Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Ὁδηγός

Ἀναστάσιος Σιναΐτης

Θεολογικοί διάλογοι και δημόσιες αντιπαραθέσεις για τις δύο φύσεις

Ερωταποκρίσεις με ετεροδόξους, συγγραφή δογματικού τόμου και υπεράσπιση της ασύγχυτης διατήρησης των δύο φύσεων στον Χριστό έναντι των Σεβηριανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 6 από 10

«Εἰ δὲ λέγετέ μοι, οἱ Σευήρου, ὅτι οὐ προσωπικὰς ὑποστάσεις εἶπεν ὁ θεόσοφος Κύριλλος, ἀλλ’ ὑπάρξεις νοεῖ τὰς ὑποστάσεις ἤγουν ὑφιστάμενα καὶ ἀληθῆ πράγματα (τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα λέγων τοῦ Χριστοῦ), ἠδυνάμην μὲν πρὸς τοῦτο ἀντιθεῖναι καὶ εἰπεῖν, ὅτι τοῦ διδασκάλου πρόσωπα λέγοντος τὰς ὑποστάσεις εἶναι ἐν τῷ τετάρτῳ κεφαλαίῳ τῶν Δώδεκα, ὡς πρὸ βραχέος εἶπον, ἀκόλουθον μᾶλλον καὶ ἀναγκαιότερον ἦν τῷ ὅρῳ καὶ τῇ φωνῇ τοῦ διδασκάλου στοιχεῖν ὑπὲρ τὰς ὑμετέρας ἀλληγορίας. Πλήν, ἵνα μὴ δόξωμεν τοῦ στύλου τῆς πίστεως καὶ φωστῆρος κατηγορεῖν, δεδόσθω κατὰ τὸν ὑμέτερον ὅρον, ὅτι ὑπάρξεις τὰς Χριστοῦ ὑποστάσεις ὁ πάνσοφος εἴρηκε πατήρ. Οὐκοῦν ὑμῶν μὴ καταδεχομένων μήτε φύσιν μήτε ὑπόστασιν ὁμολογεῖν τὴν σάρκα τοῦ Χριστοῦ, εὔδηλον ὅτι ἀνύπαρκτον αὐτὴν φάσκετε καὶ ἀνυπόστατον καὶ ἀνούσιον εἶναι.»

Καὶ ἐπιστραφεὶς καὶ ἀποβλέψας πρὸς Ἰωάννην τὸν μονάζοντα λέγω· «Τί λέγεις πρὸς ταῦτα, ὦ φιλόσοφε;» Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ ὑποστάσεις, ὁ θεόφρων Κύριλλος βοᾷ, ὡς μαρτυρεῖς· καὶ σὺ οὐδὲ φύσεις καταδέχῃ ἀσυγχύτους μεμενηκέναι ἐν Χριστῷ; Τὰς ὑποστάσεις δέχῃ καὶ τὰς φύσεις ἀρνῆσαι; Ὄντως γέλως τὰ καθ’ ὑμᾶς καὶ μῦθος πλατύς. Ἐρωτῶμεν ὑμᾶς λέγοντες, ὅτι Τίνος ἀσύγχυτοι μεμενήκασιν αἱ ὑποστάσεις; Καὶ ἀποκρίνεσθε ἀφόβως λέγοντες· Αἱ ὑποστάσεις τοῦ Χριστοῦ. Καὶ ἐπὰν ἡμῶν ἀκούσητε λεγόντων, ὅτι Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις τοῦ Χριστοῦ, ἀγανακτεῖτε, βλασφημεῖτε, ἀνακράζετε, ἀποπηδᾶτε καὶ μυρία κακὰ ποιεῖτε. Ὄντως, πάλιν λέγω, σκηνῆς ἁπάσης καὶ ὀρχήστρας καὶ θυμελικῶν ἑταιρίδων καταγελαστότερα τὰ καθ’ ὑμᾶς. Τὰς Χριστοῦ ὑποστάσεις ὁμολογεῖτε, τὰς δὲ τούτου φύσεις ἀρνεῖσθε· τὰς ὑποστάσεις προφανῶς κηρύττετε, τὰς δὲ φύσεις δι’ ἡμᾶς ἀποκρύπτετε· τὴν ἀδιάβλητον φωνὴν ἀπωθεῖσθε καὶ τὴν εὐδιάβλητον οἰκειοῦσθε.

Εἰ γάρ ἐστιν ὅλως δυνατὸν ἀδιαβλήτως εἰπεῖν ἐν Χριστῷ δύο ὑποστάσεις, πολλῷ πλέον κουφότερον καὶ ἀδιαβλητότερόν ἐστιν εἰπεῖν δύο φύσεις.

Εἰ δὲ οὐκ ἔστιν, ὡς λέγετε, φύσις ἀπρόσωπος, πολλῷ πλέον οὐκ ἔστιν ὑπόστασις ἀπρόσωπος, ὡς καὶ Κυρίλλῳ δοκεῖ.

Εἰ δὲ ἀνέγκλητοί ἐστε λέγοντες ἐν Χριστῷ ὑποστάσεις, ἐπὶ πλείω ἐσμὲν ἄμεμπτοι οἱ λέγοντες φύσεις· ὑμεῖς μὲν γὰρ ἕνα συνήγορον τῶν ὑποστάσεων ἔχετε, ἡμεῖς δὲ τοὺς τιηʹ ἁγίους πατέρας καὶ πάντας τοὺς λοιποὺς διδασκάλους λέγοντας ἐν Χριστῷ δύο φύσεις, ἀλλ’ οὐ δύο ὑποστάσεις. Εἰ δὲ τὰ Νεστορίου φρονοῦμεν οἱ λέγοντες ἡνωμένας ἐν Χριστῷ δύο φύσεις, πολλῷ πλέον ὑμεῖς οἱ φάσκοντες δύο ὑποστάσεις.

Εἰ δὲ δυνατόν ἐστιν εὐσεβῶς νοεῖν καὶ ἑρμηνεύειν τὰς ὑποστάσεις, πολλῷ μᾶλλον δυνατὸν ἑρμηνευθῆναι εὐσεβῶς τὰς δύο φύσεις· ἐκ μὲν γὰρ δύο φύσεων δυνατόν ἐστι συντεθῆναι μίαν ὑπόστασιν, ὥσπερ σύγκειται ὁ ἄνθρωπος, ἐκ δὲ δύο χαρακτηριστικῶν ὑποστάσεων οὐ δυνατὸν ἕνωσιν καθ’ ὑπόστασιν γενέσθαι.

Ὥστε, ὡς ἀληθῶς ἐν τούτῳ ἀποφράττεται τὰ τῶν λοιδορούντων τὴν σύνοδον Χαλκηδόνος καὶ ἡμᾶς στόματα, ὅτιπερ, ὡς ὑμεῖς λέγετε, Ἀθανασίου καὶ Κυρίλλου τῶν θεοφόρων λεγόντων τὰς Χριστοῦ φύσεις ὑποστάσεις, ἀπέφυγεν ἡ σύνοδος καὶ ἡμεῖς τὸ δύο εἰπεῖν ὑποστάσεις. Εἰ γὰρ φύσεις λεγόντων ἡμῶν ἡνωμένας ἐν Χριστῷ καθ’ ὑπόστασιν, τοιαῦτα καὶ τοσαῦτα κακὰ καταχέετε ἡμῶν ὡς τὰ Νεστορίου φρονούντων, ὁποῖα καὶ ὅσα κακὰ ἐμέλλετε ποιεῖν, εἰ ἠκούσατε τῆς Χαλκηδόνος ἢ τοῦ Λέοντος ἤ τινος τῆς καθολικῆς ἐκκλησίας ἡμῶν λέγοντος διαφόρους ὑποστάσεις τὸν Χριστὸν καί, ὅτι Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἤγουν αἱ δύο ὑποστάσεις αὐτοῦ.

Ταῦτά μου καὶ ἕτερα πλείονα εἰπόντος ἐν τῷ συνεδρίῳ ἀποκριθεὶς ὁ τοῦ Ζυγᾶ Ἰωάννης ὁ μοναχὸς εἶπεν· «Οὐ λέγομεν, ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ δύο ὑποστάσεις, οὔτε σημαίνομεν τῆς δυάδος τὸν ἀριθμόν, ἀλλὰ ἀδιορίστως φαμέν, ὅτι Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἤγουν αἱ ὑποστάσεις.»

Ταῦτα αὐτοῦ εἰρηκότος μειδιῶν τῷ προσώπῳ λέγω πρὸς αὐτόν· «Εἴθε δύο ἐλέγετε ὑποστάσεις καὶ μὴ πολλάς. Τὸ γὰρ μὴ εἰπεῖν ἀριθμόν, ἀλλὰ ἀορίστως λέγειν ὑμᾶς, Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἤγουν αἱ ὑποστάσεις, οὐ μόνον ἐπὶ δύο, ἀλλὰ καὶ ἐπὶ πλειόνων φύσεων καὶ ὑποστάσεων νοεῖται καὶ λέγεται.»

Εἶτα ὁ Ἰωάννης πρὸς ταῦτα· «Τῶν ἁγίων πατέρων ἐστὶν ἡ τοιαύτη φωνὴ Ἀθανασίου καὶ Κυρίλλου, καὶ οὐδεὶς δύναται ἀποβαλέσθαι αὐτήν.»

Πρὸς τοῦτο ἀποκριθεὶς εἶπον, τοῦ θεοῦ περὶ ἡμῶν τῶν τῆς καθολικῆς ἐκκλησίας κρεῖττόν τι προβλεψαμένου καὶ πραγματευσαμένου, ἵνα οἱ τῆς Ἀλεξανδρέων ἁγιώτατοι πρόεδροι τὴν τοιαύτην εἴπωσι φωνὴν διὰ τοὺς νῦν ἐν αὐτῇ ἐμφωλεύσαντας τῆς παντοίας συγχύσεως δράκοντας, ὅπως ἐν τοῖς ὅπλοις, ἐν οἷς δοκοῦσιν ἡμᾶς πολεμεῖν, ἐν αὐτοῖς ὥσπερ ὁ Γολιὰθ ὑπὸ τοῦ Δαυὶδ ἀναιροῦνται· βουλόμενοι γὰρ Νεστοριανοὺς δεῖξαι τοὺς λέγοντας ἐν Χριστῷ δύο φύσεις, διὰ τῆς φωνῆς τῆς λεγούσης τὰς φύσεις ὑποστάσεις, λελήθασι κατὰ τῶν ἁγίων πατέρων καὶ καθ’ ἑαυτῶν συνωθοῦντες τὸ ξίφος. «Λεγόντων γὰρ ὑμῶν τὰς φύσεις ὑποστάσεις, λέγοντος δὲ τοῦ θεολόγου Κυρίλλου πρόσωπα εἶναι τὰς ὑποστάσεις, πρόδηλον λοιπόν, ὅτι, ἡνίκα λέγετε· Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ ὑποστάσεις, οὐδὲν ἕτερον ἐλέγχεσθε λέγοντες ἀλλ’ ἤ, ὅτι ἀσύγχυτα μεμενήκασι τὰ τοῦ Χριστοῦ πρόσωπα. Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτὸν τὸν ἀοίδιμον Κύριλλον χαλεπῶς ἐνυβρίζετε λέγοντες πρόσωπον εἶναι τὴν φύσιν. Εἰ γὰρ πρόσωπον ἡ φύσις σημαίνει, πῶς νοήσωμεν τὴν φωνὴν αὐτοῦ τὴν πρὸς Σούκενσον λέγουσαν· Δύο τὰς φύσεις εἶναί φαμεν, εἰ μή, ὅτι δύο τὰ πρόσωπα Χριστοῦ εἶναί φαμεν, εἴγε ἡ φύσις πρόσωπόν ἐστιν.»

