Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Ὁδηγός

Ἀναστάσιος Σιναΐτης

Πατερική τεκμηρίωση της διακρίσεως φύσεως και υποστάσεως

Ανασκευή της αιρετικής ταύτισης φύσεως και προσώπου με βάση την παράδοση της Συνόδου της Νικαίας και τη διδασκαλία του Κυρίλλου Αλεξανδρείας και άλλων Πατέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 5 από 10

θʹ Περὶ φύσεως καὶ ὑποστάσεως· ἐκ τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ. Ἀνέφυ ποτὲ δυάς τις πονηρὰ ζιζανιόσπορος αἱρεσιαρχῶν (ὥσπέρ τις Ἅννας καὶ Καϊάφας ἢ Πιλάτος καὶ Ἡρῴδης) εἰς θεὸν βλασφημούντων, Ἄρειος λέγω καὶ Σαβέλλιος, οἱ Σευήρου διδάσκαλοι, ταὐτὸν λέγοντες καὶ αὐτοὶ τὴν φύσιν καὶ τὸ πρόσωπον, ὁ μὲν Σαβέλλιος ἓν πρόσωπον καὶ μίαν οὐσίαν λέγων ἐπὶ τῆς ἁγίας τριάδος, ὁ δὲ Ἄρειος τρία πρόσωπα καὶ τρεῖς οὐσίας, ἀμφότεροι ταὐτὸν λέγοντες εἶναι τὴν φύσιν καὶ τὸ πρόσωπον. Ὦν τὴν ἀσέβειαν καὶ τὸ τοιοῦτον φρόνημα ἀνατρέπουσα ἡ ἁγία καὶ μακαρία καὶ πρωτότοκος τοῦ ἁγίου πνεύματος οἰκουμενικὴ σύνοδος τῶν ἐν Νικαίᾳ τιηʹ πατέρων τῶν ἀοιδίμων διδάσκουσα σαφῶς ἡμᾶς, ὅτι ἕτερόν ἐστιν ἡ οὐσία ἤτοι ἡ φύσις καὶ ἕτερον ἡ ὑπόστασις, οὕτω βοᾷ· Τοὺς δὲ λέγοντας, «Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ», καί, «Πρὶν γεννηθῆναι οὐκ ἦν», καὶ ὅτι «Ἐξ οὐκ ὄντων ἐγένετο», ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι τὸν υἱὸν τοῦ θεοῦ, <ἢ> τρεπτὸν ἢ ἀλλοιωτόν, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

Παρέστωσαν λοιπὸν κατάκριτοι ὡς κατάδικοι τῇ ἁγίᾳ καὶ μακαρίᾳ ταύτῃ συνόδῳ δίκας εἰσπραττόμενοι τῆς οἰκείας βλασφημίας Σευῆροί τε καὶ Διόσκοροι καὶ ὅλον τὸ συνέδριον τῆς δεκακεράτου αὐτῶν ματαιότητος οἱ ταὐτὸν λέγοντες εἶναι τὴν φύσιν καὶ τὴν ὑπόστασιν ἤτοι τὸ πρόσωπον. Ἰδοὺ γὰρ ὁ χορὸς ὁ ἀγγελικὸς τῶν ἁγίων πατέρων ἕτερόν τι διδάσκει τὴν οὐσίαν εἶναι καὶ ἕτερον τὴν ὑπόστασιν· οὐ γὰρ εἶπον, ὅτι «τοὺς λέγοντας ἐξ ἑτέρας ὑποστάσεως ἤγουν οὐσίας», ἀλλὰ τοὺς δὲ λέγοντας ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας, σαφῶς ἡμᾶς διδάσκοντες ἕτερόν τι εἶναι τὴν ὑπόστασιν καὶ ἕτερον τὴν οὐσίαν. Καὶ οὐκ ἔστησαν μέχρι τούτου τὸν λόγον, ἀλλὰ καὶ ἐπαναλαμβάνονται τὴν τοιαύτην φωνὴν διὰ τοῦ διπλασιασμοῦ κυροῦντες καὶ βεβαιοῦντες αὐτήν, καί φησι πάλιν· Πατέρα γὰρ οἴδαμεν τὸν πατέρα καὶ υἱὸν τὸν υἱὸν καὶ ἅγιον πνεῦμα τὸ ἅγιον πνεῦμα, μίαν οὐσίαν, τρεῖς δὲ ὑποστάσεις. Καὶ οὐκ εἶπον «τρεῖς οὐσίας ἤτοι τρεῖς ὑποστάσεις», οὐκ εἶπον «τρεῖς φύσεις καὶ τρία πρόσωπα», ὥσπερ οἱ ἄφρονες λέγουσιν, ἀλλὰ μίαν οὐσίαν, τρεῖς δὲ ὑποστάσεις, ἄλλο λέγοντες εἶναι τὴν οὐσίαν καὶ ἕτερον τὴν ὑπόστασιν.

Ἰδοὺ ἡ κρηπὶς τῆς τῶν πατέρων πίστεως. Ἰδοὺ ἡ ῥίζα καὶ ἀρχὴ καὶ θεμέλιος τῆς εὐσεβείας. Ἰδοὺ οἱ φωστῆρες καὶ κήρυκες τῆς ἀληθείας. Ἰδοὺ οἱ ἄσειστοι καὶ ἀκαταγώνιστοι στῦλοι καὶ πρόμαχοι. Ἰδοὺ οἱ πνευματοφόροι καὶ προφητικοὶ καὶ ἰσάγγελοι ἄνδρες. Ἕτερόν τι λέγουσι τὴν φύσιν καὶ ἕτερον τὴν ὑπόστασιν. Καὶ τίς ἐστι λοιπὸν ἐκεῖνος ὁ τὸν τοιοῦτον κανόνα καὶ ὅρον καὶ νόμον ἀνατρέψαι δυνάμενος; Ἐγὼ γὰρ πείθομαι καὶ οὕτω πιστεύω παρεῖναι ἐν τῇ ἁγίᾳ ἐκείνῃ συνόδῳ ἄνδρας θεοφόρους, προφητικὸν καὶ ἀποστολικὸν παρὰ θεῷ μέτρον καὶ πολιτείαν ἔχοντας· καὶ ἐξὸν μετὰ πάσης παῤῥησίας κἀκείνοις λέγειν, ὅτι «Εἰ καὶ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσεται τὴν ἐκκλησίαν, παρ’ ὃ εὐηγγελισάμεθα καὶ ἐκηρύξαμεν αὐτῇ, ἀνάθεμα ἔστω καὶ αὐτὸς καὶ τὸ κήρυγμα αὐτοῦ.»

Λοιπὸν θαρσείτω ἡ καθολικὴ ἐκκλησία τιηʹ ἁγίους συνηγόρους καὶ σύμφρονας ἔχουσα ἕτερον λέγοντας εἶναι τὴν φύσιν καὶ ἕτερον τὴν ὑπόστασιν· πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν, οὔτε ἀνατρέψουσι τὸν τοιοῦτον ὅρον καὶ νόμον. Ὥστε ὡς ἐνώπιον θεοῦ ἀπροσωπολήπτως καὶ ἀπροσπαθῶς λέγω, ὅτι τοῖς ὀρθῶς νοοῦσι κατὰ Σευήρου καὶ Διοσκόρου καὶ πάντων τῶν λεγόντων τὴν φύσιν ὑπόστασιν καὶ πρόσωπον εὑρίσκεται γενομένη ἡ ἁγία σύνοδος ἡ ἐν Νικαίᾳ· οὐ μὴν δέ, ἀλλὰ καὶ κατὰ Νεστορίου τοῦ δυσσεβοῦς· καὶ αὐτὸς γὰρ ὁμοίως τῷ Σευήρῳ πρόσωπον λέγει τὴν φύσιν.

Εἰ δὲ ἡ φύσις πρόσωπόν ἐστιν, ἀκαίρως καθεῖλε Σαβέλλιον ἡ ἁγία τῶν ἐν Νικαίᾳ σύνοδος ἓν πρόσωπον λέγοντα ἐπὶ τῆς μιᾶς οὐσίας τῆς ἁγίας τριάδος.

