Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Ὁδηγός

Ἀναστάσιος Σιναΐτης

Ιστορική ανασκόπηση των αιρέσεων και η πλάνη του Σεβήρου

Συνοπτική ιστορία των αιρέσεων από τη δημιουργία έως τον Νεστόριο, αναφορά στις Οικουμενικές Συνόδους και έλεγχος των αριστοτελικών καταβολών του Μονοφυσιτισμού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 3 από 10

γʹ <Προοίμιον πρὸ τῆς πραγματείας.> Ἀρχὴ τῶν λόγων σου, Χριστέ, ἀλήθεια, μᾶλλον δὲ σὺ αὐτὸς ὁ θεὸς λόγος, ἡ ἀληθὴς ἀλήθεια, ὡς ὄντως ὢν ἐκ τῆς ὑπεραληθοῦς πατρικῆς ἀληθείας γέννημα καὶ ἀλήθεια, καὶ τοῖς τῆς σῆς ἀληθείας ἐρασταῖς ἐπαγγελλόμενος ἀποστέλλειν τὸ πνεῦμα τῆς ἀληθείας καὶ λέγων. Ὁ δὲ παράκλητος, ὃν πέμψω ὑμῖν ἐν τῷ ὀνόματι τοῦ πατρός μου, τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ὑμᾶς ὁδηγήσει εἰς πᾶσαν ἀλήθειαν, ὅπως μὴ ὑμεῖς ἔσεσθε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τῆς ἀληθείας τὸ λαλοῦν ἐν ὑμῖν τὴν ἀλήθειαν. Καὶ γὰρ καὶ οἱ τοὺς φωτοφόρους καὶ πολυτίμους μαργαρίτας ἐκ βυθῶν ἀοράτων τοῖς ἀνθρώποις θηρᾶν καὶ ἐμφανίζειν βουλόμενοι γυμνοῦντες ἑαυτοὺς παντὸς περικαλύμματος καὶ ἐλαίου τὸ οἰκεῖον στόμα πληροῦντες καὶ πνεῦμα ἱκανὸν ἐν τοῖς μυκτῆρσιν ἐκ τοῦ ἀέρος ἕλκοντες οὕτως ἑαυτοὺς τῷ φοβερῷ καὶ ζοφώδει βυθῷ παραπέμπουσιν, δηλοῦντος, ὡς οἶμαι, τοῦ ὑποδείγματος, ὅτι δεῖ πάντα ἄνθρωπον τὸν τοὺς βυθοὺς τῶν πνευματικῶν ὑδάτων καὶ δογμάτων διερευνᾶν καὶ τοὺς θείους καὶ καθαροὺς μαργαρίτας ἐξ αὐτῶν ἀγρεύειν βουλόμενον γυμνὸν εἶναι παντὸς ἐμπαθοῦς περικαλύμματος καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν ταῖς ῥισὶ τῆς ψυχῆς ἕλκειν καὶ ἔχειν κατὰ τὸν λέγοντα ἅγιον, ὅτι Πνεῦμα θεῖον τὸ περιόν μοι ἐν ῥισί· πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με, καί, Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅπερ ἐστὶ τὸ ἔλαιον τῆς ἀγαλλιάσεως, ὅπως ἐπ’ αὐτοῖς πληροῦται τὸ θεῖον λόγιον τὸ φάσκον, ὅτι Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά, ὥσπερ δὴ πάντως καὶ ὁ ἐμπαθὴς ἄνθρωπος ἐκ τοῦ ἐμπαθοῦς θησαυροῦ τῆς καρδίας προφέρει τὰ πονηρά. Οὐ γὰρ τοσοῦτος ὁ κίνδυνος τοῖς εἰς βυθοὺς ὑδάτων κατατολμῶσιν, ὅσος τοῖς τὰ πάθη ἔχουσι καὶ διερευνᾶν τὰ βάθη τῶν ἱερῶν γραφῶν ἐπιχειροῦσιν· μόνον γὰρ τὸ πνεῦμα τὸ ἅγιον ὡς θεὸς δύναται ἐρευνᾶν τὰ βάθη τοῦ θεοῦ. Διὰ τοῦτο καὶ σοφός τις ἔλεγεν, ὅτι πρῶτον ἑαυτὸν καθαρτέον καὶ τότε τῷ καθαρῷ προσομιλητέον. Εἰ γὰρ ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα καὶ ἕως τρίτου οὐρανοῦ ἀνελθὼν καὶ ἐν παραδείσῳ ἄῤῥητα ῥήματα μαθὼν καὶ εἰπών, ὅτι Ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός, ἐπιστέλλων τοῖς Κορινθίοις ἔφασκεν, ὅτι Ἐκ μέρους λαλοῦμεν καὶ ἐκ μέρους γινώσκομεν, τίς ἐστιν ὁ δυνάμενος λέγειν, ὅτι «Τελείως λαλῶ καὶ τελείως γινώσκω, καὶ μάλιστα τὰ περὶ τοῦ ἀκαταλήπτου θεοῦ;» Ἄπερ πάλιν τις θεολόγος λαλῶν διὰ πνεύματος ἁγίου ἔλεγεν, ὅτιπερ Ἡνίκα περὶ θεοῦ λαλῶ, φρίττω καὶ γλῶτταν καὶ ἀκοὴν καὶ διάνοιαν. Τὸ γὰρ περὶ θεοῦ λαλεῖν οὐκ ἀκίνδυνον.

Ἀλλὰ ταῦτά τινες μὴ ἐννοοῦντες μήτε ἀνακρίνοντες (οἱ τὰ ἐντὸς τῆς κοιλίας ἑαυτῶν, πῶς διοικοῦνται, μὴ ἐπιστάμενοι, ἀλλ’ ἐν τοῖς πάθεσι τῆς ἀτιμίας καὶ τῷ βορβόρῳ τῶν ἡδονῶν κατ’ ἐμὲ συμφυρόμενοι καὶ οὐδέ, εἰ ἔστιν ἐν ἀνθρώποις πνεῦμα ἅγιον, ἐπιστάμενοι, ἀλλὰ πάντα τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν ἡδονῶν ἀδεῶς ἐργαζόμενοι) ἐπὶ καπηλείων τε καὶ χαμαιτυπείων καὶ ἀγορῶν καὶ βαλανείων τὰ τοῦ Χριστοῦ μυστήρια διασύρουσι καὶ διαπαίζουσι καὶ βλασφημεῖσθαι ὑπὸ τῶν ἀπίστων παρασκευάζουσι δύο που πολλάκις λεξίδια ἢ τρία χρησίδια καὶ κλεψύδρια πατρικὰ συλήσαντες καὶ ἐκστηθίσαντες, καὶ παραυτὰ ἑαυτοὺς διδασκάλους οὐ θεοχειροτονήτους, ἀλλὰ παθοκινήτους προβαλλόμενοι, ἐκ κενοδόξου καὶ φιληδόνου γνώμης, αἰσχροῦ κέρδους χάριν, πολλάκις ἰουδαϊκῶς ἀπεμπολοῦντες τοῖς χοίροις καὶ ἀναξίοις τοὺς θείους τοῦ λόγου μαργαρίτας. Καὶ γάρ, ὡς ἔξεστι μαθεῖν ἐκ τῶν κατὰ καιροὺς τῶν ἐκκλησιαστικῶν ἱστοριογράφων, αἱ πλείους τῶν αἱρέσεων ἐκ κενοδόξου φιλαρχίας καὶ φιλαργυρίας καὶ ἀνθρωπαρεσκίας καὶ ὑπερηφανίας γεγόνασιν, —οὐκ ἂν οὕτως ἀποτυφλωθέντες, εἰ διὰ σχολῆς καὶ γυμνασίας καὶ ἀπαθείας τὸ πνεῦμα τὸ πανάγιον ἐν ἑαυτοῖς εἰσοικίσαντο. Εἰ γὰρ τὸ τί προσεύξασθαι καθὸ δεῖ οὐκ οἴδαμεν, ἐὰν μὴ θεῖον πνεῦμα κτησώμεθα, πόσῳ γε μᾶλλον μυστήρια θεοῦ ἐρευνᾶν;

Ἀλλὰ πάντως ἐροῦσί μοι οἱ καινοὶ θεολόγοι, ὅτιπερ «Οὐδὲν οἴκοθεν λαλοῦμεν, ἀλλ’ ἐκ τῆς ἁγίας γραφῆς καὶ τῶν ὁσίων πατέρων τῆς καθολικῆς ἐκκλησίας»· πρὸς οὓς κἀγὼ ἐρῶ, ὅτι «Καὶ πάντες οἱ αἱρετικοὶ τοῦτο αὐτὸ λέγουσιν, ὅθεν ἐκ τῆς ἱερᾶς γραφῆς καὶ τῶν διδασκάλων ἡμῖν ἀντιλέγειν δοκοῦσιν.»

Διό, ὡς ἐμοὶ δοκεῖ, οὐδὲ τὴν γραφήν, οὐδὲ τοὺς τῶν πατέρων λόγους δυνήσεται ἄνθρωπος ἀπταίστως καὶ ἀπλανῶς καταλαβεῖν, ἐὰν μὴ τὸ πνεῦμα τὸ ἅγιον τὸ λαλῆσαν ἐν αὐτοῖς ἔνοικον καὶ ὁδηγὸν κτήσηται· τὸ γὰρ εἰπεῖν τὸν Χριστόν, ὅτι Τὸ πνεῦμα τῆς ἀληθείας αὐτὸ ὑμᾶς ὁδηγήσει εἰς πᾶσαν ἀλήθειαν, εὔδηλον, ὅτιπερ καὶ τὴν γραφὴν καὶ τοὺς πατέρας ἐσήμανεν. Κεφάλαια, ἅπερ ὀφείλει ἀποβάλλεσθαι καὶ ἀναθεματίζειν πρὸ τῆς διαλέξεως ὁ ὀρθόδοξος, ἡνίκα μέλλει πρὸς Θεοδοσιανοὺς ἢ Γαϊανίτας συναίρειν περὶ πίστεως λόγον.

Πρωτοτύπως χρὴ ἀναθεματίζειν Νεστόριον καὶ τὴν πίστιν αὐτοῦ, καὶ λοιπὸν καθεξῆς ταῦτα· τὸν μὴ ὁμολογοῦντα φύσει καὶ ὑπὲρ φύσιν θεοτόκον τὴν ἁγίαν ἀειπαρθένον Μαρίαν· τὸν λέγοντα δύο πρόσωπα ἢ δύο ὑποστάσεις ἐν τῷ Χριστῷ ἢ δύο φύσεις διῃρημένας· ὁμοίως τὸν μὴ δεχόμενον τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἐν τῷ Χριστῷ· τὸν μὴ δεχόμενον τὴν φωνὴν τὴν λέγουσαν μίαν τοῦ θεοῦ λόγου φύσιν σεσαρκωμένην, καθὼς ἡρμήνευσεν αὐτὴν ὁ ἅγιος Κύριλλος· τὸν λέγοντα ἢ ἐννοούμενον ἐν Χριστῷ δύο φύσεις ἄῤῥενος καὶ θήλεος· τὸν λέγοντα, ὅτι ἐχωρίσθη ἡ θεότης τοῦ Χριστοῦ ἐκ τῆς ἁγίας αὐτοῦ σαρκὸς ἐν τῷ σταυρῷ ἢ ἐν τῷ τάφῳ ἢ ἐν ἄλλῳ οἱῳδήποτε τόπῳ· τὸν μὴ ὁμολογοῦντα θεοῦ τὸ σῶμα καὶ θεοῦ τὸ αἷμα, ὃ μεταλαμβάνομεν.