Εἶτα πάλιν ὁ Ἰωάννης πρὸς ταῦτα ἀπεκρίνατο· «Ἐκ δύο φύσεων ἤγουν ὑποστάσεων ὁ μακάριος Κύριλλος εὐσεβῶς ὁμολογεῖ τὸν ἕνα καὶ μόνον Χριστὸν ὑπάρχειν.»

Πρὸς ὃν πάλιν ἔφην ἐγώ· «Εἰ μὲν τοῦ ἁγίου Κυρίλλου εἰσὶν αἱ τοιαῦται φωναί, καθὼς καὶ ἤδη προεῖπον, μόνῳ ἔγνωσται τῷ θεῷ· ἐν ἑνὶ μὲν γὰρ τόπῳ λέγει ἐκ δύο συγκεῖσθαι ὑποστάσεων τὸν Χριστόν, ἐν ἑτέροις δὲ <σ>λʹ φέρονται ἐπ’ ὀνόματι αὐτοῦ χρήσεις μὴ λέγουσαι τὸ ἐκ δύο, ἀλλὰ ποτὲ μὲν λέγουσαι, Τύπος ἂν εἶεν ἡ κιβωτὸς τῶν Χριστοῦ ὑποστάσεων, ποτὲ δέ, Εἴ τις μετὰ τὴν ἄφραστον ἕνωσιν διαιρεῖ τὰς ὑποστάσεις, καθὰ καὶ ἐν τοῖς Σχολίοις αὐτοῦ φησιν οὕτως· Ὅτι δὲ ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἤγουν ὑποστάσεις, ἐντεῦθεν εἰσόμεθα. Τὸ γάρ τοι χρυσίον ἐπαλειμμένον τῷ ξύλῳ μεμένηκεν, ὅπερ ἦν, καὶ κατεπλούτει μὲν τὸ ξύλον τοῦ χρυσίου τὴν δόξαν, πλὴν οὐκ ἀπέστη τοῦ εἶναι ξύλον. Ταῦτα ἐγὼ ἀκούων φρίττω, εἴγε ὁ λέγων πρόσωπα εἶναι τὰς ὑποστάσεις κατεδέξατο ὅλως, κἂν ἐν ὀνείροις, λέγειν ἐν Χριστῷ τῷ θεῷ διαφόρους ὑποστάσεις. Ἀλλ’ οὐ λέγει, φησίν, προσωπικὰς ὑποστάσεις ὁ Κύριλλος· ἀλλ’ οὐδὲ ἐγὼ λέγω, οὐδὲ ἡ σύνοδος Χαλκηδόνος προσωπικὰς τὰς φύσεις, ἀλλ’ ὥσπερ ὁ θεῖος Κύριλλος ὑπάρξεις νοεῖ τὰς ὑποστάσεις, τουτέστιν ὑφιστάμενα πράγματα, οὕτω κἀγὼ ὄντα καὶ πεφυκότα πράγματα τὰς φύσεις λέγω. Ὥσπερ γὰρ σὺ τὴν ὑπόστασιν ὑφεστὸς νοεῖς, οὕτω κἀγὼ τὴν φύσιν τὸ πεφυκός. Ἀλλὰ τάχα τοῦτο βούλεσθε πρὸς ἡμᾶς εἰπεῖν, ὅτι αἱ μὲν φύσεις καὶ ὑποστάσεις, ἃς εἶπεν ὁ ἅγιος Κύριλλος, ὑπάρξεις σημαίνουσι, καὶ ἀνέγκλητός ἐστιν· αἱ δὲ φύσεις, ἃς ἡ Χαλκηδὼν ἐπὶ Χριστοῦ κηρύττει, φύσεις τινὲς ἀνέμων φυσώντων, ἢ καμήλων καὶ ἡμιόνων φυσικὰ μόρια τυγχάνουσιν.»

Ταῦτα μυκτηρίζων ἐμβριθῶς πρὸς Ἰωάννην τὸν μονάζοντα εἶπον.

Καὶ ἀποστραφεὶς πρὸς τὸν λαὸν τῆς ἐκκλησίας εἶπον· «Μὰ τὴν ἀγάπην ὑμῶν, ἀκούοντες ὑποστάσεις ἐν Χριστῷ οἱ ἀπὸ Σευήρου, νομίζω, ὑποστάσεις τινῶν χρημάτων ἢ κτημάτων ἐννοούμενοι, τούτου χάριν ἀφόβως καὶ ἀπαρατηρήτως αὐτὰς κηρύττουσι καὶ ὁμολογοῦσιν. Ἐπὰν δὲ ἀκούσωσι φύσεις, αἰσχρά τινα καὶ ἄτοπα νομίζουσι ταύτας εἶναι, τὰ μόρια τὰ συνουσιαστικὰ τῶν σωμάτων τῶν ἀνθρωπίνων καὶ γυναικείων· καὶ τούτου χάριν τὴν τοιαύτην φωνὴν ἀποφεύγουσιν ὡσανεὶ Σαρακηνοῖς μαθητεύσαντες. Κἀκεῖνοι γὰρ ἀκούοντες θεοῦ τόκον καὶ γέννησιν θεοῦ εὐθέως γάμους καὶ σπορὰν καὶ σαρκικὴν συνάφειαν ἐννοούμενοι βλασφημοῦσιν. Ἐπεὶ εἰ μὴ τοῦτο καὶ οἱ Σευήρου ἐννοοῦνται, πῶς ὀνομάζοντες τὸ σῶμα τοῦ κυρίου πλείστας καὶ διαφόρους προσηγορίας πτωχὰς ὄντως καὶ θεοῦ καὶ ἀγγέλων ἀλλοτρίας καὶ ἀναξίους, μόνην τὴν τῆς φύσεως προσηγορίαν ἐπ’ αὐτοῦ παραιτοῦνται εἰπεῖν;

Ὅρα γοῦν. Λέγουσι τὸ σῶμα τοῦ κυρίου θνητόν, λέγουσιν αὐτὸ φθαρτόν, λέγουσιν αὐτὸ παθητόν, ῥευστόν, ὑλικόν, γεηρόν, χοϊκόν, ἔμπεινον, ἔνδιψον, ἔγκοπον, αἵτινες προσηγορίαι, ὡς προεῖπον, οὐδ’ ἐπ’ ἀγγέλων οὐδ’ ἐπὶ τῶν πνευμάτων δύνανται λέγεσθαι· μόνον δὲ φύσιν ἤτοι ἀλήθειαν παραιτοῦνται ὀνομάζειν αὐτό. Καὶ τί λέγω τὰ προειρημένα ὀνόματα καὶ μὴ μᾶλλον τὰ τραχύτερα; Ὁμολογοῦσι τὸν Χριστὸν διὰ τῆς σαρκὸς γενόμενον κατάραν καὶ γενόμενον ἁμαρτίαν, ὥς φησιν ἡ γραφή. Ὁμολογοῦσιν αὐτὸν πειρασθέντα τεσσαράκοντα ἡμέρας ὑπὸ τοῦ διαβόλου· φύσιν δὲ ἤτοι ἀλήθειαν λέγειν οὐκ ἀνέχονται. Ἐρωτῶμεν αὐτοὺς λέγοντες· Ποία φύσις Χριστοῦ ηὔξησε; Ποία ἐνεκρώθη; Ποία ἐῤῥαπίσθη; Ποία ἐκοπίασε; Ποία ἐδάκρυσε; Καὶ ἁπλῶς πάντα τὰ πτωχὰ ῥήματά τε καὶ πράγματα τοῦ Χριστοῦ ἐρωτώμενοι παρ’ ἡμῶν, ὅτι κατὰ ποίαν φύσιν ἐπράχθησαν καὶ ἐῤῥέθησαν, ἀποκρίνονται λέγοντες, ὅτι κατὰ τὴν σάρκα, κατὰ τὸ χοϊκόν, κατὰ τὸ ὁρώμενον, κατὰ τὸ πρόσλημμα, κατὰ τὸ ἀνθρώπινον, κατὰ τὸ σῶμα τοῦ Χριστοῦ. Ταύτας καὶ ἄλλας μυρίας προσηγορίας ὀνομάζοντες τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, φύσιν αὐτὴν ὁμολογεῖν οὐκ ἀνέχονται καίπερ, ὡς προεῖπον, λέγοντες αὐτὴν ὑπόστασιν. Εἶδες πώρωσιν ἀνθρώπων;»

Οἱ δι’ ἐναντίας εἶπον, ὅτι «Ἐὰν εἴπωμεν φησί, τὸ τοῦ Χριστοῦ σῶμα φύσιν, ἐξ ἀνάγκης πάσης εὑρισκόμεθα ὡς ἡ σύνοδος Χαλκηδόνος ὁμολογοῦντες δύο φύσεις ἐν αὐτῷ ἤγουν δύο πρόσωπα· οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος.»

«Τοὐναντίον, ὦ ἄνδρες», εἶπον. «Οὐκ ἔστιν ὑπόστασις ἀπρόσωπος. Ἅπαντες γὰρ οἱ πατέρες καὶ ἐπὶ τοῦ τριαδικοῦ λόγου καὶ ἐπὶ τῆς οἰκονομίας τὴν ὑπόστασιν πρόσωπον εἶναι φάσκουσιν. Εἰ δὲ κατὰ τὸν ὑμέτερον καὶ Σευήρου νόμον ὁ λέγων τὴν σάρκα τοῦ κυρίου φύσιν τὰ Νεστορίου φρονεῖ, ὡς δύο φύσεις καὶ πρόσωπα λέγων ἐπ’ αὐτοῦ, εὑρεθήσονται πάντες πάλιν οἱ ἅγιοι πατέρες ἀπόβλητοι ὡς Νεστορίου σύμφρονες· ἅπας γὰρ αὐτῶν ὁ χορὸς φύσιν προφανῶς τὴν τοῦ Χριστοῦ ἐκήρυξεν ἀνθρωπότητα.»

