Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Ὁδηγός

Ἀναστάσιος Σιναΐτης

Ανασκευή του Θεοπασχητισμού και ερμηνεία των παθών του Χριστού

Έλεγχος της προσθήκης στον Τρισάγιο ύμνο, θεολογική εξήγηση των εκούσιων παθών της σαρκός του Λόγου και ερμηνεία των φυσικών και υπερφυών ιδιωμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 7 από 10

ιαʹ Κεφάλαιον, ἐν ᾧ σημαίνει ὁ ἐξηγητής, πόθεν ἐῤῥέθησαν τῷ διδασκάλῳ αἱ φύσεις ὑποστάσεις. Ὅπως δὲ μή τις τῶν καθ’ ἡμᾶς ἢ μεθ’ ἡμᾶς δόξῃ μανέντας ἡμᾶς τὰ Νεστορίου φρονεῖν, καὶ δύο πρόσωπα καὶ ὑποστάσεις ἐν Χριστῷ ὁμολογεῖν ἀσεβῶς, ἀναγκαῖον τὸ εἰπεῖν τὴν αἰτίαν, δι’ ἣν ἐῤῥέθη ἡ τοιαύτη φωνή.

Ἡ τῶν Ἄφρων καὶ Ῥωμαίων καὶ Δυτικῶν γλῶττα κατὰ τοὺς ἀρχαίους χρόνους τοὺς τοῦ κηρύγματος, οὔπω δογματικῶν λέξεων καὶ βάθους πεῖραν ἔχουσα, ὡς ἐθνικὴ καὶ βάρβαρος οὐκ ηὐπόρει διαστεῖλαι τὴν οὐσίαν καὶ τὴν φύσιν ἐκ τῆς ὑποστάσεως, ἀλλὰ ταὐτὸν ἔφασκε τὴν οὐσίαν τῇ ὑποστάσει, «ὕπαρξιν» τὰς ἀμφοτέρας λέξεις ὀνομάζουσα, καὶ ὅλως ὑπόστασιν εἰπεῖν μὴ εὐποροῦσα, ἀλλὰ τρεῖς ὑπάρξεις τὰ τρία πρόσωπα τῆς ἁγίας τριάδος λέγουσα. Ἡ δὲ ὕπαρξις δύναται τρόπῳ τινὶ καὶ ἀντὶ οὐσίας καὶ ἀντὶ ὑποστάσεως λαμβάνεσθαι· «ὕπαρξις» μὲν ὡς ὑπάρχουσα, «οὐσία» δὲ ὡς οὖσα, «ὑπόστασις» δὲ πάλιν ὡς ὑφεστῶσα.

Ἀποροῦντες οὖν, ὡς προεῖπον, οἱ Δυτικοὶ εἰπεῖν τρεῖς ὑποστάσεις ἐπὶ τῆς ἁγίας τριάδος ἔλεγον τρεῖς οὐσίας. Ἐκ τούτου τινὲς ἕτεραι χῶραι τὴν ἑλληνίδα γλῶσσαν καλῶς ἐπιστάμεναι καὶ τὰς λέξεις τὰς δογματικὰς διαστέλλειν δυνάμεναι διεμάχοντο ἐπὶ τοῦ μακαρίου Ἀθανασίου πρὸς τοὺς Δυτικοὺς φάσκοντες αὐτοῖς, ὡς οὐ χρὴ τρεῖς οὐσίας λέγειν ἐπὶ τῆς ἁγίας τριάδος. Οἱ Δυτικοὶ πάλιν ἀγνοοῦντες εἰπεῖν «ὑπόστασιν» διϊσχυρίζοντο τρεῖς λέγειν οὐσίας, «ἵνα μὴ ἀνούσιον, φησίν, εὑρεθῶμεν λέγοντες ἤγουν ἀνύπαρκτον τὸν πατέρα ἢ τὸν υἱὸν ἢ τὸ ἅγιον πνεῦμα». Μεγάλης οὖν ἐνστάσεως καὶ σχίσματος τυγχάνοντος ὁ μακάριος Ἀθανάσιος ὡς υἱὸς εἰρήνης θεοῦ ᾠκονόμησε τοὺς λόγους αὐτοῦ ἐν κρίσει καὶ διακρίσει τῇ θείᾳ ἐμπνεύσει. Καὶ συγκαλεσάμενος ἀμφότερα τὰ μέρη καὶ ἀνακρίνας καὶ γνούς, ὅτι τὸ ἓν φρονοῦσιν, ἀλλὰ διὰ τὸ στενὸν τῆς γλώττης οἱ Δυτικοὶ διαμάχονται, εἰρήνευσε τὴν ἐκκλησίαν· καὶ γράφων πρὸς τοὺς Ἄφρους συγκαταβάσει τῆς ἀπορίας αὐτῶν χρώμενος εἶπε τὴν οὐσίαν ὑπόστασιν.

Εἴπερ οὖν τοῦ ἁγίου Κυρίλλου εἰσὶν αἱ χρήσεις αἱ λέγουσαι τὰς φύσεις ὑποστάσεις, ἐντεῦθεν τοῦτο ἔλαβε.

Ταῦτα μαρτυρεῖ καὶ ὁ ἅγιος Γρηγόριος ὁ Ναζιανζοῦ εἰς τὸν ἐπιτάφιον τοῦ ἁγίου Ἀθανασίου, ὁμοίως καὶ ὁ κύρις Εὐλόγιος ὁ πάπας Ἀλεξανδρείας εἰς τὸν Τόμον Λέοντος. Ἐγὼ δὲ πρὸς τοὺς αἱρετικοὺς πάλιν λέγω, ὅτι τὰ σπανίως καὶ ἐξ ἀνάγκης λεγόμενα οὐδὲ εἰς νόμον γίνονται, οὔτε εἰς πρόκριμά τι τῇ ἐκκλησίᾳ. Πλὴν καὶ ἐν τούτῳ ἡ εὐσέβεια Χαλκηδόνος δείκνυται, ὅτι δυναμένη εἰπεῖν ὑποστάσεις πατρικῶς οὐδαμοῦ τῇ τοιαύτῃ λέξει ἐχρήσατο, οὔτε ἐκ δύο ὑποστάσεων αὐτὸν εἴρηκεν.

ιβʹ Περὶ τοῦ σωτηρίου πάθους Χριστοῦ καὶ ὅτι Θεοπασχῖταί εἰσιν οἱ λέγοντες τὸ Ἅγιος, ἀθάνατος ὁ σταυρωθεὶς καὶ παθών. Ὅρος ἄριστος ἀνδρῶν πανσοφωτάτων τυγχάνει λέγων, ὡς αἱ πραγματικαὶ ἀντιῤῥήσεις καὶ παραστάσεις ἰσχυρότεραι καὶ πιστότεραι καὶ κραταιότεραι καθ’ ὑπερβολὴν τυγχάνουσι τῶν ῥηματικῶν λέξεών τε καὶ βιβλιακῶν ῥήσεων. Αἱ μὲν γὰρ πραγματικαὶ παραστάσεις οὐδαμῶς παραγραφῆναι ἢ ῥᾳδιουργηθῆναι δύνανται· αἱ δὲ ῥηματικαὶ τῶν δέλτων ἐκθέσεις πολλάκις ὑπὸ ἀνδρῶν κακοφρόνων προσθήκας καὶ ὑφαιρέσεις πάσχουσιν, ὡς ἔξεστι μαθεῖν τῷ φιλοπόνῳ —καθὼς καὶ ἤδη προεῖπον—ἐκ πολλῶν ἀντιγράφων οὐ μόνον δογματικῶν, ἀλλὰ καὶ μωσαϊκῶν καὶ προφητικῶν καὶ εὐαγγελικῶν παρηλλαγμένων. Καὶ γοῦν κατὰ τὸν ἐφετινὸν χρόνον διάφορα τεύχη ψηλαφήσας Ἰερεμίου τοῦ προφήτου οὐχ εὗρον ὅλως ἐν αὐτοῖς τὰ τριάκοντα ἀργύρια τῆς τιμῆς τοῦ Χριστοῦ, οὔτε τὴν πρᾶσιν τοῦ ἀγροῦ τοῦ κεραμέως. Εἰ οὖν αὐτῆς τῆς ἱερᾶς γραφῆς οὐκ ἐφείσαντο οἱ κακόπιστοι, πόσῳ γε μᾶλλον τῶν διδασκαλικῶν λόγων, καθὼς καὶ ἐν τοῖς ἔμπροσθεν πλατύτερον εἰρήκαμεν.

Οὐκοῦν διὰ πραγμάτων μᾶλλον ἰσχυροτέρως καταισχύνονται οἱ αἱρετικοὶ καὶ ἄπιστοι. Διαλεγομένων γὰρ ἡμῶν πάλιν πρὸς αὐτοὺς περὶ τοῦ σωτηρίου πάθους καὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὡς εἴδομεν αὐτοὺς ἐκ τοῦ σκοποῦ τῶν χρήσεων, ὧν προέφερον, ἀγωνιζομένους παθητὸν δεῖξαι καὶ τὸν θεὸν λόγον καὶ θνητὸν μετὰ τῆς ἰδίας αὐτοῦ σαρκός, οὐκέτι λοιπὸν διὰ ῥημάτων, ἀλλὰ διὰ πραγματικῶν σχημάτων καὶ ὑποδειγμάτων πρὸς αὐτοὺς ἐχρησάμεθα ἐν πυξίῳ τινὶ διαχαράξαντες τὴν τοῦ δεσπότου σταύρωσιν καί τινα ἐπιγραφήν, ἥντινα μετὰ τὰς χρήσεις διαγράψομεν. Χρήσεις ἐκ πολλῶν ὀλίγαι, ἃς προφέρουσι Θεοδοσιανοὶ καὶ Γαϊανῖται ἀγωνιζόμενοι παθητὸν σὺν τῇ σαρκὶ δεῖξαι καὶ τὸν ἐν αὐτῇ ἀπαθῆ θεὸν λόγον.

Ἐκ τῆς Πρὸς Κορινθίους αʹ· Ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. Τοῦ ἁγίου Ἰγνατίου ἐπισκόπου Ἀντιοχείας· Ἐάσατέ με μιμητὴν γενέσθαι τοῦ πάθους τοῦ θεοῦ μου. Ἰουλίου ἐπισκόπου Ῥώμης· Ἰουδαῖοι τὸ σῶμα σταυροῦντες τὸν λόγον ἐσταύρωσαν. Πρὸς ταύτην τὴν χρῆσιν ἀπεκρίθην εὐθέως λέγων αὐτοῖς· «Εἰ τὸ σῶμα σταυροῦντες Ἰουδαῖοι τὸν λόγον ἀπέκτειναν, οὐκ ἦν τριὰς ἡ τριάς, ἀλλὰ δυὰς ἐν οὐρανῷ, ἄχρις ἂν ἀνέστη ὁ θεὸς λόγος ἐκ νεκρῶν τριήμερος.» Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ· Μή που τὸν λογισμὸν ὀκλάσῃς αἷμα θεοῦ ἀκούων. Μελίτωνος ἐπισκόπου Σάρδεων ἐκ τοῦ λόγου τοῦ Εἰς τὸ πάθος· Ὁ Θεὸς πέπονθεν ὑπὸ δεξιᾶς ἰσραηλίτιδος. Τοῦ ἁγίου Γρηγορίου· Ὀλίγαι ῥανίδες αἵματος θεοῦ κόσμον ὅλον ἡγίασαν. Τοῦ ἁγίου Κυρίλλου κατὰ Νεστορίου· Θεοῦ τὸ πάθος, θεοῦ ὁ σταυρός, θεοῦ ὁ θάνατος, θεοῦ ἡ ἀνάστασις.