Πολλῷ πλέον δὲ πάντων καὶ πρὸ πάντων χρὴ ἀναθεματίζειν τὸν κηρύττοντα ἢ ἔχοντα νέαν πίστιν ἢ νέον δόγμα παρηλλαγμένον τῆς πίστεως τῶν ἐν Νικαίᾳ τιηʹ πατέρων, καὶ τῶν ἐν Κωνσταντινουπόλει ρνʹ, καὶ τῶν ἐν Ἐφέσῳ τὸ πρότερον ςʹ ἁγίων πατέρων, ὡσαύτως καὶ τὸν εὑρόντα ἢ παραλαβόντα ἐκ τῆς συνόδου Χαλκηδόνος νέαν πίστιν παρεκτὸς τοῦ φρονήματος τῶν ἁγίων πατέρων· Διονυσίου, Εἰρηναίου, Κλήμεντος, Ἀμβροσίου, Ἰουλίου, Εὐσταθίου, Ἀθανασίου, Βασιλείου, Γρηγορίου καὶ Γρηγορίου, Ἀμφιλοχίου, Ἰωάννου, Ἐπιφανίου, Θεοφίλου, Πρόκλου, Ἐφραίμ, Ἰσιδώρου καὶ τοῦ μακαρίου πατρὸς καὶ διδασκάλου Κυρίλλου καὶ τῶν λοιπῶν ἁγίων πατέρων τῶν ὁμοφρόνων αὐτῶν. Τοὺς γὰρ μὴ ἀκολουθοῦντας τούτοις τοῖς ἁγίοις διδασκάλοις κατακρίτους ἡγούμεθα καὶ ἀλλοτρίους τοῦ Χριστοῦ.

{δʹ Ἐξήγησις κατ’ ἐπιτομὴν περὶ τῶν αἱρέσεων τῶν ἐξ ἀρχῆς ἕως Νεστορίου καὶ Σευήρου} δʹ Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ πνεύματος. Ἀναστασίου ἐλαχίστου πρεσβυτέρου τοῦ ἁγίου ὄρους Σινᾶ <ἐπιστολὴ> περὶ πίστεως τῆς οἰκονομίας Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ πρὸς τὴν ἁγίαν καθολικὴν ἐκκλησίαν τὴν ἐν Βαβυλῶνι γραφεῖσα αἰτησαμένων τουτὶ τῶν ἐν αὐτῇ φιλοχρίστων καὶ ὀρθοδόξων ἡμῶν ἀδελφῶν. Ἐν ἀρχῇ ἦν ὁ θεός, καὶ ὁ θεὸς ἦν ἐν ἀρχῇ καὶ πρὸ ἀνάρχου ἀρχῆς· ἦν ἀεὶ καὶ ἔστι καὶ ἔσται ὁ θεός. Θεὸν δὲ λέγω τὴν ἁγίαν καὶ ὁμοούσιον καὶ ἄκτιστον τριάδα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.

Οὗτος ὁ θεὸς ἡμῶν, ὁ ἀεὶ ὢν καὶ προὼν καὶ πρὸ πάντων προών, ταῖς προαναρχικαῖς αὑτοῦ καὶ παναδήλοις θεοβουλίαις πρῶτον πάσης κτίσεως ἐννοεῖ καὶ ποιεῖ τὰς ἁγίας καὶ ἀγγελικὰς δυνάμεις, ὅτε οἶδε καὶ ὅπου οἶδε καὶ ὡς ἂν σύνοιδε καὶ ὡς μόνος αὐτὸς οἶδεν· ὧν τὴν οὐσίαν καὶ τὴν τάξιν καὶ τὸν ἀριθμὸν καὶ τὴν διαγωγὴν καὶ τὴν ἰδέαν μόνος αὐτὸς ὁ τούτων ποιητὴς γινώσκει θεός.

Ἐκ τούτων δὴ τῶν ἀσωμάτων στρατευμάτων καὶ ταγμάτων ταξίαρχος εἷς ἀλαζονευθεὶς κατὰ τοῦ δημιουργοῦ, ὥς φησιν Ἡσαΐας καὶ Ἰεζεκιὴλ οἱ προφῆται, ἀπεῤῥίφη καὶ ἔπεσε σὺν τῷ τάγματι αὐτοῦ, ὁ καλούμενος νῦν διάβολος καὶ οἱ δαίμονες οἱ σὺν αὐτῷ. Δημιουργοῦντος οὖν τοῦ θεοῦ τὸν ὁρώμενον κόσμον (λέγω δὴ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ) ἐνόμιζεν ὁ διάβολος, ὥς φησί τις τῶν διδασκάλων, ὅτι Αὐτὸν μέλλει καθιστᾶν ὁ θεὸς βασιλέα καὶ κύριον τῆς ὁρατῆς κτίσεως. Ὅτε δὲ εἶδε τὸν Ἀδὰμ γεγονότα καὶ κατασταθέντα ὑπὸ τοῦ θεοῦ δεσπόζειν τῶν ἐπὶ τῆς γῆς, διαπονηθεὶς καὶ φθονήσας τῷ ἀνθρώπῳ ὁ πονηρὸς ἠπάτησεν αὐτὸν διὰ τῆς Εὔας καὶ τοῦ ξύλου, εἴτε κατὰ παραχώρησιν θεοῦ, εἴτε καθ’ ἕτερόν τινα μυστικώτερον τρόπον, τῷ θεῷ ἔγνωσται· οὐ γὰρ δεῖ ἡμᾶς περιεργάζεσθαι τὰ σεσιωπημένα τῇ θείᾳ γραφῇ, λέγω δὴ τὰ περὶ παραδείσου καὶ τοῦ ξύλου καὶ τῆς γυμνώσεως καὶ τῶν χιτώνων καὶ ἑτέρων τινῶν τοιούτων μὴ σαφῶς δεδηλωμένων ἡμῖν ἐν ταῖς βίβλοις ταῖς ἱεραῖς.

Ὡπλίσθη τοίνυν, ὡς προεῖπον, κατὰ τοῦ ἀνθρωπείου γένους ἀπ’ ἀρχῆς ὁ Σατανᾶς. Εἶτα θανατοῖ διὰ τοῦ Κάϊν τὸν Ἄβελ· εἶτα ἀποπλανᾷ τοὺς ἀνθρώπους εἰς τὰς θυγατέρας τοῦ Κάϊν, λοιπὸν δὲ καὶ εἰς τὸ εἴδωλα καὶ χειροποίητα προσκυνεῖν ὡς θεοὺς ἀντὶ θεοῦ. Διὸ παιδεύει τούτους ὁ θεὸς διὰ κατακλυσμοῦ· εἶτα φιλανθρωπευθεὶς ἀνακαινίζει τὸν κόσμον διὰ τοῦ σπέρματος τοῦ Νῶε. Ἀλλ’ οὐδὲ μετὰ ταῦτα οἱ ἄνθρωποι ἐσωφρονίσθησαν, ἀλλὰ περὶ τὰ εἴδωλα καὶ τὰ κακὰ κατεμαίνοντο.

Λοιπὸν ἀναδείκνυσιν ὁ θεός τινας φωστῆρας τύπους θεοσεβείας τυγχάνοντας (λέγω δὴ τοὺς περὶ τὸν μακάριον Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ)· ἀλλ’ οὐδὲ οὕτως ὁ κόσμος ἐσωφρόνισεν. Εἶτα ἐπήγαγε τῇ κτίσει διαφόρους καὶ πολυτρόπους παιδείας ὁ δεσπότης· εἶτα δίδωσι γραπτὸν νόμον σημείοις καὶ τέρασι καὶ δυνάμεσιν ὀπτανόμενος τῷ Ἰσραήλ· καὶ οὐδ’ οὕτως οἱ ἄνθρωποι τῆς πλάνης ἀφίσταντο. Ἀπέστειλε μετὰ νόμον θαυματουργοὺς προφήτας, ἀλλὰ καὶ τούτους οἱ ἄνθρωποι ἀποστραφέντες κατέσφαξαν.

Τέλος δὴ πάντων, ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, τῆς ἀρχαίας βουλῆς τοῦ θεοῦ, τοῦ γενέσθαι τὸ μυστήριον, ὃ προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἐξαπέστειλε τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς ἀειπαρθένου ἄνευ σπορᾶς ἄνθρωπον, ὅτε ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἀλλ’ οὐδ’ οὕτως ὁ πονηρὸς ἀναισχυντῶν τοῦ τὸν κόσμον ταράττειν ἐπαύσατο, ἀλλὰ θᾶττον ἐνοικήσας εἰς ἴδια σκεύη καὶ ὄργανα ἀνθρώπινα ἀνατρέπειν ὁλοτελῶς τὴν τοῦ Χριστοῦ παρουσίαν ἔσπευδεν.

Καὶ πρῶτος Σίμων ὁ Μάγος ὁ Σαμαρείτης, ὁ ἀπὸ Γιτθῶν τῆς κώμης, ἔφασκε τοῖς ἐν Ῥώμῃ ἐπὶ Πέτρου τοῦ κορυφαίου, ὅτι «Ψεύστης καὶ πλάνος ἦν ὁ ἐλθὼν Ἰησοῦς, ἐγὼ δέ εἰμι ὁ ἀληθὴς Χριστός.» Εἶτα μετὰ τοῦτον ἀναφανεὶς Κήρινθος καὶ Νικόλαος καὶ Μαρκίων τὰ ὅμοια τῷ Σίμωνι ἐφαντάζοντο. Ἀλλ’ αὖθις ἡ τοῦ θεοῦ ψῆφος ὤλεσε τούτους καὶ τὰς αὐτῶν διδαχάς.

Ἀλλ’ οὐδ’ οὕτως ὁ πονηρὸς δράκων τοῦ πολεμεῖν τὴν ἐκκλησίαν ἐπαύσατο· θᾶττον γὰρ διωγμοὺς ὑφ’ Ἑλλήνων καὶ ἀνόμων κατ’ αὐτῆς διήγειρεν. Ἀλλὰ <καὶ τούτων> ἐκ μέσου τῇ δυνάμει τοῦ Χριστοῦ γεγονότων ἐπινοεῖ καὶ τρίτον τινὰ ἀπάτης τρόπον ὁ πολύμορφος ὄφις· ἀκούσας γὰρ τοῦ ἐν εὐαγγελίοις ῥητοῦ τοῦ κυρίου λέγοντος, ὅτι Ἐὰν ἀπέλθω πρὸς τὸν πατέρα, ἐρωτήσω αὐτόν, καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν, ὑπέσπειρέ τισιν ἀνθρώποις μάγοις τε καὶ γόησι λέγειν, ὅτι «Ἐγώ εἰμι ὁ παράκλητος, ὃν ὑπέσχετο ὁ Χριστὸς ἀποστέλλειν τῷ κόσμῳ.» Ἐξ ὧν ἦν Μάνης ὁ Μανιχαίων ἀρχηγὸς καὶ Μοντανός, ὁ ἀπὸ Ἀρδαβαῦ τῆς κώμης, καὶ ἕτεροί τινες. Ὧντινων καὶ αὐτῶν ἀστοχησάντων, ὡς εἶδεν ὁ ἐχθρός, ὅτι ἡμέρᾳ καὶ ἡμέρᾳ πλατύνεται καὶ αὔξει τὸ τοῦ Χριστοῦ κήρυγμα καὶ οὐκέτι ἰσχύει πρὸς τὴν εἰδωλολατρείαν ἀποκλῖναι τὸ γένος τῶν ἀνθρώπων, τὰ διάφορα λοιπὸν ζιζάνια κατέσπειρε τῷ κόσμῳ, ὅπως τὴν μάχην καὶ διάστασιν, ἣν ἐν τῇ εἰδωλολατρείᾳ ἐκέκτηντο, ταύτην ἐν τῇ θεοσεβείᾳ οἱ ἄνθρωποι ἔχουσιν.

