Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Ὁδηγός

Ἀναστάσιος Σιναΐτης

Η αλήθεια της ανθρώπινης φύσεως και τα αδιάβλητα πάθη του Σωτήρος

Υπεράσπιση της πραγματικότητας του ανθρωπίνου σώματος του Χριστού μέσω της εκούσιας υποταγής στις φυσικές ανάγκες και της παρουσίας Του στον τάφο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 8 από 10

Καὶ τούτων οὕτως ἐχόντων, πῶς κατηγορῶν τοῦ Τόμου Λέοντος Τιμόθεος ὁ ὑμέτερος πρόμαχος οὕτω φησὶν ἐν τῷ συγγράμματι αὐτοῦ· Φύσις γὰρ τοῦ Χριστοῦ μόνη θεότης, εἰ καὶ σεσάρκωται; Ὡσαύτως καὶ Σευῆρος καὶ οἱ λοιποὶ πάντες ὑμεῖς μίαν φύσιν ἐν τῷ Χριστῷ δογματίζετε καὶ ταύτην θείαν. Εἴπατε λοιπὸν ἡμῖν, ὦ σοφοί, αὕτη ἡ μία καὶ τιμία καὶ ἁγία καὶ προσκυνητὴ φύσις, ἣν ὁμολογεῖτε θείαν ἐπὶ τοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ, τελεία ἐστὶ καὶ σώα καὶ ἀνελλιπὴς μετὰ τὴν ἕνωσιν ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ ἐν πᾶσιν, οἷς ἔπραξεν ὁ Χριστός, ἢ οὔ;

Πρὸς ταῦτα ἀποκρίνονται ὁμοθυμαδὸν οἵ τε Σευηριανοί, οἵ τε Γαϊανῖται καὶ λέγουσι· «Ναί, τελεία ἐστὶ καὶ ἀνελλιπὴς καὶ ἀμέριστος μετὰ τὴν ἕνωσιν ἡ φύσις τοῦ Χριστοῦ ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι μηδαμῶς μερισμὸν ἢ τομὴν ἢ μείωσιν ὑφισταμένη ἢ διαίρεσιν· εἷς γάρ ἐστιν ὁ Χριστὸς καὶ μία ἡ φύσις αὐτοῦ καὶ οὐ δύο.»

Σχόλιον. Οὕτως ἐρωτήσατε αὐτοὺς καὶ ὑμεῖς καὶ οὕτως ἁρμόσασθε πρὸς αὐτοὺς κατὰ τὸν προκείμενον σκοπόν, τοὺς μὲν Ἰακωβίτας περὶ φύσεως, τοὺς δὲ Ἁρμασίτας περὶ θεανδρικῆς ἐνεργείας.

Ἀπόκρισις ἡμῶν πρὸς αὐτούς. Καὶ γὰρ τῶν ὁμολογουμένων ἐστίν, ἐὰν μία φύσις ἐστὶν ὁ Χριστὸς καὶ αὕτη πᾶσα θεότης γνωρίζεται, ὡς οὐ δύναται ὅλως μείωσίν τινα ἢ ἔλλειψιν ἢ ὑφαίρεσιν ἢ διάζευξιν ἢ ἐλάττωσιν ἢ ἀναπλήρωσιν παθεῖν· ἡ γὰρ θεία φύσις ἀεὶ καὶ εἰς τὸν αἰῶνα ὁμοίως καὶ ἀνελλιπῶς, καὶ ἀμειώτως ἡ αὐτὴ ὑπάρχε μήτε ἔλλειψιν, μήτε προσθήκην παθεῖν δυναμένη, ἀλλ’ ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι ὁμοία καὶ σώα καὶ ἀνελλιπὴς τυγχάνουσα· εἰ οὖν φύσις Χριστοῦ καὶ ἐνέργεια μία καὶ αὕτη θεία, ὀφείλει πάντως ὁ Χριστὸς ἐν παντὶ τόπῳ ὅμοιος καὶ ἀνελλιπὴς εὑρίσκεσθαι ὡς θεός. Δεῦρό μοι λοιπόν, ὦ αἱρετικέ, καὶ <ἀμφοῖν τοῖν ποδοῖν> ἀκολούθει μοι ἐν τέτταρσί τισι τόποις ἐν τῷ πάθει τοῦ Χριστοῦ, λέγω δὴ νεκροῦ αὐτοῦ τυγχάνοντος ἐν τῷ μνήματι τοῦ Ἰωσήφ, εἶτα ἀπὸ τοῦ μνήματος ἐλθέ μοι ἐπὶ τὸν ᾅδην, καὶ ἀπὸ τοῦ ᾅδου ἄγωμεν ἐπὶ τὸν παράδεισον, καὶ ἀπὸ τοῦ παραδείσου πάλιν ἐλθὲ ἐκτὸς τοῦ τάφου ἐν τῷ κήπῳ, ἔνθα αὐτὸν ἐθεάσατο ἐν σχήματι κηπουροῦ ἡ Μαγδαληνὴ Μαρία. Εἰ γὰρ μόνη θεότης ἐστὶν ὁ Χριστός, ὡς λέγετε, ὅμοιος καὶ ἀνελλιπὴς ἐν παντὶ τόπῳ ὡς θεὸς εὑρίσκεται· ἀνελλιπὲς γὰρ τὸ θεῖον. Καὶ πῶς λοιπὸν ἐν τῷ τάφῳ ἐλλιπής ἐστιν ὁ Χριστὸς ψυχῆς νοερᾶς χωρισθείσης ἐξ αὐτοῦ, ἡνίκα εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου; Κατέλθωμεν καὶ ἐν τῷ ᾅδῃ καὶ ἴδωμεν ἐκεῖ Χριστόν, πῶς σκυλεύει τὸ δεσμωτήριον. Ἐρωτήσωμεν τὸν Ἀδάμ, ἐρωτήσωμεν τὰ σώματα καὶ τὰ στόματα τῶν ἀναστάντων ἁγίων, ὅπως εἴπωσιν ἡμῖν, πῶς ἑωράκασιν ἐν τῷ ᾅδῃ Χριστόν, ποίῳ σώματι, ποίᾳ φύσει, ποίᾳ μορφῇ ἦλθε καὶ κατῆλθεν ἐν τοῖς καταχθονίοις, πῶς ἐν ἴχνεσιν ἀβύσσου περιεπάτησε, ποίᾳ φύσει ἠνοίγησαν φόβῳ πύλαι θανάτου, ποίαν ἰδέαν ἰδόντες οἱ πυλωροὶ τοῦ ᾅδου ἔφριξαν; Ἆρα τὴν θείαν φύσιν ἑωράκασιν γυμνήν; Ἄπαγε. Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε. Ἀλλὰ τί; Ἆρα τὴν σάρκα τοῦ δεσπότου ἐθεάσαντο; Οὐδαμῶς. Αὕτη γὰρ ἔνθεος ἐν τῷ τάφῳ νεκρὰ καὶ ἀκίνητος ἔκειτο. Οὐκοῦν ἐν μὲν τῷ σταυρῷ, καθώς φησιν ὁ προφήτης, Εἴδομεν Χριστόν, καὶ οὐκ εἶχεν εἶδος σωματικόν, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος τοῦ σώματος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐν δὲ τῷ τάφῳ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχε ψυχήν, οὔτε ἀνθρώπου πνεῦμα. Ἐν δὲ τῷ ᾅδῃ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχε σῶμα, οὔτε αἷμα, οὔτε ὀστᾶ, οὔτε πάχος, οὔτε ὑλικὸν εἶδος, ἀλλὰ μόνην ψυχὴν νοερὰν ἔνθεον σώματος κεχωρισμένην. Ἐν δὲ τῷ παραδείσῳ σὺν τῷ λῃστῇ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν οὔτε ψυχήν, οὔτε σῶμα, ἀλλὰ μόνῃ τῇ θεότητι τῇ πανταχοῦ παρούσῃ συμπαρῆν τῷ λῃστῇ, ὥσπερ καὶ πρότερον τῷ Ἀδὰμ γυμνὸς καὶ ἀσώματος συμπαρῆν ὁ θεός, ὡς μόνος οἶδεν αὐτός, ὁρώμενος αὐτῷ καὶ μένων ἀόρατος. Αὖθίς τε μετὰ τὴν τριήμερον ταφὴν εἴδομεν Χριστὸν ἀναστάντα καὶ εἰς ἑαυτόν, ὡς Γρηγόριός φησιν, ἐπανελθόντα καὶ πάλιν σῶμα καὶ ψυχὴν καὶ νοῦν καὶ θεὸν ἅμα τυγχάνοντα καὶ τῇ Μαρίᾳ ἐν τῷ κήπῳ πρώτῃ ὁραθέντα.

Τούτων δὴ οὕτως ὑπὸ Χριστοῦ πεπραγμένων τε καὶ τετελεσμένων παρέστωσαν νῦν οἱ αἱρετικοὶ οἱ φάσκοντες, ὅτι μία φύσις ὁ Χριστός, καὶ αὕτη πᾶσα θεότης ἐστίν· καὶ ἀκουέτωσαν Ἰακώβου τοῦ ἀποστόλου περὶ θείας φύσεως θεολογοῦντος καὶ λέγοντος, ὅτι Οὐκ ἔστι παρὰ τῇ θείᾳ φύσει παραλλαγή. Εἰ οὖν οὐκ ἔστι παρὰ τῇ θείᾳ φύσει οἱαδήποτε παραλλαγή, ἀλλὰ πᾶσα ταὐτότης καὶ ἰσότης καὶ ἀνελλιπὴς καὶ πάγιος τελειότης, ποίᾳ, εἰπέ μοι, φύσει Χριστοῦ τὰς τοιαύτας καὶ τοσαύτας—ἀτρέπτως—ἐναλλαγὰς λογισώμεθα, τὰς ἐλλείψεις, τὰς ἀναπληρώσεις, τὰς διαστάσεις, τὰς ἀποκαταστάσεις, τὴν τῆς ψυχῆς διαίρεσιν ἀπὸ σώματος, τὴν ἐν τῷ ᾅδῃ μακρὰν ἀναχώρησιν, τὴν πρὸς τὸ ἴδιον ἔνθεον σῶμα αὐτῆς σύνθεον ἔλευσιν; Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου, περὶ τοῦ θεοῦ λόγου ὁ προφήτης βοᾷ· καθὰ καὶ αὐτὸς ὁ θεὸς λόγος φησίν, ὅτι ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καί, Οὐκ ἠλλοίωμαι. Εἰ οὖν ἐν τοῖς τοῦ θεοῦ λόγου ἰδιώμασι μετεποιήθη καὶ ὁ καθ’ ὑπόστασιν ἡνωμένος αὐτῷ ἄνθρωπος, πῶς ἐν μὲν τῷ σταυρῷ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἐν δὲ τῷ τάφῳ ἀτελὴς ἦν καὶ ἐλλιπὴς ψυχῆς νοερᾶς, ἐν δὲ τῷ ᾅδῃ ἐλλιπὴς ἦν σώματος τοῦ ἰδίου ἡ ψυχή, ἐν δὲ τῷ παραδείσῳ κατ’ αὐτὴν τὴν ἡμέραν τοῦ πάθους συμπαρὼν ἐκεῖ τῷ λῃστῇ οὐδὲ τὸ σῶμα εἶχεν ἐκεῖ, οὐδὲ τὴν ψυχὴν τὴν ἐν ᾅδῃ οὖσαν; Καὶ ἵνα συντόμως εἴπω, ἐὰν δείξωσιν ἡμῖν οἱ αἱρετικοὶ παντὶ ἀνελλιπῆ τὸν Χριστὸν ἐν τῷ τάφῳ καὶ ἐν τῷ ᾅδῃ καὶ ἐν τῷ παραδείσῳ μετὰ ψυχῆς καὶ σώματος ὄντα τῇ ἡμέρᾳ τοῦ πάθους, εὔδηλον ὅτι μία οὐσία καὶ ἐνέργεια καὶ οὐ δύο ἐστί, καθὰ καὶ προκατέθεντο εἰπόντες, ὅτιπερ «Ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι ἀνελλιπῶς παριστῶμεν εἶναι τὴν φύσιν τοῦ Χριστοῦ».

Πρὸς οὓς πάλιν τὰ αὐτὰ λέξω· «Εἰ μία φύσις ἐστὶν ὁ Χριστὸς καὶ αὕτη θεία, πόστον μέρος αὐτῆς ἔλειψεν, ὅτε ἔκειτο ἐν τῷ τάφῳ νεκρά; Καὶ εἰ ὅλως δυνατὸν ἔλλειψιν ὑπομεῖναι θείαν φύσιν, πόστον μέρος αὐτῆς τάττετε τὴν ψυχὴν καὶ πόστον τὸ σῶμα; Εἰ γὰρ μία οὐσία ὁ Χριστός, πάντως ὅτι τρίτη μοῖρα ταύτης ἐστὶν ὁ λόγος καὶ τρίτη τὸ σῶμα καὶ πάλιν τὸ ἄλλο τρίτον μέρος ἡ ψυχή. Διό, ἵνα μὴ ταῖς τοιαύταις ὑμῶν ἀπάταις καὶ φρενοβλαβείαις περιπέσωμεν, ὁρῶντες ἡμεῖς εἰς τὸν κυριακὸν ἔνθεον ἄνθρωπον τὰς τοιαύτας καὶ τοσαύτας—ἀτρέπτως—ἐναλλαγάς τε καὶ προσλήψεις καὶ ὑφαιρέσεις καὶ μεταστάσεις καὶ προκοπὰς καὶ μορφώσεις καὶ μεταμορφώσεις καὶ αὐξήσεις καὶ μεταποιήσεις, καὶ βουλόμενοι τὴν θείαν καὶ ἄτρεπτον καὶ ἀναλλοίωτον τοῦ θεοῦ λόγου φύσιν ἐλευθέραν δεῖξαι πάσης παραλλαγῆς καὶ μεταβολῆς καὶ ἀλλοιώσεως καὶ ἐλλείψεως καὶ ἀναπληρώσεως καὶ νεκρώσεως, τούτου χάριν τὴν τοῦ Χριστοῦ ἀνθρωπότητα φύσιν ἤγουν ἀλήθειαν προσαγορεύομεν καὶ οὐδέποτε τὴν Σευήρου καὶ Τιμοθέου δύσφημον δεξόμεθα φωνὴν τὴν λέγουσαν, ὅτι Φύσις Χριστοῦ μόνη θεότης ἐστίν.»