Εἰ ἡ φύσις πρόσωπόν ἐστι καὶ τὸ πρόσωπον φύσις, πῶς ἀνεθεματίσθη Ἄρειος τρεῖς φύσεις λέγων ἐπὶ τῶν τριῶν προσώπων τῆς θεότητος;

Εἰ ἡ φύσις πρόσωπον δηλοῖ, εὐαγγελίζομαι Σευῆρον καὶ Θεοδόσιον ἀρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ αὐτῶν τῷ λέγοντι ἐκ δύο <φύσεων> τὸν Χριστόν· εὑρεθήσονται γὰρ πάντως καὶ ἐκ δύο προσώπων λέγοντες αὐτόν, εἴπερ ταὐτόν ἐστιν ἡ φύσις καὶ τὸ πρόσωπον. Λοιπὸν πῶς δυνήσονται ἐγκαλεῖν Νεστορίῳ τὰ αὐτὰ Νεστορίου φρονοῦντες; Εἰ γὰρ ἐκ δύο προσώπων ἐστὶν ὁ Χριστός, πρόδηλον ὅτι προϋπέστη ἐν τῇ μήτρᾳ τὸ τοῦ ἀνθρώπου πρόσωπον, καὶ εἶθ’ οὕτως ἡνώθη εἰς αὐτὸ τὸ τῆς θεότητος πρόσωπον τοῦ θεοῦ λόγου.

Εἰ ἐκ δύο φύσεων προσωπικῶν ὁ Χριστός, ἰδοὺ τὸ ἓν πρόσωπον θεὸς λόγος προσαγορεύεται· λεγέτωσαν ἡμῖν λοιπὸν οἱ ταὐτὸν λέγοντες τὴν φύσιν καὶ τὸ πρόσωπον τὴν προσηγορίαν καὶ τὸ ὄνομα τοῦ ἄλλου προσώπου τοῦ Χριστοῦ· οὐ γάρ ἐστιν ἀνώνυμον πώποτε πρόσωπον.

Εἰ εἰλικρινῶς καὶ ἀπροσπαθῶς ταὐτὸν φάσκετε φύσιν καὶ πρόσωπον, κατάθεσθε λέγειν ἓν πρόσωπον ἐπὶ τῆς μιᾶς οὐσίας τῆς θεότητος· καὶ τῆς μάχης παυσόμεθα. Εἰ κατὰ τὸν ἀριθμὸν τῶν φύσεών εἰσι καὶ τὰ πρόσωπα, εἴπατε τρεῖς φύσεις ἐπὶ τῶν τριῶν τῆς τριάδος προσώπων· καὶ οὐκέτι ὑμῖν διοχλήσομεν. Λέγοντες ὁμοούσιον τῷ πατρὶ τὸν Χριστὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, εἰ ταὐτόν ἐστιν ἡ οὐσία καὶ τὸ πρόσωπον, εἴπατε αὐτὸν ὁμοπρόσωπον τοῦ πατρὸς κατὰ τὴν θεότητα καὶ ὁμοπρόσωπον ἡμῶν κατὰ τὴν ἀνθρωπότητα· καὶ τὸν πόλεμον παύσομεν. Εἰ ταὐτὸν ἡ φύσις καὶ τὸ πρόσωπον, πολλὰ δὲ καὶ ἀναρίθμητα τὰ τῶν ἀνθρώπων πρόσωπα, εἴπατε πολλὰς καὶ τὰς φύσεις ἡμῶν· καὶ σιγῶμεν τοῦ μάχεσθαι.

Στῆθί μοι μικρόν, ὦ αἱρετικέ, καὶ δέχου ὡς ὁ Γολιὰθ δαυϊτικὰς λιθοβολίστρας. Ἐκ δύο ὑποστάσεων ἤτοι προσώπων ὁμολογῶν τὸν Χριστὸν Σευῆρος, πρόδηλον ὅτι ἐκ θεότητος καὶ ἐξ ἀνθρωπότητος αὐτὸν συντεθέντα λέγεις· αὖται γάρ εἰσιν, ἃς προσαγορεύεις ὑποστάσεις, τουτέστιν ἡ θεότητος καὶ ἡ ἀνθρωπότητος. Ὅταν οὖν λέγῃς αὐτόν, τουτέστι Χριστόν, τέλειον εἶναι μετὰ τὴν ἕνωσιν ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι, πρόδηλον ὅτι ἐν δύο ὑποστάσεσιν ἤγουν προσώποις ἐλέγχῃ ὁμολογῶν αὐτόν, εἴγε ἡ φύσις καὶ ἡ ὑπόστασις καὶ τὸ πρόσωπον ἕν τι ὑπάρχουσιν, ὡς νομοθετεῖς.

Σχόλιον. Ἀπόφθεγμα ὀρθοδόξου πρὸς Θεοδοσιανόν· ἀρκεῖ τοῖς εὖ φρονοῦσι τὸ εἰπεῖν τὸν Χριστὸν τέλειον ἐκ θεότητος καὶ ἐξ ἀνθρωπότητος· τὰς γὰρ δύο φύσεις σημαίνει τὸ ῥῆμα.

Σχόλιον. Τοῦ δὲ αἱρετικοῦ εἰπόντος, ὅτι «Τὸ μᾶλλον ἐκ δύο φύσεων αὐτὸν εἶναι δηλοῖ τὸ ἐκ θεότητος καὶ ἐξ ἀνθρωπότητος», μειδιάσας ὁ ὀρθόδοξος εἶπεν·

«Οὐκοῦν, ὦ βέλτιστε, τὸ ἐν θεότητι καὶ ἐν ἀνθρωπότητι τέλειον αὐτὸν εἶναι τὸ ἐν δύο φύσεσιν αὐτοῦ σαφῶς παρίστησιν.» <Χρήσεις πατέρων ἁγίων λεγόντων καὶ αὐτῶν ἕτερον εἶναι τὴν φύσιν καὶ ἕτερον τὴν ὑπόστασιν.>

Καὶ ὅπως μὴ δόξωμεν τοῖς ἐναντίοις οἴκοθεν φθέγγεσθαι, τοὺς ἁγίους πατέρας εἰς μέσον καλέσωμεν ἕτερον λέγοντας τὴν φύσιν καὶ ἕτερον εἶναι τὸ πρόσωπον. Οὐκ οἶδα, μήπως τὴν καθαίρεσιν τὴν παρὰ Σευήρου δειλιάσαντες οὐκέτι λοιπὸν τὴν τῶν δύο φύσεων φωνὴν προφέρειν τολμήσωσιν.

Προθήσω δὲ πρῶτον ὡς πρόκριτον τὸν θεσπέσιον Κύριλλον, ἐπειδή, ὡς οἴονται, ἐξ αὐτοῦ ἡμᾶς πολεμεῖν δοκιμάζουσιν. Ἔφη γὰρ Πρὸς τοὺς Ἀνατολικοὺς τοιάδε λέγων· Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐπὶ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων. Ἰδοὺ σαφῶς ὁ πατὴρ οὐ ταὐτὸν λέγει τὴν φύσιν καὶ τὸ πρόσωπον.

«Ἀλλ’ ἀπελογήσατο, φησί, πρὸς Εὐλόγιον ὁ Κύριλλος περὶ τῆς τοιαύτης φωνῆς.»

Σχόλιον. Ἰστέον, ὅτι καὶ ἐν αὐτῇ τῇ Πρὸς Εὐλόγιον ἐπιστολῇ ὁ ἅγιος Κύριλλος εἶπεν ἑτέραν καὶ ἑτέραν φύσιν τῆς θεότητος καὶ τῆς σαρκὸς τοῦ Χριστοῦ.