Ἐκ τούτου δὴ μετὰ χρόνους τινὰς Μάνεντός τε καὶ Μοντανοῦ καὶ Ναυάτου τὴν ἀρειανὴν ἐκείνην θυμελικὴν ὀρχήστραν ὁ ταύτης μεσόχορος δαίμων συνεστήσατο, καὶ τοὺς ταύτης μιμολόγους, Ἀπολινάριον φάσκοντα ἄψυχον καὶ ἄνουν καὶ ἀθελῆ ἄνθρωπον ἀνειληφέναι τὸν Χριστόν, καὶ Εὐνόμιον, καὶ τοὺς σὺν αὐτοῖς κτίσμα λέγοντας τὸν τοῦ θεοῦ λόγον, καὶ μίαν φύσιν καὶ θέλησιν καὶ ἐνέργειαν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ δογματίζοντας. Αὖθις δὴ πάλιν μὴ ἀρκούμενος ἐν τούτοις ὁ μισόκαλος ὁπλίζεται καὶ κατὰ τοῦ πνεύματος τοῦ παναγίου διὰ Μακεδονίου τοῦ πνευματομάχου. Ἀλλ’ ἡ ἐξ ὕψους δύναμις πάντας ἐκείνους τοὺς πονηροὺς καὶ θεομάχους θῆρας ἀπώλεσε, καὶ οὐδαμοῦ σήμερον Ἀρειανῶν ἢ Μακεδονιανῶν ἢ Εὐνομιανῶν μνήμη ἐν κόσμῳ τῶν τῇ θεότητι πολεμούντων· καὶ ὥσπερ δράκων καιρίαν τινὰ πληγὴν λαβὼν ἡμέρᾳ τῇ ἡμέρᾳ διὰ τῆς ὀδύνης ἀσθενέστερος γίνεται, οὕτω καὶ ὁ διάβολος διὰ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ κροταφισθεὶς κατὰ πρόσβασιν τοῦ χρόνου καταργούμενος ἀπεδείχθη.

Ὅρα γάρ, ἠθέλησεν ἐν πρώτοις εὐθέως διασκεδάσαι τὴν ἐπιδημίαν τοῦ Χριστοῦ καὶ οὐκ ἴσχυσεν. Εἶτα ἠθέλησε διὰ διωγμῶν τὸ κήρυγμα καταργῆσαι καὶ ἠστόχησεν· ἠθέλησεν ἀντὶ πνεύματος ἁγίου γόητας ἄνδρας προσκυνεῖσθαι καὶ τοῦ σκοποῦ ἐξέπεσεν· προσέκρουσε τῇ θεότητι τοῦ Χριστοῦ καὶ κατῃσχύνθη. Τότε δὴ λοιπὸν ἀδυνατῶν θεότητι πολεμεῖν ἐπὶ τὴν σάρκα τοῦ Χριστοῦ τὸν πόλεμον ἔτρεψε, μετὰ τὴν ἀρειανικὴν ὀρχήστραν τὴν τῆς διαιρέσεως Χάρυβδιν διορύξας, λέγω δὴ τὴν σάρκα τοῦ Χριστοῦ μερίζων ἐκ τῆς θεότητος καὶ εἰς δύο τὸν ἕνα κατατέμνων Χριστόν. Ταύτης δὲ τῆς διαιρέσεως ἀρχηγοὶ γεγόνασι Θεόδωρος ὁ Ἀντιοχείας καὶ Διόδωρος ὁ Ταρσοῦ.

Ἐξ ὧν ὥσπερ τις ῥίζα ἑλλεβόρου ἐβλάστησεν ὁ χαλδαῖος χοῖρος, ὁ Ἀσσύριος Νεστόριος, μέχρι καὶ νῦν τὸν ἴδιον βόρβορον τοῖς αὐτῷ πειθομένοις καταῤῥαίνων. Καθαιρεθεὶς γὰρ ἀπὸ Κωνσταντινουπόλεως καὶ ἐπὶ τὰ τῆς Μεσοποταμίας ἐνδημήσας κλίματα, ἐκεῖσε τὸν ἴδιον ἰὸν καὶ τὸν βόρβορον κατέσπειρεν· κἀκεῖθεν ὡς ἐκ καναλίσκου τινὸς πᾶσαν μάλιστα τὴν Ἀνατολὴν κατεμίανεν. Καθ’ οὗ διὰ πλάτους σύνταγμα πεποιήκαμεν τὸν δόλον καὶ τὴν πανουργίαν αὐτοῦ στηλιτεύσαντες· κἀκεῖ τοὺς φιλοπόνους παραπέμπομεν.

Εἰδέναι μέντοιγε προσήκει, ὡς οὐκ ἔστι σήμερον κακουργοτέρα τῆς Νεστορίου αἱρέσεως δυσχερῶς τὸν ἴδιον ἰὸν φανεροῦσα. Καὶ γὰρ αἰσχροῦ κέρδους καὶ δόξης χάριν πολλάκις ἐν ὑποκρίσει καὶ θεὸν λέγουσι τὸν Χριστὸν καὶ θεοτόκον τὴν ἁγίαν παρθένον, καὶ ἀναθεματίζουσι Νεστόριον, καὶ ἀποβάλλονται τὸν λέγοντα δύο πρόσωπα ἐν Χριστῷ. Ὁ μέντοι τὸν δόλον αὐτῶν ἐλέγξαι βουλόμενος τὸν μακάριον Κύριλλον καὶ τὴν κατ’ αὐτὸν σύνοδον τὴν κατὰ Νεστορίου προενέγκῃ αὐτοῖς, καί, ἐὰν ταῦτα εἰλικρινῶς δέξωνται, ἐν τούτοις τὸ εὐαπόδεκτον ἔχουσιν. Τοσαῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος περὶ Νεστορίου τοῦ δυσσεβοῦς ἰουδαιόφρονος καὶ χαλδαίου ἀσσυρίου χοίρου. Τοῦτον γὰρ ἀποβάλλεται ἡ ἁγία ἐκκλησία διὰ τὴν τῶν ἐν Χριστῷ φύσεων διαίρεσιν, ὥσπερ καὶ Σευῆρον καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν τῶν φύσεων σύγχυσιν.

εʹ <Περὶ τῶν ἁγίων συνόδων.> Ἀναγκαῖον δὲ τὸν φιλόπονον καὶ τοῦτο ἐπίστασθαι, φημὶ δὴ τὸ περὶ τῶν ἁγίων καὶ οἰκουμενικῶν τεσσάρων συνόδων, τὸ τίνος χάριν καὶ κατὰ ποίων αἱρέσεων γεγόνασιν αὗται· οὐ μὴν δέ, ἀλλ’ ὅτι καὶ ἕτεραι διάφοροι τοπικαὶ πρὸ αὐτῶν τε καὶ μετ’ αὐτὰς γεγόνασι σύνοδοι ἐν διαφόροις τόποις περὶ διαφόρων κεφαλαίων.

Ἡ μὲν οὖν ἁγία καὶ πρώτη οἰκουμενικὴ σύνοδος τῶν τιηʹ πατέρων τῶν ἐν Νικαίᾳ γέγονεν ἐπὶ τοῦ ἁγίου Κωνσταντίνου τοῦ βασιλέως κατὰ Ἀρείου τοῦ γενομένου διακόνου ἐν Ἀλεξανδρείᾳ, ὃν καὶ προανεθεμάτισεν ὁ ἅγιος Πέτρος ὁ μάρτυς καὶ ἐπίσκοπος εἰπών, ὅτι Ἄρειος καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι κεχωρισμένος ἐστὶν ἐκ τῆς δόξης τοῦ υἱοῦ τοῦ θεοῦ Ἰησοῦ Χριστοῦ. Ἐκήρυττε γὰρ ὁ αὐτὸς Ἄρειος κτίσμα εἶναι τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ καὶ οὐ γεννηθέντα ἐκ τοῦ πατρὸς πρὸ τῶν αἰώνων.

Ἡ δὲ ἁγία σύνοδος ὁμοούσιον καὶ συνάναρχον ὥρισε τὸν υἱὸν τῷ πατρί, γεννηθέντα, οὐ ποιηθέντα. Κατέκρινε δὲ καὶ Σαβέλλιον τὸν Λιβυκὸν φάσκοντα μίαν ὑπόστασιν εἶναι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, τρεῖς ὑποστάσεις κηρύξασα ἡ αὐτὴ θεόφρων σύνοδος, μίαν δὲ οὐσίαν. Ἐξ ἧς μάλιστα καὶ ἔστι καταισχῦναι τοὺς Θεοδοσιανοὺς καὶ Ἰακωβίτας ταὐτὸν λέγοντας εἶναι τὴν οὐσίαν ἤτοι φύσιν καὶ τὴν ὑπόστασιν, καθὼς μέλλομεν δεῖξαι. Ἀπεκήρυξε δὲ καὶ τὴν αἵρεσιν Φωτεινοῦ ἡ ἁγία σύνοδος, τὴν φάσκουσαν ἀπὸ Μαρίας ἔχειν τὴν ἀρχὴν τῆς θεότητος καὶ τῆς σαρκὸς τὸν Χριστόν, καὶ μὴ εἶναι αὐτὸν προαιώνιον κατὰ τὴν ἄκτιστον αὐτοῦ θεότητα. Ἡ δὲ δευτέρα ἁγία οἰκουμενικὴ σύνοδος τῶν ἐν Κωνσταντινουπόλει ρνʹ ἁγίων πατέρων γέγονεν ἐπὶ Θεοδοσίου τοῦ μεγάλου βασιλέως κατὰ Μακεδονίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως κτίσμα λέγοντος τὸ πνεῦμα τὸ ἅγιον. Ἡ δὲ ἁγία σύνοδος καθελοῦσα Μακεδόνιον ὁμοούσιον ἐκήρυξε τῷ πατρὶ καὶ τῷ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον προσθεῖσα ἐν τῷ συμβόλῳ τὸ καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, καὶ τὰ ἑξῆς.