Ἀλλὰ τί πάλιν ἡμῖν προβάλλονται οἱ σεμνοὶ οὗτοι τῶν αἱρετικῶν ῥήτορες; Φάσκουσι γάρ, ὅτι «Εἰ μὴ θεότης ἐστὶν ὅλος ὁ Χριστός, πῶς τὸ πτύσμα αὐτοῦ τυφλὸν ἰάσατο; πῶς τὸ δάκρυον αὐτοῦ τὸν Λάζαρον ἤγειρε; πῶς ἐπὶ τῆς Σαμαρείτιδος διψήσας οὐκ ἔπιε; πῶς μετὰ τὴν νηστείαν τῶν τεσσαράκοντα ἡμερῶν πεινάσας οὐκ ἔφαγεν; Ἀλλ’ οὐδὲ ὑπνώσαντα αὐτὸν εἰ μὴ ἅπαξ ἐν τῷ πλοίῳ ἀκηκόαμεν, οὔτε δὲ πιόντα, ὡς ἔτυχε, δείκνυσιν αὐτὸν τὸ εὐαγγέλιον. Ἅπερ ἅπαντα ἀποδείξεις εἰσίν, ὅτι θεία γέγονε καὶ ἡ σὰρξ καὶ οὐκ ἦν ἐν τοῖς ἀνθρωπίνοις ἰδιώμασι. Καὶ διὰ τοῦτο μία φύσις ὅλος ὁ Χριστός.»

Ἀπόκρισις ὀρθοδόξου. Εὔκαιρον ἡμῖν νῦν πρὸς ὑμᾶς εἰπεῖν τὸ Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν, οἷς ἐλάλησαν περὶ Χριστοῦ ἀπόστολοι καὶ προφῆται. Βουλόμενοι γάρ, ὡς νομίζετε, θεότητα δεῖξαι ὅλον τὸν Χριστόν, αὐτῇ τῇ θεότητι αὐτοῦ καθάπερ Μανιχαῖοι καὶ Ἀρειανοὶ προσκρούετε παθητὴν αὐτὴν καὶ τρεπτὴν ὡς τὰ κτίσματα δεικνύντες. Ἀμέλει γοῦν ὁ θεῖος καὶ πάνσοφος ἐν διδασκάλοις Μελίτων ἐν τῷ Περὶ σαρκώσεως Χριστοῦ λόγῳ τρίτῳ λίαν ἐπιμέμφεται πάντα ἐξηγητὴν τὸν βουλόμενον ἐκ τῶν μετὰ τὸ βάπτισμα ὑπὸ Χριστοῦ πραχθέντων παραστῆσαι ἢ πιστώσασθαι τὸ ἀληθὲς τῆς ψυχῆς ἢ τοῦ σώματος αὐτοῦ, ἢ τῶν φυσικῶν καὶ ἀναμαρτήτων αὐτοῦ πραγμάτων (λέγω δὴ πείνης, δίψης, ὕπνου, κόπου, δακρύου, πτύσματος, ἱδρῶτος, ἐκκρίσεώς τε τῆς διὰ ῥινῶν καὶ ἐκκρίσεως καὶ ἀποβολῆς τῆς φθειρομένης καὶ πεπτομένης βρώσεώς τε καὶ πόσεως) φυσικῶς, οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ὁμοίως ἀδιαβλήτων καὶ φυσικῶν ἡμῶν ὄντων, τουτέστι λύπης καὶ ἀγωνίας καὶ ἀθυμίας. Φησὶ γὰρ κατὰ Μαρκίωνος συντάττων ὁ θεόσοφος Μελίτων· ἀπηρνεῖτο γὰρ καὶ ὁ Μαρκίων καθάπερ καὶ Σευῆρός τε καὶ Γαϊανὸς τὴν ἔνσαρκον Χριστοῦ οἰκονομίαν, τὰς αὐτὰς προτάσεις καὶ χρήσεις εὐαγγελικὰς πρὸς τὸν ἱερὸν Μελίτωνα προβαλλόμενος, ἅσπερ καὶ νῦν οὗτοι πρὸς ἡμᾶς οἱ Μαρκίωνος τοῦ Ποντικοῦ μαθηταί. Πρὸς ὃν λίαν ἐχεφρόνως ὁ Μελίτων ἀπεκρίνατο φάσκων, ὡς Οὐδὲ μία ἀνάγκη τοῖς ὅλως νοῦν ἔχουσιν ἐξ ὧν μετὰ τὸ βάπτισμα ὁ Χριστὸς ἔπραξε παριστᾶν τὸ ἀληθὲς καὶ ἀφάνταστον τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος τῆς καθ’ ἡμᾶς ἀνθρωπίνης φύσεως. Τὰ γὰρ μετὰ τὸ βάπτισμα, φησίν, ὑπὸ Χριστοῦ πραχθέντα, καὶ μάλιστα τὰ σημεῖα, τὴν αὐτοῦ κεκρυμμένην ἐν σαρκὶ θεότητα ἐδήλουν καὶ ἐπιστοῦντο τῷ κόσμῳ. Θεὸς γὰρ ὢν ὁμοῦ τε καὶ ἄνθρωπος τέλειος ὁ αὐτὸς τὰς δύο αὑτοῦ οὐσίας ἐπιστώσατο ἡμῖν, τὴν μὲν θεότητα αὐτοῦ διὰ τῶν σημείων ἐν τῇ τριετίᾳ τῇ μετὰ τὸ βάπτισμα, τὴν δὲ ἀνθρωπότητα αὐτοῦ ἐν τοῖς τριάκοντα χρόνοις τοῖς πρὸ τοῦ βαπτίσματος, ἐν οἷς διὰ τὸ ἀτελὲς τὸ κατὰ σάρκα ἀπέκρυβε τὰ σημεῖα τῆς αὑτοῦ θεότητος καίπερ θεὸς ἀληθὴς προαιώνιος ὑπάρχων. Καὶ οὐ πεποίηκε σημεῖον προφανῶς ἐν ἀνθρώποις ἐπὶ γῆς, ὥς φησι τὸ εὐαγγέλιον, πρὸ τοῦ σημείου τοῦ οἴνου τοῦ ἐν Κανᾷ τῆς Γαλιλαίας ἐν τῷ γάμῳ μετὰ τὸ αὑτοῦ βάπτισμα, ἀλλὰ πᾶσαν [ὅλην] τὴν <τριακονταετηρίδα> καθ’ ὁμοιότητα ἡμῶν κατὰ πάντα τρόπον ἐβίωσε καὶ διῆξε δίχα μόνης τῆς ἁμαρτίας, καθὰ Παῦλος μαρτυρεῖ, καίπερ θεὸς ὢν ἀληθὴς καὶ πρὸ σαρκὸς καὶ μετὰ σάρκωσιν.

Σχόλιον. Σημειωτέον, ὅτι ψευδῆ εἰσι καὶ ἀπόβλητα τὰ λεγόμενα παιδικὰ θαύματα τοῦ Χριστοῦ.

Εἰ οὖν πεπείραται ὁ Χριστὸς πάντων τῶν ἡμετέρων κατὰ πάντα τρόπον ἐπὶ τριάκοντα χρόνους, ὥς φησιν ὁ Παῦλος, μανθανέτωσαν οἱ αἱρετικοί, ὅτι τεχθεὶς ὡς θεὸς ἐκ τῆς ἁγίας παρθένου ἑκουσίως φωνῇ μετὰ κλαυθμοῦ νηπιοπρεπῶς ἐδάκρυσεν ὡς ἄνθρωπος. Καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ διὰ παντὸς αὐτοῦ τοῦ ἐνιαυσιαίου καὶ διετοῦς καὶ τριετοῦς νηπιάζοντος χρόνου Ἰησοῦς ὁ πεπειραμένος κατὰ πάντα τρόπον καθ’ ὁμοιότητα ἡμῶν μυριάκις ἔκλαυσε τὸν φυσικὸν καὶ νηπιώδη κλαυθμόν, μυριάκις ἐπείνασε καὶ ἐδίψησε καὶ ἔφαγε καὶ ἔπιεν, ἑκουσίως κατὰ τὴν τῆς φύσεως τῶν παιδίων πεῖναν καὶ δίψαν ἐσθίων καὶ πίνων· μυριάκις ὕπνωσε κατὰ τὸν ὕπνον τὸν φυσικὸν καὶ ἀναμάρτητον· μυριάκις ἔπτυσε καὶ τὸ ῥευστὸν τοῦ σώματος ἔδειξε καὶ διὰ ῥινῶν καὶ διὰ στόματος· μυριάκις ἐκοπίασεν ὑποτασσόμενος ἑκουσίως καὶ δουλεύων ἐν τῇ τοῦ δούλου μορφῇ τοῖς ἑαυτοῦ γονεῦσιν, ὥς φησιν ὁ Λουκᾶς· μυριάκις ἠγωνίασε καὶ ἐλυπήθη ὡς νήπιος χωρὶς πάθους καὶ ἁμαρτίας· Σῶμα γὰρ εἶχεν ὁ Χριστὸς ἁμαρτίας ἐλεύθερον, οὐ μὴν τῶν σωματικῶν ἀναγκῶν ἀπηλλαγμένον, καθὰ διδάσκει ὁ Χρυσόστομος Ἰωάννης ἐν τῇ Εἰς τὸ κατὰ Ματθαῖον ἑρμηνείᾳ. Εἰ γὰρ ἀπηρνήσατο τὰς φυσικὰς καὶ ἀδιαβλήτους ἀσθενείας καὶ ἐνδείας τῆς ἡμετέρας φύσεως, ἄρα ἂν αὐτὴν τὴν φύσιν προαπηρνήσατο, καθὰ πάλιν καὶ τοῦτο ὁ αὐτὸς Χρυσόστομος ἡμῖν ὑπηγόρευσεν.

Οὐκ οἴκοθεν δὲ ταῦτα ὁ θεόσοφος πατὴρ ἐφθέγξατο, ἀλλὰ Παύλῳ μαθητεύσας καὶ ἑπόμενος· ἀκήκοε γὰρ αὐτοῦ ἐν τῇ Πρὸς Ἑβραίους περὶ Χριστοῦ λέγοντος· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς (ἤγουν ὁ Χριστός) μετέσχε παραπλησίως τῶν αὐτῶν παθημάτων. Λεγέτω μοι λοιπὸν ὁ αἱρετικός, ποῖά εἰσι τὰ παθήματα τῆς σαρκὸς τῶν νηπίων τὰ φυσικὰ καὶ ἀδιάβλητα, ὧν ὁ Χριστὸς μετέσχεν, εἰ μὴ πεῖνα, καὶ δίψα, καὶ ὕπνος, καὶ κόπος, καὶ ὅσα ἄλλα πρὸ βραχέος ὁ λόγος ἠρίθμησεν; Ἐπήγαγε γὰρ εὐθέως ὁ ἀπόστολος λέγων περὶ Χριστοῦ· Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται. Καὶ πάλιν μετὰ βραχέα φησίν· Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. Πεπειραμένον δὲ τίνος; Πρόδηλον ὅτι τῶν φυσικῶν ἡμῶν ἀδιαβλήτων ἀσθενειῶν, δι’ ἃς ἑκουσίως ἐνηνθρώπησεν. Ὅταν οὖν ἀκούσῃς Παύλου μαρτυροῦντος, ὅτι «Πεπείραται ὁ Χριστὸς τῶν τῆς φύσεως ἡμῶν ἀσθενειῶν κατὰ πάντα χωρὶς μόνης τῆς ἁμαρτίας», μηκέτι λοιπὸν καθ’ ἡμῶν ἀγανακτήσῃς λεγόντων, ὅτι πεῖραν ἔσχεν ὁ Χριστὸς γεννηθεὶς πάντων τῶν νηπιακῶν καὶ φυσικῶν ἡμῶν τοῦ σώματος ἰδιωμάτων καὶ ἀμέμπτων παθημάτων. Διὰ γὰρ τοῦτο τὰς προκειμένας ἤγαγον μαρτυρίας, ἵνα μή μοι εἴπῃς, ὅτι «Καὶ πόθεν δῆλον, ὅτι πεῖραν ἔσχεν ὁ Χριστὸς πάντων τῶν φυσικῶν ἡμῶν καὶ καθαρῶν καὶ ἀδιαβλήτων πραγμάτων ἄνευ σπορᾶς καὶ ἁμαρτίας γενόμενος ἄνθρωπος;»