Συνηγορεῖν δὲ τῇ αὑτῶν θεοπασχίᾳ φάσκουσι καὶ τὴν φωνὴν Γρηγορίου τὴν φάσκουσαν, ὅτι Ὁ ἀρνούμενος τὴν Χριστοῦ θεότητα τετάχθω μετὰ τῶν θεοκτόνων Ἰουδαίων.

Διὸ καὶ ὁ πᾶς αὐτῶν σκοπὸς τοῦ τρισαγίου ὕμνου ὁ φάσκων Ἅγιος, ἀθάνατος ὁ σταυρωθεὶς ὑπὲρ ἡμῶν οὐδὲν ἕτερον σημαίνει εἰ μὴ «ἅγιος, ἀθάνατος ὁ θεὸς λόγος ὁ παθὼν καὶ ἀποθανὼν δι’ ἡμᾶς»· τὸν γὰρ θεὸν λόγον λέγουσιν ἀθάνατον, καθὰ καὶ ἔστιν ἀθάνατος. Ὁμοίως καὶ τὴν φωνὴν τὴν λέγουσαν θεοῦ τὸ πάθος μετὰ πάσης εὐλαβείας νοεῖν χρή, ἐπεὶ δύναταί τις κακοθελὴς ὢν καὶ ἐπὶ τοῦ θεοῦ καὶ πατρὸς ταύτην διαβάλλειν, ὁμοίως καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος· θεὸς γὰρ καὶ τὸ ἅγιον πνεῦμα καθάπερ καὶ ὁ πατὴρ καὶ ὁ υἱός.

Ὡς γοῦν ταύτας καὶ ἑτέρας πλείους παρήγαγον ἡμῖν χρήσεις παθητήν, ὡς προεῖπον, ἀγωνιζόμενοι δεῖξαι τὴν θεότητα τοῦ Χριστοῦ οἵ τε τὰ Σευήρου καὶ <Γαϊανοῦ> καὶ Θεοδοσίου φρονοῦντες, βουλόμενοι ἡμεῖς τὸν δόλον καὶ τὸν ἰὸν τὸν κεκρυμμένον ἐν τῇ ψυχῇ αὐτῶν στηλιτεῦσαι οὐκέτι ῥηματικῶς καὶ γραφικῶς πρὸς αὐτοὺς παρεταξάμεθα, ἀλλὰ πραγματικῶς διὰ παραδείγματος καὶ σχήματος ἐνυποστάτου, ἐν ᾧ καὶ ἱκανῶς καταισχυνθέντες ἐνετράπησαν. Ὡς γὰρ προεῖπον, ἐν πυξίῳ τινὶ τὸν τίμιον σταυρὸν μετὰ καὶ ἐπιγραφῆς τινος ἐξετυπώσαμεν καὶ τὸν δάκτυλον ἐπιτιθέντες διηρωτῶμεν αὐτούς. Ἦν δὲ ἡ ἐπιγραφή· «Θεὸς λόγος καὶ ψυχὴ λογικὴ καὶ σῶμα».

Σχόλιον. Καὶ ἐξορκίζομεν εἰς τὸν υἱὸν τοῦ θεοῦ τὸν μεταγράφοντα τὸ βιβλίον, ἵνα τὸν αὐτὸν τύπον ποιήσῃ τοῦ τιμίου σταυροῦ.

Τοῦτον τὸν τύπον προθέμενοι ἠρωτήσαμεν αὐτούς· «Ἰδοὺ ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀνελλιπὴς καὶ ἀδιαίρετος ἐν τῷ σταυρῷ, τουτέστιν ὁ θεὸς λόγος καὶ ἡ καθ’ ὑπόστασιν ἡνωμένη αὐτῷ ψυχὴ λογικὴ καὶ τὸ σῶμα. Ποῖον τῶν τριῶν τούτων ἀπέθανε καὶ ἐνεκρώθη καὶ ἀργὸν καὶ ἀκίνητον γέγονε; Πρόσεχε μετὰ ἀκριβείας. Οὐκ εἶπόν σοι, ποῖον ἐσταυρώθη; ἀλλά, ποῖον ἐκ τῶν τριῶν τούτων τῶν ἐν Χριστῷ ἀπέθανε καὶ ἐνεκρώθη τριήμερον;»

Ταῦτα ὑφ’ ἡμῶν ἐρωτηθέντες ὁμοῦ καὶ ἐσχάτως αἰσχυνθέντες οἱ αἱρετικοὶ λέγουσι· «Τὸ σῶμα ἀπέθανε τὸ τοῦ Χριστοῦ.»

Λέγομεν πάλιν πρὸς αὐτούς· «Μὴ ἀπέθανε ἢ ἐνεκρώθη ἢ ἔπαθεν ἡ ψυχὴ αὐτοῦ;» Λέγουσιν ἐκεῖνοι· «Μὴ γένοιτο.»

Τότε δὴ διαπαίζοντες καὶ μυκτηρίζοντες αὐτοὺς εἴπομεν· «Εἶτα οὐκ αἰσχύνεσθε, ὅτι τὴν ψυχὴν αὐτοῦ τὴν κτισθεῖσαν ὑπ’ αὐτοῦ λέγετε ἀπαθῆ καὶ ἀθάνατον, τὸν δὲ κτίσαντα αὐτὴν θεὸν λόγον λέγετε «Ἅγιος, ἀθάνατος ὁ παθὼν καὶ ἀποθανὼν δι’ ἡμᾶς», ὑπὲρ τὰ κτίσματα καθυβρίζοντες τὸν κτίστην; Λέγετε τοὺς ἀγγέλους ἀθανάτους καὶ ἀπαθεῖς· λέγετε τὰς ψυχὰς ἡμῶν ἀθανάτους· λέγετε καὶ τοὺς δαίμονας ἀπαθεῖς καὶ ἀθανάτους. Καὶ οὐκ αἰσχύνεσθε, πάλιν λέγω, τὸν τούτων ποιητήν, τὸν φύσει μόνον ὄντα ἀπαθῆ, παθητὸν καὶ θνητὸν προσαγορεύοντες, ὑπὲρ τὰ κτίσματα τὸν κτίστην ἀτιμάζοντες; Καὶ πρόσεχε, ᾧ λέγω. Πέντε τινὰ ὑπῆρχον ἐν τῷ σταυρῷ προσηλουμένου τοῦ Χριστοῦ ἐν αὐτῷ. Ἦν ὁ ἥλιος, ὅστις καὶ πρῶτος τοὺς ἥλους καὶ τὴν λόγχην ἐδέξατο καὶ ἔμεινεν ἀχώριστος τοῦ σταυροῦ καὶ ἀπαθὴς ἐκ τῶν ἥλων. Ἦν καὶ τὸ πανάγιον Χριστοῦ σῶμα· ἦν καὶ ἡ ἁγία αὐτοῦ ψυχή· ἦν καὶ ὁ θεὸς λόγος· ἦν καὶ τὸ ξύλον τοῦ σταυροῦ. Τὰ τέσσαρα τούτων κτιστά, ὁ δὲ θεὸς λόγος ἄκτιστος καὶ κτίστης αὐτῶν. Διεφυλάχθη τὰ δύο κτίσματα ἀπαθῆ, λέγω δὴ ὁ ἥλιος καὶ ἡ παναγία Χριστοῦ ψυχή. Καὶ πῶς λοιπὸν ἡ θεότης αὐτοῦ ἀποθνῄσκειν ἠδύνατο; Ὥστε κατὰ δύο μὲν τρόπους ἀθάνατος ὁ Χριστός, καθ’ ἕνα δὲ τρόπον θνητὸς ἤγουν τῇ σαρκί. Οὐκοῦν οἱ πιστοὶ παρὰ σοὶ κρίνονται, ὦ ἀκέφαλε, Πέτρος καὶ Παῦλος οἱ στῦλοι καὶ κορυφαῖοι καὶ φωστῆρες τῆς οἰκουμένης καὶ τῆς πίστεως πρόκριτοι κήρυκες; Μηκέτι κατὰ Πέτρον τὸν σὸν Κναφέα ψάλλε τὸ «Ἅγιος, ἀθάνατος ὁ παθὼν θεὸς λόγος», ἀλλὰ κατὰ Πέτρον τὸν ἁλιέα λέγε Χριστοῦ παθόντος σαρκὶ ὑπὲρ ἡμῶν. Μηκέτι κατὰ Παῦλον τὸν Σαμοσατέα, ἀλλὰ κατὰ Παῦλον τὸν Ταρσέα Χριστὸν κήρυττε θανατωθέντα μὲν σαρκί, ζωοποιηθέντα δὲ πνεύματι. Σαρκὶ τῇ θνητῇ καὶ οὐ πνεύματι τῷ ἀθανάτῳ Χριστὸς τέθνηκεν. Οἱ δὲ ψάλλοντες τὸ Ἅγιος, ἀθάνατος ὁ σταυρωθεὶς καὶ παθὼν ὑπὲρ ἡμῶν, ἢ τὸν θεὸν λόγον τὸν ἀθάνατον θανατωθέντα λέγουσιν, ἢ τὴν ψυχὴν αὐτοῦ τὴν ἀθάνατον· ἀλλ’ ἐλέγχει αὐτοὺς ὁ τοῦ Χριστοῦ τάφος οὐ θεὸν λόγον νεκρωθέντα ἔχων, οὔτε ψυχὴν νοερὰν θανατωθεῖσαν, ἀλλὰ σῶμα ἔνθεον νεκρόν. Τούτων δὴ οὕτως ἐχόντων, ὁπηνίκα ἀκούσεις, ὅτι Ὁ κύριος τῆς δόξης ἐσταυρώθη, ἢ ὅτι Ὁ θεὸς πέπονθεν ὑπὸ δεξιᾶς ἰσραηλίτιδος, ἤ, Ἐάσατέ με μιμητὴν γενέσθαι τοῦ πάθους τοῦ θεοῦ μου, ἤ, Ῥανίδας αἵματος θεοῦ, ἤ, Θεοῦ θάνατον καὶ ταφὴν καὶ σταυρόν, μηδαμῶς τῇ τοῦ θεοῦ λόγου φύσει τὰ πάθη καὶ τὸν θάνατον λογίσῃ, ἀλλὰ τῇ καθ’ ὑπόστασιν ἡνωμένῃ αὐτῷ σαρκί. Ὥσπερ γὰρ θεολογεῖται ἡ σὰρξ διὰ τὴν πρὸς τὸν θεὸν λόγον ἄῤῥητον καὶ ἀδιαίρετον ἕνωσιν, οὕτω πολλάκις ἀνθρωπολογεῖται καὶ παθολογεῖται καὶ θανατολογεῖται καὶ ὁ ἐν αὐτῇ θεὸς λόγος, οἰκειούμενος τὰ τῆς ἰδίας αὑτοῦ σαρκὸς πάθη οἰκονομικῶς πως καὶ συγκαταβατικῶς, μένων αὐτὸς ἀπαθὴς καὶ ἀθάνατος φυσικῶς καὶ ἀληθῶς ὡς θεός.»