Ἡ ἁγία σύνοδος τῶν ἐν Ἐφέσῳ τὸ πρότερον ςʹ ἁγίων πατέρων γέγονε, μετὰ νʹ χρόνους τῆς ἐν Κωνσταντινουπόλει, ἐπὶ Θεοδοσίου τοῦ μικροῦ βασιλέως, κατὰ Νεστορίου τοῦ δυσσεβοῦς ἐπισκόπου Κωνσταντινουπόλεως ἀνθρωποτόκον κηρύττοντος τὴν παναγίαν θεοτόκον, λοιπὸν δὲ καὶ διαιροῦντος τὸν Χριστὸν εἰς δύο πρόσωπα ἀσεβῶς καὶ δύο ὑποστάσεις· ὃν καθελοῦσα ἡ ἁγία σύνοδος θεοτόκον κυρίως καὶ ἀληθῶς ὥρισε τὴν πανένδοξον ἁγίαν παρθένον μίαν χριστοῦ σύνθετον ὑπόστασιν εὐσεβῶς διδάσκουσα.

Μετὰ οὖν δέκα τινὰς χρόνους ἀνεφύη <Εὐτυχής> τις ἀρχιμανδρίτης ἐν Κωνσταντινουπόλει ἐξ οὐρανοῦ λέγων κατεληλυθέναι τὸ σῶμα τοῦ Χριστοῦ καὶ ἑτεροούσιον ἡμῶν αὐτὸ εἶναι καὶ μίαν φύσιν τὸν Χριστὸν ὅλον τυγχάνειν. Καθ’ οὗ πεποίηκε τοπικὴν σύνοδον ὁ μακάριος Φλαβιανός, ἐπίσκοπος ὢν Κωνσταντινουπόλεως τότε, καθελὼν αὐτὸν καὶ ὁρίσας ὁμοούσιον ἡμῶν εἶναι τὸ σῶμα τοῦ Χριστοῦ. Λοιπὸν δέησιν ἐπιδεδωκὼς τῷ βασιλεῖ ὁ <Εὐτυχὴς> ἔπεισεν αὐτὸν καὶ μεταστειλάμενος Διόσκορον τὸν πάπαν Ἀλεξανδρείας ἐποίησε τὴν ἐν Ἐφέσῳ τὸ δεύτερον σύνοδον κατὰ Φλαβιανοῦ τὴν λεγομένην λῃστρικήν, ἐν ᾗ κυλλωθεὶς ἀπὸ πληγῶν ὁ μακάριος Φλαβιανὸς ἀπέθανεν ἐξ αὐτῶν.

Δι’ ὃν ἡ ἁγία σύνοδος ἡ ἐν Χαλκηδόνι γέγονε <ἐπὶ Μαρκιανοῦ τοῦ βασιλέως> κατὰ Διοσκόρου καὶ Εὐτυχοῦς τῶν αἱρεσιαρχῶν μίαν φύσιν λεγόντων τὸν Χριστόν. Ἡ δὲ ἁγία σύνοδος διὰ τὸ τέλειον εἶναι ἐν θεότητι καὶ τέλειον ὁμοίως ἐν ἀνθρωπότητι τὸν Χριστόν, ἐν δύο αὐτὸν ἡνωμέναις φύσεσιν ἕνα κύριον ἀσυγχύτως καὶ ἀδιαιρέτως ἐκήρυξεν ἐπικυρώσασα καὶ τὴν καθαίρεσιν Νεστορίου, ἣν ἐποίησεν ὁ μακάριος Κύριλλος ἐν τῇ ἐν Ἐφέσῳ τὸ πρότερον ἁγίᾳ συνόδῳ, εὐφημήσασα καὶ τὸν αὐτὸν μακάριον Κύριλλον καὶ εἰποῦσα· Κυρίλλου αἰωνία ἡ μνήμη.

Μετὰ χρόνους ρʹ τῆς ἐν Χαλκηδόνι συνόδου γέγονεν ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως ἡ πέμπτη οἰκουμενικὴ σύνοδος κατὰ Ὠριγένους καὶ Διδύμου καὶ Εὐαγρίου τῶν ματαιοφρόνων λεγόντων τὰς ἡμετέρας ψυχὰς μετὰ τῶν δαιμόνων ἐξ οὐρανοῦ καταπεσεῖν εἰς τὰ σώματα ἡμῶν καί, ὅτι τέλος ἔχει ἡ κόλασις καὶ ἀποκαθίσταται δι’ αὐτῆς πάλιν ὁ διάβολος εἰς τὴν ἀρχαίαν αὑτοῦ τάξιν τὴν ἀγγελικήν. Κατέκρινε δὲ ἡ αὐτὴ ἁγία σύνοδος καὶ Σευῆρον καὶ τὸ φρόνημα αὐτοῦ καὶ πάντα τὸν λέγοντα προϋπάρχειν τὰς ψυχὰς ἡμῶν πρὸ τῶν σωμάτων.

[Σχόλιον. Εἰδέναι μέντοιγε χρή, ὅτι γεγόνασι καὶ ἄλλαι πλεῖσται σύνοδοι τοπικαὶ ἐν διαφόροις χώραις χάριν διαφόρων ἐκκλησιαστικῶν κεφαλαίων.] [Σχόλιον. Περὶ—αἰῶνα. (II, 3, 18-49)]

Κεφάλαιον ϛʹ. Τὸ πόθεν ἡ μονόφθαλμος Σευήρου πίστις ἐβλάστησεν.

Ὅσιον λοιπὸν πρὸς τὸ γινώσκειν τὸν φιλόπονον διὰ βραχέων εἰπεῖν, πόθεν ἀπήρξατο καὶ ἡ τὴν σύγχυσιν δογματίζουσα τῶν Μονοφυσιτῶν αἵρεσις καὶ ἐκ ποίων αἱρέσεων καὶ δρακόντων ἀρχαίων τὸν ἰὸν ἐθήλασεν. Ταῖς γὰρ Μανιχαίων καὶ Οὐαλεντινιανῶν καὶ Μαρκιωνιστῶν καὶ Ἀρειανῶν βίβλοις ἐγκύψας ὁ Εὐτυχὴς ὁ καθαιρεθεὶς ὑπὸ τῆς ἁγίας συνόδου Χαλκηδόνος ἐκεῖθεν ἐδιδάχθη τὴν φαντασίαν καὶ δόκησιν καὶ τὸ μίαν φύσιν κηρύττειν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ. Εἶτα ἐκ τοῦ Εὐτυχοῦς παρέλαβε τὴν τοιαύτην νόσον ὁ Διόσκορος· λοιπὸν καθαιρεθέντος καὶ Διοσκόρου ἐν Χαλκηδόνι, ἐσχίσθη ἡ ἐκκλησία Κωνσταντινουπόλεως καὶ Ἀλεξανδρείας.

Μετὰ γοῦν χρόνους τινὰς γέγονε Τιμόθεος ἐπίσκοπος τῶν Μονοφυσιτῶν ἐν Ἀλεξανδρείᾳ καὶ εὐθέως κατέγραψε συγγράμματα κατὰ τῆς συνόδου Χαλκηδόνος καὶ τοῦ Τόμου Λέοντος τοῦ πάπα Ῥώμης.

Σχόλιον. Ἐν τῇ συνόδῳ γὰρ ἦν καὶ ὁ Τιμόθεος μετὰ τοῦ Διοσκόρου.

Εἶτα Ἰωάννης ὁ Καισαρεὺς ὁ Γραμματικὸς ἀπελογήσατο ὑπὲρ τῆς συνόδου, καὶ ἕτεροι πλεῖστοι δι’ ἐκθέσεων ἀληθεστάτων. Διωχθέντος οὖν Σευήρου ἀπὸ Ἀντιοχείας διὰ τὰ πονηρὰ αὑτοῦ διδάγματα, ἅπερ κατὰ τῆς συνόδου Χαλκηδόνος ἐδίδασκε, παραγίνεται ἐν Ἀλεξανδρείᾳ εἰς τὸν φωλεὸν τῶν ὄφεων τῶν ἐχθρῶν τῆς καθολικῆς ἐκκλησίας, καὶ ἐγκύψας τοῖς συντάγμασι τοῦ Καισαρέως καὶ ἑτέρων τινῶν τῶν συνταττόντων ὑπὲρ τῆς συνόδου διὰ πλειόνων πατρικῶν καὶ γραφικῶν χρήσεων καὶ συστάσεων καὶ ἀποδείξεων πρῶτον μὲν εὐθέως κατέγραψε κατὰ τοῦ Καισαρέως Ἰωάννου· καὶ μετὰ τοῦτο, ὅπερ ὁ Ἀκύλας ἐπὶ τῆς παλαιᾶς γραφῆς πεποίηκε παρερμηνεύσας ταύτην καὶ τὰς πλείους χρήσεις καὶ μαρτυρίας τὰς περὶ Χριστοῦ διαστρέψας καὶ περικόψας καὶ κατ’ ἀντιπάθειαν πεπλανημένην ἔκδοσιν πρὸς ἀπώλειαν Ἰουδαίοις καταλείψας, τὸ αὐτὸ καὶ Σευῆρος πεποίηκεν. Θεωρήσας γάρ, ὅτι ἐκ πατρικῶν τῶν ὁσίων διδασκάλων χρήσεων παρέστησαν ἐν δύο φύσεσιν ἀδιαιρέτοις ἐν ἑνὶ προσώπῳ τὸν Χριστὸν οἱ περὶ τῆς συνόδου ἀπολογησάμενοι, ἐπιλαθόμενος ὁ πολὺς οὗτος Σευῆρος, ὅτι Τὴν κρίσιν πᾶσαν τῷ υἱῷ δέδωκεν ὁ πατήρ, ἁρπάζει τὸ τῆς κρίσεως ἐκ τοῦ Χριστοῦ ὡς Ἀντίχριστος ἀξίωμα, καὶ προκαθέζεται δικαστὴς καὶ κριτὴς τῶν ἁγίων πατέρων καὶ διδασκάλων· καὶ παραγαγὼν τὰς τούτων χρήσεις, ὅσας μὲν ἠδυνήθη παρερμηνεῦσαι, ταύτας ὡμολόγησε τῶν πατέρων ἀληθῶς εἶναι· ὅσων δὲ πάλιν χρήσεων αἱ βίβλοι σπανίως εὑρίσκονται ἢ διὰ τὸ ἀπομήκοθεν τῆς αὐτῶν χώρας ἢ διὰ τὸ ἑτερογλώσσους εἶναι, ταύτας παρεγράψατο λέγων ψευδεῖς καὶ νόθους ὑπάρχειν.