Τίς ἡ ἀπολογία, εἰπέ μοι, ὦ αἱρετικέ; Εἰ μὲν γὰρ ἀπέστη τῆς πρὸς τοὺς Ἀνατολικοὺς κοινωνίας μετὰ τὴν τοιαύτην φωνὴν ὁ θαυμάσιος Κύριλλος, δεῖξον· ἀλλ’ οὐ δείξεις τοῦτο. Οὐκοῦν κοινωνικὸς γεγονὼς τῶν ὁμολογούντων ἡνωμένας δύο φύσεις πρόδηλον ὅτι τὰ αὐτὰ καὶ αὐτὸς ἐφρόνει. Πλὴν δεδόσθω, ὅτι ὑπὲρ τῆς φωνῆς τῶν Ἀνατολικῶν ἀπελογήσατο. Μὴ καὶ Πρόκλον ἠρνήσατο παντί τε καὶ προφανῶς δύο φύσεις κηρύττοντα; Μὴ καὶ Ἀμβρόσιον ἐξεώσατο τὴν φωνὴν τῶν δύο φύσεων διδάσκοντα, οὗ καὶ τὰς χρήσεις ἐν τῇ Ἐφεσίων συνόδῳ προήνεγκε; Μὴ καὶ Ἰσίδωρον τὸν Πηλουσιώτην ἀπώσατο περὶ δύο φύσεων Χριστοῦ πρὸς αὐτὸν ἐπιστείλαντα, ὃν καὶ πατέρα ἑαυτοῦ ἀναγορεύει ὁ ἱερὸς Κύριλλος; Πλὴν οὐ μόνον ἐν τῇ Πρὸς τοὺς Ἀνατολικοὺς ἐπιστολῇ, ἀλλὰ καὶ ἐν τοῖς Πρὸς Ἑρμείαν ἐρωτήσαντα, εἰ ἕτερόν ἐστιν ἡ φύσις καὶ ἄλλο ἡ ὑπόστασις, οὕτω σαφῶς λέγει ὁ πατήρ· Ναὶ ἕτερον, καὶ πολύ γε τὸ διάφορον καὶ τὸ διὰ μέσου χωροῦν.

Ὡσαύτως καὶ ὁ θεόφρων Βασίλειος πρὸς Ἀμφιλόχιον λέγει, ὅτι Ταύτην ἔχει τὴν διαφορὰν παρὰ τὴν οὐσίαν ἡ ὑπόστασις, ὅσην ἔχει τὸ ἰδικὸν παρὰ τὸ κοινόν. Διόπερ τοῦτο παραλαβὼν ὁ ἱερὸς Ἀμφιλόχιός φησι περὶ Χριστοῦ· Διττὸς τὴν οὐσίαν, οὐ διττὸς τὴν ὑπόστασιν. Ταύτην γοῦν τὴν χρῆσιν Ἀμφιλοχίου πάλιν παρήγαγεν ὁ θεοφάντωρ Κύριλλος ἐν Ἐφέσῳ κατὰ Νεστορίου τοῦ ἀσεβοῦς. Ὁμοίως καὶ Πρὸς Σέλευκον τὸν υἱὸν Τραϊανοῦ τῇ αὐτῇ φωνῇ Ἀμφιλόχιος κέχρηται λέγων· Εἰς ἓν πρόσωπον συντελοῦσιν αἱ διτταὶ φύσεις.

Ἀκούεις συμφωνίαν πατέρων καὶ τοῦ μακαρίου Κυρίλλου ἕτερον λεγόντων τὴν φύσιν καὶ ἕτερον τὸ πρόσωπον. Καὶ πῶς λοιπὸν οὐ παύεσθε ψιθυρίζοντες μάτην καὶ λέγοντες· «Οὐκ ἔστι φύσις ἀπρόσωπος, ἀλλὰ ταὐτόν ἐστι φύσις καὶ πρόσωπον;» Ἐκ ποίου τῶν πατέρων τοῦτο παρέλαβες λέγειν, δεῖξον. Ἀλλ’ οὐκ ἰσχύσεις δεῖξαι εἰ μὴ Ἄρειον καὶ Σαβέλλιον καὶ Νεστόριον λέγοντας ταὐτὸν φύσιν καὶ πρόσωπον. Διόπερ ἀνατρέποντες τὸ τοιοῦτον δόγμα πάντες οἱ μακάριοι πατέρες (καὶ μάλιστα οἱ περὶ Ἀμβρόσιον καὶ Γρηγόριον καὶ Ἀθανάσιον) ἐν τρισὶ προσώποις ἤγουν ὑποστάσεσι μίαν φύσιν θεοῦ κηρύττουσι καὶ οὐ τρεῖς οὐσίας, ἀλλὰ μίαν, καθὰ ἐδίδαξεν ἡ μακαρία σύνοδος ἡ ἐν Νικαίᾳ τῶν τιηʹ πατέρων τῶν θεοφόρων. Ἀλλ’ οἱ σοφοὶ οὗτοι καὶ καινοὶ ῥήτορες ᾑρετίσαντο μυρίοις κρημνοῖς καὶ βλασφημίαις ἑαυτοὺς καταῤῥῖψαι, ὅπως, ὡς νομίζουσι, καθυβρίσωσι τὴν ἁγίαν σύνοδον Χαλκηδόνος καὶ τὴν καθολικὴν τοῦ Χριστοῦ ἐκκλησίαν.

Εἰ δὲ βούλει, ἐρῶ σοι κεφαλαιωδεστέρως. Ὅσοι κατὰ τὸν ὅρον τῆς ἑλληνικῆς φιλοσοφίας ἀριστοτελικῶς λέγουσι τὰς φύσεις ὑποστάσεις καὶ πρόσωπα, οὐ δύνανται οὔτε ἐπὶ τῆς ἁγίας τριάδος τρεῖς ὑποστάσεις εἰπεῖν, ἵνα μὴ καὶ τρεῖς φύσεις εὑρεθῶσιν ὡς ὁ Ἄρειος λέγοντες· οὔτε μὴν πάλιν δυνατὸν αὐτοῖς δύο ὁμολογεῖν ἐν Χριστῷ τῷ θεῷ φύσεις, ἵνα μὴ ἀναγκασθῶσι καὶ δύο πρόσωπα καὶ ὑποστάσεις ὁμολογεῖν νεστοριανῶς ἐπ’ αὐτῷ· ἀπὸ γὰρ Ἀριστοτέλους παρέλαβε καὶ ὁ Νεστόριος λέγειν τὰς φύσεις ὑποστάσεις. Ἡ δὲ ἁγία ἐκκλησία ἀποφυγοῦσα τὰς ἀριστοτελικὰς καὶ ἑλληνικὰς ματαιολογίας, εὐαγγελικῶς καὶ ἀποστολικῶς, ὡς πρὸ βραχέος εἴρηται, τὰ περὶ Χριστοῦ πιστεύουσα οὐ λέγει ταὐτὸν τὴν φύσιν καὶ τὴν ὑπόστασιν.

Ἀλλὰ τί πρὸς τοῦτο πάντως οἱ ἀπὸ Σευήρου λέξουσιν; Ἴσως γὰρ ἐροῦσιν, ὅτιπερ «Ἐπὶ τοῦ τριαδικοῦ λόγου οὐ ταὐτὸν φύσις καὶ ὑπόστασις, ἐπὶ δὲ τῆς σαρκώσεως τοῦ Χριστοῦ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος ταὐτόν ἐστιν ἡ φύσις καὶ τὸ πρόσωπον ἤγουν ἡ ὑπόστασις· οὐκ ἔνι γὰρ φύσις ἀπρόσωπος». Ταῦτα αὐτῶν λεγόντων δέχομαι προθύμως τὸν λόγον καὶ ἀσπάζομαι ὑπτίαις χερσὶ τὸν τοιοῦτον ὅρον· οὐκ ἀποῤῥίπτω, ἀλλὰ στοιχῶ. Τί οὖν ἐντεῦθεν αὐτοῖς ἀσεβὲς τίκτεται; Καὶ εἰς ποῖα βάραθρα ἀπωλείας καὶ βλασφημίας περιπίπτουσιν; Ἄκουσον, ὁ πιστός, διηγήσεώς τινος καὶ δραματουργίας παρ’ ἡμῶν πρὸς τὰ τοιαῦτα γενομένης ἐν Ἀλεξανδρείᾳ τοῖς Θεοδοσιανοῖς καὶ Γαϊανίταις διϊσχυριζομένοις ἡμῖν ἐκεῖσε, ὅτι ταὐτόν ἐστιν ἡ φύσις καὶ τὸ πρόσωπον ἐπὶ τῆς οἰκονομίας τοῦ Χριστοῦ.