Σχόλιον. Καὶ ὥσπερ, ἐὰν λαβὼν ῥομφαίαν καὶ εἰσελθὼν ἐν τῇ καμίνῳ τῶν παίδων ἔσφαξες Ἀζαρίαν, οὐδαμῶς τὴν τοῦ πυρὸς φύσιν ἔβλαπτες ἢ ἐχώριζες ἐκ τοῦ σώματος, οὕτω καὶ τῆς σαρκὸς Χριστοῦ παθούσης ἀχώριστος καὶ ἀπαθὴς ἦν ὁ θεὸς λόγος ἐν αὐτῇ.

Οὐ μόνον δὲ εἰς τὸν περὶ τοῦ πάθους Χριστοῦ λόγον συμβάλλεται ἡμῖν τὸ προκείμενον τοῦ σταυροῦ ἐκτύπωμα καὶ ὑπόδειγμα καὶ ἐπίγραμμα τῶν τριῶν προσηγοριῶν (λέγω δὴ τοῦ θεοῦ λόγου καὶ τῆς νοερᾶς ψυχῆς καὶ τοῦ παναγίου σώματος), ἀλλὰ καὶ ἐν πᾶσι τοῖς λοιποῖς τῶν ἐναντίων πρὸς ἡμᾶς προβλήμασι καὶ διαστρέμμασι. Πάλιν γάρ, ἡνίκα ἡμῖν τὰ χρησίδια καὶ ῥησίδια καὶ κλεψύδρια προεβάλοντο, καὶ τὰς λεπτὰς ἐννοίας περὶ Χριστοῦ ἤτοι νοῦ φαντασίας, καὶ τὰς δοκήσεις καὶ κράσεις καὶ συγχύσεις καὶ συμπλοκάς, καὶ τὰς ἀρνήσεις τῶν ἁγίων πατέρων τὰς σευηροπαραδότους, καὶ τὰ τῆς σταγόνος τοῦ ὄξους καὶ τοῦ πελάγους παραδείγματα (καὶ ἁπλῶς ἐν πάσαις αὐτῶν ταῖς προτάσεσι ταῖς ἀρνουμέναις τὸ εἰπεῖν ἐπὶ Χριστοῦ δύο ἡνωμένας ἀδιαιρέτως φύσεις), ἡμεῖς τὸν προκείμενον τίμιον σταυρὸν καὶ τὴν ἐν αὐτῷ τρισώνυμον ἐπιγραφὴν κατ’ αὐτῶν εἰς τρόπαιον ἀήττητον προεβαλόμεθα, διακωμῳδοῦντες αὐτοὺς καὶ τερετίζοντες, καὶ τὸν δάκτυλον ἡμῶν εἰς ἑκάστην τῶν τριῶν προσηγοριῶν ἐπιτιθέντες, καὶ διερωτῶντες αὐτοὺς καὶ λέγοντες·

«Τί φατε ἡμῖν, ὦ οὗτοι προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις, καὶ πλῆθος ἡμῖν λαβυρίνθων λεξιδίων καὶ κλεψυδρίων καὶ ἀποσπαράγματα χρησιδίων προφέρετε λέγοντες, ὅτι Μετὰ τὴν ἄῤῥητον ἕνωσιν ἐθεώθη ἡ σὰρξ καὶ οὐκέτι λέγεται φύσις· τοιαύτη γὰρ γέγονεν οἷος καὶ ὁ θεώσας αὐτὴν θεὸς λόγος. Καὶ λοιπὸν οὐκέτι ἐστὶν ἐν τοῖς ἰδίοις ἰδιώμασιν, ἀλλὰ τῇ τοῦ κρείττονος ἐκνικήσει μία φύσις τὸ πᾶν τοῦ Χριστοῦ γέγονε· συνανεκράθη γὰρ τὸ σῶμα τῷ πελάγει τῆς θεότητος, διὸ καὶ τοῦτο τῇ θεώσει θεὸς γέγονεν; Τί ἡμῖν τούτους καὶ τοὺς τοιούτους ἄνω καὶ κάτω περισύρετε λόγους, καλῶς μὲν τοῖς ἁγίοις πατράσιν εἰρημένους, κακῶς δὲ ὑφ’ ὑμῶν νοουμένους; Ἐμβλέψατε δὴ εἰς τὸν προκείμενον τοῦ σταυροῦ τύπον, καὶ εἰς τὴν τοῦ Χριστοῦ τοῦ ἐν αὐτῷ τρισώνυμον ἐπιγραφήν, καὶ εἴπατε ἡμῖν, μὴ γέγονεν ὁ θεὸς λόγος ὁμοούσιος τῇ σαρκὶ μετὰ τὴν ἕνωσιν; Μὴ ἀπέστη ἡ νοερὰ ψυχὴ τοῦ εἶναι ψυχή; Μὴ γέγονε τὸ σῶμα ὁμοούσιον τῷ λόγῳ; Μὴ ἐστερήθη ἓν τῶν τριῶν τούτων τῆς οἰκείας ἰδιότητος; Μὴ γέγονε τὸ σῶμα Χριστοῦ ἀπερίγραπτον; Μὴ γέγονε θνητὴ ἡ νοερὰ αὐτοῦ ψυχή; Μὴ γέγονε παθητὸς καὶ ῥευστὸς ὁ θεὸς λόγος; Οὐδαμῶς. Οὐκοῦν, εἰ καὶ μετὰ τὴν ἕνωσιν ἄτρεπτα καὶ ἀσύγχυτα πάντα τὰ ἐν τῷ Χριστῷ μεμενήκασι, πῶς τὰ δύο ἀθάνατα καὶ τὸ θνητὸν αὐτοῦ σῶμα μία φύσις λέγεσθαι δύνανται;»

Ἐρώτησις πρὸς τοὺς αὐτοὺς ἐλέγχουσα τὴν θεοπασχίαν αὐτῶν. Ὁ ὀρθόδοξος· Ὃν λέγετε σταυρωθέντα, τοῦτον λέγετε καὶ ἀποθανόντα ἢ οὔ; Ὁ αἱρετικός· Καί· εἷς γὰρ ὁ Χριστὸς καὶ οὐ δύο. Ὁ ὀρθόδοξος· Καλῶς· λέγοντες οὖν Ἅγιος, ἀθάνατος ὁ σταυρωθεὶς καὶ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀποθανών, τίνα λέγετε ἀθάνατον ἀποθανόντα; Κἂν γὰρ τὸν θεὸν λόγον εἴπητε, κακῶς λέγετε· ἀθάνατος γάρ ἐστι. Κἂν τὴν ψυχὴν αὐτοῦ εἴπητε τὴν ἀθάνατον θανατωθεῖσαν, κακῶς λέγετε. Κἂν τὴν σάρκα εἴπητε ἅγιον ἀθάνατον ἀποθανοῦσαν ἐν τῷ σταυρῷ, κακῶς λέγετε· οὐ γὰρ ἦν ἀθάνατος ἡ σὰρξ ἐπὶ τοῦ σταυροῦ. Κἂν δὲ πάλιν τὴν πᾶσαν ὁλότητα τοῦ Χριστοῦ εἴπητε Ἅγιος, ἀθάνατος ὁ παθὼν καὶ ἀποθανών, καὶ οὕτως κακῶς λέγετε· τὸ γὰρ «ἀθάνατος» οὐχ ἁρμόζει ἐπὶ τοῦ σώματος, ὡς ἤδη προεῖπον. Ὁ δὲ θάνατος ἀλλότριός ἐστι τοῦ ἀθανάτου λόγου καὶ τῆς συναθανάτου αὐτοῦ ψυχῆς, ὥστε κατὰ πάντα τρόπον βλάσφημος ὁ τοιοῦτος ὑμῶν ὕμνος σὺν ὑμῖν καὶ <τῷ ποιήσαντι> αὐτόν.

ιγʹ Ἀνάκρισις ἤτοι συζήτησις καὶ γυμνασία ὀρθοδόξου καὶ ἀκεφάλου περί τινων χρήσεων, ὧν προφέρουσιν ὡς ἐκ τῶν ἁγίων πατέρων πᾶσαι αἱ αἱρέσεις αἱ ἀθετεῖν βουλόμεναι τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ, λέγω δὴ αἱ ἀπὸ Οὐάλεντος, καὶ Μάνεντος, καὶ Μαρκίωνος, καὶ καθεξῆς, ἕως Εὐτυχέος, καὶ Διοσκόρου, καὶ Σευήρου, καὶ Θεοδοσίου, καὶ Γαϊανοῦ, τῶν μίαν λεγόντων φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος τοῦ Ἐμμανουήλ. Πρὸ μέντοι τῆς τοιαύτης διασκέψεως ἐκεῖνο ἐροῦμεν, ὅτι, εἰ μὲν αἱρετικῶν τινων ἀνδρῶν εἰσι προσθῆκαι αἱ τοιαῦται λέξεις, μόνῳ ἔγνωσται τῷ θετῷ (εὑρίσκομεν γὰρ τοὺς αὐτοὺς ἁγίους πατέρας ἐν ἑτέροις τόποις ἀσύμφωνα καὶ ἐναντία τῶν τοιούτων χρήσεων εἰρηκότας ῥήματα), εἰ δὲ καί, ὡς εἰκός, τινὲς ἐκ τῶν τοιούτων λέξεων πατρικαί εἰσιν, ἐκεῖνο ἐροῦμεν, ὅτι τοῖς μὲν ἁγίοις πατράσιν ἢ καταχρηστικῶς πως καὶ ἀπονήρως ἐν ἀκακίᾳ ἐῤῥέθησαν, ἢ κατὰ σκοπὸν τιμητικὸν τῆς ἁγίας ψυχῆς καὶ σαρκὸς τοῦ Χριστοῦ ἐνοήθησαν, ἃς οἱ ἀπαρνούμενοι τὸν τῆς ἐνανθρωπήσεως λόγον οὐ κατὰ τὸν σκοπὸν τῶν ἁγίων πατέρων ἑρμηνεύουσιν, ἀλλ’ ἐπ’ ἀρνήσει τῆς καθ’ ἡμᾶς οὐσίας αὐτὰς ἐκλαμβάνουσι μίαν φάσκοντες γεγονέναι φύσιν τῆς σαρκὸς καὶ τῆς θεότητος μετὰ τὴν ἄφραστον ἕνωσιν, ὡς οἷα τῆς ἁγίας σαρκὸς τοῦ Χριστοῦ διὰ τῆς συγκράσεως μεταβληθείσης εἰς θεότητος φύσιν, προφέροντες ἡμῖν τὴν τοῦ μακαρίου Γρηγορίου φωνὴν τὴν φάσκουσαν περὶ τοῦ δεσποτικοῦ σώματος, ὅτι Καὶ τοῦτο τῇ θεώσει θεός, ὁμοίως καὶ τὸν μακάριον Κύριλλον λέγοντα· Θεοῦ ὁ σταυρός, θεοῦ τὸ πάθος, θεοῦ ὁ θάνατος, θεοῦ ἡ ἀνάστασις, καὶ ἄλλα πλεῖστα τοιαῦτα. Ἀγνοοῦσι δὲ οἱ τάλανες καὶ ἀπαίδευτοι, ὅτι οὐ τῇ φύσει, ἀλλὰ τῇ θεώσει καὶ ἑνώσει τοῖς ἁγίοις πατράσιν αἱ τοιαῦται εἴρηνται φωναί· οὐ γὰρ εἶπεν ὁ θεῖος Γρηγόριος τὸ σῶμα τῇ φύσει θεός, ἀλλ’ ἐπεὶ καὶ τοῦτο, φησίν, τῇ θεώσει θεός, ὡς ἵνα τις εἴποι, ὅτι καὶ ὁ σίδηρος τῇ πρὸς τὸ πῦρ ἑνώσει ἀπαστράπτων τῇ πυρώσει πῦρ λέγεται, οὐ μέντοι καὶ τῇ φύσει· οὐ γὰρ ἀπέστη τοῦ σίδηρος εἶναι. Οὕτω καὶ ὁ πάνσοφος Κύριλλος πάλιν οὐκ εἴρηκεν, ὅτι θεότητος ὁ θάνατος, οὐδὲ θεότητος τὸ πάθος (ἐπεὶ ἄρα ἂν παθητὸν καὶ θνητὸν ἐποίει τὸ πλήρωμα τῆς τριαδικῆς θεότητος), ἀλλὰ θεοῦ τὸ πάθος εἶπε. Δύναται γάρ, ὡς ἤδη προείρηται, εὐσεβεῖ σκοπῷ λέγεσθαι «θεὸς» διὰ τὴν ἄκραν ἕνωσιν καὶ ὁ κυριακὸς ἄνθρωπος, εἴγε καὶ ἄνθρωποι ψιλοὶ καὶ μὴ ἡνωμένοι θεότητι ὠνομάσθησαν θεοί· οὐ δύναται δὲ «θεότης» καλεῖσθαι κτιστὸν ὑπάρχον τὸ πανάγιον σῶμα, ἵνα μὴ φανῶμεν ὁμοούσιον λέγοντες τῷ κτίσματι τὴν θεότητα τῆς ἁγίας τριάδος. Ὅθεν θεὸν μὲν λέγομεν πολλάκις καὶ ὅλον τὸ πλήρωμα τοῦ Χριστοῦ διὰ τὴν ἄκραν ἕνωσιν, οὐ λέγομεν δὲ αὐτὸν ὅλον «θεότητα». ἀλλὰ «θεότητα καὶ ἀνθρωπότητα» διὰ τὸ διάφορον τῶν φύσεων.