Ὅσας δὲ πάλιν χρήσεις λεγούσας τὰς δύο φύσεις εὗρε, Γρηγορίων τε καὶ Ἰωάννου καὶ Κυρίλλου καὶ Ἀθανασίου καὶ Ἀμβροσίου καὶ Πρόκλου καὶ τῶν λοιπῶν περιφανῶν διδασκάλων, ὧν αἱ βίβλοι καὶ αἱ χρήσεις ἀπαραίτητοί εἰσι διὰ τὸ κατὰ πᾶσαν τὴν οἰκουμένην αὐτὰς προκεῖσθαι, περὶ τούτων πάλιν ὅρον καὶ ἀπόφασιν ἐξέθετο ὁ νομοθέτης καὶ κριτὴς Σευῆρος, ποτὲ μὲν γράφων πρὸς τὸν λεγόμενον Νηφάλιον, ὅτι συγγνώμην παρέχει τοῖς ἁγίοις πατράσιν ἐπὶ τῇ φωνῇ τῶν δύο φύσεων, ἐπειδή, φησί, κατὰ Ἀρειανῶν ὁπλιζόμενοι ἠναγκάσθησαν τῇ φωνῇ τῶν δύο φύσεων χρήσασθαι, ποτὲ δὲ πάλιν ἀναισχυντότερον χρώμενος οὐδὲ συγγνώμης ἀξιοῖ τοὺς ἁγίους πατέρας, ἀλλ’ ὅσον τὸ ἐπ’ αὐτῷ τὴν καθαίρεσιν καὶ ἐκβολὴν τῶν θεοπνεύστων αὐτῶν διδαγμάτων ποιεῖται αὐταῖς ξηραῖς λέξεσιν οὕτως ἐκθέμενος, καθὰ ὕστερον πλατύτερον ἐροῦμεν καὶ δείξομεν αὐτὸν φάσκοντα, ὅτιπερ Ἀπόβλητοί εἰσιν αἱ τῶν ἁγίων πατέρων περὶ δύο φύσεων ἡνωμένων ἐν Χριστῷ χρήσεις, κἂν αὐτοῦ Κυρίλλου ὑπάρχωσι, καὶ ὅτι, Πρὸς τοὺς καιροὺς καὶ τὰς ἐναλλαγὰς τῶν αἱρέσεων δεῖ, φησίν, παραλλάττειν καὶ μεταφέρειν τὰ τοῦ Χριστοῦ δόγματα· ὅθεν Ἀρειανῶν, φησίν, λεγόντων μίαν φύσιν ἐν Χριστῷ καλῶς ἐποίησαν οἱ πατέρες εἰπόντες δύο φύσεις, καὶ συγγνώμην αὐτοῖς δίδωμι· Νεστορίου δὲ λέγοντος δύο φύσεις ἐν Χριστῷ ἀπόβλητοι λοιπόν εἰσιν αἱ τῶν πατέρων φωναί, εἰ καὶ αὐτοῦ τοῦ μακαρίου Κυρίλλου εἰσίν.

Μία γὰρ λοιπὸν φύσις ἐστὶν ὁ Χριστὸς καὶ ἐστέρηται τῆς ἑτέρας. Τάχα γὰρ Νεστόριον ἰδοῦσα ἡ παναγία σὰρξ τοῦ Χριστοῦ ἡ καθ’ ὑπόστασιν ἡνωμένη αὐτῷ ἐχωρίσθη καὶ ἔφυγεν ἐκ τοῦ θεοῦ λόγου, καὶ ἀνούσιος καὶ ἀνυπόστατος καὶ ἀφανὴς γέγονε, καὶ γυμνὸν λοιπὸν τὸν θεὸν λόγον κατέλιπε κατὰ τὴν τοῦ Μάνεντος διδασκαλίαν. Ἐκεῖνος γὰρ τοῦτό φησιν, ὅτι Ἐν τῷ ἡλίῳ ἀπέθετο ὁ θεὸς λόγος τὸ σκήνωμα αὐτοῦ τῆς σαρκός, ἡνίκα ἀνελαμβάνετο εἰς οὐρανούς.

Ταῦτα νομοθετήσας ὁ Σευῆρος ὡς οἷα τῷ Ἀκύλᾳ μαθητεύσας, καὶ τῷ ἰδίῳ ἔθνει τῶν Ἀλεξανδρέων, ὡς τὴν λεγομένην παρ’ Ἑβραίοις «δευτέρωσιν» τὴν περιέχουσαν τῆς ὀρθῆς τῶν ἑβδομήκοντα ἑρμηνευτῶν <ἐκδόσεως> τὴν ἀναίρεσιν καὶ τοῦ θείου νόμου <τὴν> κατάλυσιν, καθεσθεὶς ἐκτίθεται αὐτοῖς βίβλον τὴν λεγομένην Φιλαλήθη, μᾶλλον δὲ φιλομυθῆ, ἐν ᾗ ὡς οἷα κριτὴν ζώντων καὶ νεκρῶν ἑαυτὸν χειροτονήσας πίνακα χρήσεων καὶ πατέρων συνέταξεν, οὓς μὲν θέλει δεξάμενος, οὓς δὲ πάλιν ἐκέλευσεν ἐξεωσάμενος. Ἥντινα βίβλον οὕτω δὴ κατέχουσι κατά τε τὴν Αἴγυπτον καὶ Συρίαν οἵ τε Ἰακώβου καὶ Σευήρου καὶ Θεοδοσίου καὶ Τιμοθέου καὶ Διοσκόρου μαθηταὶ καὶ τῆς ἐκκλησίας ἐχθροὶ ὑπὲρ αὐτὸ τὸ κατὰ Ἰωάννην θεῖον εὐαγγέλιον. Καὶ καθάπερ, ὡς πρὸ βραχέος εἶπον, οἱ Ἰουδαίων παῖδες πάσας τὰς μωσαϊκὰς καὶ προφητικὰς ἐκδόσεις ἀφέντες τῇ ὑπὸ τοῦ Ἀκύλα παραδόσει καὶ πλάνῃ στοιχοῦσιν, οὕτω δὴ καὶ οἱ Σευήρου καὶ Ἰακώβου μαθηταὶ πάσας τὰς εὐαγγελικὰς καὶ γραφικὰς καὶ πατερικὰς χρήσεις αἱροῦνται μᾶλλον παραγράψασθαι καὶ διακρούσασθαι ἢ τὴν Σευήρου ἐν τῇ τοιαύτῃ βίβλῳ νομοθεσίαν. Κἂν γὰρ αὐτοῖς Πέτρον ἢ Παῦλον παραγάγοις κἂν Εὐστάθιον κἂν Γρηγόριον κἂν Βασίλειον κἂν Ἰωάννην κἂν Ἀθανάσιον κἂν αὐτὸν τὸν ἀοίδιμον Κύριλλον κἂν ἄλλου οἱουδήποτε πατρὸς χρῆσιν ἢ σύνταγμα, οὐ πρότερον δέχονται τοῦτο, ἄχρις ἂν ἐν τῇ νομοθεσίᾳ Σευήρου ἐπισκέψωσι, λέγω δὴ ἐν τῷ ὑπ’ αὐτοῦ συνταγέντι βιβλίῳ τῷ λεγομένῳ Φιλαλήθει. Καὶ πρὸς τὴν αὐτοῦ κρίσιν καὶ ἐπιτροπὴν καὶ ἀπόφασιν ἢ δέχονται ἢ ἀπωθοῦνται τὸν διδάσκαλον καὶ τὴν τούτου φωνήν, διδάσκαλον τῶν διδασκάλων καὶ κριτὴν τῶν θαυματουργῶν καὶ ἐταστὴν καὶ δοκιμαστὴν τῶν θεοφόρων ἀνδρῶν αὐτὸν καταστήσαντες.

Ταῦτα ἡμεῖς οὐκ ἐξ ἀκοῆς γράφομεν, ἀλλ’ ἐκ πείρας πολλῆς τυγχάνοντες καὶ ἐν Συρίᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν ἑτέροις τόποις εἰδότες τοὺς τὴν μίαν φύσιν ἐν Χριστῷ δογματίζοντας πᾶσαν γραφικὴν καὶ πατρικὴν λέξιν κατὰ τὴν νομοθεσίαν Σευήρου ἀνακρίνοντας καὶ ἑρμηνεύοντας. Ἐνομοθέτησε γὰρ αὐτοῖς ἐν τῷ αὐτῷ βιβλίῳ τῷ καλουμένῳ Φιλαλήθει, ὅτιπερ σλʹ χρήσεις τῶν ἁγίων πατέρων διέστρεψεν ἡ πίστις Χαλκηδόνος ἐν τῇ Ἀπολογίᾳ, ᾗ ἐποιήσατο ὑπὲρ αὐτῆς Ἰωάννης ὁ Καισαρεύς· ὅπερ καὶ προήγαγεν ἡμῖν ἐν Βαβυλῶνι Ἀθανάσιος ὁ νοτάριος.

Ἐπεὶ οὖν πρὸς τὰς χρήσεις τῶν πατέρων, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἐκώφωσαν τὸ οὖς τῆς ἑαυτῶν καρδίας μηκέτι ἀκούοντες φωνὴν ἐπᾴδοντος, πάντως φαρμακοῦται φαρμακευομένη παρὰ σοφοῦ ἡ τούτων παρεμβολή· καὶ παραταττόμεθα αὐτοῖς τῇ συνεργίᾳ τοῦ ὑπ’ αὐτῶν ἀθετουμένου Χριστοῦ δι’ ἑτέρου τρόπου, οὗ οὐκ ἐπίστανται, καὶ ἐπιπεσούμεθα τοῖς ἀλλοφύλοις τῆς ἀληθείας δι’ ἄλλης ὁδοῦ εὐσεβείας, ἧς οὐκ ἐβάδισαν οὐδὲ ἔγνωσαν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐβλασφήμησαν· μᾶλλον δὲ ἔγνωσαν καὶ ἑκουσίως εἰς αὐτὸν ἠσέβησαν.

Ἰστέον δὲ πρὸ πάντων καὶ μὴ ἀγνοητέον, ὅτιπερ ἅπαντες οἱ μίαν οὐσίαν δογματίζοντες εἶναι τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ ἐκ τοῦ Ἀριστοτέλους καὶ τῶν ἄλλων ἑλληνικῶν <διαδόχων> παρέλαβον λέγειν τὴν φύσιν πρόσωπον εἶναι καὶ τὸ πρόσωπον ὁμοίως φύσιν. Μερικὰς γὰρ οὐσίας λέγει ὁ Ἀριστοτέλης εἶναι τὰ πρόσωπα.

Λοιπὸν τούτῳ τῷ ματαίῳ κανόνι στοιχῶν ὁ Ἄρειος εἶπε τρεῖς οὐσίας ἐπὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Τούτῳ τῷ ἀνόμῳ ὅρῳ καὶ Σευῆρος στοιχήσας ἐκ δύο μερικῶν οὐσιῶν καὶ ὑποστάσεων ἡμιτόμων εἶπεν ἀποτελεῖσθαι μίαν φύσιν τὸν Χριστόν. Ὡσαύτως καὶ ὁ Εὐτυχὴς καὶ ὁ Διόσκορος, Τιμόθεός τε καὶ Γαϊανὸς καὶ Ἰουλιανὸς καὶ Ἰάκωβος καὶ Πέτρος ὁ Κναφεὺς καὶ Βαρσανούφιος καὶ Θεοδόσιος τὸ δεκακέρατον τῆς πλάνης οὐκ ἐκ γραφικῶν καὶ εὐαγγελικῶν, ἀλλ’ ἐκ τῶν ἀριστοτελικῶν κατηγοριῶν παρέλαβον τὸ λέγειν τὴν φύσιν πρόσωπον καί, ὅτι Οὐκ ἔστι φύσις ἀπρόσωπος.

Σχόλιον. Καὶ Σαβέλλιος ὁμοίως τὴν φύσιν λέγων ὑπόστασιν, μίαν ὑπόστασιν εἶπε τῆς ἁγίας τριάδος.

Πάντα δὲ ταῦτα ἠγωνίσαντο καθυβρίσαι τὴν σύνοδον Χαλκηδόνος βουλόμενοι, ὡς ὁρίσασαν δύο φύσεις ἀδιαιρέτους τὸν ἕνα καὶ μόνον Χριστὸν τὸν θεόν, ὅπως, ὡς νομίζουσιν, ἐλέγξωσιν αὐτὴν δύο πρόσωπα λέγουσαν ἐν Χριστῷ, ὅπως τετραπρόσωπος εὑρεθῇ ἡ ἁγία τριάς, δύο μὲν ἔχουσα πρόσωπα πατρὸς καὶ τοῦ ἁγίου πνεύματος καὶ ἕτερα δύο τὰ τοῦ Χριστοῦ. Ταῦτα μὲν οἱ αἱρετικοί.