Προσθήσω γὰρ λοιπὸν καὶ τοῦτο μετὰ τούτων πρὸς εἴδησιν τῶν προϊσταμένων τῆς εὐσεβοῦς πίστεως τῆς ἁγίας καθολικῆς ἐκκλησίας. ιʹ

Ὁ σκοπός, ὃν ἐδογματίσαμεν πρὸς τοὺς ἑτεροδόξους ἐν Ἀλεξανδρείᾳ. Χρήσεις τινὲς ἐμφέρονται ἔν τισι βίβλοις λέγουσαι τὰς φύσεις ὑποστάσεις, ἐπιγεγραμμέναι εἰς ὄνομα τοῦ ἁγίου Κυρίλλου. Εἴτε οὖν κατὰ ἀλήθειαν αὐτοῦ τυγχάνουσιν εἴτε ἑτέρου τινός, μετὰ ταῦτα ζητήσομεν· καὶ γὰρ καὶ ἑτέρας τινὰς φωνὰς δογματικὰς τοῦ αὐτοῦ Κυρίλλου ζητήσαντες ἐν ταῖς βίβλοις Ἀλεξανδρείας νενοθευμένας καὶ διεστραμμένας αὐτὰς εὑρήκαμεν, μάρτυς κύριος ὁ θεός. Ὅμως, ὡς προεῖπον, πάντων τῶν διδασκάλων ἕτερόν τι λεγόντων εἶναι τὴν φύσιν καὶ ἕτερον τὴν ὑπόστασιν, φέρονταί τινες βίβλοι τοῦ ἁγίου Κυρίλλου λέγουσαι τὰς φύσεις ὑποστάσεις.

Οἱ γοῦν ἀπὸ Σευήρου καὶ Θεοδοσίου, Γαϊανοῦ τε καὶ Διοσκόρου καὶ πάντων τῶν μίαν Χριστοῦ φύσιν ὁμολογούντων, παρορῶντες ὅλον τὸ πλῆθος καὶ πλάτος τῶν ἁγίων πατέρων, ἐν ἐκείναις ταῖς χρήσεσιν ἀποκρέμανται ταῖς λεγούσαις ὡς ἐκ προσώπου τοῦ ἁγίου Κυρίλλου τὰς φύσεις ὑποστάσεις, ὅπως δι’ αὐτῶν, ὡς νομίζουσιν, ἐλέγχωσιν ἡμᾶς, τοὺς δύο ἐν Χριστῷ λέγοντας ἡνωμένας φύσεις, ὡς καὶ δύο ὑποστάσεις ἐν αὐτῷ λέγοντας ἤτοι πρόσωπα.

Γενόμενος γοῦν, ὡς προεῖπον, ἐν Ἀλεξανδρείᾳ καὶ ἰδὼν τὸν μάταιον αὐτῶν σκοπόν, ὅτι οὐδὲν κατὰ θεόν, ἀλλὰ πρὸς ἀντιπάθειαν τῆς ἐκκλησίας ὁρᾷ, ἀκούσας προφήτου τινὸς λέγοντος τὸ μετὰ στρεβλοῦ διαστρέφειν, ἐν ὑποκρίσει τινὶ εὐσεβοῦς πανουργίας κατ’ ἰδίαν λέγω πρὸς τοὺς αἱρετικούς· «Ὡς ἡ ἀλήθεια μαρτυρεῖ, τῶν οὐκ ἐνδεχομένων ἐστὶν οὔτε ἐν οὐρανῷ οὔτε ἐπὶ γῆς γνωρισθῆναι ἢ πάλιν ὀνομασθῆναι φύσιν, ἐὰν μὴ πάντως ἔχῃ καὶ πρόσωπον. Ἀλλὰ τί ἔχωμεν ποιῆσαι, ὅτι συνήθεια παρέδραμε τῇ ἐκκλησίᾳ τὸ λέγειν δύο φύσεις ἐν Χριστῷ, ἓν δὲ πρόσωπον; Πλὴν ἐὰν μὴ ἀναγκάζητέ με ἀναθεματίσαι ἐπίσκοπον ἢ σύνοδον, συνυπογράφομεν κοινῶς ὁρίζοντες, ὅτι ἔνθα ὠνομάσθη φύσις, πάντως ὅτι καὶ πρόσωπον σημαίνει· οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος. Καὶ τοῦτο ὑπογραφόντων ἡμῶν κρατεῖτε καὶ ὑμεῖς τὸ ἴσον τοῦ συνδοκτικοῦ στοιχήματος· καὶ ἴσως γίνεταί τις οἰκονομία, καὶ ἑνοῦνται αἱ ἅγιαι ἐκκλησίαι.»

Ἀγνοήσαντες οὖν τὸ πανοῦργον τοῦ δράματος, μᾶλλον δὲ ὑπὸ θεοῦ τυφλωθέντες ὑπέγραψαν, ὅτι, «Ἔνθα ὀνομασθῇ φύσις ἐν Χριστῷ, πάντως ὅτι καὶ πρόσωπον σημαίνει· οὐκ ἔνι γὰρ φύσις ἀπρόσωπος ἢ ἀνυπόστατος.»

Πρὸ γοῦν τῆς τοιαύτης δραματουργίας καὶ ὑπογραφῆς ἤμην προσυλλέξας βίβλους ἐκ διαφόρων προσώπων, τὰς δὲ πλείους ἐξ αὐτῶν τῶν Θεοδοσιανῶν, καὶ παρεξενέγκας τὰς χρήσεις τῶν ἁγίων πατέρων τὰς ὀνομαζούσας φύσιν τὴν σάρκα τοῦ Χριστοῦ καὶ ταύτας ἐν τόμῳ καθαρογραφήσας. Καὶ δὴ μετὰ μίαν ἡμέραν δημοσίως ἐπὶ τῶν πρωτευόντων καὶ τὴν πόλιν διοικούντων συνηθροίσθημεν καὶ λαὸς πολύς, τῆς τε καθολικῆς ἐκκλησίας ὁ κλῆρος καὶ πάσης ἑτέρας πίστεως καὶ κοινωνίας Θεοδοσιανῶν τε καὶ Γαϊανιτῶν καὶ <Σεμιδαλιτῶν>. Εἶτα ὑπαναγινώσκεται τὸ ἔγγραφον τὸ λέγον, ὅτι «Πᾶσα φύσις ὀνομαζομένη ἐν Χριστῷ πρόσωπον σημαίνει·» καὶ ἐξενέγκας τὰς βίβλους αὐτῶν ὑπανέγνων ἐπὶ πάντων τὰς ὑποτεταγμένας χρήσεις, καὶ πρό γε πάντων τὰς τοῦ ἁγίου Κυρίλλου, εἰς ὃν μάλιστα καὶ ἀποκρέμασθαι νομίζουσιν.

Τοῦ μακαρίου Κυρίλλου πάπα Ἀλεξανδρείας ἐκ τῆς ἐπιστολῆς τῆς Πρὸς τοὺς Ἀνατολικοὺς γραφείσης· Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐπὶ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων.

Λέγω εὐθέως πρὸς αὐτούς· «Ὡς ἐπὶ δύο φύσεων, τουτέστι δύο προσώπων· οὐκ ἔνι γὰρ φύσις μὴ σημαίνουσα πρόσωπον, καθὼς ὑπεγράψαμεν.»

Τοῦ αὐτοῦ θεοσόφου Κυρίλλου ἐκ τῆς Πρὸς Σούκενσον ἐπιστολῆς· Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἰς αὐτὸ τὸ μόνον ὁρᾶσθαι τοῖς τῆς διανοίας ὀφθαλμοῖς, τίνα τρόπον ἐνηνθρώπησεν ὁ Ἐμμανουήλ, δύο τὰς φύσεις εἶναί φαμεν.

«Ἤγουν δύο τὰ πρόσωπα Χριστοῦ· οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος, ἀλλ’ ἔνθα ὀνομασθῇ φύσις, ἐκ παντὸς τρόπου, ὅτι <καὶ> πρόσωπον σημαίνει, καθὼς ὑπεγράψατε.»