Καὶ πρῶτος αὐτὸς ὁ μακάριος Παῦλος ὁ ἀπόστολος καὶ φωστὴρ τοῦ κόσμου· μορφὴν γὰρ δούλου καλεῖ τὸν κατὰ τὸν σωτῆρα ἄνθρωπον. Ἡ δὲ μορφὴ φύσις ἐστίν, ὥς φησιν ὁ τῶν ἁγίων διδασκάλων χορός. Ὡσαύτως καὶ Διονύσιος ὁ Παύλου φοιτητὴς ἐν τῇ Πρὸς Γάϊον ἐπιστολῇ οὐσίαν ὀνομάζει τὴν τοῦ Χριστοῦ ἀνθρωπότητα, ὁμοίως καὶ Εἰρηναῖος ὁ ἀποστολικὸς σχεδὸν συνόμιλος, ὡς ἐν ταῖς ἔμπροσθεν ἐδείξαμεν χρήσεσιν. Εἰ δὲ δυσσεβὲς καὶ νεστοριανὸν καὶ ἀπόβλητον τυγχάνει τὸ ὀνομάζειν φύσιν τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, καθῄρηται, πάλιν λέγω, καὶ ἀποβέβληται ὑφ’ ὑμῶν πᾶσα ἡ τῶν ἁγίων πατέρων πληθύς· καὶ ἀργαὶ καὶ ἄπρακτοι παρ’ ὑμῖν αἱ τούτων διδασκαλίαι.

Ψεύστης λοιπὸν Ἰωάννης ὁ Κωνσταντινουπόλεως λέγων Θεὸν ἐν ἀνθρωπίνῃ κρυπτόμενον φύσει, καί, ὅτι Ἡ φύσις ἡ ἀκούσασα ἐπὶ γῆς, ὅτι, «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», αὕτη ἤκουσεν ἐν οὐρανοῖς· «Κάθου ἐκ δεξιῶν μου.»

Σχόλιον. Ἐκ τοῦ Εἰς τὴν ἀνάληψιν.

Καὶ πάλιν ὁ αὐτός φησιν· Ἡ φύσις, δι’ ἣν τὰ Χερουβὶμ ἐφύλαττε τὸν παράδεισον, αὕτη ἐπάνω τῶν Χερουβὶμ γέγονε σήμερον.

Εἰ δὲ ἀσεβὲς τὸ ὀνομάζειν μετὰ τὴν ἕνωσιν φύσιν τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ, ἐλέγχεσθε προφανῶς ἀναθεματίζοντες τοὺς ἁγίους πατέρας, Ἀμβρόσιον μὲν λέγοντα, ὅτι Ἐν τῇ ἐμῇ οὐσίᾳ λαλεῖ ὁ Χριστός· Γρηγόριον δὲ φάσκοντα· Ποία φύσις ἐπὶ τοῦ πάθους ῥαπίζεται; καί, ὅτι Ἐδίδου καιρὸν ὁ Χριστὸς τῇ φύσει τοῦ σώματος ἐνεργῆσαι τὰ ἑαυτῆς.

Σχόλιον. Πρὸς Εὐνόμιον· ἐκ τῶν Μακαρισμῶν.

Λοιπὸν δὲ καθαιρεῖτε καὶ Ἀθανάσιον διὰ τὸ φάσκειν, ἐν τοῖς Κατὰ Ἀρειανῶν, τὴν σάρκα τοῦ κυρίου ἰδίᾳ φύσει τὰ πάθη ὑπομεῖναι. Ποίῳ δὲ ἐπιτιμίῳ ἄρα καταδικάσετε Βασίλειον λέγοντα ἐν τῷ Περὶ νηστείας λόγῳ περὶ Χριστοῦ, ὅτι Ἐπανιὼν εἰς τοὺς οὐρανοὺς τροφῆς ἥψατο τὴν φύσιν τοῦ σώματος τοῦ ἀναστάντος πιστούμενος; Ὧιτινι συμφωνεῖ πάλιν Ἀθανάσιος ἐν τῷ Περὶ ἐνανθρωπήσεως λόγῳ φάσκων περὶ Χριστοῦ· Τὸ μὲν οὖν σῶμα κοινὴν ἔχον τοῖς πᾶσι τὴν φύσιν· σῶμα γὰρ ἦν ἀνθρώπινον. Καθὰ καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῷ Λόγῳ τῶν θεοφανίων φησὶ περὶ τοῦ κυριακοῦ σώματος, ὅτι Καὶ ἐπείνασε καὶ ἐδίψησε καὶ ἐδάκρυσε νόμῳ φύσεως. Σύμφωνα δὲ πάλιν καὶ Ἀμβρόσιος περὶ τοῦ πάθους τοῦ Χριστοῦ φάσκει πρὸς Γρατιανὸν τὸν βασιλέα λέγων· Καὶ γὰρ ἑκατέρας μετέχει φύσεως, τουτέστιν ἀνθρωπίνης καὶ θείας· ἐν γὰρ τῇ ἀνθρωπίνῃ φύσει τὸ πάθος ὑπέμεινε. Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ Περὶ ἐνανθρωπήσεως λόγῳ φησίν· Ἔπαθεν κατὰ φύσιν οἰκείαν ἡ σάρξ. Καθὰ συμφωνεῖ καὶ ὁ Νυσσαεὺς λέγων· Ποία φύσις ἐπὶ τοῦ πάθους ῥαπίζεται;

Ἐπισφραγίσω δὲ τὰ εἰρημένα ὥσπέρ τινι βασιλικῷ δακτυλίῳ καὶ χαρακτῆρι τῷ ἀοιδίμῳ Κυρίλλῳ· ὅμως οἶδα, ὅτι καὶ αὐτὸν κατὰ τὴν Σευήρου κέλευσιν ἀπωθεῖσθε φύσιν ὀνομάζοντα τὸ σῶμα τοῦ δεσπότου Χριστοῦ. Γράφει γὰρ πρὸς Σούκενσον παθεῖν αὐτὸν καὶ σταυρωθῆναι τῇ χοϊκῇ φύσει, καὶ πάλιν φησὶν πρὸς τὸν αὐτόν, ὅτι Οὐ μεταπεφοίτηκεν ἡ τῆς σαρκὸς φύσις εἰς τὴν τοῦ λόγου φύσιν. Καὶ πάλιν ἐν ἑτέρῳ φησίν· Ἀμοιρήσειεν μώμου παντὸς τὸ εἰδέναι, ὡς ἑτέρα μέν ἐστι κατ’ ἰδίαν φύσιν ἡ σὰρξ παρά γε τὸν θεὸν λόγον. Ὁμοίως καὶ πρὸς Εὐλόγιον φάσκει, ὅτι Ἐὰν μὴ ὁμοούσιον ὑπάρχῃ τὸ σῶμα τῷ θεῷ λόγῳ, ἑτέρα πάντως καὶ ἑτέρα φύσις ἐστίν, —καθὼς ταῦτα πάντα καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται. Λέγων δὲ ὁ πατὴρ ἑτέραν καὶ ἑτέραν φύσιν ἐν Χριστῷ, πρόδηλον ὅτι τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ ἐπίσης φύσιν προσαγορεύει· ὡσαύτως καὶ ὅτε λέγει· Δύο τὰς φύσεις εἶναί φαμεν, πρόδηλον ὅτι τὴν σάρκα λέγει τὴν μίαν τούτων, καθὰ καὶ ὁ θεῖος Ἐφραὶμ καὶ Ἰσίδωρος καὶ Πρόκλος καὶ Ἀττικὸς καὶ πάντες οἱ λοιποὶ πατέρες, οἱ λέγοντες ἐν Χριστῷ διαφόρους φύσεις, τὸ σῶμα αὐτοῦ λέγουσι τὴν μίαν τούτων. «Καὶ πῶς οὕτως ὠμῶς καὶ ἀπειθῶς ἐνίστασθε λέγοντες, ὅτι ἀδύνατον τὴν τοῦ κυρίου ἀνθρωπότητα προσαγορεύεσθαι φύσιν;»

Πρὸς ταῦτα Ἰωάννης καὶ Γρηγόριος ὁ Νυστάξας εἶπον· «Πρὸ μὲν τῆς ἑνώσεως ὁμολογοῦμεν τὰς δύο φύσεις, μετὰ δὲ τὴν ἕνωσιν μία φύσις ἐστὶν ὁ Χριστὸς σεσαρκωμένη.»