Ὅρα γοῦν, ὅτι καὶ αὐτὴ ἡ θεομήτωρ καὶ θεοτόκος Μαρία, ἡ ἐκ πνεύματος ἁγίου συλλαβοῦσα καὶ τεκοῦσα ἀσπόρως αὐτὸν τὸν Χριστὸν τὸν θεόν, υἱὸν αὐτῆς καὶ τέκνον αὐτῆς ὠνόμαζεν αὐτὸν πάντοτε ἕως τῆς αὐτοῦ ἀπὸ γῆς ἀναλήψεως, καίπερ ὁρῶσα αὐτὸν θεοσημείας ποιοῦντα καὶ νεκροὺς ἀνιστῶντα. Ἀλλ’ ἐπειδὴ ἐν τῇ νηπιότητι αὐτοῦ καὶ πάσῃ τῇ <τριακονταετηρίδι> τῇ πρὸ τοῦ βαπτίσματος πεπειραμένον κατὰ πάντα καθ’ ὁμοιότητα ἡμῶν εἶδεν αὐτόν, τούτου χάριν υἱὸν αὐτῆς ὠνόμαζεν Χριστὸς μετέσχεν, εἰ μὴ πεῖνα, καὶ δίψα, καὶ ὕπνος, καὶ κόπος, καὶ ὅσα ἄλλα πρὸ βραχέος ὁ λόγος ἠρίθμησεν; Ἐπήγαγε γὰρ εὐθέως ὁ ἀπόστολος λέγων περὶ Χριστοῦ· Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται. Καὶ πάλιν μετὰ βραχέα φησίν· Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. Πεπειραμένον δὲ τίνος; Πρόδηλον ὅτι τῶν φυσικῶν ἡμῶν ἀδιαβλήτων ἀσθενειῶν, δι’ ἃς ἑκουσίως ἐνηνθρώπησεν. Ὅταν οὖν ἀκούσῃς Παύλου μαρτυροῦντος, ὅτι «Πεπείραται ὁ Χριστὸς τῶν τῆς φύσεως ἡμῶν ἀσθενειῶν κατὰ πάντα χωρὶς μόνης τῆς ἁμαρτίας», μηκέτι λοιπὸν καθ’ ἡμῶν ἀγανακτήσῃς λεγόντων, ὅτι πεῖραν ἔσχεν ὁ Χριστὸς γεννηθεὶς πάντων τῶν νηπιακῶν καὶ φυσικῶν ἡμῶν τοῦ σώματος ἰδιωμάτων καὶ ἀμέμπτων παθημάτων. Διὰ γὰρ τοῦτο τὰς προκειμένας ἤγαγον μαρτυρίας, ἵνα μή μοι εἴπῃς, ὅτι «Καὶ πόθεν δῆλον, ὅτι πεῖραν ἔσχεν ὁ Χριστὸς πάντων τῶν φυσικῶν ἡμῶν καὶ καθαρῶν καὶ ἀδιαβλήτων πραγμάτων ἄνευ σπορᾶς καὶ ἁμαρτίας γενόμενος ἄνθρωπος;»

Ὅρα γοῦν, ὅτι καὶ αὐτὴ ἡ θεομήτωρ καὶ θεοτόκος Μαρία, ἡ ἐκ πνεύματος ἁγίου συλλαβοῦσα καὶ τεκοῦσα ἀσπόρως αὐτὸν τὸν Χριστὸν τὸν θεόν, υἱὸν αὐτῆς καὶ τέκνον αὐτῆς ὠνόμαζεν αὐτὸν πάντοτε ἕως τῆς αὐτοῦ ἀπὸ γῆς ἀναλήψεως, καίπερ ὁρῶσα αὐτὸν θεοσημείας ποιοῦντα καὶ νεκροὺς ἀνιστῶντα. Ἀλλ’ ἐπειδὴ ἐν τῇ νηπιότητι αὐτοῦ καὶ πάσῃ τῇ <τριακονταετηρίδι> τῇ πρὸ τοῦ βαπτίσματος πεπειραμένον κατὰ πάντα καθ’ ὁμοιότητα ἡμῶν εἶδεν αὐτόν, τούτου χάριν υἱὸν αὐτῆς ὠνόμαζεν οὐσιωμένων διάφορον κουρὰν καὶ ἀπόῤῥιψιν; Νόμος γὰρ θεοῦ διατάττεται Ἰουδαίοις κείρεσθαι καὶ μὴ τρέφειν πλοκάμους. Ἑκὼν δέ σοι πάρειμι σιγήσων τὴν τῶν θρόμβων τοῦ αἵματος καὶ τῆς πλευρᾶς εἰς γῆν ἐξ Ἰησοῦ κατάῤῥυσίν τε καὶ ἐξ ἐνυποστάτου σαρκὸς θεοῦ ἀφαίρεσιν. Ἴσως δέ σε μηδὲ τοῖς εὐαγγελίοις πιστεύειν μαρτυροῦσιν, ὅτι Προέκοπτεν ὁ Ἰησοῦς σοφίᾳ καὶ ἡλικίᾳ, τὴν νηπιώδη καταλιπὼν καὶ πρὸς τὴν παιδιώδη καὶ μειρακιώδη καὶ προέφηβον καὶ ἔφηβον καὶ μετέφηβον καὶ ἔννομον καὶ τελείαν μεθιστάμενος ἡλικίαν.

Εἰ γὰρ μὴ κατὰ νόμον τὸν φυσικὸν κατεδέξατο ἑκουσίως τὰ τῆς φύσεως τοῦ σώματος ἀδιάβλητα (μάλιστα πρὸ τοῦ βαπτίσματος), διὰ τί θεὸς ὢν παντοδύναμος μὴ εὐθέως, ἡνίκα ἐτέχθη, ἐπὶ τῆς φάτνης ἐλάλησε; διὰ τί εὐθέως τεχθεὶς οὐ περιεπάτησε; τίνος χάριν μὴ εὐθέως πατέρα καὶ μητέρα ἐκάλεσε; διὰ τί μὴ εὐθέως ὀδόντας καὶ τρίχας καὶ τὰ λοιπὰ μέλη τὰ τοῦ σώματος πεπληρωμένα ἐτέχθη ἔχων; διὰ τί δὲ μὴ καὶ μορφήν τινα κρείττω καὶ λαμπροτέραν τῆς ἀνθρωπίνης μορφῆς ἠμφιάσατο; Εἰ γὰρ ταῦτα πεποίηκεν, εὐθέως ἂν ἐγίνωσκον καὶ οἱ γονεῖς καὶ ὁ κόσμος, ὅτι θεός ἐστι καὶ οὐκ ἄνθρωπος. Καὶ εἰ τοῦτο ἔγνων, οὐκ ἂν αὐτὸν υἱὸν ἴδιον ἐκάλουν, οὐκ ἂν αὐτὸν ὑποτάσσεσθαι αὑτοῖς καὶ δουλεύειν κατεδέξαντο. Μᾶλλον δέ, ὥς φησιν ὁ Βατανεώτης ὁ νεαρός, εἰ ὑπὲρ ἄνθρωπον ἄνθρωπος πιστευθῆναι ἠβούλετο ὁ Ἰησοῦς, διὰ τί μὴ μᾶλλον συνήγαγεν ἐκ πάντων τῶν ἐθνῶν ἐν τῇ Σιὼν Ἰουδαίους καὶ Ἕλληνας, ὥσπερ ἐπὶ τῇ Πεντηκοστῇ πεποίηκε, καὶ οὕτως ὁρώντων πάντων κατῆλθεν ἐξ οὐρανοῦ ἄνθρωπος, ὥσπερ μέλλει κατέρχεσθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ αὐτοῦ, καὶ ὥσπερ ὤφθησαν πᾶσιν αἱ γλῶσσαι αἱ τοῦ πυρός, καὶ ὥσπερ ὅλου τοῦ Ἰσραὴλ θεωροῦντος κατῆλθεν ἐν εἴδει πυρὸς ἐπὶ τοῦ ὄρους τοῦ Σινᾶ, καὶ θεωρήσας ἐπίστευσεν ὁ λαός;

Ταῦτα δὴ καὶ Ἀμμώνιος ὁ Ἀλεξανδρεὺς πρὸς τὸν Ἁλικαρνασέα γράφων φησίν, ὅτι, Εἰ ὑπὲρ ἄνθρωπον κατὰ πάντα τρόπον ἠβούλετο ὁ Χριστὸς γνωρισθῆναι καὶ κηρυχθῆναι τὸ σῶμα αὐτοῦ, τί ὅλως ἦν χρεία γυναικὸς καὶ μήτρας Μαρίας; τίς ἦν χρεία ἐνναμηνιαίου ἐν γαστρὶ οἰκήσεως; Ὁ γὰρ τὸν Ἀδὰμ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ποιήσας ἄνευ γυναικὸς καὶ μήτρας καὶ τόκου ἠδύνατο καὶ ἑαυτῷ κατασκευάσαι ἄνθρωπον καὶ οἰκῆσαι εἰς αὐτὸν καὶ ἐπιδημῆσαι ἐν κόσμῳ. Πάλιν δέ, εἰ μὴ ὁμοιωθῆναι ἡμῖν ἠβούλετο κατὰ τὴν σάρκα δίχα μόνης τῆς ἁμαρτίας κατὰ πάντα τρόπον, διὰ τί μὴ ἀστρῷον σῶμα ἠμφιάσατο ἢ ἡλιόμορφον ἢ κρυσταλλοειδὲς καὶ λάμπον, οἷον ἦν τὸ πρόσωπον τοῦ Ἀδάμ, ὅτε γέγονε, καὶ τὸ πρόσωπον Μωϋσέως ἐν τῷ ὄρει Σινᾶ; Ὡς γὰρ θεὸς αὐτῶν ὑπάρχων λαμπροτέραν ἐκείνων μορφὴν ἐνδείξασθαι καὶ ἔχειν ὀφείλει πρὸς τὸ πιστωθῆναι τῷ κόσμῳ, ὅτι θεὸς ὑπάρχει. Διὰ τί δὲ οὐχ ὡράθη καὶ ἡμῖν καὶ συνανεστράφη, ὡς ὡράθη καὶ συνανεστράφη τῷ Ἀδὰμ μὴ ἐσθίων, μὴ πίνων, μὴ κοιμώμενος, μὴ κοπιῶν, μὴ πτύων, μὴ δακρύων, μὴ πάσχων; Ὁ γὰρ τὸν Ἀδὰμ μὴ πτοήσας, μηδὲ καταπλήξας ἐν τῷ συνδιάγειν αὐτῷ ἠδύνατο καὶ ἡμῖν ὁμοίως ἐπιφανῆναι, καθὰ πάλιν καὶ τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ πρόσωπον πρὸς πρόσωπον ὡράθη καὶ οὐκ ἐπάταξεν αὐτόν. Ὁμοίως καὶ οἱ προφῆται καὶ ὁ Ναβουχοδονοσὸρ καὶ Μωϋσῆς καὶ ἄλλοι μυρίοι ὀπτασίαν δίχα σώματος ἑωράκασι θεοῦ· οὐ μόνον δέ, ἀλλὰ καὶ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις ὄψεται Χριστὸν ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ· καὶ τοῖς ἀποστόλοις δὲ ἐν ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ ὢν μετὰ τὴν αὑτοῦ ἀνάστασιν συνηυλίσθη ἐπὶ ἡμέρας τεσσαράκοντα. Διὰ τί οὖν μὴ ἐν ἀγγελικῇ φύσει ἐφάνη τῷ κόσμῳ, ἀλλ’ ἐν φθαρτῇ καὶ θνητῇ καὶ ῥευστῇ σαρκί;