Σχόλιον. Αὕτη ἡ χρῆσις διεστραμμένως κεῖται ἐν πάσαις ταῖς βίβλοις Ἀλεξανδρείας.

Τοῦ αὐτοῦ ἁγίου θεόφρονος Κυρίλλου πρὸς τὸν αὐτὸν Σούκενσον· Ὀρθότατα δὲ καὶ πάνυ συνετῶς ἡ σὴ τελειότης τὸν περὶ τοῦ σωτηρίου πάθους ἐκτίθεται λόγον, οὐκ αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ λόγον, καθὸ νοεῖται καὶ ἔστι θεός, παθεῖν εἰς ἰδίαν φύσιν τὰ σώματος διϊσχυριζομένη, παθεῖν δὲ μᾶλλον τῇ χοϊκῇ φύσει, τουτέστι τῷ χοϊκῷ αὑτοῦ προσώπῳ· οὐκ ἔστι γὰρ φύσις μὴ δηλοῦσα πρόσωπον.

Τοῦ αὐτοῦ ὁσίου πατρὸς Κυρίλλου· Ἐγὼ τὸ συγκεκραμένον ἐπὶ Χριστοῦ οὐ παραδέχομαι· ἡ γὰρ κρᾶσις ἀφανισμὸν τῶν φύσεων ἐργάζεται ἤγουν τῶν προσώπων Χριστοῦ· οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος.

Τοῦ αὐτοῦ μακαρίου Κυρίλλου· Οὐ γὰρ δήπου ὥσπέρ τινα ἀνάχυσιν γεγενῆσθαι περὶ τὰς φύσεις φαμέν.

«Ἰδοὺ πάλιν φύσεις ὁ πατὴρ λέγει, τουτέστι πρόσωπα ἐν Χριστῷ κατὰ τὸν ὅρον, ὃν ὑπεγράψατε.»

Τοῦ αὐτοῦ ἀοιδίμου Κυρίλλου ἐκ τῶν Σχολίων· Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἤγουν αἱ ὑποστάσεις, τουτέστι τὰ πρόσωπα Χριστοῦ.

Ταύτην τὴν χρῆσιν παραγαγὼν ἠρώτησα Ἀθανάσιον ἐν Βαβυλῶνι λέγων· «Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἤγουν αἱ ὑποστάσεις τίνος;» Λέγει πρός με ἐκεῖνος· «Πρόδηλον αἱ ὑποστάσεις αἱ τοῦ Χριστοῦ.» Πρὸς ὃν ἐγὼ γελάσας μέγα καὶ κροτήσας τῇ χειρὶ λέγω· «Καὶ τί λοιπὸν ἐγκαλεῖτε τῇ συνόδῳ Χαλκηδόνος λεγούσῃ δύο φύσεις ἡνωμένας ἐν τῷ Χριστῷ, δύο ὑμεῖς λέγοντες ὑποστάσεις ἐν αὐτῷ ὡς Νεστόριος;»

Τοῦ αὐτοῦ πανσόφου Κυρίλλου· Διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνηνεγμέναι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν Χριστός. «Πάλιν φύσεις διαφόρους ὀνομάσας ὁ διδάσκαλος δῆλον ὅτι πρόσωπα ἐν Χριστῷ διάφορα ἐσήμανεν, ὡς ὑμῖν δοκεῖ.»

Τοῦ αὐτοῦ ἐκ τοῦ Πρὸς τὰς βασιλίδας· Οὐ διαιρετέον οὖν τὸν ἕνα Χριστὸν κύριον Ἰησοῦν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς θεὸν ἰδικῶς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν εἶναί φαμεν, τὴν τῶν φύσεων εἰδότες διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις τηροῦντες αὐτάς.

Τοῦ αὐτοῦ ἐκ τοῦ Κατὰ Νεστορίου· Οὐχ ὡς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν.

«Ἰδοὺ διὰ πλάτους ὁ πατὴρ φύσεις ὁμολογεῖ ἐν Χριστῷ, τουτέστι πρόσωπα, ὡς ὑμεῖς φατε· οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος. Οὐ μόνον δὲ ὁ ἐν ἁγίοις Κύριλλος, ἀλλὰ δὴ καὶ πάντες οἱ λοιποὶ ἅγιοι πατέρες οἱ λέγοντες ἐν Χριστῷ τῷ θεῷ ἡμῶν διαφόρους φύσεις ἐλέγχονται τὰ Νεστορίου φρονοῦντες κατὰ τὴν καινὴν νομοθεσίαν ὑμῶν τὴν λέγουσαν, ὅτι ‘Ἔνθα φύσεις ὀνομάζονται, ἐκεῖ πάντως καὶ πρόσωπα σημαίνονται· οὐ γάρ ἐστιν, οὐκ ἔστι φύσις ἀπρόσωπος’.»

Τοῦ ἁγίου Ἀμβροσίου ἐπισκόπου Μεδιολάνων· Φυλάξωμεν τὴν διαφορὰν θεότητος καὶ σαρκός. Εἷς γὰρ ἐν ἑκατέρᾳ λαλεῖ Χριστός, ἐπειδὴ ἑκατέρα φύσις ἐστὶν ἐν αὐτῷ, τουτέστιν ἑκάτερον καὶ διάφορον πρόσωπον· ἔνθα γὰρ ὀνομάζεται φύσις, πρόσωπον δηλοῖ. Καὶ τί λοιπόν, εἰπέ μοι, ταύτην τὴν χρῆσιν παρήγαγεν ὁ ἅγιος Κύριλλος ἐν τῇ κατὰ Νεστορίου τοῦ δυσσεβοῦς συνόδῳ, εἴπερ αἱ διάφοροι φύσεις διάφορα πρόσωπα δηλοῦσιν;

Καὶ μετὰ βραχέα ἐν τῇ αὐτῇ χρήσει φησὶν ὁ Ἀμβρόσιος· Ὡς θεὸς λαλεῖ τὰ θεῖα Χριστός, ἐπεὶ λόγος ἐστίν· ὡς ἄνθρωπος λαλεῖ τὰ ἀνθρώπινα, ἐπειδὴ ἐν τῇ ἐμῇ οὐσίᾳ λαλεῖ, τουτέστιν ἐν τῷ ἐμῷ τῆς σαρκὸς προσώπῳ, εἴγε ἡ φύσις πρόσωπον σημαίνει.

Τοῦ ἡδυτάτου φωστῆρος Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τῶν Κατ’ Εὐνομίου· Ποία φύσις Χριστοῦ ἐπὶ τοῦ πάθους ῥαπίζεται καὶ ποία ἐξ ἀϊδίου δοξάζεται;

Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου· Πῶς οὖν μία αἱ δύο φύσεις εἰσίν; τουτέστι τὰ δύο πρόσωπα· οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος.

Τοῦ αὐτοῦ θαυμασίου Γρηγορίου Νύσσης· Ὁ τοίνυν Χριστὸς δύο ὑπάρχων φύσεις καὶ ἐν αὐταῖς τέλειος γνωριζόμενος. Ἰδοὺ πάλιν δυάδα προσώπων διὰ τῶν δύο φύσεων λέγει. Τοῦ αὐτοῦ ἐκ τοῦ Εἰς τὸ «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην»· Τεσσαράκοντα γὰρ ἡμέρας ἀπόσιτος ὁ Χριστὸς διαμείνας ὕστερον ἐπείνασεν· ἐδίδου γὰρ τῇ φύσει καιρόν τινα, ὅτε ἠβούλετο ἐνεργῆσαι τὰ ἑαυτῆς. Φύσιν δὲ ὀνομάζων τὸ σῶμα καὶ νῦν πρόσωπον σημαίνει.

Καθὰ πάλιν καὶ ὁ θεολόγος Γρηγόριος δυάδα προσώπων κατὰ τὸν ὑμέτερον ὅρον φαίνεται λέγων ἐν τῷ Χριστῷ ἐν τῷ λέγειν αὐτὸν οὕτως· Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος.