Καὶ ὅπως πάλιν τὸν περὶ τοῦ πάθους Χριστοῦ καὶ τοῦ τρισαγίου αὐτῶν ὕμνου ἀναλάβω τὸν λόγον, διερωτητέον καὶ ἀπορητέον αὐτοῖς· «Ψαλλόντων καὶ λεγόντων ὑμῶν· Ἅγιος, ἀθάνατος ὁ σταυρωθεὶς καὶ παθὼν ὑπὲρ ἡμῶν, πόθεν δῆλον, ὅτι περὶ τοῦ Χριστοῦ τοῦτο λέγετε; Εἰ μὲν γὰρ ἐλέγετε· «Ἅγιος, ἀθάνατος ὁ σταυρωθεὶς σαρκὶ ὑπὲρ ἡμῶν», εὔδηλον ἦν, ὅτι εἰς τὸν σαρκωθέντα Χριστὸν τὸν ὕμνον ἀναφέρετε. Μὴ ὀνομαζόντων δὲ ὑμῶν ὅλως σάρκα ἢ σῶμα ἢ ἐνανθρώπησιν ἐπὶ τοῦ τοιούτου ὕμνου, ἀλλὰ λεγόντων ξηρᾷ τῇ λέξει Ἅγιος, ἀθάνατος ὁ σταυρωθείς, δύναταί τις εὐλόγως ἐπιλαβέσθαι ὑμῶν καὶ εἰπεῖν, ὡς οὐ τὸν Χριστὸν λέγετε σταυρωθέντα, ἀλλὰ τὸν ἀθάνατον πατέρα καὶ θεὸν ἢ τὸ ἀθάνατον πνεῦμα τὸ ἅγιον. Τοῦ γὰρ σώματος θνητοῦ ὄντος καὶ οὐκ ἀθανάτου ἐν σταυρῷ πρόδηλοί ἐστε ἐκ παντὸς τρόπου, ὅτι ἢ τὸν ἀθάνατον πατέρα ἢ τὸν ἀθάνατον θεὸν λόγον ἢ τὸ ἀθάνατον πνεῦμα ἅγιον λέγετε σταυρωθέντα καὶ παθόντα καὶ <θανόντα>.»

Ὁ ἀκέφαλος· Καὶ πῶς πάλιν εὑρίσκομεν τὸν μακάριον Ἀθανάσιον πρὸς <Ἰωβιανὸν> τὸν βασιλέα γράφοντα, ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, ἵνα καὶ ἡ σὰρξ γένηται λόγος. Εἰ οὖν λόγος γέγονε καὶ ἡ σάρξ, πῶς δυνατὸν τοῦ λοιποῦ δύο λέγειν φύσεις;

Ὁ ὀρθόδοξος· Καθὼς προείρηκα καὶ πάλιν ἐρῶ, ὅτιπερ ἐγὼ ἀμφίβολον ἔχω τὴν γνώμην, εἰ ὅλως τῶν ἁγίων πατέρων εἰσὶν αἱ τοιαῦται φωναί. Καὶ ἵνα ἀποτολμήσας εἴπω, κἂν ἄγγελος ἐξ οὐρανοῦ εἴρηκε τὴν προκειμένην χρῆσιν, ἀδύνατόν τι καὶ οὐδαμῶς γινόμενον εἴρηκε. Καὶ τοῦτο αὐτὸς ὁ μακάριος Ἀθανάσιος καὶ Κύριλλος φάσκουσι λέγοντες, ὅτι ἀδύνατον καὶ παντελῶς ἀμήχανον τὴν σάρκα εἰς τὴν τοῦ λόγου μεταστῆναι φύσιν. Πῶς γὰρ δυνατὸν τὴν μετὰ μυρίας γενεὰς καὶ χρόνους ὑπὸ τοῦ προαιωνίου θεοῦ λόγου κτισθεῖσαν γενέσθαι ὁμοφυῆ καὶ συγγενῆ τοῦ ἀκτίστου θεοῦ λόγου; Εἰ δὲ Ὁ λόγος σὰρξ ἐγένετο, ἵνα καὶ ἡ σὰρξ γένηται λόγος, πρόδηλον λοιπὸν ὅτι καὶ ἐν τοῖς τοῦ λόγου ἰδιώμασι χρὴ ὁμολογεῖν τὴν σάρκα, τουτέστιν ἀπερίγραπτον καὶ ἄκτιστον καὶ ἄναρχον καὶ ἀσχημάτιστον καὶ συναΐδιον τῷ πατρί. Εἰ δὲ οὐδὲν τούτων δυνατὸν λέγειν εἶναι τὴν ἁγίαν σάρκα τοῦ Χριστοῦ, πρόδηλον ὅτι οὐ γέγονε λόγος ἡ σάρξ. Εἰ δὲ οὐ γέγονε λόγος (ὥσπερ οὖν οὐδὲ γέγονεν), ἐψεύσατο ὁ λέγων, ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, ἵνα καὶ ἡ σὰρξ γένηται λόγος. Καὶ μή μοι εἴπῃς, ὁ ἀκέφαλος, ὅτι οὐ τῇ φύσει εἶπεν ὁ διδάσκαλος γενέσθαι τὴν σάρκα λόγον, ἀλλὰ τῇ δόξῃ. Πρὸς γὰρ τοῦτο δύναμαί σοι κἀγὼ εἰπεῖν, ὅτι τῇ δόξῃ πάντες ἄνθρωποι δύνανται θεοὶ γενέσθαι κατὰ τὸ Ἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες· πλήν, ὅτι οὐδὲ κεῖται ἐν τῇ βίβλῳ τοῦ διδασκάλου, ὅτι τῇ δόξῃ, ἀλλ’ οὕτως ἀπολύτως, ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, ἵνα καὶ ἡ σὰρξ γένηται λόγος.

Οὐ ταύτην δὲ μόνον τὴν χρῆσιν προφέρουσιν ὡς τοῦ ἁγίου Ἀθανασίου, ἀλλὰ καὶ ἑτέραν τινὰ φάσκουσαν· Χριστὸν σαρκωθέντα δίχα ἁμαρτίας καὶ σαρκικῶν θελημάτων· «Ἡ γὰρ θέλησις, φησίν, θεότητος μόνη», ὥσπερ καὶ ἡ οὐσία μόνη τοῦ λόγου.

Ταῦτα τίς εἴρηκεν, οὐκ ἔχω λέγειν· ἐκεῖνο δὲ ἐπίσταμαι καὶ κηρύττω, ὅτι πᾶς ἄνθρωπος μόνην οὐσίαν τοῦ θεοῦ λόγου κηρύττων ἐν τῷ Χριστῷ οὐκ ἔχει τινὰ κλῆρον, οὐδὲ μέρος ἐν Χριστῷ ὡς ἀρνησάμενος τὸ ἡμέτερον φύραμα καὶ τὴν καθ’ ἡμᾶς φύσιν, ἣν ἀνέλαβεν ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας. Εἰ γὰρ θεότης ἐστὶ μόνη ἐν τῷ Χριστῷ, τί ἐγκαλοῦμεν Μανιχαίοις τοῖς λέγουσιν, ὅτι Ἐν σκιᾷ καὶ δοκήσει καὶ φαντασίᾳ ἦν ἡ σὰρξ τοῦ Χριστοῦ, καὶ ἐν τῷ ἡλίῳ ἀνερχόμενος ἀπέθετο καὶ αὐτὸ τὸ σκιῶδες σῶμα, ὃ περιέκειτο ἐν φαντασίᾳ. Οἷστισι (λέγω δὴ Μανιχαίοις) γνησίως μαθητεύσας ὁ σεμνὸς Τιμόθεος τὴν αὐτὴν αὐτοῖς βαδίζει καὶ συνοδεύει τῆς πλάνης τρίβον φάσκων, ὅτι Φύσις τοῦ Χριστοῦ μόνη θεότης ἐστίν, εἰ καὶ σεσάρκωται. Πρὸς ὅν τις εὐκαίρως ἂν τὴν τοιαύτην αὐτοῦ ἀναλαμβανόμενος φωνὴν ἀνταποκριθήσεται λέγων·

«Εἰ φύσις Χριστοῦ μόνη θεότης ἐστίν, ἀκόλουθον λοιπὸν λέγειν, ὅτι γέννησις <μόνης θεότητος>, καὶ αὔξησις Χριστοῦ μόνης θεότητος, νηπιότης Χριστοῦ μόνης θεότητός ἐστι, σπαργάνωσις Χριστοῦ μόνης θεότητος, ψηλάφησις Χριστοῦ μόνης θεότητος, βάπτισις Χριστοῦ μόνης θεότητος, πεῖνα καὶ δίψα καὶ κόπος καὶ ἀγωνία καὶ πτύσμα καὶ αἷμα καὶ δάκρυον Χριστοῦ μόνης θεότητός ἐστι, σταύρωσις Χριστοῦ μόνης θεότητος. Καὶ ποῖος, εἰπέ μοι, ἄνθρωπος ἢ δαίμων τι τοιοῦτον τολμήσει εἰπεῖν;»