Ὁ ὀρθόδοξος· Ὅτι γάρ, εἰ ὤφθη Χριστὸς κρείττονά τινα καὶ παράδοξον μορφὴν ἔχων, εὐθέως ἐπιστεύετο, ὅτι θεὸς ὑπάρχει. Ἐκ γραφικῆς ἱστορίας τὸ λεγόμενον παραστῆσαι πειράσομαι. Ποιήσας ὁ θεὸς ἐν ἀρχῇ τὸν Ἀδὰμ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἐνέθηκεν εἰς τὸ πρόσωπον αὐτοῦ διὰ τοῦ ἐμφυσήματος τὴν χάριν καὶ ἔλλαμψιν καὶ ἀκτῖνα τοῦ παναγίου πνεύματος. Εἶτα διὰ τῆς παρακοῆς καὶ τῆς ἁμαρτίας ἀποσβεσθείσης τῆς τοιαύτης χάριτος ἐκ τοῦ προσώπου αὐτοῦ ἐγέννησε τὸν Κάϊν, ἐγέννησε τὸν Ἄβελ. Μετὰ δὲ τούτους ἄκουσον, τί φησιν ἡ γραφή. Ἔζησε δὲ Ἀδὰμ ἔτη διακόσια καὶ τριάκοντα καὶ ἐγέννησεν υἱὸν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, τουτέστιν οἵαν εἶχεν ἀπ’ ἀρχῆς, ὅτε γέγονεν ὑπὸ θεοῦ, εἰκόνα καὶ ἔλλαμψιν ἐπὶ τοῦ προσώπου. Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ, τουτέστιν ἐξανάστασις, ἐπειδὴ εἶδεν ἐν αὐτῷ ἀνακαινισθεῖσαν τὴν ἀρχαίαν καὶ παράδοξον ἐκείνην ἐπὶ τοῦ προσώπου μορφὴν καὶ χάριν καὶ ἔλλαμψιν τοῦ παναγίου πνεύματος, ἣν θεασάμενοι ἐπὶ τοῦ προσώπου τοῦ Σὴθ ἅπαντες οἱ κατ’ ἐκεῖνον τὸν καιρὸν ἄνθρωποι εὐθέως προσηγόρευσαν αὐτὸν θεόν. Καὶ διὰ τοῦτο περὶ τῶν υἱῶν αὐτοῦ εἶπεν ἡ γραφή, ὅτι Ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ (τουτέστιν οἱ υἱοὶ τοῦ Σήθ) τὰς θυγατέρας τῶν ἀνθρώπων (τὰς ἐκ τοῦ γένους τοῦ Κάϊν) ἔλαβον ἑαυτοῖς γυναῖκας. Μετεῖχον γὰρ καὶ αὐτοὶ τῆς χάριτος τοῦ ἁγίου πνεύματος, ἕως οὗ εἶπεν ὁ θεός, ὅτι Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις. Μέντοιγε ὁ Σὴθ ἐπὶ ἐννακοσίους πέντε χρόνους διέμεινεν ἐν μέσῳ τῶν ἀνθρώπων ἔχων τὴν τοιαύτην παράδοξον τοῦ προσώπου μορφήν, ὀνομαζόμενος ὑπὸ πάντων θεός. Καὶ ὁ Ναβουχοδονοσὸρ δὲ τὴν παράδοξον ὄψιν τοῦ τετάρτου υἱὸν θεοῦ ἐκάλεσε. Καὶ ὁ Μανῶε τὴν ἐξαίρετον τοῦ ἀγγέλου μορφὴν θεὸν προσηγόρευσεν. Ὁμοίως καὶ ὁ Ἰακὼβ τὴν ξένην τοῦ παλαίσαντος αὐτῷ ὄψιν θεὸν ὠνόμασε. Καὶ ἡ ἐγγαστρίμυθος παραδόξους μορφὰς θεασαμένη θεοὺς αὐτοὺς προσηγόρευσε. Καὶ Μωϋσῆς δὲ ἐπὶ τεσσαράκοντα χρόνους διέμεινεν ἐν ἐκείνῃ τῇ παραδόξῳ τοῦ προσώπου μορφῇ.

Καὶ τίνος χάριν ὁ πάντων τούτων τὰ πρόσωπα οὕτω δοξάσας Χριστὸς οὐκ ἔδειξε τοῖς ἀνθρώποις ἐν ἑαυτῷ τοιαύτην μορφήν, ὅπως πιστωθῇ, ὅτι θεὸς ὑπάρχει ἀληθῶς, καὶ τούτου χάριν κρείττονα παρὰ τὴν ὑλικὴν καὶ γηγενῆ καὶ φθαρτὴν ἔχει μορφήν, ἀλλ’ ἐταπείνωσε καὶ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου ἑκουσίως λαβών, —ὅθεν καὶ ἐν αὐτῇ τῇ ταπεινώσει ταπεινοτέρως ἐταπείνωσεν ἑαυτόν; Οὐ γὰρ υἱὸς βασιλέως ἐπὶ γῆς γέγονεν, οὐχ υἱὸς ἀρχιερέως, οὐχ υἱὸς δυνάστου, οὐ μητρὸς βασιλίδος, ἀλλὰ γονέων πτωχῶν, κώμης οἰκτρᾶς Ναζαρέτ, οὐ μητροπόλεώς τινος, οὐ τῆς Ἱερουσαλήμ, ἀλλὰ τόπου πτωχοῦ· ὁ Ἰωσὴφ πτωχός, ἡ τούτου τέχνη οἰκτρά, ὁ βίος αὐτῶν πτωχός. Ὅθεν καὶ ἐν Βηθλεὲμ οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι, οὔτε μὴν πλῆθος δούλων καὶ ζῴων καὶ ἡμιόνων. Διὸ καὶ πᾶσα ἡ ἐπὶ γῆς τοῦ Χριστοῦ διατριβὴ ἐν πτωχείᾳ καὶ πεζοπορίᾳ γέγονεν, ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς πεζὸς καὶ ἀδούλευτος ὤν, οἶκον ἐξ οἴκου μετερχόμενος, καὶ ξενοδοχούμενος, καὶ ἐκ τῶν συνακολουθούντων αὐτῷ γυναικῶν τρεφόμενος ὁ πᾶσι τὴν ζωὴν καὶ τὴν τροφὴν χαριζόμενος.

Ταῦτα δὲ πάντα τὰ πτωχοπρεπῆ οὐκ ἀσκόπως ὁ Χριστὸς πεποίηκεν, ἀλλ’ ἐπειδὴ δι’ ὑψηλοφροσύνης ἔπεσεν ὁ ἄνθρωπος νομίσας γενέσθαι θεός· τούτου χάριν διὰ πολλῆς καὶ ἀφάτου ταπεινοφροσύνης πεποίηκεν ὁ Χριστὸς πάντα τὰ τῆς ἐνσάρκου οἰκονομίας αὐτοῦ ἐπὶ τοσοῦτον ταπεινώσας ἑαυτόν, ὥστε καὶ αὐτὰ αὐτοῦ τὰ ἐντάφια ἱμάτια οὐκ ἐξ οἰκείων γονέων, ἀλλ’ ἐκ τοῦ Ἰωσὴφ ἐκομίσατο ἑκουσίως.

Διὸ ἐπιγνόντες τὸν σκοπὸν τῆς ἑκουσίου Χριστοῦ ταπεινώσεως, ὅτι ἑαυτὸν ἐκένωσε καὶ ἐπτώχευσεν, ἵνα τὴν ὑπερηφανίαν τοῦ ἐχθροῦ καταργήσῃ, μὴ δειλιάσωμεν μετὰ Παύλου εἰπεῖν, ὅτι «Πεπείραται Ἰησοῦς πάντων τῶν ἡμετέρων παθημάτων δίχα μόνης τῆς ἁμαρτίας.» Καὶ μάλιστα ἔχοντες τὰς προειρημένας αὐτοῦ πρὸ τοῦ βαπτίσματος παραστάσεις καὶ τὰς νηπιώδεις ἕως εἰς ἄνδρα τέλειον αὐξήσεις, τὰς πείνας, τὰς δίψας, τοὺς κόπους, τὰ δάκρυα καὶ τὰ λοιπὰ τὰ καθ’ ἡμᾶς, ἅτινα τοῖς αἱρετικοῖς ἀντιτιθοῦντες (λέγω δή, ἅπερ ἐν τοῖς τριάκοντα χρόνοις καθ’ ἡμᾶς ἑκουσίως διεπράξατο), μηκέτι περὶ ὧν μετὰ τὸ βάπτισμα ὁ Χριστὸς ἐπεδείξατο ἀνθρωπίνων ζυγομαχήσωμεν, μὴ περὶ ὕπνου, μὴ περὶ βρώσεως ἢ πόσεως ἢ κόπου ἢ δακρύων ἢ λύπης ἢ ἀγωνίας ἢ ἑτέρου τινὸς ὑλικοῦ. <Εἰ> γὰρ καὶ μηδὲν ὅλως ἀνθρώπινον διεπράξατο μετὰ τὸ βάπτισμα ἐν τοῖς τρισὶ χρόνοις, μήτε ἔφαγε, μήτε ἔπιε, μήτε ὕπνωσε, μήτε ἐκοπίασε, μήτε ἔπτυσε, μήτε ἔκλαυσεν, ἤρκουν <ἂν> ἡμῖν εἰς τὸ βεβαιῶσαι τὸ ἀληθὲς τῆς αὐτοῦ ἀνθρωπότητος πάντα, ὅσα ἔπραξε καθ’ ἡμᾶς ἐν τοῖς τριάκοντα χρόνοις τοῖς πρὸ τοῦ βαπτίσματος. Νόμος γάρ ἐστιν ἐξ ἀποστολικῶν κανόνων ὁ ἐπιτρέπων τῶν πλειόνων μαρτυριῶν ἢ χρήσεων εἶναι τὴν ψῆφον ἐπὶ παντὶ ζητήματι καὶ δόγματι συντείνοντι εἰς Χριστόν.

Πλὴν τῷ ἐπεσκεμμένως ἐγκύψαντι τοῖς ἁγίοις εὐαγγελίοις πτωχότερα καὶ εὐτελέστερα καὶ ἀτιμότερά εἰσιν, ἅπερ Χριστὸς πέπονθε καὶ ἔπραξεν ἑκουσίως μετὰ τὸ βάπτισμα αὐτοῦ, ὑπὲρ πάντα, ὅσα πεποίηκεν ἀνθρώπινα καθ’ ἡμᾶς πρὸ τοῦ βαπτίσματος αὐτοῦ, καίπερ θεὸς ὢν ἀληθινὸς καὶ πρὸ σαρκὸς καὶ μετὰ σάρκωσιν. Τί γάρ, εἰπέ μοι, τούτου πτωχότερον ἐπὶ θεοῦ ἢ εὐτελέστερον ἢ ἀτιμότερον, ὅτι ὁ ποιητὴς οὐρανοῦ καὶ γῆς, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ πατρός, ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ὢν θεὸς ἐπὶ πάντων, ὁ ὁμοούσιος καὶ ὁμόδοξος λόγος τοῦ πατρός, ὁ συναΐδιος τοῦ παναγίου πνεύματος, ὁ ἄκτιστος, ὁ ἄτρεπτος, ὁ αὐτόφωτος υἱὸς ὁ μονογενὴς ἐθελοντὶ ὑπὸ ἀνόμων ὡς ἄνομος σὺν ἀνόμοις σαρκὶ εἰς θάνατον ἀπάγεται ἄτιμον, ὡς κακοῦργος νυκτὶ συλλαμβανόμενος, δεσμούμενος, ῥαπιζόμενος, ἐκδυόμενος, ἐμπτυόμενος, κολαφιζόμενος, φραγελλούμενος, ἐπὶ ξύλου γυμνὸς προσηλούμενος, ὡς κατάκριτος τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τὴν πλευρὰν κεντούμενος, καὶ τὴν ἐκδίκησιν ἑαυτοῦ μὴ ποιούμενος καίπερ ὢν θεὸς παντοδύναμος, ἀλλ’ ὡς πρόβατον ἡσύχως τὸν ὑπὲρ ἡμῶν θάνατον καταδεχόμενος. Τότε ὡς ἀληθῶς ἐπειράθη καθ’ ὁμοιότητα ἡμῶν ἐν ἀληθείᾳ νεκρὸς γενόμενος· τότε καθ’ ὁμοιότητα ἡμῶν εἴδομεν τὸ πρόσωπον αὐτοῦ, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

Σχόλιον. Τὸ εἶδος αὐτοῦ, φησίν, ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τουτέστιν ὑπὲρ τοὺς λοιποὺς καταδίκους ἀνθρώπους.

Τότε ἀληθῶς ἐν ὁμοιώματι ἀνθρώπων νεκρῶν νεκρὸς σαρκὶ ὁ θεὸς γέγονεν, ἐν ὁμοιώματι ἀνθρώπου ἐν τάφῳ κατετέθη, καὶ εἴδομεν αὐτὸν νεκρὸν κείμενον, ἔνθεον, κεχωρισμένον ψυχῆς, σῶμα νεκρὸν ἀληθῶς, ἄψυχον, ἄλαλον, ἄπνουν, μὴ λαλοῦν, μὴ κινούμενον, —μὴ ὁρῶντα, μὴ μεθιστάμενον, μὴ διδάσκοντα, μὴ αἰσθανόμενον, ἀλλὰ νεκρὸν ἀληθῶς σῶμα θεοῦ, ὡς πάντες νεκροί. Καὶ ἰδόντες τὸ ὅραμα καὶ θέαμα τὸ μέγα τοῦτο τῆς θεοσώμου νεκρώσεως ἐξεθαμβήθημεν· καὶ ἀναλαβόντες τὰς προειρημένας φωνάς, ἃς καθ’ ἡμῶν προφέρειν νομίζουσιν οἱ αἱρετικοί, ἀτενίζοντες τῷ παναγίῳ Χριστοῦ σώματι πρὸς αὐτοὺς διαποροῦντες εἴπομεν·