Καὶ ἀποκριθεὶς εἶπον πρὸς αὐτούς· «Ὑπολαμβάνω, ὅτι μετὰ τὴν ἄῤῥητον ἕνωσιν τοῦ Χριστοῦ τὴν ἐν Ναζαρὲτ γενομένην ἐν τῇ μήτρᾳ τῆς ἁγίας θεοτόκου, καὶ μετὰ τὸν τόκον, καὶ μετὰ τὴν ἀνάληψιν αὐτοῦ τὴν ἐν τῷ θρόνῳ τῷ χερουβικῷ, συναθροίσας τὸ δεκακέρατον αὐτοῦ καὶ ὑμᾶς ὁ Σευῆρος ἑτέραν δευτέραν ἕνωσιν ἐποίησε τῷ Χριστῷ. Καὶ τούτου χάριν παρέδωκεν ὑμῖν λέγειν, ὅτι μετὰ τὴν ἕνωσιν, ἣν αὐτὸς ἐποιήσατο ἐν Χριστῷ, μηκέτι προσαγορεύεσθαι φύσιν τὸ σῶμα αὐτοῦ, μήτε ὁμολογεῖν ἐν αὐτῷ δύο ἡνωμένας φύσεις. Ἐπεί, εἰ μὴ τοῦτο ἐποίησεν, ἰδοὺ πάντες οἱ μακάριοι πατέρες, καθὼς προαποδέδεικται, μετὰ τὴν ἐν Ναζαρὲτ ἕνωσιν τοῦ Χριστοῦ εἰρήκασι τὰς δύο φύσεις ἐπ’ αὐτοῦ· οἱ μὲν ἐν τῷ τόκῳ τῷ ἐν Βηθλεέμ, οἱ δὲ ἐν τῇ ἀπαντῇ τοῦ Συμεών, οἱ δὲ ἐν τῷ βαπτίσματι, ἄλλοι καθὰ καὶ Κύριλλος ῥαπισθῆναι καὶ παθεῖν αὐτὸν ἔφησαν τῇ χοϊκῇ φύσει. Πρόκλος ἐν τῇ ψηλαφήσει τῆς πλευρᾶς τῇ ὑπὸ τοῦ Θωμᾶ συζυγίαν κηρύττει Χριστοῦ φύσεων. Βασίλειος ἐν τῇ τροφῇ τῇ μετὰ τὴν ἀνάστασιν φύσιν ὀνομάζει τὸ δεσποτικὸν σῶμα. Ἰωάννης ἐν τῷ θρόνῳ τῷ χερουβικῷ μετὰ τὴν ἁγίαν ἐν οὐρανοῖς ἀνάληψιν ὁμοίως φύσιν προσηγόρευσεν ἡμετέραν ἐν Χριστῷ ἀκούσασαν ὑπὸ τοῦ πατρός· Κάθου ἐκ δεξιῶν μου. Ὅπου δὲ τὸ πανάγιον σῶμα φύσις ὀνομάζεται, πρόδηλον ὅτι δύο φύσεις ἐν Χριστῷ γνωρίζονται. Οὐκοῦν, ὡς εἶπον, δευτέραν τινὰ ἕνωσιν ὁ νομοθέτης ὑμῶν ἐν Χριστῷ πεποίηκε Σευῆρος μετὰ τὴν ἁγίαν ἀνάληψιν· καὶ τούτου χάριν ἐνομοθέτησεν ὑμῖν μὴ λέγειν ἐν Χριστῷ μετὰ τὴν ἕνωσιν δύο φύσεις.» «Ἀλλὰ Κυρίλλου ἐστίν, φησίν, ἡ φωνὴ ἡ λέγουσα, ὅτι Μετὰ τὴν ἕνωσιν μία φύσις σεσαρκωμένη ἐστὶν ὁ Χριστός· καὶ διὰ τοῦτο οὐ λέγομεν ἐπ’ αὐτοῦ δύο φύσεις.»

Ταῦτα Ἰωάννου καὶ τῶν σὺν αὐτῷ ἑτεροδόξων εἰπόντων ἐβόησα λαμπρᾷ καὶ περιχαρεῖ τῇ φωνῇ καὶ εἶπον· «Κυρίλλου αἰωνία ἡ μνήμη», καθὰ καὶ ἡ σύνοδος Χαλκηδόνος εἴρηκεν. Καὶ γὰρ οὐδεὶς τῶν ἁγίων πατέρων τὸ πανάγιον καὶ ἀμείωτον καὶ αἰώνιον καὶ ἀνεξάλειπτον τῶν Χριστοῦ φύσεων εἴρηκεν ὡς ὁ θεοφάντωρ Κύριλλος. Οἱ μὲν γὰρ μακάριοι πατέρες τὸν ἀριθμὸν εἰρήκασιν· ὁ δὲ τρισμακάριος Κύριλλος μετὰ τοῦ ἀριθμοῦ καὶ τὴν ἀνεξάλειπτον καὶ τηρουμένην ἀεὶ τῶν φύσεων τοῦ κυρίου διαμονὴν μετὰ τὴν ἕνωσιν. Εἰς μὲν γὰρ τὸ Λύσατε τὸν ναὸν τοῦτον εἶπεν Χριστὸν ἀποσῴζοντα ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα. Πρὸς Σούκενσον δὲ πάλιν φησί· Δύο τὰς φύσεις εἶναί φαμεν. Καὶ πάλιν πρὸς Ἑβραίους—ἐν τῇ Ἑρμηνείᾳ—φησὶ περὶ τῶν Χριστοῦ φύσεων οὕτως· Καὶ οὐ δήπου φαμὲν ἀνάχυσιν ὥσπέρ τινα συμβῆναι περὶ τὰς φύσεις, ὡς μεταστῆναι μὲν τὴν τοῦ λόγου φύσιν εἰς τὴν ἀνθρώπου τυχόν, ἀλλ’ οὐδ’ αὖ τὴν ἀνθρωπίνην εἰς τὴν αὐτοῦ, νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ, πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν. Ὁμοίως καὶ ἐν <τῷ> ἕκτῳ τόμῳ τῆς αὐτῆς Ἑρμηνείας ταῖς αὐταῖς ξηραῖς πάλιν κέχρηται φωναῖς λέγων· Οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπρᾶχθαί φαμεν, μενούσης δὲ μᾶλλον ἑκατέρας τοῦτο, ὅπερ ἐστίν. Καθάπερ καὶ ἐν τοῖς Σχολίοις, οἷς ἐξέθετο, φησίν· Ὅτι ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις. Εὖ σοι γένοιτο, φωστὴρ καὶ πυρσὲ καὶ στῦλε τῆς ἀληθείας, Κύριλλε. Ὄντως Κυρίλλου, πάλιν λέγω, αἰωνία καὶ μακαρία ἡ μνήμη μὴ συγχωροῦντος ἡμᾶς ἐκ τῆς ἀληθείας πλανηθῆναι, ἀλλὰ τὸ ἀμείωτον καὶ αἰώνιον τῶν Χριστοῦ οὐσιῶν ἡμᾶς παιδεύοντος, καὶ πάλιν πρὸς τὰς βασιλίδας ἐπιστέλλοντος καὶ παραγγέλλοντος τὴν τῶν φύσεων εἰδέναι διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις φυλάττειν αὐτάς.

Ὑμεῖς μὲν οὖν, ὦ ἄνδρες, μίαν τινὰ τοῦ μακαρίου Κυρίλλου παρερμηνεύοντες χρῆσιν φάσκετε αὐτὸν μίαν λέγειν ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν φύσιν. Ἰδοὺ δὲ ὡς κῆρυξ τῆς εὐσεβείας ἄνω καὶ κάτω φυλάττεσθαι, καὶ σῴζεσθαι, καὶ γνωρίζεσθαι καὶ μετὰ τὴν ἕνωσιν, καὶ ἀριθμεῖσθαι ὁμολογεῖ ἐν Χριστῷ τὰς δύο φύσεις. Προσέχετε, παρακαλῶ, μετὰ ἀκριβείας ταῖς τοῦ πατρὸς φωναῖς. Εἶπε σῴζεσθαι ἐν Χριστῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα· ὁμοίως πάλιν εἶπε· Δύο τὰς φύσεις εἶναί φαμεν· εἶπε νοουμένην καὶ ὑπάρχουσαν ἑκατέραν αὐτῶν ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ· εἶπε μένειν ἑκατέραν φύσιν ἐν Χριστῷ τοῦτο, ὅπερ ἐστίν· εἶπεν, ὅτι Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ φύσεις ἤγουν ὑποστάσεις. Πρὸς τούτοις πᾶσι παραγγέλλει λέγων τὴν τῶν φύσεων εἰδέναι διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις τηρεῖν αὐτάς. Ὁ μὲν οὖν θεοῤῥήτωρ Κύριλλος, ὡς ἀποδέδεικται, ἑξαχῶς ἡμᾶς ἐνταῦθα τὴν ἀμείωτον καὶ ἐνάριθμον ὕπαρξιν τῶν δύο Χριστοῦ διδάσκει φύσεων λέγων αὐτὰς ἐν Χριστῷ σῴζεσθαι, λέγων αὐτὰς εἶναι, λέγων αὐτὰς ὑπάρχειν, λέγων αὐτὰς μένειν ἐν αὐτῷ· εἶτα εἶπεν αὐτὰς καὶ ἀσυγχύτους διασῴζεσθαι, καὶ αὖθις παραγγέλλει καὶ τὴν διαφορὰν τῶν φύσεων εἰδέναι, καὶ ἀσυγχύτους αὐτὰς τηρεῖν. Καὶ ταῦτα μὲν ὁ διδάσκαλος.

Λοιπὸν ἐν τῇ ὑμετέρᾳ καὶ τοῦ δικαιοκρίτου δικαστοῦ καὶ νομοθέτου Σευήρου φιλανθρωπίᾳ ἐστὶ τὸ ἀποφήνασθαι περὶ Χριστοῦ τὸν ὅρον τοῦ χρόνου καὶ τὴν προθεσμίαν, καὶ εἰπεῖν ἡμῖν, ἕως πόσων ἐτῶν ἀσύγχυτοι μεμενήκασιν ἐν αὐτῷ αἱ δύο φύσεις, καὶ ἕως πόσων μηνῶν δύο τὰς φύσεις ἐν αὐτῷ εἶναί φαμεν, καὶ ἕως ποίου καιροῦ δέον ἐστὶ τὴν τῶν φύσεων εἰδέναι διαφοράν, καὶ ἕως ποίων ἡμερῶν ἀποσῴζει ἐν ἑαυτῷ τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἀσύγχυτον τὴν ἰδιότητα, καὶ ἕως ποίας παρουσίας δεῖ τὴν τῶν φύσεων Χριστοῦ εἰδέναι διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις φυλάττειν αὐτάς.

Ταῦτα ἡμῶν διερωτώντων ἤδη πρὸ πολλοῦ τοῦ χρόνου ὁ δικαστὴς Σευῆρος τὴν ἀπόκρισιν καὶ τὴν ἀπόφασιν κατὰ Χριστοῦ ἐξέθετο λέγων ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν, ὅτι ἕως τῶν χρόνων Νεστορίου ἀσύγχυτοι ὑπῆρχον αἱ Χριστοῦ φύσεις, ἀπὸ δὲ Νεστορίου φυρμὸς καὶ μείωσις τῶν φύσεων γέγονεν. Ἀπὸ τῶν ἡμερῶν τῆς συνόδου Χαλκηδόνος ψεύστης ἐστὶ Κύριλλος ὁ εἰπών· Δύο τὰς φύσεις Χριστοῦ εἶναί φαμεν. Ἀπὸ τῆς ἐκθέσεως τοῦ Τόμου Λέοντος οὐκέτι ἀποσῴζει Χριστὸς ἀσύγχυτον τὴν τῶν δύο φύσεων τῶν ἑτεροουσίων ἰδιότητα, ἐξ ἧς καθῃρέθη Διόσκορος. «Οὐκέτι δεῖ εἰδέναι ἐν Χριστῷ τὴν τῶν φύσεων διαφορὰν καὶ ἀσυγχύτους τηρεῖν αὐτάς· πρὸς γὰρ τὰς ἀνακυπτούσας αἱρέσεις δεῖ παραλλάττειν καὶ τὴν πίστιν, καὶ παραγράφεσθαι τὰ τῶν θείων γραφῶν καὶ πατέρων διδάγματα.»