Οὐκοῦν ἀσεβεῖ Τιμόθεος λέγων· Φύσις τοῦ Χριστοῦ μόνη θεότης ἐστὶ καὶ μετὰ σάρκωσιν. Εἰ γὰρ μόνη θεότης ἐστὶν ὁ Χριστός, ἡ δὲ θεότης ἀόρατός ἐστι καὶ ἀψηλάφητος καὶ ἄθυτος καὶ ἀμέλιστος καὶ ἄβρωτος, πρόδηλός ἐστιν ὁ Τιμόθεος ἀρνούμενος, ὥσπερ οἱ Ἰουδαῖοι, τὴν θυσίαν καὶ κοινωνίαν τῶν ἁγίων μυστηρίων τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, καὶ μὴ πιστεύων, μήτε ὁμολογῶν ἐν ἀληθείᾳ σῶμα καὶ αἷμα ὁρατὸν καὶ κτιστὸν καὶ γηγενὲς Χριστοῦ εἶναι, ὃ προσφέρων μεταδίδωσι τῷ λαῷ λέγων· «Σῶμα καὶ αἷμα τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Εἰ γὰρ φύσιν Χριστοῦ μόνην θεότητα εἶναι λέγει, ἀλλότριον δὲ θείας φύσεως τὸ κρατεῖσθαι καὶ κλᾶσθαι καὶ μελίζεσθαι καὶ θρύβεσθαι καὶ ἐκχεῖσθαι καὶ κενοῦσθαι καὶ μεταβάλλεσθαι καὶ ὑπὸ ὀδόντων κατατέμνεσθαι καὶ πίνεσθαι, εἰς ἕν<α> ἐκ τῶν ὁποτέρων βόθρων ὁ Τιμόθεος πίπτει, ἢ παθητὸν καὶ ῥευστὸν λέγων τὸ θεῖον, ἢ ἀρνούμενος τὸ σῶμα καὶ αἷμα Χριστοῦ, ὅπερ προσάγε καὶ ἐσθίει ἐπὶ τῆς μυστικῆς θυσίας καὶ μεταδίδωσι λέγων τῷ λαῷ· «Σῶμα καὶ αἷμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἐχρῆν γὰρ αὐτὸν μᾶλλον πρὸς τὸν μεταλαμβάνοντα λέγειν· «Θεότης μόνη τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.»

Λοιπὸν μῦθος παρὰ τῷ Τιμοθέῳ ὁ τῆς σαρκώσεως λόγος· ἀλλ’ ἄπαγε. Ἡ γὰρ σὰρξ οὐκ ἔστι θεότης, καθὰ ὁ τρισμακάριος Ἀθανάσιός φησιν ὧδέ πως λέγων· Οὐ γὰρ ἦν τὸ σῶμα ὁ λόγος, ἀλλὰ σῶμα ἦν τοῦ λόγου. Καὶ πάλιν ὁ αὐτὸς τὸ διάφορον τῶν οὐσιῶν τοῦ Χριστοῦ κηρύττων κατεγκαλεῖ τισι βοῶν· Ποῖος ᾅδης ἠρεύξατο τὴν φωνὴν τὴν λέγουσαν ὁμοούσιον εἶναι τὸ σῶμα καὶ τὸν θεὸν λόγον; Εἰ δὲ οὐχ ὁμοούσιον, ἑτέρα πάντως καὶ ἑτέρα φύσις ἐστί, καθὰ ὁ πάνσοφος Κύριλλος πρὸς Εὐλόγιον τὸν οἰκεῖον αὑτοῦ τοποποιὸν εἴρηκεν ὄντα ἐν Κωνσταντινουπόλει. Εἰ δὲ ἑτέρα καὶ ἑτέρα φύσις ὁρᾶται ἐν Χριστῷ, οὐκ ἔστιν ἡ οὐσία αὐτοῦ μόνη τοῦ λόγου· εἰ δὲ οὐκ ἔστι μόνη τοῦ λόγου ἡ Χριστοῦ φύσις, ψεύστης ἐστὶ Τιμόθεος λέγων, ὅτι Φύσις Χριστοῦ μόνη θεότης, εἰ καὶ σεσάρκωται.

Ὁ ἑτερόδοξός φησιν· Οὐκ ἀπαρνούμενος ὁ Τιμόθεος ἢ Σευῆρος τὴν σάρκωσιν τοῦ Χριστοῦ μίαν φύσιν ἐπ’ αὐτοῦ κηρύττουσιν, ἀλλὰ τοῖς ἁγίοις πατράσιν ἑπόμενοι. Ὁ μὲν γὰρ μακάριος Γρηγόριος ὁ θεολόγος φησίν, ὅτι Ὁμόθεον γέγονε τὸ σῶμα τῷ θεῷ λόγῳ καὶ τοιοῦτον ἀπετελέσθη, οἷον καὶ τὸ θεῶσαν αὐτό. Ὁ δὲ θεόσοφος Νυσσαεὺς καὶ ὑποδείγματι κέχρηται ἐπὶ τῇ θεώσει καὶ μεταστοιχειώσει τοῦ παναγίου σώματος τοῦ Χριστοῦ φάσκων, ὅτι, Καθάπερ σταγὼν ὄξους βληθεῖσα ἐν τῷ πελάγει τῆς θαλάττης οὐκέτι ἐστὶν ἐν τοῖς ἰδίοις τοῦ ὄξους ἰδιώμασιν, ἀλλὰ μετεποιήθη καὶ συνεκράθη εἰς τὸ τοῦ πελάγους τῶν ὑδάτων ἰδίωμα, οὕτω δὴ καὶ τὸ πανάγιον ἐκεῖνο σῶμα συνανακραθὲν τῇ θεότητι οὐκέτι ἐστὶν ἐν τοῖς τῆς σαρκὸς ἰδιώμασιν.

Σχόλιον. Εἰ τὸ πέλαγος τῆς θεότητος ἀόρατόν ἐστι καὶ ἀψηλάφητον (Θεὸν γὰρ οὐδεὶς ἑώρακε), συνανεκράθη δὲ τὸ σῶμα Χριστοῦ, καὶ γέγονε πέλαγος, ὥστε λοιπὸν φαντασία ἦν ὁ λόγος ὁ τῆς οἰκονομίας μηδὲν ἀληθῶς ἢ ἀληθὲς δεικνύντος τοῦ Χριστοῦ ἐπὶ τῆς γῆς.

Ὁ ὀρθόδοξος· Τὴν αὐτὴν πάλιν γνώμην σοῦ ἡμῖν προβαλλομένου (λέγω δὴ τὴν ἀναίρεσιν τῆς ἐνσάρκου οἰκονομίας), ἀνάγκη λοιπὸν καὶ ἡμᾶς τοῖς ἤδη προειρημένοις πρότερον χρήσασθαι καὶ νῦν ῥήμασιν. Εἰ γὰρ τοιοῦτον γέγονε τὸ ἅγιον σῶμα, οἷος ὁ θεώσας αὐτὸ θεὸς λόγος, καὶ οὐκέτι ἐστὶν ἐν τοῖς τῆς ἀνθρωπίνης φύσεως ἰδιώμασι, πρόδηλον λοιπόν, ὅτι οὐκέτι ἐστὶ περιγραπτόν, οὐκέτι ἐστὶ μεταβατικόν, οὐκέτι ἐστὶν ἐκπορευτόν, οὐκέτι ἐστὶ ψηλαφητόν, οὐκέτι ἐστὶν ὁρατόν, οὐκέτι σχῆμα ἀνθρώπου ἔχει Χριστός, οὐκέτι μέλη, οὐκέτι χεῖρας, οὐκέτι πόδας, οὐκέτι στόμα, οὐκέτι πλευράν. Καὶ πῶς λέγει, ὅτι Ὄψονται εἰς ὃν ἐξεκέντησαν; Εἰ γὰρ οὐκέτι ἐστὶ τὸ σῶμα Χριστοῦ ἐν οἱῳδήποτε ἀνθρωπίνῳ ἰδιώματι, ἀλλὰ μετεστοιχειώθη εἰς τὰ τοῦ πελάγους τῆς θεότητος ἰδιώματα, πῶς λέγει τοῖς μαθηταῖς μετὰ τὴν τριήμερον αὑτοῦ ἔγερσιν καὶ πρὸς ἀφθαρσίαν τοῦ σώματος μεταποίησιν· Ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα; Πῶς τοὺς τύπους τῶν ἥλων ἐψηλάφησεν ὁ Θωμᾶς; Περὶ ὧν φησιν ὁ αὐτὸς Νυσσαεὺς οὕτως· Σκόπησον, ὅσον εἰσέδυ τὸ δόρυ ἐν τῇ πλευρᾷ ὥστε καὶ χεῖρα ὅλη μαθητοῦ πρὸς ψηλάφησιν δέξασθαι. Ὧι συμφωνεῖ καὶ ὁ θεόσοφος Ἐπιφάνιος λέγων· Εἰπέ, Μαρκίων, πῶς ἡ κλάσις τοῦ ἄρτου γέγονεν; Ἐν φαντασίᾳ ἢ σώματος ἐνεργοῦντος ὀγκηροῦ;

