναντίως ἐχόντων καὶ στασιαζόντων. Τὰ δὲ ἁπλᾶ καὶ ἀσύνθετα τῶν πραγμάτων εὐδιάμονα καὶ ἕως τῆς συντελείας ἀκατάλυτα μένει, οἷον ψυχὴ ἀνθρώπου, ἥλιος, φῶς, φωστῆρες, ἀήρ, ὕδατα, πῦρ, πνεῦμα καὶ πάντα τὰ ἁπλᾶ καὶ ἑνιαῖα καὶ ἀμιγῆ καὶ ἀσύνθετα. Ὅθεν καὶ τὰ φυτὰ καὶ δένδρα, ὡς διὰ τῶν τεσσάρων στοιχείων συνιστάμενα (λέγω δὴ γῆς καὶ ὕδατος καὶ ἡλίου καὶ ἀέρος), καὶ αὐτὰ οὐκ ἀγήρατα, οὐδὲ ἄφθαρτα, οὔτε ἀμάραντα ἕως ἔξω διαμένει, ἀλλὰ θνῄσκει καθὰ καὶ τὰ σώματα. Ὥσπερ καὶ ἡ γῆ συνίσταται· ποίησον δὲ πλίνθον σύνθετον ἐκ γῆς καὶ ὕδατος, καὶ εὐχερῶς φθείρεται. Ἀνατροπὴ καὶ καθαίρεσις τοῦ πολυθρυλήτου προβλήματος πάντων τῶν Μονοφυσιτῶν τοῦ φάσκοντος, ὡς οὐκ ἔστι φύσις ἀνυπόστατος.
Ἐρώτησις ὀρθοδόξου. «Λέγοντες δύο γεννήσεις ἐπὶ Χριστοῦ, τουτέστι τὴν πρὸ αἰώνων ἐκ πατρὸς κατὰ τὴν θεότητα καὶ τὴν ἐπ’ ἐσχάτων τῶν χρόνων ἐκ τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα, εἴπατε ἡμῖν, εἰ ἔστι τόκος ἀνυπόστατος, καὶ λέγομεν ὑμῖν, εἰ ἔστι φύσις ἀνυπόστατος.»
Κυρίως γὰρ τόκος ἐστὶ προσθήκη ὑποστάσεως ἐν ταὐτότητι φύσεως. Οὐκοῦν, ὥσπερ ἐν τῇ μιᾷ τοῦ θεοῦ λόγου ὑποστάσει γενόμεναι αἱ δύο γεννήσεις οὐκ ἐποίησαν αὐτῷ προσθήκην ὑποστάσεως, οὕτως οὐδὲ ἐκ τῶν δύο καθ’ ὑπόστασιν ἡνωμένων φύσεων προσθήκην προσώπου ἐδέξατο. Λοιπόν, ἡνίκα ἡμῖν ἀποροῦσι λέγοντες οἱ αἱρετικοί, ὅτι «Ἔστι φύσις ἀνυπόστατος;» ἀντερωτητέον αὐτούς· «Ἔστι τόκος ἀπρόσωπος;» Ἔνθα γὰρ καινὸς τόκος, ἐκεῖ καὶ προσθήκη προσώπου γνωρίζεται.
Σχόλιον. Παρακαλοῦμεν δὲ τοὺς ἐντυγχάνοντας τῇ βίβλῳ ἐκ παντὸς τρόπου ἀναγινώσκειν καὶ τὰ κατὰ τοὺς τόπους παρακείμενα σχόλια. Εἰ δὲ καί, ὡς εἰκός, καὶ βραχέα τινὰ σόλοικα ἔχει ἡ βίβλος, συγγνώμην αἰτοῦμεν· ὁ γὰρ αὐτοσχεδίως ἐκτιθέμενος, πολλάκις ἔχων τὸν νοῦν αὐτοῦ ἐν τοῖς νοήμασι καὶ σπεύδων ταῦτα σημειοῦσθαι, περιφρονεῖ τῶν σολοίκων καὶ τῆς στίξεως. Ἀναστασίου ἐλαχίστου μοναχοῦ πόνημα περὶ πίστεως ὀρθοδόξου ἀνθολογηθὲν ἐκ τῶν ἁγίων γραφῶν καὶ διδασκάλων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.