Ἀλλὰ μὴν καθαιρέσεως καὶ ἐξορισμοῦ γενομένου τῆς ἑλληνικῆς σοφίας ὑπὸ Χριστοῦ τοῦ ἐν Παύλῳ λαλοῦντος, μηδαμῶς οἱ πιστοὶ καταδεξώμεθα κατὰ τὰ ἑλληνικὰ καὶ ἀριστοτελικὰ διδάγματα τὰ τοῦ Χριστοῦ κηρύττειν δόγματα. Μηδὲ μὴν ὡς Παῦλος ὁ Σαμοσατεύς, ἀλλ’ ὡς Παῦλος ὁ Ταρσεὺς τὸν Χριστὸν καταγγέλωμεν, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ τοῦ λέγοντος· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, ἐπειδὴ ἐμωράνθη ἡ σοφία τοῦ αἰῶνος τούτου καὶ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν. Καὶ ηὐδόκησεν διὰ τῆς ἰδιωτείας τῶν μαθητῶν σῶσαι τοὺς εἰς αὐτὸν εὐαγγελικῶς πιστεύοντας, οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ὅτι ἡ σοφία τοῦ κόσμου μωρία παρὰ τῷ θεῷ ἐστιν, καὶ αὐτὴ καὶ οἱ στοιχοῦντες αὐτῇ.

Οὐκοῦν, ἡνίκα ἡμῖν τῆς ἀγέλης τοῦ προειρημένου δεκακεράτου προσπελάσει τις τοὺς περὶ Χριστοῦ διαγυμνάζων λόγους, μὴ πρότερον αὐτῷ τὴν οἱανοῦν ἀπολογίαν ποιήσωμεν, ἄχρις ἂν διερωτήσωμεν τὸ τί νοεῖ καὶ τὸ πῶς ἑρμηνεύει τὴν φύσιν, καὶ τί ἐστι φύσις καὶ τί ὑπάρχει ὑπόστασις, καὶ τί ἐστιν οὐσία καὶ τί ὁρίζει τὸ πρόσωπον, καὶ κατὰ ποῖον κανόνα νοεῖ τὸ γένος. Κἄν σοι τοὺς ἀριστοτελικοὺς καὶ ὁμηρικοὺς ὅρους καὶ νόμους προενέγκῃ λέγων πρόσωπον εἶναι τὴν φύσιν, ἀπόστηθι λοιπὸν ἀπ’ αὐτοῦ καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ διαβόλου, μᾶλλον δὲ καὶ τοῦ διαβόλου κατώτερον. Οὔτε γὰρ ὁ διάβολος τολμήσει προτιμῆσαι τὴν ἑλληνικὴν σοφίαν ὑπὲρ τὴν μωσαϊκὴν καὶ προφητικὴν καὶ εὐαγγελικὴν καὶ ἀποστολικὴν παράδοσιν.

Οὐκοῦν ὅσοι τοῦ πνεύματος τοῦ ἁγίου ἐρασταὶ μετὰ τῆς ἁγίας καθολικῆς ἐκκλησίας κατὰ τὴν παράδοσιν τῆς παλαιᾶς καὶ καινῆς διαθήκης πάντα τὰ τοῦ Χριστοῦ κηρύξωμεν δόγματα. Κατὰ Μωσέα καὶ τοὺς προφήτας καὶ τὸ εὐαγγέλιον ἑρμηνεύσωμεν τὴν οὐσίαν, τὸ γένος, τὴν φύσιν, τὴν ὑπόστασιν, τὸ πρόσωπον, ὅπου οὐδεὶς δύναται ἀντειπεῖν. Πρῶτον μέν, ὅτι κυρία καὶ δέσποινα πάντων τῶν ἄλλων ἐκκλησιαστικῶν γραφῶν καὶ πατέρων τυγχάνει, δεύτερον δέ, ὅτι καὶ ἀνόθευτος καὶ ἀναντίῤῥητος ὑπάρχει πᾶσα νομικὴ καὶ ἀποστολικὴ φωνή· τρίτον δὲ λοιπὸν τούτου χάριν ἐκ παλαιᾶς καὶ καινῆς διαθήκης ἀναγκαῖον ἀποδεῖξαι τὰ περὶ φύσεως καὶ ὑποστάσεως καὶ προσώπου καὶ γένους καὶ οὐσίας, ἐπειδὴ τὴν ἐκβολὴν καὶ οἱονεὶ καθαίρεσιν τῶν ἁγίων πατέρων Σευῆρος πεποίηται, καθὰ εὐθέως ἀποδείξομεν ἐξ ὧν πρὸς Νηφάλιον καὶ ἑτέρους τινὰς οὕτως ἀπέστειλε λέγων·

ζʹ Ἀπόδειξις, ὅτι ἀπεβάλετο ὁ δυσσεβὴς Σευῆρος τοὺς ἁγίους πατέρας. Εἰ δὲ καὶ ἐροῦσιν οἱ δι’ ἐναντίας (τουτέστιν οἱ Χαλκηδόνος), ὅτι Καὶ ἡμεῖς προσοίσομέν σοι φωνὰς πατέρων, ἐν αἷς προφανῶς λέγουσι δύο φύσεις ἐπὶ Χριστοῦ, ἐγὼ οὕτως πράως καὶ ἀφιλονείκως ἀπολογήσομαι· δῶμεν κατὰ συγχώρησιν τὸ λέγειν ἐπὶ Χριστοῦ δύο φύσεις ὑπὸ μηδενὸς τῶν πάλαι πατέρων ἀποδοκιμασθέν, ἀλλὰ πάντας (τουτέστι τοὺς ἁγίους πατέρας) ὀρθῶς καὶ ἀδιαβλήτως χρήσασθαι τῇ τοιαύτῃ φωνῇ. Τί οὖν φησι πρὸς τοῦτο, λέγω, ὁ Σευῆρος; Πολλαὶ τῶν ἀδιαβλήτως λεγομένων λέξεων παρὰ τοῖς παλαιοῖς πατράσι μετὰ Νεστόριον οὐκ ἀσφαλεῖς ἐνομίσθησαν. Καὶ μετὰ βραχέα πάλιν φησὶν ὁ αὐτός· Καὶ μή μοι πάλιν εἴπῃς, ὡς τῇ λέξει τῶν δύο φύσεών τινες τῶν πατέρων ἐχρήσαντο· ἐχρήσαντο γὰρ καθ’ ὑμᾶς, εἰ καὶ τούτῳ τῷ λόγῳ συγχωρήσομεν. Ἀλλὰ κατὰ τὸν χρόνον τοῦ μακαρίου Κυρίλλου τῆς νόσου τῆς Νεστορίου κενοφωνίας τὰς ἐκκλησίας ἐπινεμομένης ἐπὶ πλέον ἡ λέξις ἀπεδοκιμάσθη. Καὶ γὰρ «πρὸς τὰς νόσους τὰ φάρμακα.» Οὐ δύνανται δὲ αἱ τῶν ἄλλων πατέρων φωναί, εἰ καὶ εὑρεθεῖεν (ὡς ἐν ὑποθέσει δὲ πάλιν λέγω), κατὰ τοῦ ἁγίου Κυρίλλου προφέρεσθαι πρὸς τὴν ἐνσκήψασαν νόσον τὴν θεραπείαν ἐπινοήσαντος· τὸ πλέον λέγω, κἂν αὐτοῦ Κυρίλλου εἶεν αἱ φωναὶ ὑπ’ αὐτοῦ λεχθεῖσαι. Ταῦτα Σευῆρος ἐξέθετο.

Ἐμοὶ δὲ τίς ἐδίδου κροτῆσαι τὸν ῥήτορα τοῦτον, ἐφ’ οἷς τὴν ἐκκλησίαν, ἐπὶ τούτοις καὶ τὴν σύνοδον Χαλκηδόνος, ἄκων εὐεργέτησεν ὥσπερ οἱ Χριστὸν ξύλῳ προσηλώσαντες; Αὐτὸ γὰρ τοῦτο τὸ ὁμολογεῖν αὐτὸν εἰρηκότας τοὺς ἁγίους πατέρας ἀδιαβλήτως ἐν Χριστῷ δύο φύσεις μυρίων ταλάντων οὐκ ὠνούμεθα, εἰ ηὑρίσκομεν τοιοῦτον συνήγορον κατὰ τῶν μίαν φύσιν ἐν Χριστῷ ὁμολογούντων.

Δεύτερον ἕτερον ἡμῖν συνεστήσατο κέρδος, ὅτι καὶ αὐτὸν τὸν μακάριον Κύριλλον μαρτυρεῖ τὰς δύο ἐν Χριστῷ δογματίσαντα φύσεις. Εἰ γὰρ μὴ τοῦτο ἠπίστατο, οὐκ ἂν ἔλεγεν, ὅτι Κἂν αὐτοῦ Κυρίλλου εἶεν αἱ φωναὶ ὑπ’ αὐτοῦ λεχθεῖσαι.

Τρίτον ἡμῖν κέρδος προξενεῖ ὁ πολὺς οὗτος ῥήτωρ φάσκων, ὅτι πρὸς τὰς νόσους καὶ πρὸς τὰς ἀνακυπτούσας αἱρέσεις δεῖ καὶ τὰ φάρμακα καὶ τὰ δόγματα παρασκευάζειν καὶ μεταλλάττεσθαι. Καὶ γὰρ οἱ μακάριοι πατέρες, φησί, πρὸς τὴν Ἀρείου παραταττόμενοι αἵρεσιν μίαν φύσιν λέγουσαν ἐν Χριστῷ, ἀνατρέποντες ταύτην τὰς δύο σαφῶς ἐπ’ αὐτοῦ ὡμολόγησαν φύσεις. Ὄντως ὡς γλυκεῖα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Ὁρῶ γάρ, ὅτι ἐν τοῖς λόγοις τῶν χειλέων αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Εἰ γὰρ διὰ τὴν νόσον Ἀρείου τὴν κηρύττουσαν μίαν φύσιν ἐν Χριστῷ τῷ θεῷ ἡμῶν οἱ ἅγιοι πατέρες ἀνατρέποντες ὡς δυσσεβὲς τὸ τοιοῦτον δόγμα δύο ἐκήρυξαν φύσεις, πολλῷ πλέον νῦν δι’ Εὐτυχέα καὶ Διόσκορον καὶ Πέτρον καὶ Τιμόθεον καὶ Θεοδόσιον καὶ Ἰουλιανὸν καὶ Γαϊανὸν καὶ Βαρσανούφιον καὶ Ἰάκωβον καὶ τὸν σεμνὸν καὶ ἔξαρχον τῆς δεκακεράτου ταύτης ὀρχήστρας Σευῆρον καὶ τοὺς λοιποὺς αἱρεσιάρχας τοὺς μίαν φύσιν ἀρειανικῶς ἐν Χριστῷ δογματίζοντας, εὔλογον καὶ εὔκαιρον καὶ ἁρμόδιον κηρύττειν ἀδιαιρέτως καθ’ ὑπόστασιν ἡνωμένας ἐν ἑνὶ προσώπῳ Χριστοῦ τὰς δύο φύσεις.