Εἰ δὲ πρὸς ταῦτα διαπορεῖ λέγων ὁ δι’ ἐναντίας, ὅτι «Καὶ πῶς τινες τῶν πατέρων φάσκουσιν ὥσπερ καὶ ὁ Νυσσαεὺς μηκέτι εἶναι τὴν σάρκα τοῦ κυρίου ἐν τοῖς ἀνθρωπίνοις αὑτῆς ἰδιώμασιν;», μανθανέτω ὁ ἀπαίδευτος, ὅτι οὐ καθὸ αὐτὸς ὑπολαμβάνει, οἱ ἅγιοι πατέρες τὰς τοιαύτας φωνὰς εἰρήκασιν, ἀλλὰ κατὰ τόνδε τὸν τρόπον. Ἐν ἀρχῇ ποτε τότε ἄφθαρτος καὶ ἀθάνατος ὑπὸ θεοῦ γεγονὼς ὁ ἄνθρωπος διὰ τῆς ἁμαρτίας γέγονε φθαρτὸς καὶ θνητὸς καὶ ὑλικὸς καὶ ῥευστὸς καὶ βροτὸς καὶ πολυπαθὴς καὶ ἔλλυπος καὶ ἔγκοπος καὶ ἔνδακρυς καὶ ὑπνηλός. Σαρκωθεὶς οὖν ὁ θεὸς λόγος καὶ λαβὼν τὸ ἡμέτερον φύραμα ἀνεκάθαρε καὶ ἠλευθέρωσεν αὐτὸ πάντων τῶν προσγενομένων αὐτῷ διὰ τῆς ἁμαρτίας ἰδιωμάτων καὶ παθημάτων. Ὅταν οὖν ἀκούσῃς διδασκάλου λέγοντος μηκέτι εἶναι τὴν σάρκα τοῦ Χριστοῦ ἐν τοῖς τῆς σαρκὸς ἰδιώμασι, οὕτω νόησον, ὅτι οὐκέτι ἐστὶν ὁ κατ’ αὐτὸν νοούμενος ἄνθρωπος ἐν τοῖς διὰ τῆς ἁμαρτίας προσγενομένοις τῷ ἡμετέρῳ σώματι φθαρτοῖς πράγμασιν, ἀλλὰ μετεστοιχειώθη διὰ τῆς ἑνώσεως τῆς θεότητος καὶ τῆς τριημέρου ἐγέρσεως τὸ πανάγιον αὐτοῦ σῶμα ἐπὶ τὸ κρεῖττον, καὶ οὐκέτι ἐστὶν ἐν τοῖς προτέροις ἰδιώμασιν· οὐκέτι ἐστὶ θνητόν, οὐδὲ φθαρτόν, οὐδὲ ῥευστόν, οὐδὲ ἔγκοπον, οὔτε ἐνδεές, ἀλλὰ μετεποιήθη ἀπὸ θνητοῦ εἰς ἀθάνατον, ἀπὸ φθαρτοῦ εἰς ἄφθαρτον, καὶ γέγονε τὸ ὑλικὸν ἄϋλον, τὸ σαρκικὸν πνευματικόν, τὸ παθητὸν ἀπαθές, τὸ ῥευστὸν ἄῤῥευστον, τὸ ἔμπεινον ἄπεινον, τὸ ἔνυδρον ἄνυδρον, τὸ ἐνδεὲς ἀνενδεές, τὸ παχυμερὲς λεπτομερές, τὸ πρόσκαιρον αἰώνιον· οὐ μέντοι καὶ ἀπερίγραπτον, οὐδὲ ἀσχημάτιστον, οὔτε ἀμετάστατον, οὔτε ἀψηλάφητον, οὔτε ἀόρατον, οὔτε ἄκτιστον, οὔτε ἄναρχον· ταῦτα γὰρ μόνης θεότητός εἰσιν ἰδιώματα. Οὐκοῦν ὁ εὐσεβὴς καὶ ὀρθόδοξος τῶν πατέρων λόγος οὐκ οἶδε νῦν τὸ πανάγιον τοῦ Χριστοῦ σῶμα ἐν τοῖς παρεισάκτοις διὰ τῆς παρακοῆς φυσικοῖς ἡμῶν ἰδιώμασιν, ἀλλ’ ἐν τοῖς πρὸ τῆς ἁμαρτίας θεοκτίστοις τοῦ Ἀδὰμ κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν πράγμασιν.

Οὕτως εὐσεβῶς νοητέον καὶ ἐκληπτέον τὰς τῶν πατέρων φωνάς. Ὅσον μὲν γὰρ ἦν δυνατὸν καὶ δεκτικόν, τὸ πανάγιον σῶμα μετέλαβεν ἐκ τῆς καθ’ ὑπόστασιν αὐτῷ ἡνωμένης τοῦ λόγου θεότητος, ἵνα τὸ μοναδικὸν τοῦ προσώπου Χριστοῦ μάθωμεν· τινῶν δὲ καὶ ἀμέτοχον γέγονεν, ἵνα τὸ διάφορον διδαχθῶμεν τῶν φύσεων. Καὶ διὰ τοῦτο, εἰ καὶ ἡνώθη τῷ ἀπεριγράπτῳ θεῷ λόγῳ ἡ σάρξ, οὐ γέγονεν ἀπερίγραπτος, οὔτε ἀΐδιος, εἰ καὶ τῷ ἀϊδίῳ γέγονε σύζυγος, οὔτε μὴν ἀόρατος, εἰ καὶ τὸν ἀόρατον ἔνδοθεν φέρει, οὔτε μὴν ἀσχημάτιστος, εἰ καὶ ἐν τῷ ἀσχηματίστῳ τὴν ὕπαρξιν ἔλαβεν, οὔτε ἄκτιστος, εἰ καὶ ἐξ ἀκτίστου εἰς κτίσιν ἦλθε καὶ τοῦτον ἐν ἑαυτῇ ἀδιάστατον ἔχει.

Εἰ δὲ ξηραῖς καὶ ἀβασανίστοις προσέχεις ταῖς γραφικαῖς καὶ διδασκαλικαῖς φωναῖς, πολλαῖς καὶ ὀλεθρίαις ἀτοπίαις περιπίπτεις. Καὶ τοῦτο εὐθέως ἐκ τῆς προκειμένης τοῦ πανσόφου Γρηγορίου φωνῆς ἀποδείξω. Ἰδοὺ ὡς σταγόνα ὄξους τὴν ἡμετέραν φύσιν ἔφησεν ἀνακραθεῖσαν τῷ πελάγει τῆς θεότητος· πᾶσα δὲ σταγὼν κιρναμένη τῷ πελάγει τῆς θαλάττης εὔδηλον ὅτι ἀόρατος λοιπὸν καὶ ἀνύπαρκτος καὶ ἀψηλάφητος γίνεται. Εἰ οὖν τὸ κυριακὸν σῶμα τῇ πρὸς τὸ πέλαγος τῆς θεότητος ἑνώσει ἀόρατον γέγονεν (ἀόρατον δὲ φύσει καὶ ἀψηλάφητον ὑπάρχει καὶ τὸ τῆς θεότητος πέλαγος), ἆρα ἂν φαντασία λοιπὸν καὶ δόκησις εὑρεθήσεται πᾶσα ἡ ἐπὶ γῆς διαγωγὴ τοῦ Χριστοῦ ἀπ’ αὐτῆς τῆς ἐκ παρθένου γεννήσεως καὶ καθεξῆς μέχρι τῆς αὐτοῦ εἰς οὐρανοὺς ἀναλήψεως; Οὐκοῦν οὐ συγχύσει πραγμάτων, ἀλλὰ παραβολῇ ὑποδειγμάτων ὁ θεῖος Γρηγόριος τῇ προσηγορίᾳ τοῦ ὄξους καὶ τῆς θαλάττης ἐχρήσατο, τὸ εὐτελὲς τῆς ἡμετέρας φύσεως πρὸς τὸ ἄπειρον μέγεθος τοῦ ἀκαταλήπτου πελάγους τῆς θεότητος ἐνδεικνύμενος· οὐ γὰρ ἂν σύγκρασιν καὶ ἀφανισμὸν κηρύττειν ἔμελλε τῶν Χριστοῦ φύσεων ὁ πρὸς Εὐνόμιον λέγων, ὅτι Ποία φύσις Χριστοῦ ἐπὶ τοῦ πάθους ῥαπίζεται; Καὶ ποία ἐξ ἀϊδίου δοξάζεται; Φανερὰ γὰρ ταῦτα, φησὶν ὁ πατήρ, κἂν μή τις ἑρμηνεύσῃ τῷ λόγῳ, ὅτι αἱ μὲν ὕβρεις τοῦ δούλου εἰσίν, ἐν ᾧ ὁ δεσπότης, ἡ δὲ τιμὴ τοῦ δεσπότου, περὶ ὃν ὁ δοῦλος. Ταῦτα ὁ διδάσκαλος λέγων, καὶ δοῦλον ὀνομάσας τὴν σάρκα ἤγουν τὴν μορφὴν τοῦ δούλου, πῶς λοιπὸν αὐτὴν ἀφανισθεῖσαν καὶ συγχυθεῖσαν ὡς σταγόνα ὄξους ἐν πελάγει ἠδύνατο λέγειν; Ὥστε οὐ πρὸς σύγχυσιν, ἀλλὰ πρὸς ἄκραν ἕνωσιν τὸ ὑπόδειγμα αὐτοῦ ὁρᾷ.

Ὁ αἱρετικὸς πρὸς ταῦτα· Οὐκ ἀπαρνούμενοι οἱ πατέρες τὴν τοῦ κυρίου σάρκα τὰς τοιαύτας εἰρήκασι φωνάς, ἀλλὰ τῇ τοῦ κρείττονος ἐκνικήσει καὶ θεώσει· ὅθεν καὶ ὁ ἀποστολικὸς πατὴρ Διονύσιος ὁ Ἀρεοπαγίτης πάντα τὰ ἀνθρώπινα τὰ φυσικὰ καὶ ἀδιάβλητα ἡμῶν ὑπὲρ φύσιν καὶ οὐ κατὰ φύσιν λέγει εἶναι ἐν τῷ Χριστῷ. Φησὶ γὰρ ἐν ταῖς θεολογικαῖς αὑτοῦ στοιχειώσεσιν ὡς ἐξ Ἱεροθέου τοῦ ἁγιωτάτου οὕτως περὶ Χριστοῦ· Τὸ δὲ πάντων καινῶν καινότατον, ὅτι ἐν τοῖς φυσικοῖς ἡμῶν ὑπερφυὴς ἦν, ἐν τοῖς κατ’ οὐσίαν ὑπερούσιος, πάντα τὰ ἡμῶν ἐξ ἡμῶν ὑπὲρ ἡμᾶς ὑπερέχων. Ὅθεν καὶ πρὸς Γάϊον ἐπιστέλλων ὁ αὐτὸς πατὴρ φάσκει, ὅτι Οὐ κατὰ ἄνθρωπον ὁ Χριστὸς ἐνήργει τὰ ἀνθρώπινα καὶ φυσικὰ ἡμῶν πράγματα, ἀλλ’ ὑπὲρ ἄνθρωπον λοιπὸν τὰ ἀνθρώπινα ἔπραττεν.

Ὁ ὀρθόδοξος· Ἐν πάσαις μὲν ταῖς θείαις καὶ ἱεραῖς γραφαῖς καὶ ἀναγνώσεσι τῆς θείας εὐλαβείας καὶ φόβου θεοῦ δέεται ὁ ἄνθρωπος, πολλῷ πλέον δὲ ἐν τοῖς περὶ θεοῦ ῥήμασί τε καὶ κηρύγμασιν. Ἀλλ’ οἱ τῶν αἱρετικῶν παῖδες ἐοίκασι μονοφθάλμοις τισὶν ἀνθρώποις, τὰ μὲν τῶν πατέρων κατανοοῦντες, τὰ δὲ παρορῶντες. Ὁ γὰρ πατὴρ οὗτος ὁ εἰπών, ὅτι Πάντα τὰ καθ’ ἡμᾶς ὑπὲρ ἡμᾶς εἶχεν ὁ Χριστός, ὁ αὐτὸς πάλιν εἴρηκεν ἐν τῷ Περὶ ἑνώσεως καὶ διακρίσεως κεφαλαίῳ, ὅτι Ἐκ παρθενικῶν αἱμάτων ἐσαρκώθη, ὅπερ παχύ τι ῥῆμα καὶ τοῖς ἰδιώταις βαρὺ καταφαίνεται, ὡς μὴ ῥηθὲν ὑφ’ ἑτέρου τινὸς τῶν διδασκάλων. Οὐκοῦν ἐχρῆν πάντα τὰ τοῦ πατρὸς ῥήματα εὐσεβῶς ἐκλαμβάνειν. Εἰ γὰρ οὐδὲν τῶν καθ’ ἡμᾶς φυσικῶν εἶχε καθ’ ὁμοιότητα ἡμῶν ὁ Χριστός, ἀλλὰ πάντα ὑπὲρ ἡμᾶς, ψεύδεται Παῦλος λέγων αὐτὸν γενόμενον ἄνθρωπον ἐκ σπέρματος Δαυὶδ [τὸ] κατὰ σάρκα ἀσπόρως, καί, πρὸς τὰ παιδία κεκοινωνηκέναι σαρκὸς καὶ αἵματος, καί, πεπειραμένον κατὰ πάντα τρόπον καθ’ ἡμᾶς δίχα μόνης τῆς ἁμαρτίας.