«Εἰ ὁ λόγος σὰρξ ἐγένετο, ἵνα καὶ τὸ σῶμα αὐτοῦ γένηται λόγος, πῶς τὸ πρὸ βραχέος λαλοῦν ἐν τῷ σταυρῷ Χριστοῦ σῶμα νῦν ἐν τῷ τάφῳ οὐ λαλεῖ λόγον καίπερ ἔχον ἐν ἑαυτῷ τὸν ἀσίγητον θεὸν λόγον; Εἰ γὰρ οὐδὲν τῶν ἀνθρωπίνων κατὰ ἄνθρωπον ἔδρασε Χριστός, πῶς καθ’ ὁμοιότητα ἀνθρώπων ὑπέμεινε τὴν νέκρωσιν; Καὶ εἰ ἐν πᾶσι τοῖς φυσικοῖς ἡμῶν ὑπὲρ φύσιν ἦν, πῶς κατὰ τὴν φύσιν ἡμῶν χωρισμὸν ψυχῆς κατεδέξατο; Καὶ εἰ τοιοῦτον γέγονε τὸ σῶμα, οἷος ὁ θεώσας αὐτὸ θεὸς λόγος, πρόδηλον ὅτι οὐκ ἀπέθανεν, ἀλλὰ ἀθάνατον ἦν ἐν τῷ μνήματι, ὥσπερ ὁ θεὸς λόγος, καὶ δοκήσει καὶ φαντασίᾳ ὡρᾶτο νεκρόν. Καὶ εἰ ὡς σταγὼν ὄξους συνανεκράθη ἡ σὰρξ τῷ πελάγει τῆς θεότητος καὶ οὐκέτι ἦν μετὰ τὴν ἕνωσιν ἐν οἱῳδήποτε ἰδιώματι ἀνθρώπων, ἢ φάσμα καὶ σκιὰν εἴλησεν ὁ Νικόδημος καὶ Ἰωσὴφ ταῖς ὀθόναις καὶ τέθηκεν ἐν τῷ τάφῳ, ἢ πάλιν πέλαγος μόνης θεότητος εἴλησε σινδόνι καὶ κατέκλεισε δεσμήσας, εἰ δὲ θεότητος φύσις περιεγράφετο ἐν τῷ μνήματι μεταστοιχειώσασα τὸ σῶμα καὶ ἀλλοιώσασα πρὸς τὴν οἰκείαν φύσιν, πῶς ὁ διδοὺς τῷ ἀψύχῳ οὐρανῷ φωνὴν βροντῆς οὐ δέδωκε καὶ τῷ νεκρῷ καὶ ἀψύχῳ αὑτοῦ σώματι φωνὴν ἐν τῷ μνήματι; πῶς ὁ κινῶν τὴν ἄψυχον γῆν ἐκ θεμελίων οὐκ ἐσάλευσε τὴν ἄψυχον αὑτοῦ σάρκα ἐν τῷ μνήματι; πῶς ὁ ἀνοίξας τὰ στόματα τῶν ἀψύχων τάφων οὐκ ἤνοιγε τὸ στόμα αὐτοῦ ἐν τῷ τάφῳ; Εἰ γέγονε τῇ θεώσει καὶ τὸ σῶμα Χριστοῦ θεότης, πῶς οὐ θεωρεῖ καὶ βλέπει ὡς ἡ θεότης ἡ τὰ πάντα θεωροῦσα, ἀλλὰ κεκλεισμένον ἔχει τὸ ὄμμα τὸ σῶμα τὸ ἔχον ἐν ἑαυτῷ τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον; πῶς οὐ ζῇ τὸ ἔχον ἔνδον τὴν τοῦ κόσμου ζωήν; πῶς οὐκ ἀναπνεῖ ἀχώριστον ὂν τῆς πάντων πνοῆς καὶ ζωῆς θεοῦ; Καὶ γὰρ δυνατωτέρα καθ’ ὑπερβολήν ἐστιν ἡ δύναμις καὶ ἡ ἐνέργεια τοῦ θεοῦ λόγου τοῦ ἐν αὐτῷ ὑπὲρ τὴν δύναμιν καὶ ἐνέργειαν τῆς ψυχῆς τῆς χωρισθείσης ἐξ αὐτοῦ, ἡνίκα εἶπεν ἐν τῷ σταυρῷ· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Εἰ οὖν καινοτομήσας τὴν φύσιν ἐκαινοτόμησε καὶ πάντα τὰ φυσικὰ τῆς φύσεως καὶ οὐ κατὰ ἄνθρωπον ἔδρασέ τι τῶν ἀνθρωπίνων, ἐχρῆν αὐτὸν καὶ τὴν τοῦ σώματος νέκρωσιν μὴ καθ’ ἡμᾶς διαπράξασθαι. Εἰ δὲ κατὰ ἀλήθειαν ἀληθῆ θάνατον Χριστοῦ καταγγέλλετε, καὶ ἀληθῆ ψυχῆς ἀπὸ σώματος διάζευξιν, καὶ ἀψευδῆ ἐν τάφῳ τριήμερον νέκρωσιν, καὶ σώματος θνητοῦ ἀφωνίαν καὶ ἀβλεψίαν καὶ ἀκινησίαν ἀφαντασίαστον, γνῶτε σαφῶς, ὦ τῶν αἱρέσεων παῖδες, ὅτιπερ καὶ μετὰ τὴν ἕνωσιν ἑκουσίως οὐ πάντα τὰ καθ’ ἡμᾶς ὑπὲρ ἡμᾶς ἔπραξεν ὁ Χριστός, οὐδὲ τοιοῦτον γέγονεν αὐτοῦ τὸ σῶμα, οἷος καὶ ὁ θεώσας αὐτὸ λόγος, ἀπερίγραπτον καὶ ἀόρατον καὶ ἄκτιστον καὶ ἄναρχον· οὐδὲ ὡς σταγὼν ὄξους ἀνεκράθη καὶ ἠλλοιώθη καὶ μετεβλήθη εἰς ἀπερίγραπτον ὁμοούσιον πέλαγος θεότητος, ἀλλ’ ἐν ἰδιότητι τῇ κατὰ φύσιν καὶ μετὰ τὴν ἕνωσίν εἰσιν, ἡ μὲν θεότης ἀόρατος, τὸ δὲ σῶμα ὁρατὸν καὶ περίγραπτον καὶ κτιστόν.»

Σχόλιον. Ταῦτα καὶ πρὸς Ἁρμασίτας ἀπορητέον.

Ταῦτά μοι φύλαττε, ὁ πιστός, ἐν καιρῷ τοῦ πρὸς τοὺς ἀλλοφύλους πολέμου, ὥσπερ ῥομφαίαν δίστομον κρατῶν τὸν σταυρὸν τοῦ Χριστοῦ καὶ τὸν τάφον. Καὶ ὁπότε τὰς πολυπλόκους αὐτῶν προβάλλονται τῆς θεοπασχίας φλυαρίας, ἄγαγε αὐτοὺς ἐπὶ τὸν προκείμενον σταυρόν, κἀκεῖ κεντήσας τούτους ἀπόσφαξον. Ὅτε δὲ τὴν φαντασίαν καὶ τὴν ἄρνησιν τῆς καθ’ ἡμᾶς φύσεως ἐν Χριστῷ δογματίζουσι, φέρε αὐτοὺς ἐπὶ τὸν δεσποτικὸν τάφον, κἀκεῖ αὐτοὺς θανατώσας τῷ ᾅδῃ παράπεμψον.

Καὶ γὰρ καὶ ὁ περὶ πάντα πολυπειρότατος τῶν ἐξηγητῶν Ἀμμώνιος ὁ Ἀλεξανδρεὺς τούτῳ τῷ τρόπῳ τὸν Ἁλικαρνασέα χειρωσάμενος ἐθανάτωσεν. Ἀναλαβὼν γὰρ καὶ προσποιησάμενος τὸ τοῦ Σαμοσατέως πρόσωπον, ὡς εἶδε τὸν Ἰουλιανὸν εἰς δόκησιν καὶ φαντασίαν τρεπόμενον, καὶ ἄνω καὶ κάτω θεωθεῖσαν, καὶ ἀποθεωθεῖσαν, καὶ τραπεῖσαν, καὶ ὡς σταγόνα ὄξους πρὸς τὸ πέλαγος τῆς θεότητος λέγοντα ἀλλοιωθεῖσαν καὶ ἐξομοιωθεῖσαν τὴν ἁγίαν σάρκα τοῦ Χριστοῦ, ὡσανεὶ διαπριόμενος καὶ διαπληκτιζόμενος ἐπὶ τῇ ἀθετήσει τῆς ἀληθείας ὁ ἱερὸς Ἀμμώνιός φησιν πρὸς τὸν Ἰουλιανόν·

Ὅτι μὲν θεὸς ἀληθὴς ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ θεῖον ὄντως αὐτοῦ τὸ ἅγιον σῶμα τῇ θεώσει, καί, «Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος», παντί που δῆλον. Ὁ γὰρ μὴ οὕτω φρονῶν ξένος καὶ ἀλλότριός ἐστι τῆς ἁγίας θεότητος αὐτοῦ. Ὅμως διὰ τὴν πολλὴν καὶ φιλόνικον ὑμῶν ζυγομαχίαν τῶν ἀρνουμένων τὴν ἀνθρωπίνην φύσιν τοῦ Χριστοῦ, ἰδοὺ οἰκειοῦμαι καὶ ἀναλαμβάνω πρόσωπον τοῦ Σαμοσατέως, ἢ μᾶλλον ἀπίστου Ἰουδαίου Φίλωνος τοῦ φιλοσόφου. Καὶ οὗτος γὰρ πρὸς Μνάσωνα τὸν ἀποστολικὸν μαθητὴν ἀντίῤῥησιν τότε περὶ τῆς Χριστοῦ ποιούμενος θεότητος διηρώτα τὸν Μνάσωνα λέγων·

«Τίς καὶ ποία καὶ πόθεν ἡ ἀπόδειξις, ὅτι θεὸς ὁ Χριστός; Κἂν γὰρ τὸ ἄσπορον, φησί, τοῦ τόκου αὐτοῦ τοῦ ἐκ παρθένου εἴπῃς, τιμιωτέρα καὶ παραδοξοτέρα ἐστὶν ἡ τοῦ Ἀδὰμ γένεσις αὐτοχείρως ὑπὸ θεοῦ διαπλασθεῖσα καὶ θείῳ ἐμφυσήματι ψυχωθεῖσα καὶ καθαρωτέρως τῆς ἐν μήτρᾳ γυναικείᾳ καὶ κόπρῳ καὶ βρώμῳ καὶ ῥύπῳ ἐνναμηνιαίας κατοικήσεως τοῦ Ἰησοῦ γεγενημένη. Κἂν τὰ σημεῖα, ἅπερ ἐποίησε μετὰ τὸ βάπτισμα αὐτοῦ, εἴπῃς, κἀγώ σοι λέγω, ὅτι οὐδεὶς ἐπὶ γῆς ἐποίησε σημεῖα καὶ τέρατα ἐπὶ χρόνους τεσσαράκοντα, οἷα ἐποίησε Μωϋσῆς. Κἄν μοι πάλιν δείξῃς τὸν Ἰησοῦν ἐγείροντα νεκρόν, ἀλλ’ ὁ προφήτης Ἰεζεκιὴλ ἀνέστησεν ἐκ τῶν ξηρῶν ὀστέων πλῆθος ἀμέτρητον παρεμβολῆς νεκρῶν ἀνθρώπων, καὶ αὐτὸς δὲ ὁ Ἰησοῦς εἶπεν, ὅτι μείζονα αὐτοῦ ποιήσουσί τινες ἄνθρωποι σημεῖα. Εἰ δὲ φάσκετε πρὸς ἡμᾶς, ὅτι ὡς θεὸς ἀνελήφθη εἰς οὐρανοὺς ὁ Ἰησοῦς, μάλιστα μὲν οὖν ὁ προφήτης Ἠλιοὺ ἐνδοξοτέρως ἀνελήφθη ἐν ἅρματι πυρὸς καὶ ἵπποις πυρός, ὥστε μείζω πάσης ὑμῶν βλασφημίας ἐστὶ τὸ ὀνομάζειν «θεὸν οὐράνιον» τὸν Ἰησοῦν. Καὶ γὰρ καὶ ὁ θεὸς αὐτὸς πρὸς Μωϋσέα εἴρηκεν, ὅτι «Οὐκ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται». Καὶ ἡ ὑμετέρα δὲ γραφὴ μαρτυρεῖ, ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε», θεόν, «ὃν εἶδεν ἀνθρώπων οὐδείς, οὔτε ἰδεῖν δύναται».