Ὁμοίως καὶ ὁ τὴν ψυχὴν καὶ τὸ σῶμα Χρυσόστομος ἐν τῷ λόγῳ τῷ Εἰς τὴν ἀνάληψίν φησιν· Πρὸς ποίαν φύσιν εἶπεν ὁ θεὸς «Κάθου ἐκ δεξιῶν μου;» Πρὸς ἐκείνην τὴν ἀκούσασαν, ὅτι «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» Καὶ πάλιν ὁ αὐτός, ἐν τῷ πρώτῳ βιβλίῳ τῷ Εἰς τὸ κατὰ Ματθαῖον, θεὸν λέγει τὸν Χριστὸν ἐν ἀνθρωπίνῃ κρυπτόμενον φύσει. Εἰπὼν οὖν ὁ πατὴρ φύσιν τὸ τοῦ Χριστοῦ σῶμα ἐν ταῖς δύο χρήσεσι, πάντως ὅτι καὶ πρόσωπον αὐτὸ εἶπεν, εἴγε οὐκ ἔστι φύσις ἀπρόσωπος.

Ὁμοίως καὶ Πρόκλος ὁ Κωνσταντινουπόλεως ἐν τῷ λόγῳ τῷ Εἰς τὴν θεοτόκον λέγει περὶ Χριστοῦ, ὅτι Ἐκεῖνος ἀφθάρτως ἐγεννήθη ὁ καὶ τῶν θυρῶν κεκλεισμένων ἀκωλύτως εἰσελθών, οὗ τὴν συζυγίαν τῶν φύσεων ὁ Θωμᾶς ἑωρακὼς ἐκέκραγε λέγων· «Ὁ κύριός μου καὶ ὁ θεός μου». Ἰδοὺ συζυγία φύσεων, τουτέστι προσώπων, ἐπειδὴ οὐκ ἔνι φύσις ἀπρόσωπος.

Καὶ ὁ θεοφόρος Ἐφραὶμ εἰς τὸν λόγον Τοῦ μαργαρίτου λέγει, ὅτι Τῶν δύο φύσεων μετέχει ὁ μαργαρίτης ὁ ἀτίμητος, τουτέστιν ὁ Χριστός. Καὶ πάλιν λέγει· Διττὴν ἔχει τὴν φύσιν, ἵνα μὴ τὰς δύο ἀπολέσῃ· οὔτε γὰρ ἡμίθεος κατῆλθεν ἐπὶ τῆς γῆς, οὔτε ἡμιάνθρωπος ἀνῆλθεν ἐν οὐρανοῖς.

«Ἰδοὺ δύο φύσεις ἤτοι πρόσωπα καὶ ὁ δίκαιος εἴρηκεν Ἐφραὶμ κατὰ τὴν ὑμετέραν ὑπογραφήν.»

Ὁμοίως καὶ ὁ μακάριος Ἀμφιλόχιός φησι περὶ Χριστοῦ ἐν τῷ λόγῳ τῷ Πρὸς Σέλευκον ἔγγονον Τραϊανοῦ· Ἐπειδὴ εἰς ἓν πρόσωπον συντρέχουσιν αἱ δύο φύσεις.

Καὶ ὁ τὴν Πηλουσιωτῶν δὲ κατακοσμήσας Ἰσίδωρος ἐκκλησίαν ἐπιστέλλει διδάσκων ὡς πατὴρ υἱὸν τὸν πάνσοφον Κύριλλον καὶ λέγων· Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, μήπου μίαν φύσιν ἐπὶ Χριστοῦ μετὰ τὴν σάρκωσιν δέξῃ· ἡ γὰρ εἰς μίαν συγκατάθεσις ἑκατέρας ἐστὶν ἄρνησις. Καὶ μάλιστα ἔχων περὶ τούτου πλείστας ἀποδείξεις τοῦ ἁγίου πατρὸς ἡμῶν Ἀθανασίου ἀνδρὸς ὑπερφυῶς τὰ θεῖα ἐμβατεύσαντος.

«Ἰδοὺ καὶ Ἀμφιλόχιος καὶ Ἰσίδωρος, δύο εἰρηκότες φύσεις, δύο ὡς ὑμῖν δοκεῖ ἐδήλωσαν ἐν Χριστῷ πρόσωπα. Καὶ ὅπως πλατύτερον τὴν Ἀμφιλοχίου Πρὸς Σέλευκον εἴπωμεν χρῆσιν, οὕτως ἔχει περὶ Χριστοῦ·

Ἡ ληφθεῖσα πάσχει φύσις, ἡ δὲ λαβοῦσα ἀπαθὴς μένει. Οἰκειοῦται δὲ ὁ θεὸς λόγος ἀπαθῶς τὰ τοῦ ἰδίου ναοῦ, σταυρόν φημι καὶ θάνατον καὶ τὰ ἄλλα, ὅσα περὶ αὐτὸν οἰκονομεῖται καὶ θεωρεῖται· οἰκειοῦται γοῦν αὐτὸς ὁ θεὸς λόγος πάσχων οὐδέν, οἰκειοῦται δὲ τὰ τοῦ ναοῦ, ἐπειδὴ εἰς ἓν πρόσωπον συντελοῦσιν αἱ διτταὶ φύσεις.

Ἰδοὺ ἓν πρόσωπον ὁ πατὴρ εἶπε τὰς δύο φύσεις εὐαγγελικῶς· ὥστε οὐ ταὐτὸν φύσις καὶ πρόσωπον ἑλληνικῶς.»

Σχόλιον. Ἀρκοῦσι τῇ καθολικῇ ἐκκλησίᾳ οἱ τιηʹ πατέρες καὶ οἱ ςʹ οἱ ἐν Ἐφέσῳ μαρτυροῦντες, ὅτι οὐ ταὐτὸν ἡ φύσις καὶ ἡ ὑπόστασις.

Τοῦ αὐτοῦ Ἀμφιλοχίου ἐκ τοῦ Λόγου ὅτι «Ὁ πατήρ μου μείζων μού ἐστιν»· Διάκρινον λοιπὸν τὰς φύσεις τήν τε τοῦ θεοῦ, τήν τε τοῦ ἀνθρώπου· οὔτε γὰρ κατ’ ἔκπτωσιν ἐκ θεοῦ γέγονεν ἄνθρωπος, οὔτε κατὰ προκοπὴν ἐξ ἀνθρώπου θεός.

«Ὅρα πάλιν φύσεις ὁμολογοῦντα τὸν διδάσκαλον ἐν Χριστῷ καὶ οὐ πρόσωπα. Εἰ δὲ ταὐτὸν φύσις καὶ πρόσωπον, πῶς παραγαγὼν αὐτοῦ τὴν χρῆσιν ὁ μακάριος Κύριλλος ἐν τῇ Ἐφεσίων συνόδῳ, τὴν δύο φύσεις λέγουσαν, ἓν δὲ πρόσωπον ἐν Χριστῷ, ἐπήγαγε λέγων πρὸς τὴν ἁγίαν σύνοδον οὕτως· Ὁρᾶτε τοίνυν, πῶς οἱ θεσπέσιοι πατέρες ὁμοούσιον τὸν Χριστὸν εἰρήκασι τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, διπλοῦν τὴν οὐσίαν ἤτοι τὴν φύσιν, οὐ διπλοῦν τὴν ὑπόστασιν ἤτοι τὸ πρόσωπον; Ἰδοὺ καὶ ἡ μάχαιρα τοῦ πνεύματος, ἡ τοῦ θεολόγου Κυρίλλου γλῶσσα, ἐπὶ συνόδου ςʹ ἁγίων πατέρων ἕτερον εἶπε τὴν φύσιν παρὰ τὸ πρόσωπον ἤτοι τὴν ὑπόστασιν.»

Σχόλιον. Διὰ τοῦτο ὀκνῶ πιστεῦσαι, ὅτι Κύριλλος, ὁ ἐπὶ συνόδου εἰπὼν ἄλλο τὴν φύσιν εἶναι καὶ ἕτερον τὴν ὑπόστασιν, εἶπε τὰς φύσεις ὑποστάσεις, ἵνα μὴ ἑαυτῷ εὑρεθῇ ἐναντιούμενος.

