γʹ <Προοίμιον πρὸ τῆς πραγματείας.> Ἀρχὴ τῶν λόγων σου, Χριστέ, ἀλήθεια, μᾶλλον δὲ σὺ αὐτὸς ὁ θεὸς λόγος, ἡ ἀληθὴς ἀλήθεια, ὡς ὄντως ὢν ἐκ τῆς ὑπεραληθοῦς πατρικῆς ἀληθείας γέννημα καὶ ἀλήθεια, καὶ τοῖς τῆς σῆς ἀληθείας ἐρασταῖς ἐπαγγελλόμενος ἀποστέλλειν τὸ πνεῦμα τῆς ἀληθείας καὶ λέγων. Ὁ δὲ παράκλητος, ὃν πέμψω ὑμῖν ἐν τῷ ὀνόματι τοῦ πατρός μου, τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος ὑμᾶς ὁδηγήσει εἰς πᾶσαν ἀλήθειαν, ὅπως μὴ ὑμεῖς ἔσεσθε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τῆς ἀληθείας τὸ λαλοῦν ἐν ὑμῖν τὴν ἀλήθειαν. Καὶ γὰρ καὶ οἱ τοὺς φωτοφόρους καὶ πολυτίμους μαργαρίτας ἐκ βυθῶν ἀοράτων τοῖς ἀνθρώποις θηρᾶν καὶ ἐμφανίζειν βουλόμενοι γυμνοῦντες ἑαυτοὺς παντὸς περικαλύμματος καὶ ἐλαίου τὸ οἰκεῖον στόμα πληροῦντες καὶ πνεῦμα ἱκανὸν ἐν τοῖς μυκτῆρσιν ἐκ τοῦ ἀέρος ἕλκοντες οὕτως ἑαυτοὺς τῷ φοβερῷ καὶ ζοφώδει βυθῷ παραπέμπουσιν, δηλοῦντος, ὡς οἶμαι, τοῦ ὑποδείγματος, ὅτι δεῖ πάντα ἄνθρωπον τὸν τοὺς βυθοὺς τῶν πνευματικῶν ὑδάτων καὶ δογμάτων διερευνᾶν καὶ τοὺς θείους καὶ καθαροὺς μαργαρίτας ἐξ αὐτῶν ἀγρεύειν βουλόμενον γυμνὸν εἶναι παντὸς ἐμπαθοῦς περικαλύμματος καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν ταῖς ῥισὶ τῆς ψυχῆς ἕλκειν καὶ ἔχειν κατὰ τὸν λέγοντα ἅγιον, ὅτι Πνεῦμα θεῖον τὸ περιόν μοι ἐν ῥισί· πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με, καί, Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅπερ ἐστὶ τὸ ἔλαιον τῆς ἀγαλλιάσεως, ὅπως ἐπ’ αὐτοῖς πληροῦται τὸ θεῖον λόγιον τὸ φάσκον, ὅτι Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά, ὥσπερ δὴ πάντως καὶ ὁ ἐμπαθὴς ἄνθρωπος ἐκ τοῦ ἐμπαθοῦς θησαυροῦ τῆς καρδίας προφέρει τὰ πονηρά. Οὐ γὰρ τοσοῦτος ὁ κίνδυνος τοῖς εἰς βυθοὺς ὑδάτων κατατολμῶσιν, ὅσος τοῖς τὰ πάθη ἔχουσι καὶ διερευνᾶν τὰ βάθη τῶν ἱερῶν γραφῶν ἐπιχειροῦσιν· μόνον γὰρ τὸ πνεῦμα τὸ ἅγιον ὡς θεὸς δύναται ἐρευνᾶν τὰ βάθη τοῦ θεοῦ. Διὰ τοῦτο καὶ σοφός τις ἔλεγεν, ὅτι πρῶτον ἑαυτὸν καθαρτέον καὶ τότε τῷ καθαρῷ προσομιλητέον. Εἰ γὰρ ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα καὶ ἕως τρίτου οὐρανοῦ ἀνελθὼν καὶ ἐν παραδείσῳ ἄῤῥητα ῥήματα μαθὼν καὶ εἰπών, ὅτι Ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός, ἐπιστέλλων τοῖς Κορινθίοις ἔφασκεν, ὅτι Ἐκ μέρους λαλοῦμεν καὶ ἐκ μέρους γινώσκομεν, τίς ἐστιν ὁ δυνάμενος λέγειν, ὅτι «Τελείως λαλῶ καὶ τελείως γινώσκω, καὶ μάλιστα τὰ περὶ τοῦ ἀκαταλήπτου θεοῦ;» Ἄπερ πάλιν τις θεολόγος λαλῶν διὰ πνεύματος ἁγίου ἔλεγεν, ὅτιπερ Ἡνίκα περὶ θεοῦ λαλῶ, φρίττω καὶ γλῶτταν καὶ ἀκοὴν καὶ διάνοιαν. Τὸ γὰρ περὶ θεοῦ λαλεῖν οὐκ ἀκίνδυνον.