Ἀχθομένων οὖν καὶ λίαν δριμυττομένων ἐπὶ τοῖς λεγομένοις Ἰωάννου καὶ τῶν σὺν αὐτῷ ἑτεροδόξων εἶπον πάλιν πρὸς αὐτούς· «Οὕτως ἐστὶν ὡς ἐνώπιον κυρίου, ὅτι τῇ παραινέσει καὶ νουθεσίᾳ Σευήρου πειθόμενοι, τῇ ἐπιτρεπούσῃ ὑμῖν παραγράφεσθαι μετὰ τὸν καιρὸν Νεστορίου τὰς φωνὰς τῶν ὁσίων πατέρων, κἂν αὐτοῦ τοῦ ἁγίου Κυρίλλου τυγχάνουσι δύο φύσεις ἐπὶ Χριστοῦ λέγουσαι, τούτου χάριν οὐ δέχεσθε τὰς τῶν πατέρων χρήσεις, ἀλλ’ ᾑρετίσασθε καὶ αὐτὰ τὰ ἅγια εὐαγγέλια σχεδὸν διακρούσασθαι καὶ πᾶσαν παλαιὰν καὶ καινὴν καὶ πατρικὴν γραφὴν καὶ φωνήν, καὶ στοιχῆσαι ὥσπερ νέῳ τινὶ Ἀκύλᾳ τῷ Σευήρῳ. Ἐπεὶ τίς ἐξ ὑμῶν οὐ γινώσκει κατὰ πᾶσαν ἀκρίβειαν, ὅτι εἶπον οἱ πατέρες δύο φύσεις ἀμειώτους ἐν Χριστῷ διαμένειν; Τίς ἐξ ὑμῶν οὐ μαρτυρεῖ, ὅτι τοῦ ἁγίου Κυρίλλου εἰσὶν αἱ εἰρημέναι χρήσεις αἱ φάσκουσαι εἶναι, καὶ διαμένειν, καὶ γνωρίζεσθαι, καὶ τηρεῖσθαι, καὶ μὴ συγχεῖσθαι, καὶ ἀριθμεῖσθαι ἐν ἑνὶ προσώπῳ δύο ἀδιαιρέτους ἐν Χριστῷ φύσεις; Τίς ἐξ ὑμῶν οὐκ οἶδεν, ὅτι οὐ ταὐτόν ἐστι φύσις καὶ πρόσωπον; Ἰδοὺ γὰρ μυρία μὲν πρόσωπα ὑπάρχομεν ἐνταῦθα, μία δὲ φύσις ἐσμὲν πάντες.»

Τούτων δὴ καὶ ἑτέρων πλειόνων ἐν τῷ συνεδρίῳ εἰρημένων, ἐκ παλαιᾶς καὶ διαφόρου πείρας ὑπάρχον, ὅτι ἄνω καὶ κάτω τῷ μακαρίῳ Κυρίλλῳ σχολάζουσιν οἱ τὰ Σευήρου φρονοῦντες καὶ ἄνω καὶ κάτω τὰς αὐτοῦ χρήσεις φέρουσι καὶ ἀποφέρουσι, τῶν δὲ λοιπῶν μακαρίων πατέρων οὐ πλείστην πεῖραν ἔχουσι, πρὸ μικρῶν ἡμερῶν τῆς διαλέξεως ἀκούσας, ὅτι τοὺς ἀκρέμονας καὶ ἐξάρχους αὐτῶν μετεστείλαντο—λέγω δὴ τὸν Ἰωάννην καὶ Γρηγόριον—οἱ Θεοδοσιανοὶ πρὸς τὸ ἡμῖν παρατάξασθαι, καθεσθεὶς συντέταχα τόμον δογματικὸν ὡς ἐξ ὀνόματος Φλαβιανοῦ τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως τοῦ φονευθέντος ὑπὸ Διοσκόρου διὰ τὸ ὁμολογεῖν ἐν Χριστῷ δύο ἡνωμένας ἀδιαιρέτως φύσεις ἐν μιᾷ συνθέτῳ ὑποστάσει. Ἐν ᾧ τόμῳ τὸν μὲν σκοπὸν καὶ τὸ φρόνημα τῶν ἁγίων πατέρων μετὰ πολλῆς τινος τῆς ἀκριβείας ἐφύλαξα, μικρὸν δὲ τὰς αὐτῶν ῥήσεις δι’ ἑτέρων τινῶν ἰσοδυνάμων λέξεων ὑπαλλάξας τέθηκα, οἷον ἀντὶ «μορφῆς» «οὐσίαν» καὶ ἀντὶ «χοϊκοῦ» «γηγενὲς» καὶ ἀντὶ «πάθους» «σταυρόν», πρὸς τὸ δεῖξαι πᾶσιν, ὅτι ἐχθρωδῶς καὶ ἀντιπαθῶς, ἀλλ’ οὐ φιλαλήθως ἐναντιοῦνται τῇ συνόδῳ Χαλκηδόνος καὶ τῷ μακαρίῳ Φλαβιανῷ καὶ τῷ Τόμῳ τοῦ ἁγίου Λέοντος. Ἐγίνωσκον γάρ, ὅτι ἀλόγως, εἰ μόνον ἀκούσωσιν τὸ ὄνομα Φλαβιανοῦ ἢ τοῦ Λέοντος ἐν τῷ τόμῳ, ἀναθεματίζουσιν αὐτὸν μὴ ἀνακρίνοντες, εἰ ὀρθὴ ἢ διεστραμμένη ὑπάρχει ἡ ἔκθεσις ἐν αὐτῷ.

Εἶπον οὖν πάλιν πρὸς αὐτούς· «Ἐὰν ἀρέσκῃ ὑμῖν, ἵνα μὴ πολλὰ εἴπωμεν καὶ ἀκούσωμεν, ἰδοὺ ἡ πίστις ἡμῶν καὶ τῆς συνόδου Χαλκηδόνος. Δέξασθε καὶ ἀνάγνωτε, καὶ ἢ στοιχήσατε ἢ ἀναθεματίσατε.»

Εἶχε δὲ ὁ τόμος οὕτως.

Σχόλιον. Ταῦτα ἐκτιθέμεθα, ἵνα τῷ αὐτῷ τρόπῳ κέχρηνται οἱ φιλόπονοι κατὰ τῶν ἐναντίων. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος οἶδε τῷ τοιούτῳ τρόπῳ χρήσασθαι· διὸ καὶ ἔλεγε πρός τινας, ὅτι Δόλῳ ὑμᾶς ἔλαβον. Φλαβιανοῦ ἐπισκόπου Κωνσταντινουπόλεως ἐκ τοῦ τόμου τοῦ δογματικοῦ, οὗ ἔγραψε πρὸς Λέοντα τὸν πάπαν Ῥώμης περὶ τῆς ἐνσάρκου οἰκονομίας Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν.

«Ὁ Λόγος, φησί, σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἕτερον δέ τι ἡ σκηνὴ καὶ ἄλλο τὸ κατασκηνοῦν· οὐ λέγω ἄλλος καὶ ἄλλος ὡς ἐπὶ δύο προσώπων, ἀλλ’ ἕτερον καὶ ἕτερον ὡς ἐπὶ δύο φύσεων.

Σχόλιον. Ἐκ τοῦ προσφωνητικοῦ Παύλου ἐπισκόπου

Ἐμέσης ἐν Ἀλεξανδρείᾳ ἡ χρῆσίς ἐστιν, ὃν ἐπὶ τοῦ ἁγίου Κυρίλλου εἶπεν. Πᾶσα μὲν γὰρ εὐαγγελικὴ καὶ ἀποστολικὴ παραίνεσις καὶ μαρτυρία περὶ τοῦ Ἐμμανουὴλ εἰς δύο διαιρεῖται τρόπους, πῇ μὲν τὸ μοναδικὸν αὐτοῦ δηλοῦσα πρόσωπον, πῇ δὲ τὰς δύο αὐτοῦ σαφῶς μαρτυροῦσα φύσεις. Καὶ γὰρ ἦν καὶ ἔστι διπλοῦς ὁ εἷς καὶ μόνος υἱὸς καὶ Χριστός, καὶ διπλοῦς ὁ ἐπ’ αὐτῷ λόγος (οὐ πρὸ τῆς ἑνώσεως, ἀλλὰ μετὰ τὴν ἄφραστον ἕνωσιν), τέλειος ὁ αὐτὸς ὥσπερ ἐν θεότητι οὕτω καὶ ἐν ἀνθρωπότητι.

Σχόλιον. Γρηγορίου τοῦ θεολόγου Εἰς τὰ θεοφάνια, καὶ Κυρίλλου Ἱεροσολύμων, καὶ ὡσαύτως Κυρίλλου Ἀλεξανδρείας ἐν τῷ πρώτῳ Λόγῳ τῷ εἰς τὴν ἁγίαν τριάδα Εἰ γὰρ ἦν ἁπλοῦς, πῶς πάσχειν καὶ θνῄσκειν ἠδύνατο; Πῶς τύπτεσθαι καὶ ῥαπίζεσθαι καὶ προσηλοῦσθαι, εἰ μὴ τῇ τοῦ σώματος παθητῇ καὶ γηγενεῖ φύσει;

Σχόλιον. Γρηγορίου Νύσσης Κατὰ Εὐνομίου, καὶ Κυρίλλου Ἀλεξανδρείας Πρὸς Σούκενσον.

Ὥσπερ γὰρ ὁμοούσιος ὢν τῷ θεῷ καὶ πατρί, τέλειός ἐστιν ἐκ τελείου θεός, οὕτως καὶ ὁμοούσιος ἡμῖν ὑπάρχων τέλειος τυγχάνει ἄνθρωπος.

Ὁ γὰρ «ἐν μορφῇ θεοῦ» ὢν «μορφὴν δούλου» ἔλαβε δι’ ἡμᾶς· ἡ δὲ μορφὴ τοῦ θεοῦ οὐσίαν σημαίνει θεοῦ, ὥσπερ καὶ ἡ μορφὴ τοῦ ἀνθρώπου φύσιν ἀνθρωπίνην δηλοῖ.

Σχόλιον. Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως ἐκ τῆς Ἑρμηνείας τῆς πρὸς Φιλιππησίους.