Τοῦ αὐτοῦ Εἰς τὸ «Λύσατε τὸν ναὸν τοῦτον»· Καὶ λέλυται ὁ τοῦ σώματος ναὸς κατὰ τὸν τοῦ πάθους καιρὸν ἐν τῇ τριημέρῳ ταφῇ βουλομένου αὐτοῦ· καὶ πάλιν ἀνέστησεν αὐτὸν καὶ ἡνώθη αὐτῷ ἀῤῥήτῳ καὶ ἀφράστῳ λόγῳ οὐ κεκραμένος ἐν αὐτῷ ἢ ἀποσεσαρκωμένος, ἀλλ’ ἀποσῴζων ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα.

Τοῦ αὐτοῦ ἐκ τῆς Πρὸς Εὐλόγιον, ἀπολογούμενος ὑπὲρ τῶν Ἀνατολικῶν εἰπόντων δύο φύσεις ἐν Χριστῷ· Εἰ δὲ οὐχ ὁμοούσιον τὸ σῶμα τῷ λόγῳ, ἑτέρα πάντως καὶ ἑτέρα φύσις, τουτέστιν ἕτερον καὶ ἕτερον πρόσωπον, ὡς λέγετε.

«Ἀλλ’ ἐπιστομίζει ὑμᾶς καὶ ὁ θεῖος Πρόκλος τοιαῦτα γράφων· Καὶ ἔστιν εἷς υἱὸς οὐ τῶν φύσεων εἰς δύο ὑποστάσεις διῃρημένων, ἀλλὰ τῆς φρικτῆς οἰκονομίας εἰς μίαν ὑπόστασιν τὰς δύο φύσεις ἑνωσάσης.»

Καὶ πάλιν ὁ αὐτὸς Εἰς τὸ ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱός» φησιν· Καὶ τὰς φύσεις τῷ λόγῳ δίελε καὶ τὴν ἕνωσιν τοῦ μυστηρίου θεολόγησον. Ἀντιστρέψατε λοιπὸν ὑμεῖς τὴν τοῦ διδασκάλου φωνὴν καὶ εἴπατε περὶ Χριστοῦ· «Καὶ τὰ πρόσωπα τῷ λόγῳ δίελε καὶ τὴν ἕνωσιν θεολόγησον.»

Τοῦ ἁγίου Εἰρηναίου ἐκ τοῦ Λόγου τοῦ κατὰ Οὐαλεντίνου· Ὥσπερ ἡ κιβωτὸς κεχρυσωμένη ἔσωθεν καὶ ἔξωθεν χρυσίῳ καθαρῷ ἦν, οὕτως καὶ τὸ σῶμα τοῦ Χριστοῦ καθαρὸν ἦν καὶ διαυγές, ἔσωθεν μὲν τῷ λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τῷ πνεύματι φρουρούμενον, ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων δειχθῇ.

Ἀντιόχου ἐπισκόπου Πτολεμαΐδος Εἰς τὴν Χριστοῦ γένναν· Μὴ συγχύσῃς τὰς φύσεις· καὶ οὐ ναρκήσεις περὶ τὴν οἰκονομίαν.

«Ἰδοὺ κατὰ τὸν ὑμέτερον ὅρον καὶ νόμον καὶ ὁ θεῖος Εἰρηναῖος καὶ Ἀντίοχος διάφορα πρόσωπα ἤτοι φύσεις ἐν Χριστῷ ἐδογμάτισαν, εἴγε οὐκ ἔστι φύσις ἀπρόσωπος.»

Σχόλιον. Ἐπειδὴ δὲ φιλόψογον τὸ τῶν αἱρετικῶν γένος, ἰστέον, ὅτι ἐν ἐρήμῳ καθήμενοι ἡμεῖς καὶ ἀποροῦντες τῶν διδασκαλικῶν βίβλων ἀπὸ στήθους τὰς χρήσεις ἐγράψαμεν. Καὶ παρακαλοῦμεν τοὺς εὐποροῦντας ἀνοθεύτους τὰς πατερικὰς βίβλους, εἴ τι περισσὸν παράκειται ἐν ταῖς παρούσαις χρήσεσι, τοῦτο ἐπιδιορθώσασθαι· οὐ γὰρ ἑκούσιόν τινα προσθήκην ἢ ὑφαίρεσιν πεποιήμεθα, μάρτυς κύριος.

Ταύτας δὴ καὶ ἑτέρας πλείους φωνὰς τῶν ἁγίων πατέρων κατὰ τὸν γραφέντα τύπον προαγαγόντων ἡμῶν καὶ ἑρμηνευόντων, ὅτι ἡ φύσις πρόσωπόν ἐστι—καὶ λοιπὸν κατὰ τοῦτον ὑμῶν τὸν νόμον ἅπαντες οὗτοι οἱ μακάριοι πατέρες τὰ Νεστορίου φρονοῦντες ἐλέγχονται ὡς δύο πρόσωπα ἐν Χριστῷ φάσκοντες—ἔμειναν ἅπαντες οἱ δι’ ἐναντίας ἐννεοί, ἐσίγησαν, ἐφιμώθησαν, ἐξέστησαν, κατεπλάγησαν, ἠπόρησαν· οὐ γὰρ ἐλάλησαν, ἠλλοιώθησαν, ὅτι ᾐσχύνθησαν παντὸς τοῦ λαοῦ τῆς ἐκκλησίας οἱονεὶ κροτοῦντος καὶ πρὸς ἅπαντας αὐτοὺς λέγοντος· «Εἰ ἡ φύσις πρόσωπόν ἐστιν, ἆρον, καῦσον τοὺς ἁγίους πατέρας δύο φύσεις εἰρηκότας ἐν τῷ Χριστῷ. Εἰ δὲ οὐκ ἔστιν ἡ φύσις πρόσωπον, ἀνέγκλητός ἐστιν ἡ σύνοδος Χαλκηδόνος δύο εἰποῦσα ἡνωμένας φύσεις ἐν μιᾷ ὑποστάσει Χριστοῦ.»

Καὶ πάλιν τὴν αὐτὴν φωνὴν ὁ ὄχλος ἀναλαμβάνων τῇ Ἀλεξανδρέων ἰδιωτικῇ διαλέκτῳ ἐπιχωριάζων ἔκραζεν· «Εἰ ἡ φύσις πρόσωπον δηλοῖ, ἆρον, καῦσον πρὸ πάντων τὸν ἅγιον Κύριλλον τὸν λέγοντα· Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ φύσεις. Εἰ δὲ οὐκ ἔστιν ἡ φύσις πρόσωπον, μάτην φλυαρεῖτε κατὰ τῆς ἐκκλησίας φάσκοντες τὴν φύσιν πρόσωπον.»

Ταῦτα βοῶντες ἐπὶ ὥρας ἱκανὰς καὶ προλόγιν ἀξιάκουστον ἐτύπωσαν οἱ αὐτόθι λέγοντες· «Δὸς τῷ Θεοδοσιανῷ καὶ Γαϊανίτῃ, εἴ τι ζητεῖ· καὶ εὐθέως ἀπόλλυται», τουτέστι κατάθου αὐτῷ, ὅτι ἡ φύσις πρόσωπον σημαίνει, καὶ διὰ ταύτης τῆς φωνῆς καταισχύνεται ἀναγκαζόμενος ἢ τοὺς ἁγίους πατέρας Νεστοριανοὺς ἀποδεῖξαι, ἢ τὴν σύνοδον Χαλκηδόνος ἀνέγκλητον ὁμολογῆσαι κηρύξασαν δύο φύσεις καθ’ ὑπόστασιν ἡνωμένας ἐν Χριστῷ. 10,2. Ἑτέρα διάλεξις.