Σχόλιον. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος—δοκεῖ μοι, ὅτι ἔνθεν ἔλαβεν ὁ Διονύσιος τὴν φωνὴν ὡς Παύλου γενόμενος μαθητής.

Εἰ οὖν ἐν ὁμοιώματι ἀνθρώπων γέγονεν ἄνθρωπος καθ’ ἡμᾶς Ἰησοῦς, οὐ πάντα τὰ καθ’ ἡμᾶς ἐν αὐτῷ ὑπὲρ ἡμᾶς ἦν, εἴγε πεπείραται τῶν ἡμετέρων κατὰ πάντα τρόπον δίχα μόνης τῆς ἁμαρτίας, ὡς Παῦλος νομοθετεῖ. Εἰ δὲ ἐν πᾶσι τοῖς ἀνθρωπίνοις οὐ κατὰ ἄνθρωπον, ἀλλ’ ὑπὲρ ἄνθρωπον ἦν, πῶς δυνατὸν λοιπὸν λέγειν αὐτὸν ὁμοούσιον ἡμῶν εἶναι κατὰ τὴν ἀνθρωπότητα; Ὁμοουσιότης γὰρ κυρίως ἐστὶν ἡ τῶν φυσικῶν ἰδιωμάτων τοῦ ὁμοφυοῦς ἀπαράλλακτος ταὐτότης. Οὐκοῦν οὐκ ἀπαρνούμενος ὁ Διονύσιος τὸ τοῦ σώματος τοῦ Χριστοῦ πρὸς ἡμᾶς ὁμοούσιον, καθάπερ, οἱ αἱρετικοί, νομίζετε, εἴρηκε τὸ ἐν πᾶσι τοῖς φυσικοῖς ἡμῶν ὑπὲρ φύσιν αὐτὸν εἶναι, καί, οὐ κατὰ ἄνθρωπον ἐνεργεῖν τὰ ἀνθρώπινα, ἀλλὰ διότι οὐκ ἀπὸ σπορᾶς, ἀλλ’ ἐκ τοῦ θεοῦ λόγου καὶ σὺν τῷ θεῷ λόγῳ καθ’ ὑπόστασιν ἐν τῇ μήτρᾳ ὑπέστη τὸ ἀνθρώπινον ἡμῶν τῆς ψυχῆς καὶ τοῦ σώματος τέλειον φύραμα.

Καὶ λοιπὸν σὺν θεῷ ὑποστάν, καὶ ἔνθεον καὶ σύνθεον γεγονός, οὐ ψιλάνθρωπα εἶχε τὰ ἀνθρώπινα, ἀλλὰ θεάνθρωπα, θεανδρικῶς μὲν καὶ ἀδιαστάτως τυγχάνοντα ἐν τῷ μοναδικῷ προσώπῳ Χριστοῦ, ὅμως φυλάττοντα ἀσύγχυτον ἑκατέρων τὴν οἰκείαν ἰδιότητα, καὶ δηλοῦντα σαφῶς, ὅτι τὰ μὲν τῶν φυσικῶν καὶ ἀδιαβλήτων ἡμῶν πραγμάτων ὁ Χριστὸς ἐν τῇ οἰκείᾳ σαρκώσει πεποίηκεν ὑπὲρ ἄνθρωπον, τὰ δὲ κατὰ ἄνθρωπον καὶ κατὰ τὸν νόμον τὸν κοινὸν τῆς ἡμῶν φύσεως, τινὰ δὲ πάλιν καὶ ταπεινοτέρως τῶν ἡμετέρων πραγμάτων ἐν τῇ οἰκείᾳ σαρκὶ διεπράξατο, ἵνα τὰ τῶν αἱρετικῶν ἐμφράξῃ στόματα. Τὸ γὰρ ὀφθῆναι τὸ εἶδος Χριστοῦ ἐν τῷ σταυρῷ ἄτιμον καὶ ἐκλεῖπον ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὥς φησιν Ἡσαΐας, καὶ πάλιν τὸ ὀφθῆναι ἄγγελον ἐνισχύοντα αὐτόν, καὶ τὸ πρὸ τῶν λῃστῶν τελευτῆσαι αὐτὸν ἐκ τῆς ὀδύνης τῶν ἥλων ἑκουσίως, καὶ τὸ μώλωπας καὶ τύπους τραυμάτων δεῖξαι ἐν ἀφθάρτῳ σώματι, καὶ τὸ ἐν εὐτελεστάτῃ μορφῇ κηπουροῦ ὁρᾶσθαι φύσιν ἀθανάτου καὶ πνευματικοῦ σώματος, καὶ τὸ ἐπὶ τεσσαράκοντα ἡμέρας συναλίζεσθαι καὶ ἐσθίειν καὶ πίνειν καὶ συνδιαιτᾶσθαι βροτοῖς καὶ φθαρτοῖς ἀνθρώποις τὴν ἄχραντον ἐκείνην καὶ ἔνθεον καὶ ἀνενδεῆ καὶ ἄϋλον καὶ ἀθάνατον τοῦ δεσποτικοῦ σώματος μετὰ τὴν ἀνάστασιν φύσιν, ὄντως πάνυ πτωχείας τινὸς καὶ συγκαταβάσεως καὶ εὐτελείας καὶ ταπεινώσεως μὴ ἁρμοζούσης τῇ ἀθανάτῳ φύσει τοῦ παναγίου ἐκείνου σώματος Χριστοῦ τυγχάνει. Ταῦτα γὰρ ἅπαντα οὔκ εἰσιν ὑπὲρ ἄνθρωπον, ἀλλὰ καὶ μᾶλλον πτωχότερα τῆς καθ’ ἡμᾶς φύσεως· οὐδεὶς γὰρ ἀνθρώπων ἐκ νεκρῶν ἐν τῇ ἀναστάσει ἐγειρόμενος τοῦ λοιποῦ ἐσθίει καὶ πίνει βρώσιν ἰχθύων ὀπτῶν ἢ ἀπὸ μελισσίου κηρίον· οὐδεὶς δίκαιος, οὔτε δὲ ἁμαρτωλὸς ἀνίσταται ἔχων ἐν τῷ σώματι μώλωπας καὶ οὐλὰς καὶ τραυμάτων τύπους· οὐδεὶς δίκαιος ἐν εὐτελεστάτῃ μορφῇ κηπουροῦ ἐκ νεκρῶν ἀνίσταται, εἴγε τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος.

Εἰ δὲ λέγεις μοι, ὁ αἱρετικός, ὅτι οἰκονομικῶς ταῦτα Χριστὸς πεποίηκε πρὸς πίστωσιν τῶν μαθητῶν, καὶ εἰς νόμον οὐκ ἀναφέρονται, κἀγώ σοι εὐθέως ἐρῶ, ὅτι οἰκονομικῶς κατῆλθε καὶ ἐσαρκώθη· καὶ λοιπὸν μὴ λεγέσθω ἀληθὴς ἡ οἰκονομικὴ αὐτοῦ ἐνανθρώπησις. Ἐφεύρεμα γάρ ἐστι τοῦτο πρῶτον τοῦ Μάνεντος· τὸ γὰρ «οἰκονομικῶς» ἀντὶ τοῦ «φαντασιωδῶς» ἐφεῦρεν ὁ Μάνης.

Δειξάντων τοίνυν ἡμῶν, ὅτι τινὰ ὁ Χριστὸς καὶ εὐτελεστέρως τῶν καθ’ ἡμᾶς ἑκουσίως διεπράξατο καίπερ θεὸς ἀληθὴς ὑπάρχων, ἀναγκαῖον λοιπὸν εἰπεῖν καί, ἅπερ καθ’ ὁμοιότητα ἡμῶν κατὰ τὸν νόμον τῆς φύσεως πεποίηκε, καὶ πάλιν, ἅπερ ὑπὲρ ἄνθρωπον καὶ ὑπὲρ φύσιν ἐν τοῖς φυσικοῖς ἡμῶν ὡς θεὸς καὶ ποιητὴς τῆς φύσεως ἐξειργάσατο καινοτομήσας τοὺς ὅρους καὶ τοὺς νόμους καὶ τὴν τάξιν τῆς ἀνθρωπίνης ἡμῶν φύσεως καὶ ὑπάρξεως.

Τὸ μὲν οὖν ἄνευ ὕλης καὶ σπορᾶς ὑποστῆσαι ἄνθρωπον ἐν τῇ μήτρᾳ τῆς παναγίας παρθένου, τοῦτο ὑπὲρ ἡμᾶς καὶ θεία ὡς ἀληθῶς θεοῦ ἐνέργεια. Τὸ δὲ κατὰ πρόσβασιν ἐνναμηνιαῖον αὔξειν καὶ ἐξογκοῦσθαι τὸ βρέφος καὶ τὴν κοιλίαν τῆς θεοτόκου Μαρίας, τοῦτο καθ’ ἡμᾶς καὶ τῆς ἡμετέρας φύσεως φυσική τις καὶ κοινὴ κυήσεως γαστρὸς καὶ σώματος αὐξητικὴ ἐνέργεια. Πάλιν τε τὸ φυλάξαι σώας τὰς σφραγίδας τῆς παρθενίας μετὰ τόκον, τοῦτο θεότητος ἔργον καὶ ὑπὲρ ἡμᾶς. Τὸ δὲ προελθεῖν καὶ χωρισθῆναι τῆς μήτρας, τοῦτο καθ’ ὁμοιότητα ἡμῶν πεποίηκεν ὁ Χριστὸς βρέφος ἀληθῶς γενόμενος καὶ τεχθεὶς καὶ θεὸς σεσαρκωμένος φανερούμενος. Διὸ εὐθέως ἔδειξεν ὡς θεὸς παρθενικοὺς μαζοὺς ὑπὲρ φύσιν γαλακτοῤῥοοῦντας, προσέδραμε δὲ τῷ μαζῷ νηπιοπρεπῶς κλαυθμυριζόμενος κατὰ τὸν νόμον τῆς νηπιαζούσης ἡμῶν φύσεως· καθ’ ὁμοιότητα ἡμῶν ἀπαράλλακτον τὴν περιτομὴν καὶ ἐκβολὴν ἐποιήσατο τῆς σαρκός.