Αἱ μὲν οὖν πληγαὶ καὶ ὁ σταυρὸς καὶ ὁ {2Γρηγορίου Νύσσης Κατὰ Εὐνομίου.}2 θάνατός ἐστι τοῦ ἀνθρώπου, ἐν ᾧ ἐστιν ὁ δεσπότης ὁ θεὸς λόγος· ἡ δὲ δόξα καὶ τὸ κράτος ἐστὶ τοῦ δεσπότου, περὶ ὅν ἐστιν ὁ δοῦλος, τουτέστιν ὁ ἄνθρωπος. Εἰ οὖν τὸ {2Γρηγορίου Κατὰ Εὐνομίου.}2 ἀπαθές ἐστι περὶ τὸ θεῖον, τὰ δὲ πάθη περὶ τὸ ἀνθρώπινον, πῶς ἄν τις τῶν εὖ φρονούντων μίαν λέξειε τὰς δύο αὐτοῦ φύσεις; Εἰ δὲ μία εἰσίν, ἄρα ἂν ἡμίθεος ἐσαρκώθη {2Τοῦ ἁγίου Ἐφραὶμ Εἰς τὸν μαργαρίτην.}2 θεός, καὶ ἡμιφυὴς ἀνελήφθη ἄνθρωπος.

Ἀλλ’ οὐχ οὕτως διδάσκει τῆς εὐσεβείας ὁ θεσμός, ὃν διεκρούσατο Εὐτυχὴς ὁ ἀρχιμανδρίτης μίαν κηρύττων φύσιν τῆς ἀκτίστου θεότητος καὶ τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος τοῦ Χριστοῦ. Ὁ δὲ πᾶς τῶν ἁγίων πατέρων χορὸς {2Κυρίλλου ἐν Ἐφέσῳ τῇ συνόδῳ.}2 διττὸν τὴν οὐσίαν εἶναι ἤτοι τὴν φύσιν ὁμολογεῖ τὸν Χριστόν, οὐ διττὸν δὲ τὴν ὑπόστασιν ἤτοι τὸ πρόσωπον.

Εἰς ἓν γὰρ πρόσωπον, καθὼς καὶ ἡ ὑμετέ- {2Ἀμφιλοχίου.}2 ρα διδάσκει ἁγιωσύνη, συνέδραμον αἱ δύο φύσεις, ἅσπερ καὶ εἶναι καὶ σῴζεσθαι {2Κυρίλλου Πρὸς Σούκενσον.}2 ἀτρέπτως καὶ ἀδιαιρέτως ἐν Χριστῷ ὁμολογοῦμεν.

Ἔστι γὰρ εἷς καὶ μόνος μονογενὴς υἱὸς καὶ {2Πρόκλου.}2 λόγος τοῦ θεοῦ, οὐ τῶν φύσεων αὐτοῦ εἰς δυάδα ὑποστάσεων τεμνομένων, ἀλλὰ τοῦ ἀῤῥήτου λόγου εἰς μίαν ὑπόστασιν τὰς δύο φύσεις ἑνώσαντος· ἔνδοθεν μὲν κοσμουμένου {2Εἰρηναίου ἐπισκόπου.}2 τοῦ παναγίου σώματος διὰ τοῦ θείου λόγου, ἔξωθεν δὲ τῷ πνεύματι φρουρουμένου, ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων δειχθῇ. Οὕτω γὰρ καὶ ἐσθίειν αὐτόν φαμεν οὐ πρὸ {2Βασιλείου Περὶ νηστείας.}2 τοῦ πάθους μόνον, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν τὴν φύσιν τοῦ σώματος αὐτοῦ πιστούμενον. Εἰ δὲ τὸ σῶμα, εἰς ὃ οἱ αἱρετικοὶ διαμφιβάλλουσι, φύσις καὶ οὐσία προσαγορεύεται, εὔδηλον λοιπὸν φυλάττεσθαι ἐν τῷ {2Ἀμβροσίου Πρὸς Γρατιανὸν βασιλέα.}2 ἑνὶ Χριστῷ ἑκατέραν φύσιν, τουτέστι τὴν θείαν καὶ τὴν ἀνθρωπίνην, καὶ ἐν μὲν τῇ θείᾳ λαλεῖν αὐτὸν τὰ θεοπρεπῆ, ἐν δὲ τῇ ἡμετέρᾳ πάλιν φθέγγεσθαι αὐτὸν τὰ ἀνθρώπινα καὶ πτωχά, οὐ φυρμόν τινα, οὐ σύγχυσιν, οὐ διαίρεσιν περὶ τὰς φύσεις ἔχοντα, ἀλλ’ ἕνα υἱὸν καὶ Χριστὸν καὶ κύριον καὶ σωτῆρα ὑπάρχοντα τοῖς εὐσεβῶς πιστεύειν εἰς αὐτὸν βουλομένοις.

Ταῦτα δὴ τοῦ τόμου περιέχοντος καὶ ἀναγνωσθέντος ἐβδελύξαντο, ἀπώσαντο, ἀνεθεμάτισαν τὰ ἐν αὐτῷ γεγραμμένα ὅ τε Ἰωάννης καὶ Γρηγόριος. Καὶ μετὰ τὸ καταράσασθαι καὶ ἀναθεματίσαι προηγάγομεν εἰς μέσον τὰς βίβλους τῶν ἁγίων πατέρων, ἐξ ὧν ὑπῆρχον πᾶσαι αἱ χρήσεις αἱ ἐν τῷ τόμῳ ὑπάρχουσαι· εἴχομεν γὰρ αὐτὰς αὐτόθι μετὰ χεῖρας ηὐτρεπισμένας καὶ ἑκάστης χρήσεως τὸ ἐλέγχειν δεδηλωμένον. Καὶ ὅτε ἀπεδείξαμεν ἐκ τῶν ἰδίων αὐτῶν βίβλων, ὅτι οὐ Φλαβιανόν, ἀλλὰ τοὺς ἁγίους πατέρας κατηράσαντο καὶ ἀνεθεμάτισαν, ἀνέστη ὁ λεπτὸς δῆμος ἐσχάτως ἀτιμάζων καὶ σχεδὸν λιθοβολῆσαι αὐτοὺς θέλων. Οὗτος ὁ θρίαμβος καὶ ἡ αἰσχύνη, ἣν καὶ Ἰωάννης καὶ οἱ σὺν αὐτῷ δημοσίως ἔπαθον.

Πρὸς τὸ εἰδέναι τοὺς φιλοπόνους καλὸν καὶ τοῦτο παρασημειώσασθαι ἐνταῦθα.

Διηγοῦντο τοίνυν ἡμῖν οἱ τῆς καθολικῆς ἐκκλησίας ἐν Ἀλεξανδρείᾳ, ὅτι μετὰ τοὺς χρόνους τοῦ μακαρίου Εὐλογίου τοῦ πάπα γέγονέ τις αὐγουστάλιος ἐνταῦθα σευηριανὸς καὶ ἐπὶ ἱκανοὺς χρόνους ἔσχε ιδʹ καλλιγράφους ὁμόφρονας αὐτοῦ κατ’ ἐπιτροπὴν αὐτοῦ καθεζομένους καὶ φαλσεύοντας τὰς βίβλους τῶν δογμάτων τῶν πατέρων καὶ μάλιστα τὰς τοῦ ἁγίου Κυρίλλου, ἐν <αἷς> ἐλθόντων ἡμῶν εἰς τὴν Πρὸς Σούκενσον χρῆσιν τὴν λέγουσαν, ὅτι Δύο τὰς φύσεις εἶναί φαμεν, οὐχ εὕρομεν αὐτὴν ὀρθῶς κειμένην ἐν οἱᾳδήποτε βίβλῳ ἐν Ἀλεξανδρείᾳ, ἀλλ’ αἱ μὲν εἶχον «Δύο τὰς φύσεις ἡνῶσθαί φαμεν», αἱ δὲ πάλιν «Δύο τὰς φύσεις ἐννοεῖσθαί φαμεν». Καὶ ἐν πολλῇ ἀθυμίᾳ ἡμῶν ὄντων ἐξήγαγεν ἡμῖν ὁ κύρις Ἰσίδωρος ὁ βιβλιοφύλαξ τοῦ πατριαρχείου βίβλον ἔχουσαν ἀνόθευτον τὴν τοιαύτην χρῆσιν.

Ὁμοίως καὶ τὴν τοῦ μακαρίου Ἀμβροσίου διέστρεψαν· ἀντὶ γὰρ τοῦ Φυλάξωμεν τὴν διαφορὰν τῆς θεότητος καὶ τῆς σαρκός, «Φυλάξωμεν τὴν διαφορὰν τῆς ἀναγνώσεως» ἔλεγον.

Πάλιν τε τὴν τοῦ μακαρίου Πρόκλου τὴν περὶ Χριστοῦ φάσκουσαν, ὅτι Ἐκεῖνος ἀφθάρτως ἐγεννήθη ὁ καὶ θυρῶν κεκλεισμένων ἀκωλύτως εἰσελθών, οὖ τὴν συζυγίαν τῶν φύσεων ὁ Θωμᾶς ἑωρακώς· ἀντὶ τοῦ ἀφθάρτως διὰ τοῦ ω γραφομένου οἱ Γαϊανῖται «ἄφθαρτος» λέγουσι, καὶ ἀντὶ τοῦ εἰπεῖν ὁμολογούμενον τὸ ἄρθρον τὸ φάσκον οὖ τὴν συζυγίαν τῶν φύσεων (τουτέστι τοῦ Χριστοῦ) ἐκεῖνοι πάλιν ἀρνητικὸν αὐτὸ φάσκουσι λέγοντες «οὐ τὴν συζυγίαν τῶν φύσεων ὁ Θωμᾶς ἑωρακὼς» καὶ τὰ ἑξῆς.

Ὁμοίως εἰς τὸ Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν, τὸν χορὸν τῶν ἀποστόλων λέγουσι ναὸν τοῦ Χριστοῦ, σκορπισθέντα, φησίν, καὶ πάλιν συναχθέντα.

Ἐν οἷς ἀναισχύντῳ στόματι οὐκ ἠρυθρίασαν λέγειν, ὅτι συνέφερε τοῖς Χαλκηδονίταις λέγειν ἐπὶ Χριστοῦ δύο ὑποστάσεις καὶ μὴ λέγειν δύο φύσεις. «Ἡ γὰρ φύσις, φησίν, πολλῶν ὑποστάσεών ἐστι δηλωτική.»

Ταῦτα αὐτῶν γλωσσαλγούντων λέγω πρὸς αὐτούς· «Εἶτα ὑμεῖς οὐχ ὁμολογεῖτε οὐδὲ μίαν φύσιν ὅλως ἐν τῷ Χριστῷ;»

Οἱ αἱρετικοὶ λέγουσι· «Ναί· ὁμολογοῦμεν μίαν φύσιν ἐν αὐτῷ, καθὰ διδάσκουσιν οἱ πατέρες.»