Καὶ πῶς οὐκ αἰδοῦνται Χριστιανῶν κήρυκες λέγοντες θεὸν τὸν Ἰησοῦν; Εἴρηται γάρ, ὅτι «Ὁ θεὸς πῦρ καταναλίσκον ἐστίν». Εἰπέ μοι, θεὸς πύρινος πεινᾷ; Θεὸς πύρινος διψᾷ; Θεὸς πύρινος πτύει; Θεὸς φλογερὸς δακρύει; Θεὸς πύρινος περιτέμνεται καὶ αἱμοῤῥοεῖ καὶ ἀποῤῥίπτει εἰς γῆν τὴν περιτόμιον σάρκα καὶ αἷμα καὶ κόπρον γαστρός; Ἅπερ ἅπαντα ἐκριφέντα ἀπὸ τοῦ Ἰησοῦ εἰς γῆν ὑπὸ κυνῶν ἔσθ’ ὅτε ἢ θηρῶν καὶ ὀρνίθων κατεβρώθη καὶ κατεπόθη, καὶ ὑπὸ κτηνῶν κατεπατήθη πάντα τὰ ἐκ τῆς σαρκὸς αὐτοῦ ἐκκοπέντα καὶ ἐκριφέντα καὶ ἐκκριθέντα καὶ ἀποβληθέντα, εἴτε πτύελοι, εἴτε ὄνυχες, εἴτε τρίχες, εἴτε αἷμα, εἴτε ἱδρώς, εἴτε δάκρυον, ἅπερ ἅπαντα μοῖραί τινες καὶ μέρη εἰσὶ συνουσιωμένα τῇ οὐσίᾳ τοῦ σώματος, καὶ κατὰ πρόσβασιν καὶ αὔξησιν ἐκκοπτόμενα ἀποῤῥίπτονται. Λέγετε γάρ, ὅτι ὡμοιώθη ὁ Ἰησοῦς κατὰ πάντα τρόπον τοῖς ἀνθρώποις ἐν τῇ σαρκὶ αὐτοῦ χωρὶς ἁμαρτίας· διὸ καὶ θανόντα αὐτὸν τριήμερον κηρύττετε θεὸν ὄντα. Καὶ ποῖος θεός—«πῦρ καταναλίσκον»—δύναται ἀποθνῄσκειν, ὅπου γε οἱ δοῦλοι αὐτοῦ ἄγγελοι ἀποθνῄσκειν οὐ δύνανται, οὔτε μὴν τὰ πονηρὰ τῶν δαιμόνων πνεύματα, οὔτε πάλιν αἱ τῶν ἀνθρώπων ψυχαί; Ποῖος δέ, πάλιν λέγω, θεὸς ὁ ἐξουσίαν ζωῆς καὶ θανάτου ἔχων φεύγει, ὡς ἔφυγεν Ἰησοῦς ἀπὸ Ἡρῴδου, ἵνα μὴ νήπιος φονευθῇ; Ποῖος θεὸς πειράζεται ὑπὸ τοῦ διαβόλου ἐπὶ ἡμέρας τεσσαράκοντα; Ποῖος θεὸς γίνεται «κατάρα», καθὰ Παῦλος περὶ Ἰησοῦ φησι; Ποῖος δὲ θεὸς ἀναμάρτητος ποιεῖ ἁμαρτίαν; Δι’ ὑμᾶς γάρ, ὡς λέγετε, «ἁμαρτία» ὁ Ἰησοῦς γέγονεν. Εἰ δὲ θεός ἐστι, πῶς προσηύξατο, ἵνα παρέλθῃ αὐτὸν τὸ ποτήριον τοῦ θανάτου καὶ οὐκ εἰσηκούσθη; Εἰ θεός ἐστι, πῶς ὑπὸ θεοῦ ἐγκαταλειφθεὶς ἔλεγεν· «Ὁ θεός, ὁ θεός μου, ἵνα τί με ἐγκατέλιπες;» Θεὸς ὑπὸ θεοῦ ἐγκαταλιμπάνεται; Θεὸς θεοῦ δέεται λέγων· «Μὴ ἐγκαταλίπῃς τὴν ψυχήν μου εἰς ᾅδην;» Θεὸς δεσμεῖται καὶ κολαφίζεται καὶ ἐμπτύεται καὶ σφάζεται; Εἰ δὲ ἄρα θεὸς ἦν, ἐχρῆν αὐτὸν πατάξαι τοὺς συλλαβεῖν αὐτὸν θέλοντας, ὥσπερ ἐπὶ τοῦ Λὼτ ὁ ἄγγελος τοὺς Σοδομίτας ἐπάταξεν, ἀλλὰ τὸ ἀδύνατον τοῦ Ἰησοῦ ὀνομάζετε ὑμεῖς μακρόθυμον.»

Σχόλιον. Ἀνάθεμα καὶ κατάθεμά σοι, ὅτι καὶ αὐτοὶ οἱ δαίμονες υἱὸν θεοῦ ὡμολόγησαν τὸν Χριστόν.

Ἀκουέτωσαν ταῦτα αἱ τῶν αἱρέσεων θυμελικαὶ ὀρχῆστραι, αἱ δοκοῦσαι τιμᾶν τὸν Χριστὸν καὶ διὰ τοῦτο ἀρνούμεναι τὸ ὁμολογεῖν φύσιν τὸ πανάγιον σῶμα αὐτοῦ. Ἰδοὺ γὰρ ὁ μιαρὸς Φίλων οὐδὲν περὶ φύσεως ἐμέμψατο, ἀλλὰ τοῖς πάθεσι Χριστοῦ καὶ ταῖς ὕβρεσι σκανδαλιζόμενος προσέκοψε, καθὼς καὶ πάντες οἱ ἐθνικοί τε καὶ ἄπιστοι. Λοιπόν, εἰ τιμᾶν τὴν ἄτιμον τιμὴν αὐτὸν βούλεσθε, λέγοντες τῇ τοῦ κρείττονος ἐκνικήσει ἀποθεωθεῖσαν τὴν σάρκα, καὶ τῷ πελάγει τῆς θεότητος ὁμοιωθεῖσαν, καὶ τοιαύτην γενομένην, οἷος ὁ θεώσας αὐτὴν λόγος, μηδὲν τῶν προειρημένων παθῶν καὶ τῶν εὐσκανδαλίστων φωνῶν, ὧν ὁ μιαρὸς Φίλων ἐν Χριστῷ ἀπηρίθμησεν, ὁμολογήσητε. Καθ’ ὑπερβολὴν γάρ εἰσιν ἀτιμότερα τὰ προκείμενα πάθη ὑπὲρ τὸ εἰπεῖν φύσιν ἢ βούλησιν ἢ ἐνέργειαν ἀνθρωπίνην ἐν αὐτῷ τῷ Χριστῷ.

Τὴν αὐτὴν δὲ τῆς ἀπωλείας ὁδὸν τῷ Φίλωνι βαδίζων καὶ ὁ Ἐδεσσηνὸς Μάρων ὁ μιαρός, <Νεστορίου> ἀπόγονος ὑπάρχων, συντάττων κατὰ τῶν ὁμολογούντων θεὸν τὸν Χριστόν, οὕτω πώς φησιν ἐν τῇ δυσσεβεῖ αὑτοῦ συγγραφῇ· Σοφίζονται δὲ οἱ τῷ Αἰγυπτίῳ Κυρίλλῳ πειθόμενοι φάσκοντες, ὅτι «Ἀχώριστος ἦν ἐν τῷ τάφῳ τοῦ σώματος τοῦ Ἰησοῦ ἡ θεότης μεταποιοῦσα αὐτὸ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν». Πρὸς οὓς ὡσανεὶ πρὸς παῖδάς τινας ἐν θεάτρῳ παίζοντας ἐρεῖ τις· «Ποῦ γάρ ἐστι τόπος, ὦ ἀνόητοι, ἔνθα οὐκ ἔστιν ἡ ἀπερίγραπτος θεότης;» Ὁ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν καὶ πανταχοῦ παρών, πάντως ὅτι καὶ ἐν τῷ τάφῳ τοῦ Ἰησοῦ ἦν, ὥσπερ καὶ ἐν πάσῃ τῇ κτίσει. Εἰ δὲ ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν τὸ σῶμα Χριστοῦ ἠγέρθη, οὐδὲν θαυμαστόν· ἄπιστοι γὰρ καὶ ἐθνικοὶ διὰ θανάτου ἄφθαρτα σώματα ἀνιστάμεθα ἔχοντες.

Σχόλιον. Ἀνάθεμά σοι εἰς τοὺς αἰῶνας.

ιδʹ Ἀμμωνίου πρεσβυτέρου Ἀλεξανδρείας ἐκ τοῦ Πρὸς τὰς αἱρέσεις Εὐτυχοῦς καὶ Διοσκόρου λόγου ιεʹ. Ἔστι γοῦν τὸ παρ’ αὐτοῖς τοῖς τῇ συνόδῳ Χαλκηδόνος ἐπιμεμφομένοις, τὴν δὲ φύσιν τῆς σαρκὸς τοῦ Χριστοῦ ἀπαρνουμένοις ὄντως ἐκπλήξεως ἀνάπλεων, ὅτιπερ τὸ ὁρώμενον σῶμα καὶ κρατούμενον καὶ αὐξούμενον καὶ σπαργανούμενον καὶ περιτεμνόμενον καὶ ψηλαφώμενον καὶ δεσμούμενον καὶ ῥαπιζόμενον καὶ σφαζόμενον καὶ κεντούμενον καὶ βασταζόμενον καὶ θαπτόμενον καὶ θυόμενον καὶ κλώμενον καὶ μελιζόμενον καὶ ἐσθιόμενον καὶ θρυβόμενον καὶ μεταδιδόμενον φάσκουσι μὴ εἶναι φύσιν ἤγουν ἀλήθειαν, τὸν δὲ λόγον τὸν ἀόρατον, ὅνπερ οὔτε εἶδον, οὔτε ὄψονται, οὔτε ἐκράτησαν, οὔτε κρατήσονται, οὔτε κατέλαβον, οὔτε καταλήψονται, οὔτε περιέγραψαν, οὔτε ἐθανάτωσαν, οὔτε ἐμέλισαν, οὔτε ἔφαγον (οὔτε ὅλως τι τῶν αὐτοῦ καταλαβέσθαι δύνανται, οὐ φύσιν, οὐ μορφήν, οὐκ εἶδος, οὐ χρῶμα, οὐ σχῆμα, οὐ μέτρον, οὐ κίνησιν, οὐ μετάστασιν, οὐ κατάβασιν, οὐκ ἔλευσιν ἢ ἀναχώρησιν, οὐδ’ ἄλλο τι τῶν ἐν τῷ θεῷ λόγῳ ὄντων), τοῦτον ὁμολογοῦσιν οὐσίαν. Καὶ μήν (ἵνα τι καὶ παραφρονῶν πρὸς αὐτοὺς εἴπω) τὸ ὁρώμενον καὶ κρατούμενον ἐν τοῖς πράγμασι μᾶλλον πιστεύεται, καὶ οὐσία ὑπάρχουσα ὁμολογεῖται παρὰ πάντων ὑπὲρ τὸ μὴ ὁρώμενον ἢ κρατούμενον, ἀλλὰ λόγῳ ἐξ ἀκοῆς πιστευόμενον. Τὰ γὰρ τῆς Χριστοῦ θεότητος πίστει ἐξ ἀκοῆς παρειλήφαμεν, τὰ δὲ τῆς σαρκὸς αὐτοῦ διὰ τῆς πείρας αὐτῆς τῶν πραγμάτων ἑωράκαμεν καὶ ἐψηλαφήσαμεν. Ὡς εἰ δόξει τινὶ τῶν ἀπίστων περιεργότερον εἰσπρᾶξαι ἡμᾶς φυσικὰς ἀποδείξεις περὶ τῆς θεότητος τοῦ Χριστοῦ, καὶ ὁποία ἡ ταύτης φύσις, καὶ πόθεν δῆλον, ὅτι ἐν τῇ σαρκὶ αὐτοῦ ἦν ὁ θεὸς ὁ ποιητὴς τῶν ἁπάντων, οὐδὲν ἕτερον τῷ ταῦτα περιεργαζομένῳ δυνάμεθα λέγειν ἀλλ’ ἤ, ὅτι «Πίστει μόνῃ τὰ περὶ τῆς θεότητος πάντα παραδίδονται, πίστει ἀπεριέργῳ καὶ οὐκ ἐξερευνήσει, οὐδὲ καταλήψει, κἂν γὰρ οἱ πιστοὶ διὰ τῶν θεοσημείων τοῦ Χριστοῦ ἐπιστώθημεν τὸ ἀληθὲς τῆς αὐτοῦ θεότητος.»

Ἀλλ’ ἤκουσας πρὸ βραχέος, πῶς ὁ δι’ ἐναντίας ἀντέθηκε τοῖς Χριστοῦ θαύμασι τὰς ἀμυθήτους Μωϋσέως σημειοποιΐας.

Καὶ γοῦν ποτέ μου κατὰ τὴν Ἀντινώπολιν πρὸς Κόλλουθον τὸν σοφιστὴν τὰς διαλέξεις ποιουμένῳ (Ἰουδαῖον καὶ αὐτὸν τυγχάνοντα), ἀντιθέντος καὶ αὐτοῦ τοῖς τοῦ Χριστοῦ θαύμασι τὰς Μωϋσέως θαυματουργίας, εἶτα ἐμοῦ εἰρηκότος, ὅτι «Μωϋσῆς μὲν ὡς προφήτης ὢν διὰ προσευχῆς ἐξετέλει τὰ τεράστια, ὁ δὲ Χριστὸς ὡς θεὸς αὐτοκελεύστως τὰ θαύματα διεπράττετο δίχα προσευχῆς», πρὸς ταῦτα ἔφασκεν ὁ Ἰουδαῖος, ὅτι «Καὶ ὁ Χριστὸς διὰ προσευχῆς τὸν Λάζαρον ἤγειρε, καὶ διὰ προσευχῆς τοὺς πέντε ἄρτους ἐπλήθυνε, καὶ προσηύξατο παρελθεῖν αὑτὸν τὸ ποτήριον, καὶ εἰς ὄρος κατ’ ἰδίαν θεῷ ὡς ἄνθρωπος προσηύχετο, καὶ ὑπὲρ τῶν σταυρωσάντων τῷ θεῷ προσηύχετο λέγων· Ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι, τί ποιοῦσιν. Εἰ δὲ καὶ χωρὶς προσευχῆς ἐποίησε σημεῖά τινα, οὐδὲν θαυμαστόν· καὶ Μωϋσῆς γὰρ τὰ μὲν διὰ προσευχῆς, τὰ δὲ καὶ χωρὶς προσευχῆς ἐθαυματούργει, ὥσπερ καὶ Ἠλίας χωρὶς προσευχῆς τὸ ἔλαιον καὶ τὸ ἄλευρον ἐπλήθυνε, χωρὶς προσευχῆς τὸν Ἰορδάνην ἔσχισε, χωρὶς προσευχῆς καὶ Ἐλισσαῖε τὸ ἔλαιον ηὐλόγησε, καὶ τὸν θάνατον τὸν ἐν τῷ λέβητι ἰάσατο, χωρὶς προσευχῆς τὸν λεπρὸν Νεεμὰν ἐκαθάρισε, καὶ νεκρὸν ὁ νεκρὸς Ἐλισσαῖε ἀνέστησεν. Εἰ δὲ λέγεις μοι, ὅτιπερ Μωϋσῆς καὶ οἱ προφῆται ὑπὸ θεοῦ ἀπεστάλησαν ὡς δοῦλοι, κἀγὼ σοὶ ἐρῶ, ὅτι καὶ ὁ Χριστὸς ἔλεγεν, ὅτι ὁ θεὸς αὐτὸν ἀπέστειλε, καὶ ὅτι οὐ δύναται χωρὶς τοῦ θεοῦ ποιῆσαι οὐδέν, καὶ ὅτι, ὅσα λαλεῖ, ἐκ τοῦ θεοῦ ἔλαβε πρόσταξιν τὸ τί εἰπεῖν καὶ τί λαλῆσαι καὶ μὴ ποιῆσαι τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος αὐτόν. Εἰ δὲ καὶ σεισμὸς καὶ σκότος γέγονε, ὡς λέγετε, ὅτε ὁ Ἰησοῦς ἐσταυρώθη, ἀλλὰ μὴν καὶ ἐφ’ ἑτέρων ἁγίων πολλάκις ὑπό τινων ἀνόμων ἀδίκως ἀποθανόντων σημεῖα καὶ σεισμοὶ καὶ τέρατα γεγόνασιν.»