Γέλως δὲ ὄντως πλατύς, πῶς λέληθεν ὁ ῥήτωρ, δι’ ὧν εἴρηκεν, ἀπαλλάξας παντὸς ἐγκλήματος τὴν Χαλκηδόνος σύνοδον· πρὸς γὰρ τὰς νόσους τὰς ἀνακυπτούσας δεῖ κατασκευάζειν καὶ τὰ φάρμακά φησιν. Καὶ πῶς, ὦ σοφώτατε, οὐ ταύτην τὴν ψῆφον φυλάττεις καὶ ἐπὶ τῶν ἐν Χαλκηδόνι συνεδρευσάντων, ἀλλὰ πικρὸς κατήγορος ὑπάρχεις; Τῆς γὰρ νόσου τοῦ Εὐτυχοῦς ἀνακυψάσης, φαντασίαν λέγοντος τὴν σάρκωσιν τοῦ Χριστοῦ καὶ οὐρανόθεν κατελθὸν τὸ σῶμα αὐτοῦ καὶ ὡς ἐν σκιᾷ καὶ δοκήσει ὀφθὲν ἐπὶ τῆς γῆς καὶ ἑτεροούσιον ἡμῶν, μᾶλλον δὲ καὶ ἀνούσιον ὑπάρχον, ποῖον φάρμακον ἦν ἀναιρετικὸν τῆς τοιαύτης νόσου, ἀλλ’ ἢ τὸ εἰπεῖν οὐσίαν καθ’ ὑπόστασιν ἡνωμένην τῷ θεῷ λόγῳ τὴν παναγίαν αὐτοῦ ψυχὴν καὶ τὴν σάρκα, καὶ ὁμολογεῖν αὐτὸν τέλειον ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, ἐν ἑκατέρᾳ φύσει;

Ἔκστασις δέ με περιέχει, πῶς οὕτως ἀπηρυθριασμένῳ προσώπῳ καὶ γλώττῃ ἀναισχύντῳ οὐκ ἔφριξεν ὅλον τὸ πλῆθος τῶν ἁγίων πατέρων καταδικάσας ὁ Σευῆρος καὶ μηδ’ αὐτοῦ τοῦ ἁγίου Κυρίλλου φεισάμενος, ἀλλὰ φάσκων, ὅτι Μετὰ τὸν καιρὸν Νεστορίου οὐκ ἀσφαλεῖς ἐκρίθησαν, ἀλλ’ ἐσφαλμέναι πάντως αἱ τῶν ἀρχαίων ἁγίων πατέρων φωναὶ αἱ λέγουσαι δύο φύσεις ἐπὶ Χριστοῦ. Διὸ καὶ ἀπόφασιν καὶ ψῆφον ὁ ὄντως δυσσεβὴς ἐκτίθεται κατὰ τῶν ἀρχαίων πατέρων φάσκων ἀργὰς καὶ ἐσφαλμένας εἶναι τὰς τούτων διδαχάς, κἂν αὐτοῦ Κυρίλλου εἰσὶν αἱ τοιαῦται φωναί, φησίν.

Ὁ μὲν οὖν Χριστὸς διὰ Παύλου φησίν, ὅτι Τέθηκεν ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους. Ὁ δὲ Ἀντίχριστος καθαιρεῖ καὶ ἐκβάλλει, οὓς ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ πατέρας καὶ ποιμένας, ὥσπέρ τις διδάσκαλος τῶν διδασκάλων ὢν ὁ ῥήτωρ Σευῆρος λέγων, ὅτι Οὐκέτι ἀσφαλεῖς εἰσιν αἱ τῶν ἁγίων πατέρων φωναί.

Λοιπὸν σιγησάτω ὁ ἀποστολικὸς Διονύσιος· παυσάσθω Εἰρηναῖος ὁ τῶν αἱρέσεων πέλυξ· μὴ λαλείτω Κλήμης τὸ τοῦ Χριστοῦ κλῆμα. Ἤργησεν <αὖ Ἰουστῖνος> ὁ τῷ οἰκείῳ αἵματι τοῦ μαρτυρίου ἐγγράφως γράψας Χριστοῦ τὰς φύσεις. Οὐδενὸς γὰρ ἐφείσατο οὗτος ὁ πολύσοφος τῶν διδασκάλων ἀντίδικος· οὐκ ᾐσχύνθη τὴν ἄθλησιν Εὐσταθίου· οὐκ ᾐδέσθη τὸν θαυματοποιὸν Γρηγόριον· οὐκ ἔφριξε τοὺς Ἀθανασίου ἀγῶνας· οὐ Βασιλείου τὴν πολιτείαν διετράπη, ἣν καὶ δαίμονες ἔφριξαν· οὐ Γρηγορίους ἐτίμησεν, οὓς ᾐσχύνθησαν Ἕλληνες· οὐκ Ἐπιφανίῳ τιμὴν ἀπένειμεν, ἐξ οὗ ἐπτοήθησαν πνεύματα· οὐκ Ἰωάννην ηὐλαβήθη, ὃν καὶ βασιλεῖς ἔφριξαν· οὐκ Ἀμφιλοχίου, οὐκ Ἀμβροσίου, οὐκ Ἐφραὶμ τοῦ παναρέτου, οὐ Πρόκλου, οὐκ αὐτοῦ Κυρίλλου, τῆς σφραγίδος τῶν πατέρων, ἐφείσατο, οὐδ’ ἄλλου τινὸς πατρός, ὧν ἐμνήσθημεν καὶ ὧν οὐκ ἐμνήσθημεν. Ἀλλὰ τὴν πάντων ἐκβολὴν ἐποιήσατο φάσκων, ὅτι «Ἕως μὲν τοῦ καιροῦ Νεστορίου ἐν δύο φύσεσιν ὁ Χριστὸς ἐγνωρίζετο κατὰ τὰς τῶν ἁγίων πατέρων φωνάς, μετὰ δὲ Νεστόριον μία φύσις γέγονεν ὁ Χριστός· καὶ ἄπρακτοι λοιπὸν καὶ ἀργαὶ καὶ βλάσφημοί εἰσιν αἱ τῶν ἀρχαίων πατέρων φωναὶ αἱ τὸ πρὶν δύο φύσεις εἰποῦσαι Χριστόν», σεληνιακῇ τάξει καὶ ψήφῳ ὁ σεληνιαζόμενος Σευῆρος ὑποβάλλων τὸν Χριστόν, ποτὲ μὲν αὐτὸν λειψοφωτοῦντα, ποτὲ δὲ πάλιν πληροσέληνον ὄντα φανταζόμενος, καὶ νῦν μὲν διφυῆ, νῦν δὲ μονοφυῆ γινόμενον, καὶ ἀλλοιούμενον καὶ μεταποιούμενον κατὰ τὴν τῶν λαγωῶν τάξιν, ἵνα τι καὶ βλάσφημον εἴπω, ἢ κατὰ τὴν τῶν ἐγκυμονουσῶν γυναικῶν, νῦν μὲν δύο ψυχὰς ἐχουσῶν, νῦν δὲ πάλιν μετὰ τὸν τόκον ἐν μιᾷ ψυχῇ γνωριζομένων.

Εὔλογον δὲ οἶμαι καὶ ἐν τούτῳ τὸ κακοῦργον καὶ ψευδὲς διελέγξαι τοῦ ἐξάρχου Σευήρου τῆς δεκακεράτου ὀρχήστρας καὶ δεῖξαι, ὅτιπερ πρὸ Νεστορίου γεγόνασιν οἱ τῆς διαιρέσεως Χριστοῦ ἀρχηγοὶ καὶ αἱρεσιάρχαι οἱ εἰς δύο μερίζοντες τὸν Χριστὸν καὶ ψιλὸν ἄνθρωπον αὐτὸν λέγοντες, ὧν ῥίζα μὲν καὶ κεφαλὴ τυγχάνει ὁ Ἀρτέμων, ὡς ἔξεστι γνῶναι ἐκ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας Εὐσεβίου τοῦ Παμφίλου πρὸ τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ γενομένης. Εἶτα μετὰ τὸν Ἀρτέμωνα Παῦλος ὁ Σαμοσατεύς· καὶ Διόδωρος δὲ καὶ Θεόδωρος ὁ Ἀντιοχεὺς γεγόνασι κατὰ τοὺς χρόνους τῶν Ἀρειανῶν, σύγχρονοι τῶν μακαρίων Γρηγορίων καὶ Ἀθανασίου καὶ Βασιλείου τυγχάνοντες καὶ τὸν Χριστὸν κακῶς εἰς δύο μερίζοντες, ἐξ ὧν τὰ μιαρὰ δόγματα τῆς διαιρέσεως ἤντλησε Νεστόριος, καθὰ μαρτυρεῖ καὶ ὁ ἅγιος Πρόκλος καὶ ὁ μακάριος Κύριλλος.

Σχόλιον. Ἐν τῇ ἁγίᾳ συνόδῳ τῇ ἐν Ἐφέσῳ τὸ πρότερον εὑρήσεις, ὁ φιλομαθής, ὅτι παρέστησεν ἡ σύνοδος σύμφωνα τὰ δόγματα Νεστορίου καὶ τὰ τοῦ

Σαμοσατέως Παύλου πρὸ ρξʹ ἐτῶν γενομένου καὶ διαιροῦντος τὸν Χριστὸν κακῶς.

Λεγέτω μοι λοιπὸν ὁ φιλόσοφος Σευῆρος, πῶς οἱ μακάριοι πατέρες, σύγχρονοι Θεοδώρου καὶ Διοδώρου ὄντες τῶν αἱρεσιαρχῶν, δύο φύσεις ἐπὶ Χριστοῦ τοῦ θεοῦ εἰρήκασιν· καὶ γὰρ καὶ ὁ Σαμοσατεὺς καὶ οἱ περὶ Θεόδωρον καὶ Διόδωρον δύο πρόσωπα καὶ ὑποστάσεις καὶ ψιλὸν ἄνθρωπον πρὸ Νεστορίου τὸν Χριστὸν ἐβλασφήμησαν. Ὥστε οὐ πρὸς τοὺς καιροὺς σεληνιακῶς τὰ περὶ τοῦ Χριστοῦ οἱ πατέρες ἐδογμάτισαν, ἵνα μὴ δίκην χαμαιλέοντος διαφόρους ἰδέας καὶ μορφὰς καὶ σχήματα αὐτὸν ἀνταλλάττοντα φανταστικῶς εἴπωσιν. Ἤκουσαν γὰρ αὐτοῦ λέγοντος· Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καί, Οὐκ ἠλλοίωμαι.