Εἰ γὰρ λέγετε ἀληθεύειν Παῦλον τὸν φάσκοντα περὶ Χριστοῦ, ὅτι Πεπείραται πάντων τῶν ἡμετέρων κατὰ πάντα τρόπον δίχα μόνης τῆς ἁμαρτίας, πάντως ὅτι διὰ πάντων τῶν ἡμετέρων ἦλθεν, ἵνα πάντα θεώσῃ καὶ ἁγιάσῃ ὡς θεὸς τῇ ἑνώσει. Οὐκοῦν θεὸς σεσαρκωμένος ὢν ἐξ αὐτῆς ἄκρας ἑνώσεως ὁ Χριστὸς ἐταπείνωσεν ἑαυτὸν ἑκουσίως, καὶ διὰ πάντων τῶν πτωχῶν καὶ ταπεινῶν ἰδιωμάτων τῆς μορφῆς ἐμοῦ τοῦ δούλου ἐν κόσμῳ ἐφανερώθη μὴ ἐκπεσὼν τοῦ εἶναι θεός. Ἑκουσίως καθ’ ὁμοιότητα ἡμῶν πεποίηκε τὸν ἐνναμηνιαῖον χρόνον ἐν μήτρᾳ, καθ’ ὁμοιότητα ἀνθρώπων σμικροπρεπὲς νήπιον ἐτέχθη, καθ’ ὁμοιότητα ἡμῶν τὴν ὄρεξιν τοῦ μητρικοῦ γάλακτος καὶ τὸν μαζὸν ἐπεζήτησεν, ἑκουσίως ἐν ὁμοιώματι ἀνθρώπων ὡς νήπιος μετὰ χρόνον τοῦ τόκου τὰ νηπιώδη ψελλίσματα προεβάλλετο ἐκ τοῦ στόματος, καθ’ ὁμοιότητα ἡμῶν κατὰ βραχὺ μετὰ τὸν νηπιώδη συρτικὸν ἐπὶ τοῦ ἐδάφους περίπατον χειροκρατούμενος τὸ περιπατεῖν καὶ τὸ λαλεῖν ὑπὸ τῆς μητρὸς ἐδιδάσκετο, καθ’ ἡμᾶς τὴν τῶν τριχῶν καὶ ὀνύχων ἔκφυσιν κατὰ μικρὸν προεβάλλετο, καθ’ ἡμᾶς τὴν αὔξησιν καὶ τὴν περιγραφὴν καὶ τὴν παχύτητα τοῦ σώματος εἶχεν. Οὐχ ὑπὲρ ἡμᾶς τὴν αὔξησιν τῆς ἡλικίας ἐποιήσατο, οὐδὲ τὰ ἄλλα τὰ τοῦ σώματος, ἵνα μὴ φαντασία καὶ δόκησις νομισθῇ αὐτοῦ ἡ σάρκωσις. Οὐ ξένην, οὐδὲ ὑπὲρ ἄνθρωπον εἶχε τὴν τοῦ σώματος διάπλασιν, οὐχ ὑπὲρ ἄνθρωπον εἶχε τὸ τῶν μελῶν σχῆμα. Μορφὴν γὰρ δούλου ὁ δεσπότης περιέκειτο, οὐκοῦν καὶ σῶμα δούλου, καὶ παχύτητα δούλου, καὶ σχῆμα δούλου, καὶ τὸ παχυμερὲς τοῦ δούλου, καὶ τὸ φθαρτὸν σαρκίον τοῦ δούλου, καὶ τὸ θνητὸν τοῦ δούλου, καὶ τὰς ἐκκρίσεις τοῦ δούλου τὰς δι’ ὀφθαλμῶν καὶ διὰ στόματος καὶ ῥινῶν καὶ ἱδρώτων καὶ τῶν δύο τῶν καθ’ ἡμᾶς μελῶν τῶν βρώσεως καὶ πόσεως ἐκκριτικῶν. Οὐ γὰρ τὸ ὑγιὲς καὶ ἄφθαρτον σῶμα ἐνεδύσατο τὸ πρὸ τῆς ἐκπτώσεως τοῦ ἀνθρώπου· τὸ γὰρ ὑγιὲς καὶ ἄφθαρτον καὶ ἀθάνατον ἰατρείας οὐκ ἔχρῃζεν. Οὐκοῦν τὸ νοσῆσαν καὶ παρατραπέν μου σαρκίον ὁ θεὸς λόγος ἔλαβε, τὸ φθαρτόν, τὸ ῥευστόν, τὸ παχυμερές, τὸ ἐνδεές, τὸ θνητόν, τὸ παθητόν, τὸ ἔμπεινον, τὸ ἔνδιψον, τὸ ἔγκοπον, ὅπως πάντων τούτων αὐτὸ ἐλευθερώσῃ.

Λοιπὸν μή μοι κακῶς παρερμήνευε τὰς τῶν πατέρων καὶ τὰς Διονυσίου φωνάς. Εἰ γάρ, ὡς σύ, ὁ αἱρετικός, νομίζεις, οὐδὲν τῶν ἀνθρωπίνων ἡμῶν πραγμάτων τῶν φυσικῶν (λέγω καθ’ ἡμᾶς) ἔσχεν ἢ ἐνήργησεν ὁ Χριστός, πρόδηλον λοιπόν, ὅτι οὐδὲ ὁμοούσιος ἡμῶν ἦν κατὰ τὴν σάρκα, οὐδὲ ὁμόσχημον ἀνθρώπων ἦν αὐτοῦ τὸ σῶμα, οὐδὲ κατὰ ἄνθρωπον τὰ μέλη, οὔτε καθ’ ἡμᾶς ἡ νηπιότης, οὔτε ἡ αὔξησις, οὐδὲ ὁ τῆς γαστρὸς τῆς μητρὸς ὄγκος, οὔτε ὁ χρόνος· οὔτε ἐν ἀληθείᾳ ἔφαγεν, οὔτε νηπιοπρεπῶς ηὔξησεν, οὐδ’ ἄλλο τι τῶν θεοκτίστων καὶ ἀδιαβλήτων ἡμῶν κατὰ φύσιν ἐνήργησεν, οὔτε ἔσχεν, οὔτε ἔπραξεν. Λοιπὸν οὔτε ὁ ὕπνος αὐτοῦ ἀληθής ἐστιν ὕπνος, οὔτε ὁ θάνατος ἀληθὴς θάνατος, οὔτε ἡ κέντησις ἀληθὴς κέντησις, οὔτε ὁ χωρισμὸς τῆς ψυχῆς αὐτοῦ ἐκ τοῦ ἀχράντου σώματος ἀληθὴς χωρισμός, οὔτε ἡ τρῆσις τῶν μελῶν καὶ τῆς πλευρᾶς τομὴ ἀληθής ἐστι σώματος πληγὴ καὶ τομή. Εἰ γὰρ πάντα τὰ καθ’ ἡμᾶς ὑπὲρ ἡμᾶς ἔπραττε καὶ ἔπασχε, μηδὲν λοιπὸν ἐπ’ αὐτοῦ κατὰ νόμον τῆς φύσεως ὅλως εἴπῃς, μήτε σῶμα, μήτε σχῆμα, μήτε μέλος, μήτε ὕπνον, μήτε μορφήν, μήτε ἀριθμὸν ἐτῶν, μήτε ζωήν, μήτε κίνησιν, μήτε περιγραφὴν σώματος, μήτε θάνατον.

Ἀλλ’ οὐχ οὕτως αἱ θεῖαι γραφαὶ καὶ ὁ Παῦλος νομοθετεῖ· ἄκουσον γὰρ αὐτοῦ ἐν πάσαις ταῖς θεοφθόγγοις αὐτοῦ ἐπιστολαῖς, καὶ εὑρήσεις, ὅτι τὸν μὲν ἡμέτερον θάνατον κοίμησιν ὀνομάζει, τὸν δὲ τοῦ Χριστοῦ θάνατον οὐ κοίμησιν, ἀλλὰ θάνατον κυρίως προσαγορεύει. Περὶ μὲν γὰρ ἡμῶν φησιν· Οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, καί, ὅτι Πάντες μὲν οὐ κοιμηθησόμεθα, καί, Οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, καὶ ἄλλα μυρία τοιαῦτα· περὶ δὲ Χριστοῦ, ὅτι Ἀπέθανε κατὰ τὰς γραφάς, καί, ὅτι Τὸν θάνατον αὐτοῦ καταγγέλλομεν, καί, ὅτι Θανατωθεὶς μὲν σαρκί, καὶ ἁπλῶς ἐν διαφόροις τόποις τὸν ἡμέτερον θάνατον κοίμησιν λέγει, ἵνα σημάνῃ τὴν ὡς ἐξ ὕπνου ἡμῶν πάντων ἀνάστασιν· τὸν δὲ τοῦ Χριστοῦ θάνατον θάνατον ὀνομάζει, ἵνα τοὺς αἱρετικοὺς καταισχύνῃ τοὺς ἐν φαντασίᾳ λέγοντας γενέσθαι τὴν σάρκωσιν καὶ τὰ λοιπὰ τὰ ἀνθρώπινα τοῦ Χριστοῦ. Τοῦτο δὲ οὐ Παῦλος ἐλάλησεν, ἀλλ’ ὁ Χριστὸς ὁ ἐν αὐτῷ οἰκῶν· αὐτὸς «θάνατον» τὸν ἴδιον θάνατον ὠνόμασεν, ὁ καὶ μετὰ θάνατον καὶ μετὰ τὴν ἄφθαρτον αὑτοῦ ἀνάστασιν πιστωσάμενος ἡμῖν τὸν λόγον τῆς σαρκώσεως διὰ τῆς βρώσεως καὶ τῶν τύπων τῶν ἥλων, ὡς προείρηται. Εἰ οὖν οὐ μόνον καθ’ ἡμᾶς τὰ καθ’ ἡμᾶς, ἀλλ’ ἔστιν ὅτε καὶ πτωχοτέρως τῶν καθ’ ἡμᾶς δείκνυσιν ὁ Χριστὸς ἐν ἑαυτῷ τὰ καθ’ ἡμᾶς ἑκουσίως καὶ οἰκονομικῶς, πῶς δυνατὸν εἰπεῖν, ὅτι οὐδὲν ὅλως τῶν ἀνθρωπίνων ἐνήργησε κατὰ φύσιν ἐπὶ γῆς;

Καὶ εἰ δεῖ περὶ τούτου ἀκριβεστέρως εἰπεῖν, ἐροῦμεν καὶ ἡμεῖς τῷ θεοσόφῳ Κυρίλλῳ ἑπόμενοι. Ἐκεῖνος γάρ φησιν, ὅτι Αἱ μὲν τῶν τοῦ σωτῆρος φωνῶν εἰσι θεοπρεπεῖς, αἱ δὲ ἀνθρωποπρεπεῖς, ἄλλαι δὲ πάλιν μέσην τινὰ ἔχουσαι τάξιν. Οὐκοῦν, εἰ λαλεῖ ὁ Χριστὸς θεϊκῶς, λαλεῖ δὲ καὶ ἀνθρωπικῶς, φθέγγεται δὲ πάλιν καὶ ὁμαδικῶς, τουτέστι θεανδρικῶς, πάντως λοιπόν, ὅτι καὶ πάντα τὰ κατ’ αὐτὸν πράγματά τε καὶ ἐνεργήματα τὰ μὲν ἐποίει κατὰ τὴν θεότητα, τὰ δὲ κατὰ τὴν ἀνθρωπότητα, τὰ δὲ πάλιν κοινῶς κατὰ τὴν προσωπικὴν αὑτοῦ ὁλότητα· θεότητα δὲ λέγω ἀχώριστον σαρκὸς καὶ ἀνθρωπότητα ἀδιαίρετον θεότητος.