Ταῦτα αὐτῶν εἰρηκότων ἔφην μεγάλῃ τῇ φωνῇ· «Ὥστε καὶ ὑμεῖς ἐλέγχεσθε ἐν αὐτῇ τῇ μιᾷ φύσει τοῦ Χριστοῦ διαφόρους ὑποστάσεις ὁμολογοῦντες ἐν αὐτῷ, εἴγε κατὰ τὸν τρόπον, ὃν εἰρήκατε, διαφόρων ὑποστάσεων ὑπάρχει ἡ φύσις σημαντική.» 10,3. Ἕτερος πάλιν τρόπος, δι’ οὖ συνήραμεν πρὸς τοὺς αὐτοὺς Θεοδοσιανοὺς κατὰ παρουσίαν τοῦ αὐγουσταλίου ἐπὶ δημοσίας ἀκοῆς καὶ τῆς πόλεως.

Ἱκανῶς τοίνυν καὶ ἀναμφιβόλως καταισχυνθέντων τῶν αἱρετικῶν ἐκ τῆς γεγενημένης αὐτοῖς ὑφ’ ἡμῶν δραματουργίας, καὶ μηκέτι ὅλως ἐχόντων πρόσωπον διᾶραι τὸ στόμα αὐτῶν πρὸς τοὺς τῆς καθολικῆς ἐκκλησίας, ἀποστείλαντες ἐν Αἰγύπτῳ μεταστέλλονταί τινας ἐπισκόπους, οὓς ἐδόκουν γραφικοὺς ὑπάρχειν· ἐν οἷς ἦν καὶ ὁ Κυνωπολίτης. Οἵτινες παραγενόμενοι πρὸς τὸν αὐγουστάλιον ἐπηρώτων αὐτὸν ἐπιζητοῦντες ἡμῖν διαλεχθῆναι περὶ Χριστοῦ. Καὶ ἀποστείλας μετεστείλατο ἡμᾶς γνησίως ἐν τῷ πραιτωρίῳ· οἱ δὲ παραγενόμενοι ἀπήγγειλαν ἡμῖν ὡς ὅτι «Ἐπίσκοποί τινες παρεγένοντο θεοδοσιανοὶ ἐπιζητοῦντες περὶ πίστεως συνᾶραι λόγον μεθ’ ὑμῶν ἐπὶ τοῦ αὐγουσταλίου». Παραγενομένων οὖν ἡμῶν καὶ καθεσθέντων λέγει ὁ αὐγουστάλιος· «Ἀκούσαντες οἱ ἐπίσκοποι οὗτοι τὰ κινηθέντα μεταξὺ τῆς ἐκκλησίας καὶ τῶν Θεοδοσιανῶν παρεγένοντο ἐπιζητοῦντες διαλεχθῆναι τῇ ὁσιότητι ὑμῶν.» Εἶτα ταῦτα τοῦ ἄρχοντος εἰρηκότος ἤρξαντο λαλεῖν οἱ ἐπίσκοποι καὶ κατεγκαλεῖν μοι ὡς δῆθεν ταράξαντος τὴν πόλιν καὶ τὸν λαὸν καὶ τὴν ἐκκλησίαν αὐτῶν.

Αἰσθόμενος οὖν ἐκ τῶν λόγων αὐτῶν ἐγὼ τὸ ἀμύητον καὶ τὸ ἀσύνετον αὐτῶν λέγω πρὸς αὐτοὺς πραείᾳ καὶ μειδιώσῃ τῇ φωνῇ· «Καλόγηροι πατέρες, ἑωράκατέ μέ ποτε ἢ συνετύχετε πρός με ἢ ἀκηκόατε τῆς πίστεώς μου ἢ τοῦ φρονήματός μου ἐκ τοῦ στόματός μου;» Καὶ ἀποκριθέντες λέγουσιν· «Οὐχί.»

«Οὐκοῦν, πατέρες, εἶπον, ἀκούσατε τὴν πίστιν μου. Καὶ ἐλπίζω εἰς τὸν θεόν, ὅτι πάνυ ὑμῖν ἔχει ἀρέσαι καὶ οὐχ εὑρίσκετε παντοίαν αἰτίαν ἐν ἐμοί.»

Ταῦτα δὲ εἶπον βουλόμενος πᾶσι φανερῶσαι καὶ στηλιτεῦσαι τὸν ἰὸν τὸν ἐγκεκρυμμένον ἐν τῇ καρδίᾳ αὐτῶν καὶ πάσης τῆς ἐκκλησίας αὐτῶν. Καὶ λαβὼν χάρτην καὶ καλαμάριν παρὰ τῶν παρεστώτων νοταρίων τῷ αὐγουσταλίῳ ἔγραψα οὕτως·

«Ἐγὼ Ἀναστάσιος μοναχὸς τοῦ ἁγίου ὄρους Σινᾶ ὁμολογῶ, ὅτι αὐτὸς ὁ θεὸς λόγος ὁ γεννηθεὶς ἐκ θεοῦ πατρὸς πρὸ πάντων τῶν αἰώνων αὐτὸς ἐσταυρώθη καὶ ἐτάφη καὶ ἔπαθε καὶ ἀνέστη.»

Ταῦτα ἔγραψα μὴ ὀνομάσας μήτε σάρκα, μήτε ἐπιδημίαν, μήτε ἐνανθρώπησιν, εἰ μὴ μόνην γυμνὴν τὴν θεότητα τοῦ θεοῦ λόγου. Εἶτα ἀναστὰς ἐπέδωκα αὐτοῖς· ἀνέγνων, ἐπῄνεσαν, ἐστοίχησαν. Ὡς γοῦν εἶδον αὐτοὺς ἐπαινέσαντας λέγω· «Ἐὰν οἶδα, ὅτι οὕτως φρονεῖτε, ὑπογράψατε· καὶ εὐθέως συγκοινωνῶ ὑμῖν.» Ἦν γὰρ κυριακὴ τῶν ἡμερῶν ὡσεὶ ὥρα τρίτη. Ἐδέξαντο καὶ ὑπέγραψαν. Καὶ λαβὼν τὸν χάρτην μετὰ τὴν ὑπογραφήν, πλησιάσας τῷ δοκοῦντι εἶναι σοφωτέρῳ αὐτῶν καὶ ἠρέμα τῇ χειρὶ ἁψάμενος τοῦ πώγωνος αὐτοῦ εἶπον· «Χριστοῦ παθόντος σαρκί, ὦ Θεοπασχῖτα, καὶ οὐ θεότητι, σαρκὶ παθόντος κατὰ τὴν Πέτρου τοῦ ἀποστόλου θεολογίαν καὶ οὐ θεότητι παθόντος κατὰ τὴν Σευήρου βλασφημίαν, καθὼς νῦν ὑπεγράψατε. Βουλόμενος γὰρ γυμνῶσαι πᾶσι τὴν ἐν τῇ ψυχῇ ὑμῶν βλασφημίαν γυμνὴν θεότητα τοῦ θεοῦ λόγου ἔγραψα ἐν τῇ τοῦ χάρτου ὑπαγορίᾳ οὔτε σαρκὸς μνημονεύσας, οὔτε ἐνανθρωπήσεως, οὔτε τόκου τοῦ ἐκ τῆς ἁγίας παρθένου.» Ὡς γοῦν ταῦτα ἀκήκοαν, ὥσπερ ἐκ μέθης ἀνανήψαντες πολλὰ ἠγωνίσαντο τὸν τοιοῦτον χάρτην ἀναλαβεῖν παρ’ ἐμοῦ. Ἐγὼ δὲ ἐπὶ πάντων ἀνεβόων, ὅτιπερ «Οὐ δίδωμι τοῦτον, ἕως ἂν προσενέγκω αὐτὸν τῷ Χριστῷ καθ’ ὑμῶν ἐν ἡμέρᾳ κρίσεως». 10,4. Ἕτερος πάλιν σκοπὸς διαλέξεως, ὃν συνήραμεν πρὸς τοὺς αὐτοὺς ἑτεροδόξους ἐν Ἀλεξανδρείᾳ, λέγω δὴ πρὸς Γεώργιον τὸν πρεσβύτερον καὶ λογογράφον τῆς ἐκκλησίας αὐτῶν τὸν λεγόμενον Κλειδοποιόν.

Συγκαθεζομένων ἡμῶν ἐν τῷ σημειογραφείῳ τοῦ Καισαρίου, ὁμοίως τὰ ἀπὸ τύπου προβλήματα αὐτῶν ἔλεγον πρὸς ἡμᾶς, ὡς «Οὐκ ἔστι φύσις ἀνυπόστατος· λοιπὸν δύο εἰποῦσα φύσεις ἡ σύνοδος Χαλκηδόνος ἐν Χριστῷ ἐξ ἀνάγκης πάσης εὑρίσκεται καὶ δύο ὑποστάσεις ἤγουν πρόσωπα λέγουσα ἐν αὐτῷ. Καὶ οὐκέτι τρία πρόσωπα ἤτοι τρεῖς ὑποστάσεις εὑρίσκεσθε λέγοντες ἐπὶ τῆς ἁγίας τριάδος, ἀλλὰ τέσσαρας.»

Πρὸς ταῦτα πάλιν ἡμεῖς· «Τί γὰρ παραβλάπτεται ἡ ἀλήθεια, κἂν εἴπωμεν δύο ὑποστάσεις ἐν τῷ Χριστῷ; Οὐκ ἔστι γὰρ πρόσωπον ἡ ὑπόστασις.»