Μέχρι τούτων τὰ τῆς διαλέξεως. Πλὴν πάλιν τὴν ἑαυτῶν γνώμην συνιστᾶν βουλόμενοι καθ’ ἑτέραν κάθοδον συνήχθησαν εἰς διάλεξιν ὁμοίως ἐν τῇ φαύρικι τῇ δημοσίᾳ. Ἐν ᾧ συλλόγῳ συνῆλθεν καὶ ὁ πολὺς αὐτῶν καὶ μέγας ὥσπέρ τις λεγόμενος τῶν Δαναῶν πρόμαχος, Ἰωάννης ὁ μοναχὸς ὁ λεγόμενος τοῦ Ζυγᾶ, ὁ τοῦ ὀκτωκαιδεκάτου. Παρῆν δὲ σὺν αὐτῷ καὶ Γρηγόριος ὁ Νυστάζων ὁ Συραιγύπτιος τὸν νοῦν, εἶτα καὶ ὁ δῆμος σὺν τῷ κλήρῳ· ἦν γὰρ ἀπὸ συνταγῆς καὶ προδηλώματος τὸ τοιοῦτον συνέδριον. Εἶτα τὰ ἀπὸ τύπου αὐτῶν πρὸς ἡμᾶς <προήνεγκον> ἄπορα, ἵνα μὴ λέγω ἄπυρα καὶ ψυχρὰ προβλήματα, ὡς· «Οὐκ ἔστι φύσις ἀνυπόστατος, οὐδὲ ἀπρόσωπος· ἰδοὺ γὰρ ὁ μακάριος Κύριλλος φάσκει ἐν διαφόροις τόποις τὰς φύσεις ὑποστάσεις εἶναι· διόπερ ἐλέγχεται ἡ σύνοδος Χαλκηδόνος δύο ὑποστάσεις καὶ πρόσωπα εἰποῦσα ἐν τῷ ἑνὶ Χριστῷ ὁρίσασα ἐν αὐτῷ λέγειν δύο φύσεις.»

Πρὸς δὴ ταῦτα πάλιν ἡμεῖς ἐν πανουργίας τρόπῳ πρὸς αὐτοὺς ἀποκριθέντες εἰρήκαμεν· «Ἡμῖν φοβερὸν καθέστηκε πιστεύειν, ὅτιπερ ὁ τρισμακάριος καὶ ὄντως θεοφόρος Κύριλλος ἐκήρυξε τὰς φύσεις ὑποστάσεις εἶναι ἐν Χριστῷ τῷ θεῷ.»

Πρώτῃ μὲν τῇ τάξει, ὅτι ἐναντία ἐστὶν ἡ τοιαύτη φωνὴ τῇ ἁγίᾳ συνόδῳ τῇ ἐν Νικαίᾳ ἕτερόν τι λεγούσῃ τὴν φύσιν καὶ ἕτερον τὴν ὑπόστασιν.

Δεύτερον δέ, ὅτι πῶς ἐπὶ τῶν καιρῶν Νεστορίου ὁ τούτου τὴν καθαίρεσιν ποιήσας Κύριλλος διὰ τὸ λέγειν αὐτὸν δύο ἐν Χριστῷ ὑποστάσεις αὐτός, κἂν ἐν ὀνείροις, ὑποστάσεις ἐν Χριστῷ εἶχε κηρύξαι;

Τρίτον, ὅτι τὰς χρήσεις, ἃς παρήγαγεν ὁ αὐτὸς ἅγιος Κύριλλος ἐν τῇ Ἐφεσίων συνόδῳ ἐκ διαφόρων πατέρων, δι’ οὐδὲν ἕτερον αὐτὰς προήνεγκεν εἰ μὴ διὰ τὸ λέγειν αὐτὰς μίαν Χριστοῦ τὴν ὑπόστασιν.

Τέταρτον, ὅτι μίαν ὑπόστασιν ὁ Θεοδώρητος κηρύττων ἐν τῷ Χριστῷ πάντως ἐπιλαβέσθαι εἶχε τῆς φωνῆς τῶν ὑποστάσεων ἐν ταῖς Κατηγορίαις, αἷς ἐποιήσατο κατὰ τῶν Δώδεκα Ἀναθεμάτων τοῦ ἁγίου Κυρίλλου. Ὡσαύτως καὶ ἐν ταῖς Ἀπολογίαις ἑρμηνεῦσαι εἶχε τὴν τοιαύτην φωνὴν ὁ διδάσκαλος καὶ εἰπεῖν, ποίῳ σκοπῷ λέγει τὰς ὑποστάσεις· ἀλλ’ οὐδενὸς τοιούτου ἐμνημόνευσεν, οὐδὲ εὑρίσκομεν.

Πέμπτον, ὅτι, εἰ κατεδέξατο ὁ ἅγιος Κύριλλος εἰπεῖν ἐπὶ Νεστορίου τὰς φύσεις ὑποστάσεις, οὐκ ἀπέσχιζε Νεστόριον.

Ἕκτον, ὅτι, καθὸ ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἀπέχει ἡ τῶν δύο ὑποστάσεων φωνὴ τῆς μιᾶς τοῦ θεοῦ λόγου φύσεως τῆς σεσαρκωμένης.

Ἕβδομον, ὅτι ἡ φωνὴ τῶν ὑποστάσεων ἀνατρέπει τὴν καθ’ ὑπόστασιν ἕνωσιν. Πῶς γὰρ δυνατὸν ἐκ δύο ὑποστάσεων γενέσθαι σύνδρομον καθ’ ὑπόστασιν οὐσιῶν ἕνωσιν;

Ὄγδοον, ὅτι οὐδὲ εἴρηκαν οἱ ἅγιοι πατέρες ἐκ δύο ὑποστάσεων ἤγουν προσώπων εἶναι τὸν Χριστόν.

Ἔνατον, ὅτι, ἐὰν ἐκ δύο ὑποστάσεών ἐστιν ὁ Χριστός, οὐκέτι τρισυπόστατός ἐστιν ἡ ἁγία τριάς, ἀλλὰ τετραπρόσωπος, ἔχουσα δύο μὲν ὑποστάσεις τὰς τοῦ Χριστοῦ, ἑτέρας δὲ δύο τὴν τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος.

Δέκατον δὲ (τὸ πάντων μεῖζον) [δόλον ἔχει], ὅτι αὐτὸς ὁ θεόφρων Κύριλλος πρόσωπα εἶναι τὰς ὑποστάσεις λέγει ἐπὶ Χριστοῦ· φησὶ γὰρ ἐν τῷ τετάρτῳ ἀναθεματισμῷ τῶν Δώδεκα, ὅτι Εἴ τις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι διαιρεῖ τὸν Χριστόν, ἀνάθεμα ἔστω. Ὁμοίως καὶ ἐν τῇ συνόδῳ τῇ ἐν Ἐφέσῳ φησὶν ὁ αὐτὸς διττὸν εἶναι τὸν Χριστὸν τῇ οὐσίᾳ, οὐ διπλοῦν τὴν ὑπόστασιν ἤτοι τὸ πρόσωπον· ἰδοὺ πρόσωπον νοεῖ τὴν ὑπόστασιν.

Καὶ πῶς λοιπόν, ὦ ἄνδρες, πρόσωπα λέγων τὰς ὑποστάσεις ἠδύνατο λέγειν τὰς φύσεις ὑποστάσεις καὶ ὅτι Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἤγουν αἱ ὑποστάσεις τοῦ Χριστοῦ, καὶ οὐκ εἴρηκεν ἐνταῦθα, ὅτι «Ἀσύγχυτοί εἰσιν αἱ ὑποστάσεις ἐξ ὧν ὁ Χριστός», ἀλλά, Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἤγουν αἱ ὑποστάσεις; Οὐκοῦν, εἰ ἀσύγχυτοι μεμενήκασι καὶ μετὰ τὴν ἕνωσιν αἱ ὑποστάσεις, πάντως ὅτι καὶ ὑπάρχουσιν· εἰ δὲ ὑπάρχουσι, πρόδηλον ὅτι <καὶ> γνωρίζονται· εἰ δὲ γνωρίζονται, πάντως, ὅτι καὶ ἀριθμοῦνται· εἰ δὲ οὐκ ἀριθμοῦνται, δῆλον ὅτι οὐχ ὑπάρχουσιν· εἰ δὲ οὐχ ὑπάρχουσιν, οὐδὲ ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἤγουν ὑποστάσεις· εἰ δὲ μεμενήκασιν, εἰς τὸν αἰῶνα μενοῦσιν.