Σχόλιον. Οὐκ ἀσκόπως δὲ ἡμῖν τὰ Φίλωνος καὶ Μάρωνος καὶ Κολλούθου τῶν δυσσεβῶν ἐνταῦθα τέθειται· ἔστι γὰρ ὅτε καὶ δι’ ἀλλοτρίων ὅπλων θανατῶσαι τοὺς ἀντιδίκους. Ἁρμόζουσι κατὰ πάσης αἱρέσεως μὴ συγκοινωνούσης ἡμῖν.

Ταῦτα καὶ τὰ τοιαῦτα τῶν ἀπίστων καὶ ἀθέων περὶ τῆς θεότητος τοῦ Χριστοῦ γλωσσαλγούντων καὶ βλασφημούντων λεγέτωσαν ἡμῖν οἱ φάσκοντες τὴν τοῦ κυρίου σάρκα ἀνακραθεῖσαν καὶ τῷ πελάγει τῆς ἀοράτου θεότητος ὁμοιωθεῖσαν, πόθεν τὸν δι’ ἐναντίας πείθουσιν, ὅτι θεός ἐστιν ὁ Χριστός, εἰ μὴ πίστει μόνῃ ἀπεριέργῳ. Τὴν δὲ τοῦ σώματος αὐτοῦ φύσιν οὐ μόνον πίστει, ἀλλὰ καὶ δι’ αὐτῆς τῆς πείρας τῶν πραγμάτων, ὧν ἑωράκαμέν τε καὶ ἐψηλαφήσαμεν καὶ καθ’ ἡμέραν φύσει καὶ ἀληθείᾳ ἐσθίοντες μεταλαμβάνομεν. Ἀλλ’ οἶμαι πάντας τοὺς παραιτουμένους καὶ ἀπαρνουμένους τὴν φύσιν καὶ τὰ τῆς φύσεως τοῦ σώματος τοῦ Χριστοῦ καὶ τὰς ταύτης ἰδιότητας, ἀπ’ αὐτοῦ ἐκείνου Μάνεντος τοῦ μυσαροῦ μέχρι καὶ νῦν, μὴ ἄλλοθέν ποθεν ἀποστρέφεσθαι καὶ ἀποφεύγειν αὐτοὺς ταῦτα, εἰ μὴ ἐκ τοῦ εἶναι αὐτοὺς ὅλους δι’ ὅλου βεβορβορωμένους τῇ πυρώσει καὶ ἀσελγείᾳ καὶ ἐπιθυμίᾳ καὶ ἡδυπαθείᾳ τῆς πορνείας, καὶ τῷ γαργαλισμῷ τῶν ἡδονῶν τοῦ σώματος καὶ τοῦ λογισμοῦ καὶ τῆς ψυχῆς αὐτῶν, καὶ νύκτωρ τε καὶ μεθ’ ἡμέραν μολυνομένους λογιστικῶς τε καὶ πρακτικῶς περὶ τὰς τῶν σωμάτων ἐρωτομανίας καὶ ἀκαθαρσίας καὶ ἀνδρομανίας καὶ θηλυμανίας καὶ ἡδυπαθείας καὶ σαρκικὰς αἰσχρουργίας, καὶ ὁρᾶν διηνεκῶς ἐν ἑαυτοῖς ὥσπέρ τινα φλόγα δεινῆς καμίνου, ἅπτοντας τοὺς γαργαλισμοὺς τῆς φλογὸς καὶ τῶν σπινθήρων τῶν τῆς σαρκὸς αὐτῶν πυρώσεων τῆς ἀσελγοῦς ὀρέξεως, κἀκ τούτου λοιπὸν οἰομένους ἀκάθαρτον εἶναι τὴν φύσιν τοῦ σώματος καὶ ἀναξίαν ὅλως, κἂν λόγῳ ψιλῷ ὁμολογεῖσθαι, ὅτι σῶμα τὸ καθ’ ἡμᾶς ἀνέλαβεν ὁ Χριστὸς ἢ ἀνθρωπίνην σάρκα ἢ ἐνέργειαν ἢ θέλημα ἢ ἰδιότητα παντοίαν ὁμοούσιον ἡμῶν, νομίζοντες οἱ κατάσπιλοι καὶ βορβορώδεις χοῖροι, ὅτιπερ κατὰ τὴν αὐτῶν τῆς σαρκὸς ἡδυπάθειαν καὶ φιλήδονον ἀκαθαρσίαν οὕτω πᾶσα σὰρξ καὶ πᾶν ἀνθρώπου σῶμα ἐνεργεῖται καὶ πολεμεῖται καὶ μολύνεται καὶ μαίνεται καὶ ἐκπυροῦται πρὸς μιαρὰς ὀρέξεις τε καὶ παρὰ φύσιν ἐμμανεῖς ἡδυπαθείας καὶ ῥύσεις σαρκομανίας.

Τοιαύτης μιαρᾶς διαθέσεως καὶ σαρκικῆς ἐκκαύσεως ὢν Οὐαλεντῖνος πρῶτος μετὰ τοὺς ἀποστολικοὺς χρόνους ἀναφανεὶς ἐκήρυξε μὴ εἰληφέναι σάρκα τὴν καθ’ ἡμᾶς τὸν Χριστόν. Τούτου τὴν ἀκαθαρσίαν τῆς σαρκὸς περιέχων καὶ Μάνης ὁ δυσσεβὴς ἔφασκε σκιᾷ καὶ δοκήσει καὶ οὐ φύσει εἶναι τὸ σῶμα τὸ ὁρώμενον τοῦ Χριστοῦ. Διὸ οὐδὲ κτίσμα θεοῦ εἶναι τὴν σάρκα ἡμῶν ἐδογμάτιζεν, ἀλλὰ κτίσμα τοῦ διαβόλου· Καὶ τούτου χάριν, φησίν, οὕτως ὑπὸ τοῦ κτίσαντος αὐτὴν ἐκπυροῦται καὶ πολεμεῖται δαίμονος· οὐ γὰρ οἰκεῖ, φησίν, ἐν τῇ σαρκὶ ἡμῶν ἀγαθόν, διὸ «Ἡ μὲν σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός», καί· «Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν», καί· «Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» «Ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν», καί· «Οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται.»

Ταῦτα καὶ τὰ τοιαῦτα τοῦ δυσσεβοῦς συλλέξαντος καὶ παρερμηνεύσαντος Μάνεντος, μετά τινας πλείονας χρόνους ἐγκύψαντες καὶ ὥσπερ καταθελχθέντες καὶ τερφθέντες <Εὐτυχὴς> ὁ ἀρχιμανδρίτης καὶ Διόσκορος, Τιμόθεός τε καὶ Σευῆρος καὶ μάλιστα Ἰουλιανὸς ὁ Ἀλικαρνασεὺς ταῖς τοῦ Μάνεντος καὶ Οὐάλεντος βίβλοις, ὁμοῦ τε λοιπὸν καὶ ἔχοντες τὸν ἐμπαθῆ καὶ ἀκάθαρτον τῆς σαρκὸς γαργαλισμὸν καὶ τὰς αἰσχρὰς κινήσεις συμπνιγούσας καὶ σκοτούσας αὐτῶν τὴν διάνοιαν, ἠρνήσαντο μέχρι τῆς δεῦρο μανιχαϊκῶς τὴν φύσιν καὶ τὰ τῆς φύσεως τοῦ παναγίου σώματος τοῦ Χριστοῦ, καὶ τούτου χάριν φάσκουσιν αὐτὸν θεότητα εἶναι μόνην οἰόμενοι, ὅτιπερ, ἐὰν ὁμολογήσωσιν ἐπ’ αὐτοῦ σαρκὸς φύσιν, ἀκάθαρτόν τι καὶ ῥυπαρὸν καὶ ἀνάξιον θεοῦ πρᾶγμα ὁμολογοῦσιν.

Ταῦτα δὲ νῦν οὐ στοχαστικῶς ἐκτίθεμαι, ἀλλὰ δι’ αὐτῆς τῆς πείρας ἐν Ἀλεξανδρείᾳ καὶ ἐν ἄλλοις τόποις ἐξ αἱρετικῶν στομάτων αὐτὰ ἀκηκοὼς καὶ μάλιστα Γαϊανιτῶν, οἵτινες, ὥσπέρ τινα ἀκάθαρτον καὶ μιαρὰν οὖσαν τὴν τοῦ σώματος ἡμῶν φύσιν βδελυττόμενοι καὶ κακίζοντες αὐτήν, οὐ κατεδέχοντο ὁμοούσιον ἢ ὁμοπαθὲς ἡμῶν σῶμα ὁμολογεῖν ἐν Χριστῷ, προφέροντες καὶ αὐτοὶ τὰς ἀσθενείας τὰς φυσικὰς τῆς σαρκός, ἃς διὰ τῆς παρατροπῆς τῆς παρακοῆς ἐσχήκαμεν (λέγω δὴ τὰς τῆς βρώσεως καὶ πόσεως φθαρτὰς καὶ δυσώδεις ἐκ κοιλίας ἐκκρίσεις, καὶ τὰς τῶν ἱδρώτων ἀποφοράς, καὶ τοὺς τῶν ὀδόντων βρώμους, καὶ τοὺς τῶν τραυμάτων ἰχῶρας καὶ σήψεις καὶ ὀσμὰς καὶ δυσωδίας καὶ σκώληκας), καὶ ἀνάξιον λέγοντες εἶναι φύσιν τοιούτου σώματος ὅλως κἂν προσψαῦσαι θεῷ, ἀγνοοῦντες οἱ παράφρονες, ὅτιπερ οὐ δι’ ἕτερόν τινα τρόπον ἐνηνθρώπησεν ὁ θεὸς λόγος, τὸ οὐράνιον πῦρ τὸ καταναλίσκον, εἰ μὴ διὰ τὰ τοιαῦτα ἡμῶν πάθη, ὅπως ἑνώσας ταῦτα τῇ ἰδίᾳ τοῦ νοεροῦ πυρὸς τῆς θεότητος φύσει ὥσπερ ἐν χωνευτηρίῳ ἀποκαθάρῃ τὸν ἄνθρωπον καὶ ἀποκαταστήσῃ εἰς τὸ ἀπ’ ἀρχῆς τῆς ἀφθαρσίας καὶ ἀπαθείας καὶ ἀῤῥευσίας καὶ ἀθανασίας καὶ ἀβρωμίας καὶ εὐωδίας ἀξίωμα. Ὅθεν διὰ τὰς τοιαύτας ἀσθενείας καὶ ῥύπους τῆς γηγενοῦς ἡμῶν σαρκὸς ἔλεγεν ὁ Χριστός, ὅτι Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, τουτέστι θεότητα ἑνῶσαι τῇ γεώδει ἡμῶν φύσει. Οὐκοῦν προφανῶς ἐλέγχονται οἱ τὴν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἡμῶν φύσιν βδελυττόμενοι, καὶ κακίζοντες καὶ ἐνυβρίζοντες ἡμῶν τὸ σῶμα τὸ ὑπὸ χειρῶν θεοῦ διαπλασθὲν καὶ μορφωθὲν καὶ θείῳ ἐμφυσήματι ψυχωθέν, ὅτιπερ αὐτῷ τῷ ποιητῇ προσκρούουσι τὸ ποίημα καὶ ὁμοίωμα τῆς εἰκόνος αὐτοῦ, καθυβρίζοντες τὸν ἄνθρωπον ὡς ἀκάθαρτον κατὰ τὴν Μανιχαίων δόξαν.