Ἀλλ’ ὁ σεμνὸς οὗτος δέκαρχος Σευῆρος ταῦτα οὐ συνῆκεν. Διό φησιν ὅτι Κατὰ τὸν καιρὸν Νεστορίου αἱ τῶν ἁγίων καὶ ἀρχαίων πατέρων φωναὶ ἀπεδοκιμάσθησαν καὶ ἀπεβλήθησαν. Τίνος ταύτας ἀποδοκιμάσαντος καὶ παραλογισαμένου, εἰπέ μοι, ὦ σοφώτατε; Οὔτε γάρ τι τοιοῦτον ὁ θεῖος Κύριλλος ἔφησεν, ἀλλὰ καὶ πατέρας ἑαυτοῦ τούτους ἀναγορεύει καὶ ταῖς αὐτῶν διδασκαλίαις ἀκολουθεῖν ὁμολογεῖ· καὶ ἐν αὐτῇ τῇ ἁγίᾳ συνόδῳ τῇ κατὰ Νεστορίου χρήσεις πατέρων παρήγαγε δύο φύσεις ἐν ἑνὶ προσώπῳ τὸν Χριστὸν κηρυττούσας, ἐξ ὧν ἐστι καὶ ἡ τοῦ μεγάλου Ἀμβροσίου ἡ λέγουσα, ὅτι Ἑκατέρα φύσις ἐστὶν ἐν Χριστῷ. Οὐ μόνον δέ, ἀλλὰ καὶ μεγάλως ἐπαινεῖ Πρόκλον τὸν σύγχρονον αὐτοῦ· λέγει γὰρ ἐν τῇ Ἑρμηνείᾳ τοῦ συμβόλου οὕτως· Ταῦτα φρονεῖ μεθ’ ἡμῶν ὁ φιλόχριστος τῶν ἁγίων πατέρων χορὸς καὶ αὐτὸς δὲ ὁ νυνὶ τὸν τῆς ἁγίας Κωνσταντινουπολιτῶν ἐκκλησίας κοσμήσας θρόνον ὁ ὁσιώτατος καὶ θεοσεβέστατος ἀδελφὸς συνεπίσκοπος Πρόκλος. Ταῦτα μὲν ὁ θεῖος Κύριλλός φησιν.

Ἐγὼ δὲ πρὸς αὐτὸν ὑπὲρ Σευήρου βοήσας ἐρῶ· τί ποιεῖς, ὦ μακάριε Κύριλλε, ἐπαινῶν Πρόκλον μετὰ τὸν καιρὸν Νεστορίου λέγοντα περὶ Χριστοῦ, ὡς Ἐκεῖνος ἀφθάρτως ἐγεννήθη ὁ καὶ θυρῶν κεκλεισμένων ἀκωλύτως εἰσελθών, οὖ τὴν συζυγίαν τῶν φύσεων ὁ Θωμᾶς ἑωρακὼς κέκραγε λέγων· «Ὁ κύριός μου καὶ ὁ θεός μου;» Καὶ πάλιν ὁ αὐτὸς Εἰς τὸ «Παιδίον ἐγεννήθη ἡμῖν» οὕτω φησίν· Καὶ τὰς φύσεις τῷ λόγῳ δίελε, καὶ τὴν ἕνωσιν τοῦ μυστηρίου θεολόγησον. Τοῦ αὐτοῦ Πρόκλου· Καὶ ἔστιν εἷς υἱός, οὐ τῶν φύσεων εἰς δύο ὑποστάσεις διαιρουμένων, ἀλλὰ τῆς φρικτῆς οἰκονομίας τὰς δύο φύσεις εἰς μίαν ὑπόστασιν ἑνωσάσης. Ταῦτα Πρόκλου κατὰ τὸν καιρὸν τοῦ Νεστορίου διδάσκοντος ὁ θεῖος Κύριλλος σύμφρονα καὶ ἁγιώτατον αὐτὸν καὶ ὅσιον εἶναι ὁμολογεῖ, καὶ ἐπαινεῖ δύο φύσεις προφανῶς ἐπὶ Χριστοῦ λέγοντα. Λοιπὸν παρακαλούμενος ὁ νομοθέτης Σευῆρος δείξαι ἡμῖν, τίς ὁ ἀποδοκιμάσας τὰς τῶν ἁγίων πατέρων περὶ δύο φύσεων φωνάς, καὶ τίς τῶν πατέρων ἐδίδαξεν αὐτὸν λέγειν, ὅτι πρὸς τὰς νόσους τὰς ἀνακυπτούσας τῶν αἱρέσεων δεῖ παραλλάττειν καὶ τὰ τοῦ Χριστοῦ δόγματα, καὶ νῦν μὲν αὐτὸν διφυῆ, νῦν δὲ μονοφυῆ, εἶτα ἄλλης αἱρέσεως ὀφθείσης φθαρτὸν τὸν Χριστὸν χρὴ λέγειν, εἶτα πάλιν ἄφθαρτον· εἶτα μονοπρόσωπον, εἶτα διπρόσωπον· εἶτα μονογενῆ, εἶτα διγενῆ· καὶ οὕτως ἕως τῆς συντελείας τοῦ αἰῶνος φέρειν καὶ μεταφέρειν τὸν Χριστὸν ὥσπέρ τινα σφαῖραν ὑπὸ παίδων σφαιριζομένην καὶ ῥαπιζομένην.

Καὶ οὐκ αἰσχύνεται ὁ ῥήτωρ οὗτος ταῦτα νομοθετῶν, ἀλλὰ καὶ λογισμοὺς καὶ ὑποδείγματα ἐκτίθεται ἐν τοῖς ἑξῆς τοῦ αὐτοῦ λόγου φάσκων οὕτως· Οὐδὲ γάρ, εἴ τις ἄριστος ἰατρός, φησίν, λοιμώδους ἀσθενείας καταλαβούσης πόλιν τινὰ τὴν τοῦ ὕδατος πόσιν ἀπαγορεύσειεν, δύναταί τις παρελθὼν εἰς μέσον λέγειν αὐτῷ· «Καὶ μὴν οἱ τῶν πατέρων ἡμῶν ἰατροὶ τὸ ὕδωρ πίνειν ἐπέτρεπον.»

Ὃ δὲ λέγει ἐνταῦθα ὁ Σευῆρος, τοιοῦτόν ἐστιν· «Ὡς τῆς νόσου Νεστορίου καταλαβούσης, ἐγὼ ὁ ἄριστος καὶ μόνος σοφὸς ἰατρὸς ἐπιτρέπω μηκέτι πίνειν ὑμᾶς τὸ ὕδωρ τῆς ζωῆς, τῆς τῶν πατέρων διδασκαλίας τῆς λεγούσης ἐν Χριστῷ τὰς δύο φύσεις, κἂν οἱ τῶν ἁγίων πατέρων ἰατροὶ ἐπιτρέπουσιν ὑμῖν τῷ τοιούτῳ ζωοποιῷ χρήσασθαι ὕδατι.»

Πρὸς ὃν ὡσανεὶ παρόντα εἴποιμι ἄν· «Καὶ μήν, ὦ ἄνθρωπε, αὐτὸς ὁ μακάριος Κύριλλος ἀπεδέξατο τοὺς ἁγίους πατέρας τοὺς δύο εἰρηκότας ἐν Χριστῷ φύσεις, ὡς πρὸ βραχέος ἀπέδειξα, καὶ μάλιστα Παῦλον τὸν Ἐμέσης· ἐλθόντος ἐν Ἀλεξανδρείᾳ ἐκ προσώπου πασῶν τῶν ἀνατολικῶν ἐκκλησιῶν καὶ ἐπισκόπων, ὅθεν καὶ ἐπ’ ἄμβωνος ἀνελθόντος ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, καὶ κηρύξαντος ἐπὶ Χριστοῦ δύο ἡνωμένας φύσεις ἐν μιᾷ ὑποστάσει, ὑπερηυφράνθη ὁ μακάριος Κύριλλος καί φησιν· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ· ἰδοὺ ἠντλήσαμεν ὕδωρ ζωῆς ἐξ ἁγίας πηγῆς τοῦ ὁσίου πατρὸς Παύλου, ὃς διεσάφησεν ἡμῖν τὸ μέγα τῆς ἀληθείας μυστήριον. Ἰδοὺ ὕδωρ ζωῆς ὀνομάζει ὁ θεῖος Κύριλλος τὴν τῶν δύο φύσεων φωνήν, ἐξ οὗ ἡμᾶς κωλύει πίνειν ὁ σοφιστὴς ἰατρὸς Σευῆρος.»

Ταῦτά μου εἰρηκότος παρελθὼν εἰς μέσον ὁ Σευῆρός φησιν· «Ἀλλὰ διὰ τοῦτο σὺν τοῖς λοιποῖς πατράσι καὶ τὰς Κυρίλλου ἀπέῤῥιψα διδαχὰς εἰπὼν ἀπροσδέκτους ταύτας εἶναι μετὰ Νεστόριον, κἂν αὐτοῦ Κυρίλλου τυγχάνουσιν φωναὶ ὑπ’ αὐτοῦ τοῦ στόματος αὐτοῦ εἰρημέναι.» —«Καὶ ποίῳ λοιπὸν προσώπῳ ἢ παῤῥησίᾳ δύνασαι κεχρῆσθαι, ὡς νομίζεις καθ’ ἡμῶν, ταῖς τοῦ ἁγίου Κυρίλλου φωναῖς, προφέρων ἡμῖν ἄνω καὶ κάτω καὶ κάτω καὶ ἄνω τὴν ὑπ’ αὐτοῦ εἰρημένην χρῆσιν τῆς μιᾶς τοῦ θεοῦ λόγου φύσεως σεσαρκωμένης;» —«Ἀλλ’ οὐ ταύτην τὴν φωνήν, φησὶν ὁ Σευῆρος, ἀπεβαλόμην, ἀλλὰ τὰς ἄλλας τὰς λεγούσας δύο φύσεις ἐπὶ Χριστοῦ.»

Καλῶς ἐμαθήτευσε τοῖς Ἰουδαίων καὶ Ἑλλήνων καὶ Ἀράβων διδασκάλοις ὁ Σευῆρος ἐκ μέρους τὰς ἱερὰς γραφὰς δεχόμενος, μέρος δὲ τούτων ἀποβαλλόμενος, καθὰ ποιοῦσι καὶ οἱ Μανιχαίων παῖδες. Πλήν, εἰ κατὰ τὰς νόσους τῶν γενομένων αἱρέσεων δεῖ παραλλάττειν τὰ δόγματα τοῦ Χριστοῦ καὶ τῆς ἀληθείας, καὶ ἀπόβλητος γέγονε διὰ Νεστόριον ἡ φωνὴ τῶν δύο φύσεων, ἀργὴ πάντως καὶ ἄπρακτος <ἔσται> νῦν καὶ ἡ φωνὴ ἡ φάσκουσα μίαν τοῦ θεοῦ λόγου φύσιν σεσαρκωμένην διὰ τὰς δέκα αἱρέσεις τοῦ δεκακεράτου τοῦ προειρημένου, σύγχυσιν καὶ φαντασίαν καὶ ἄρνησιν τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ κηρύττοντος. Λοιπὸν τί πάθω ἢ τί πράξω, οἴμοι, οὐ γινώσκω. Διὰ γὰρ τὴν Νεστορίου νόσον, φησίν, ἀπεδοκιμάσθησαν καὶ ἀπόβλητοι γεγόνασιν αἱ δύο φύσεις Χριστοῦ· πάλιν τε δι’ Εὐτυχέα καὶ Διόσκορον καὶ Θεοδόσιον ἀποδοκιμασθήσεται πάντως ἡ φωνὴ ἡ μίαν φύσιν φάσκουσα τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ. Καὶ ἔσται λοιπὸν κενὸν τὸ κήρυγμα καὶ ματαία ἡ πίστις· καὶ οἰχήσεται ἡ εὐσέβεια γενομένη πανταπώλεια.