Ἀγνοήσαντες οὖν τὸν ἡμέτερον σκοπὸν πάλιν, ὅτι ὡς κακούργοις πανούργως καὶ οὐ κατὰ ἀλήθειαν λέγομεν ταῦτα, ἐνίσταντο ἀγανακτοῦντες καὶ χρήσεις πλείστας καὶ μαρτυρίας προφέροντες ἐκ πάντων τῶν ἁγίων πατέρων καὶ ἐξ αὐτοῦ τοῦ μακαρίου Κυρίλλου, ὅτι αἱ ὑποστάσεις πρόσωπά εἰσι καὶ ἐπὶ τῆς ἁγίας τριάδος καὶ ἐπὶ τοῦ λόγου τῆς ἐνσάρκου οἰκονομίας. Ὅτε οὖν ἱκανῶς καὶ μετὰ πολλῆς τῆς ἐνστάσεως ἐκύρωσαν καὶ ὥρισαν πρόσωπα εἶναι ἐκ παντὸς τρόπου τὰς ὑποστάσεις, τότε λέγω πρὸς αὐτούς· «Ὄντως, ἐὰν πρόσωπα δηλοῦσιν αἱ ὑποστάσεις, τῷ ἁγίῳ Κυρίλλῳ προσκρούετε Νεστοριανὸν αὐτὸν καὶ ἑαυτοὺς δεικνύντες φάσκοντα· Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ ὑποστάσεις ἤτοι ἀσύγχυτα ὑπάρχουσι τοῦ Χριστοῦ τὰ πρόσωπα. Τὸ γὰρ εἰπεῖν μεμενήκασιν τὴν αἰώνιον αὐτῶν καὶ ἀσύγχυτον καὶ ἐνύπαρκτον διαμονὴν παρίστησι· τὸ γὰρ παράδοξον, ὅτι οὐκ εἶπεν· «Ἀδιαίρετοι μεμενήκασιν αἱ ὑποστάσεις», ἀλλ’ «ἀσύγχυτοι», τουτέστιν εὔδηλοι καὶ εὐσύνοπτοι καὶ γνωριζόμεναι καὶ ἀριθμούμεναι καὶ διαμένουσαι. Κατὰ τοῦτον δὴ τὸν ὅρον λοιπὸν καὶ τὸν νόμον, ἡνίκα λέγετε ἐκ δύο ὑποστάσεων τὸν Χριστὸν συντεθέντα, ἐκ δύο προσώπων αὐτὸν λέγετε· εἰ δὲ ἐκ δύο προσώπων συνετέθη, δῆλον ὅτι προδιεπλάσθη ἡ σὰρξ καὶ τότε ἐνῴκησεν εἰς αὐτὴν ὁ θεὸς λόγος. Καὶ εἰ ταῦτα οὕτως, τί μάχεσθε Νεστορίῳ τὰ Νεστορίου φρονοῦντες; Ὄντως ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ ὅροι οὗτοι οὐ παρελεύσονται, ὅτι, ἐὰν ἡ ὑπόστασις πρόσωπον δηλοῖ, ἀδύνατόν ἐστι λέγειν, ὅτι Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ ὑποστάσεις, καί, Εἴ τις μετὰ τὴν ἄχραντον ἕνωσιν διαιρεῖ τὰς ὑποστάσεις, καί, Τύπος ἡμῖν ἔσται ἡ κιβωτὸς τῶν Χριστοῦ φύσεων ἤγουν ὑποστάσεων. Χρήσεις γάρ εἰσιν αὗται, ὡς λέγετε, τοῦ ἁγίου Κυρίλλου καὶ ἄλλαι πλεῖσται λέγουσαι ἐν Χριστῷ ὑποστάσεις.»

Μέχρι τούτου τὰ τῆς διαλέξεως. Διὰ τούτου τοῦ τρόπου συντομωτέρως οἱ αἱρετικοὶ αἰσχύνονται.

Περὶ τῆς φωνῆς τῆς λεγούσης «μίαν τοῦ θεοῦ λόγου φύσιν σεσαρκωμένην», ἣν ἄνω καὶ κάτω προφέρουσιν ἡμῖν οἱ αἱρετικοί.

Αὐτοῦ μέν, λέγω δὴ τοῦ πανσόφου Κυρίλλου, ἑρμηνεύσαντος τὴν προκειμένην αὑτοῦ φωνὴν περιττόν τι λογίζομαι ἀμφιβάλλειν περὶ αὐτῆς. Πλὴν καθὼς ὁ αὐτὸς μακάριος Κύριλλος πρὸς Σούκενσον γράφων ἡμᾶς διδάσκει, οὐδὲν ἕτερον δηλοῖ διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην» εἰ μὴ τὴν ἀνθρωπίνην ἡμῶν φύσιν. Ὅπερ μαθόντες, ἡνίκα λέγει πρὸς ἡμᾶς ὁ δι’ ἐναντίας «μίαν τοῦ θεοῦ λόγου φύσιν σεσαρκωμένην», εἰπὲ πρὸς αὐτόν· «Τίς γὰρ τῶν εὖ φρονούντων δύναται ὅλως εἰπεῖν δύο φύσεις τοῦ θεοῦ λόγου σεσαρκωμένας;» Ἐπεὶ εὑρεθήσονται λοιπὸν τέσσαρες φύσεις ἐν τῷ Χριστῷ. Ἀλλ’ οὐχ οὕτως, μὴ γένοιτο. Οὐκοῦν τὸ εἰπεῖν «μίαν φύσιν σεσαρκωμένην» ἑρμηνεύει ἐν ἑτέρῳ τόπῳ ὁ αὐτὸς σοφώτατος πατὴρ λέγων «μίαν Χριστοῦ φύσιν σεσαρκωμένην» ἀντὶ τοῦ εἰπεῖν, ὅτι «ἓν πρόσωπον τῆς ἁγίας τριάδος σεσαρκωμένον». Ὁ λόγος γὰρ σὰρξ ἐγένετο, ὥς φησιν ὁ εὐαγγελιστής.

Τούτων δὴ οὕτως ἐχόντων, τοῦ πατρὸς «μίαν φύσιν σεσαρκωμένην» λέγοντος, τί δήποτε μὴ ἀρκεῖσθε τῇ τοιαύτῃ φωνῇ, ἀλλὰ καινοτομεῖτε τὸν διδάσκαλον λέγοντες· «Μία φύσις ὁ Χριστός· φύσις γὰρ Χριστοῦ μόνη θεότης, εἰ καὶ σεσάρκωται;» Ποίου τῶν πατέρων ταῦτα ἠκούσατε λέγοντος; Τίς τῶν διδασκάλων μίαν φύσιν ἤγουν ἓν γένος εἶναι τὴν θεότητα καὶ τὴν σάρκα τοῦ Χριστοῦ μετὰ τὴν ἕνωσιν; Πῶς δὲ ὅλως δυνατὸν γενέσθαι ὁμοφυὲς καὶ ὁμογενὲς τὸ κτιστὸν καὶ τὸ ἄκτιστον; Ὅπου γὰρ μία φύσις λέγεται, ἐκεῖ πάντως ἓν γένος καθέστηκεν, ἢ ὅλον κτιστὸν ὑπάρχον ἢ ὅλον ἄκτιστον. Εἰ οὖν μία φύσις ὁ Χριστός, πάντως ἡμιγενὴς θεός ἐστι καὶ ἡμιγενὴς ἄνθρωπος, καθὼς οἱ τῶν Μανιχαίων μῦθοι διδάσκουσιν. «Εἰ δὲ οὐχ ὁμοούσιον τὸ σῶμα τῷ θεῷ λόγῳ, ἀλλὰ ἑτεροούσιον, πάντως, ὅτι Ἑτέρα καὶ ἑτέρα φύσις ἐστί, καθὰ ὁ θεῖος Κύριλλος πρὸς Εὐλόγιόν φησι· τέλειος γὰρ ἐν θεότητι καὶ τέλειος ἐν ἀνθρωπότητι ὁ Χριστὸς κατὰ τὰς τῶν ἁγίων πατέρων εὐσεβεῖς παραδόσεις.»

Ταῦτα τὰ ὅπλα, ὦ πρόμαχοι τῆς ἁγίας ἐκκλησίας καὶ τῆς ἀληθείας, φυλάξατε ἐν καιρῷ πολέμου καί, ὁπηνίκα τῆς ἀγέλης ἐκείνων τῶν λύκων προσπελάσει σοί τις τοὺς ψυχροὺς ἐκείνους προσάγων περὶ Χριστοῦ μύθους, καὶ φαντασίαν καὶ δόκησιν τὸν λόγον τῆς οἰκονομίας ποιούμενος, καὶ λέγων, ὅτι «Λεπταῖς τισιν ἐννοίαις ἤτοι νοῦ φαντασίαις νοοῦμεν τὸν Χριστὸν ἐκ δύο φύσεων μίαν φύσιν σεσαρκωμένην. Μετὰ γὰρ τὴν ἕνωσιν οὐκέτι εἰσὶ δύο φύσεις· ἐθεώθη γὰρ ἡ σὰρξ καὶ ἀνεκράθη ὥσπερ σταγὼν ὄξους ἐν τῷ πελάγει, καὶ τοιαύτη γέγονεν, οἷον καὶ τὸ θεῶσαν αὐτήν, καί, Ὁ λόγος σὰρξ ἐγένετο, ἵνα καὶ ἡ σὰρξ γένηται λόγος· ἡ γὰρ θέλησις θεότητος μόνη, ὥσπερ καὶ <ἡ> οὐσία μόνη τοῦ λόγου· καί, οὐ δύο φύσεις ἐπὶ Χριστοῦ, μία προσκυνητὴ καὶ μία ἀπροσκύνητος», καὶ τὰ λοιπὰ τὰ καλῶς μὲν τοῖς πατράσι λελεγμένα, κακῶς δὲ τοῖς αἱρετικοῖς ἑρμηνευόμενα, ὅταν δὴ τούτους καὶ τοὺς τοιούτους τῆς δοκήσεως καὶ φαντασίας προφέρουσι λόγους, ἐννοήθητι τοῦ Σολομῶντος λέγοντος, ὅτι Ἀποκρίνου τῷ ἄφρονι πρὸς τὴν ἀφροσύνην αὐτοῦ· Καὶ εἰπὲ καὶ σύ· «Ἀσύγχυτοι μεμενήκασι καὶ μετὰ τὴν ἕνωσιν αἱ Χριστοῦ ὑποστάσεις. Καὶ εἴ τις μετὰ τὴν ἕνωσιν διαιρεῖ τὰς Χριστοῦ ὑποστάσεις, ἀνάθεμα αὐτῷ, καθά φησιν ὁ θεόσοφος Κύριλλος. Τύπος γάρ ἐστιν ἡ ἐν τῷ νόμῳ κιβωτὸς τῶν Χριστοῦ ὑποστάσεων. Τί δέ εἰσιν αἱ ὑποστάσεις; Πρόδηλον ὅτι πρόσωπα, καθὼς πάλιν ὁ αὐτὸς θεῖος διδάσκει Κύριλλος καὶ πᾶς ὁ τῶν ἁγίων πατέρων χορός». Οὕτω κατὰ τῶν ἐναντίων διὰ τῶν ἐναντίων, ὁ πιστός, ἐναντιώθητι· οὕτως αὐτοὺς πολέμησον. Ἐν τούτοις τοῖς ὅπλοις σφάξον μοι τὸν μιαρὸν Σευῆρον, ἐν τούτοις κατάβαλε Διόσκορον, ἐν τούτοις πάταξον Θεοδόσιον καὶ <Γαϊανὸν> καὶ Ἰουλιανὸν καὶ ὅλον τὸ δεκακέρατον τῶν μίαν ἐπὶ Χριστοῦ δογματιζόντων φύσιν.