Εἰ οὖν ἀκάθαρτος ἡ τοῦ θεοῦ τοῦ ἀοράτου εἰκών, πῶς ἰδοὺ πάντα, ὅσα ἐποίησεν ὁ θεός, καλὰ λίαν; Ἀλλὰ τοῦτο πάσχουσιν οἱ αἱρετικοί, ὡς καὶ ἀνωτέρω προεῖπον, διὰ τὴν προσοῦσαν τῇ σαρκὶ αὐτῶν παρὰ φύσιν ἀκαθαρσίαν καὶ τὸ ἔχειν ἐν ἑαυτοῖς κατακρατοῦσαν τῆς ψυχῆς καὶ τοῦ σώματος τὴν ἐνέργειαν τοῦ διαβόλου. Οὐδεὶς γὰρ παρ’ αὐτοῖς ὡς καθαρὸς τῇ καρδίᾳ ἐν ἑαυτῷ τὸν θεὸν οἰκοῦντα ἐθεάσατο κατὰ τὸν λόγον τοῦ Χριστοῦ. Οὐδεὶς αὐτῶν ἔγνω, οὔτε ἐθεάσατο τὴν βασιλείαν τῶν οὐρανῶν ἐντὸς αὑτοῦ. Οὐδεὶς ἐκείνων ἔχει τὸν θησαυρὸν τοῦ πνεύματος ἐν τῷ ὀστρακίνῳ σκεύει τοῦ πηλίνου σώματος. Οὐδεὶς αὐτῶν ἐφόρεσε τὴν εἰκόνα τοῦ ἐπουρανίου θεοῦ ἐν τῇ καρδίᾳ. Οὐδεὶς ἐν ἐκείνοις γέγονε σύμμορφος τῆς δόξης τοῦ υἱοῦ τοῦ θεοῦ. Εἰ γὰρ ἔγνωσαν, ὅτι ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμα αὐτὸς καὶ ὁ κύριος γίνεται, ὥς φησιν ὁ ἀπόστολος, εἰ ἔγνωσαν, ὅτι θεοὶ καὶ υἱοὶ ὑψίστου οἱ ἄξιοι γίνονται, εἰ ἠπίσταντο, ὅτι ἐλεύσεται ὁ Χριστὸς καὶ ὁ πατὴρ καὶ μονὴν παρὰ ἀνθρώπῳ ποιήσωσιν, εἰ ἔμαθον, πῶς ναὸς θεοῦ γίνεται ὁ ἄνθρωπος καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν αὐτῷ, καί, ἵνα διὰ συντόμου εἴπω, εἰ ἐνεδύσαντο τὸν Χριστὸν κατὰ τὸ εἰρημένον, ὅτι Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, αὐτὸς ὁ Χριστὸς ὁ οἰκῶν ἐν αὐτοῖς ἐδίδασκεν αὐτούς, πῶς ἐνοικεῖ ἐν τῇ σαρκὶ ἡμῶν ὡς θεὸς καὶ ἐμπεριπατεῖ, καὶ πῶς τὸ πήλινον τοῦτο σῶμα διὰ τοῦ πυρὸς τοῦ πνεύματος ἀπεντεῦθεν ἤδη σύμμορφον γίνεται τῆς δόξης τῆς εἰκόνος τοῦ Χριστοῦ, καὶ πῶς ἀνακαθαίρεται παντὸς ῥύπου καὶ γίνεται κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, ὡς ἦν ἀπ’ ἀρχῆς διὰ τῆς ἑνώσεως καὶ κοινωνίας τῆς θεότητος. Ἔνθα γὰρ θεότης οἰκεῖ καὶ μάλιστα κατ’ οὐσίαν, ἐκεῖ πάντα ἁγνά, πάντα ἅγια, πάντα καθαρά, πάντα θεοῦ ἄξια, οὐδὲν ἐκεῖ ἀπόβλητον, οὐδὲν ῥυπαρόν, οὐδὲν θεῷ ἐναντίον, οὐ σῶμα, οὐ ψυχή, οὐ νοῦς, οὐ φύσις, οὐ θέλημα, οὐκ ἐνέργεια. Ἀλλ’ ὡς προείρηται, διὰ τὸ μὴ κτήσασθαι αὐτοὺς τὴν ἀπάθειαν τῆς σαρκὸς καὶ τὴν καθαρότητα τῆς φύσεως, νομίσαντες οἱ αἱρετικοί, ὅτι πᾶσα σὰρξ καθ’ ὁμοιότητα αὐτῶν ὑπὸ τοῦ βορβόρου τῶν ἡδονῶν ἐνεργεῖται, παρῃτήσαντο ὁμολογεῖν ἀνθρωπίνην φύσιν καὶ τὰ τῆς φύσεως ἐν τῷ Χριστῷ.

«Τί οὖν, φησίν, Νεστόριος καὶ οἱ σὺν αὐτῷ ὁμολογοῦντες φύσιν καὶ πάντα τὰ τῆς φύσεως ἡμῶν ἐν Χριστῷ, πνεύματος ἁγίου οἱ τοιοῦτοι μετέχουσιν;» Ἄπαγε τῆς ἀτοπίας. Μάλιστα μὲν γὰρ καὶ αὐτοὶ διὰ τὸ μὴ οἰκεῖν εἰς αὐτοὺς τὴν θεότητα τούτου χάριν ἠρνήσαντο ὁμολογεῖν θεὸν ἀληθῶς τὸν Χριστὸν καὶ θεοτόκον κυρίως τὴν ἁγίαν θεοτόκον Μαρίαν.

ιεʹ Περὶ τῆς ἑορταστικῆς, μᾶλλον δὲ θρηνητικῆς, ϛʹ ἐπιστολῆς τοῦ νῦν ἐπισκόπου τῶν Θεοδοσιανῶν ἐν Ἀλεξανδρείᾳ τῆς πεμφθείσης ἐν Βαβυλῶνι. Ἀλλὰ τί πάλιν ἡμῖν οἱ τὴν μίαν φύσιν ἐπὶ Χριστοῦ λέγοντες δογματίζουσι; Φάσκουσι γάρ, ὅτι «Ἐὰν εἴπωμεν δύο φύσεις ἐπ’ αὐτοῦ, ἀνάγκη πᾶσα ἡμᾶς δύο λέγειν φύσεις καὶ ἐπὶ τῆς ἁγίας τριάδος. Ὅσα γὰρ ἐὰν προστεθῇ τῷ ἑνὶ τῆς ἁγίας τριάδος Χριστῷ, ταῦτα τῇ πάσῃ τριάδι λογίζεται.» Εὖγε ὡς ἀληθῶς τῆς πολλῆς τῶν ἀσόφων σοφίας. Ὑπέρευγε <τῆς> τῶν νέων τοῦ Μάνεντος μαθητῶν νομοθεσίας. «Διὰ τοῦτο, φησίν, οὐ φάσκομεν ἐν τῷ Χριστῷ δύο ἡνωμένας φύσεις, οὔτε μὴν θελήσεις, οὐδ’ αὖ ἐνεργείας, ἐπειδὴ πάντα, ὅσα ἂν ἐν τῷ ἑνὶ τῆς ἁγίας τριάδος Χριστῷ ὁμολογήσωμεν, ταῦτα πάντως καὶ ἐπὶ πάσης τῆς ἁγίας τριάδος λέξωμεν.»

Σχόλιον. Ἰωάννης ὁ ἐπίσκοπος τῶν Θεοδοσιανῶν πρὸ πέντε χρόνων ἐν δύο ἑορταστικαῖς αὐτοῦ ἐξέθετο τὴν φωνὴν τὴν λέγουσαν· «Πάντα τὰ ἐν τῷ Χριστῷ λεγόμενα, ταῦτα καὶ ἐπὶ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος λέγονται.» Ἐπιλαβομένων ἡμῶν τῆς πρώτης πάλιν τῷ ἑξῆς χρόνῳ τὰ αὐτὰ ἐξέθετο.

Προφανῶς οἱ δυστυχεῖς ῥήτορες τῷ θεολόγῳ Γρηγορίῳ ἀντιστρατευόμενοι· ἐκεῖνος γὰρ ἐν τῷ Περὶ υἱοῦ λόγῳ φησίν, ὅτι, Ὅσαπερ ἐπὶ τῆς τριάδος ἑνικῶς λέγονται, ταῦτα ἐπὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ ἐναντίως ἔχει· καὶ ὅσα πάλιν ἐπὶ τῆς τριάδος πληθυντικῶς, ταῦτα ἐπὶ τῆς οἰκονομίας μοναδικῶς, οἷόν τι, μίαν οὐσίαν ἐπὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος ὁμολογεῖν ἐδιδάχθημεν, μίαν θέλησιν, μίαν ἐνέργειαν, ἐπὶ δὲ τῆς σαρκώσεως τοῦ ἑνὸς τῆς αὐτῆς ἁγίας τριάδος δύο φύσεις καθ’ ὑπόστασιν ἡνωμένας θελητικάς τε καὶ ἐνεργητικὰς οὔσας. Ὅθεν ἑπόμενοι τῷ θείῳ Γρηγορίῳ, οἱ εὔφρονες, φάσκομεν διαφόρους ἐνεργείας καὶ θελήσεις ἐν τῷ Χριστῷ· Ὅσα γάρ, φησίν, ἐπὶ τῆς τριάδος ἑνικῶς λέγονται, ἐπὶ τῆς σαρκώσεως ἐναντίως ἔχει. Ἐπὶ μὲν γὰρ τῆς τριάδος ἄλλος καὶ ἄλλος, ἐπὶ δὲ τοῦ Χριστοῦ οὐκ ἄλλος καὶ ἄλλος, ἀλλὰ ἄλλο καὶ ἄλλο, ἐπὶ δὲ τῆς τριάδος οὐκ ἄλλο καὶ ἄλλο. Ἀλλὰ ταῦτα οἱ αἰγυπτιάζοντες τὸν νοῦν οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν. Ἐν σκότει διαπορεύονται φάσκοντες, ὅτιπερ «Πάντα, ὅσα ἐὰν προστεθῇ καὶ ῥηθῇ ἐν τῷ Χριστῷ, ταῦτα τῇ πάσῃ ἁγίᾳ τριάδι ἁρμόζει.»

Λοιπὸν δεῦτε δὴ κατὰ τοῦτον ὑμῶν τῆς τραγῳδίας τὸν μῦθον δύο ὥσπερ θυμελικὰς ἑταιρίδων ὀρχήστρας συστησάμενοι, ἀντιφθόγγως ἀλλήλαις θυμελικῶς ὀρχήσασθε· τὰς περὶ Χριστοῦ φωνὰς οἱ μὲν λέγοντες, οἱ δὲ τῇ τριάδι αὐτὰς ἀνταποκρινόμενοι προσάψατε. Εἰ δὲ δεῖ κἀμὲ συμπαῖξαι καὶ ἐμπαῖξαι ὑμῖν, ἤδη τῆς τραγῳδίας ἀπάρξομαι. Λέγω· «Ὁ λόγος σὰρξ ἐγένετο.» Ἀποκρίνονται Σευῆροι· «Ἡ τριὰς σὰρξ ἐγένετο. Πάντα γὰρ τὰ Χριστοῦ τῇ τριάδι ἁρμόζουσιν.» Ἐγὼ λέγω· «Μαρία μήτηρ τοῦ Χριστοῦ.» Ἡ ὀρχήστρα Σευήρου λέγει· «Μαρία μήτηρ τριάδος.» Ἡμεῖς λέγομεν Ἰησοῦ γέννησιν ἐν Βηθλεὲμ ἐν τῇ φάτνῃ. Ἡ θυμέλη λέγει, ὅτι «Ἡ τριὰς νήπιος ἀνέκειτο ἐν τῇ φάτνῃ.» Αὐλῶ ὑμῖν πάλιν, καὶ ὀρχήσασθε· καὶ θρηνῶ ὑμᾶς, καὶ ὑμεῖς κόψασθε. Λέγω ἐγώ· «Χριστὸς ἐπειράσθη σαρκί.» Ὑμεῖς ὀρχούμενοι λέγετε· «Ἡ τριὰς ἐπειράσθη ἐν τῇ σαρκί.» Ἐγὼ φάσκω Χριστοῦ σαρκικὴν περιτομήν· Σευῆροι αὐλοῦσιν τριάδος περιτομήν. Ἐγὼ λέγω· «Χριστὸς ῥαπίζεται.» Ἡ ὀρχήστρα βοᾷ, ὅτι «Ἡ τριὰς ῥαπίζεται.» Ἐγὼ φάσκω· «Χριστὸς κατάρα γέγονεν.» Ἀποκρίνονται Σευῆροι· «Ἡ τριὰς κατάρα γέγονεν.» Ἡ ἐκκλησία λέγει· «Χριστὸς προδίδοται.» Σευῆροι λέγουσιν· «Ἡ τριὰς προεδόθη.» Ἡμεῖς λέγομεν, ὅτι «Ἐδάκρυσεν ὁ Ἰησοῦς σαρκὶ καὶ ἐκοπίασε.» Σευῆροι λέγουσιν· «Ἡ τριὰς ἐδάκρυσε καὶ ἐκοπίασεν.» Ἐγὼ λέγω· «Χριστὸς σαρκὶ ἔπαθε.» Σευῆροι φάσκουσιν· «Ἡ τριὰς πέπονθεν.» Ἡ ἐκκλησία λέγει· «Χριστὸς τέθνηκε.» Σευῆροι φάσκουσιν· «Ἡ τριὰς τέθνηκεν, ὅτι πάντα τὰ ἐπὶ Χριστοῦ λεγόμενα εἰς αὐτὴν ἀνατρέχει.»

Ἐγὼ δὲ καὶ συντάττων ταῦτα δέδοικα, μὴ ὑποβρύχιος γένωμαι τῷ μεγέθει τῆς βλασφημίας. Ἀλλ’ ἴσως ἀνανεύων πρὸς ταῦτα ὁ ἀκέφαλος φάσκει, ὅτι «Μόνα τὰ οὐσιωδῶς ἐν Χριστῷ λεγόμενα ἐπιγράφομεν ὁμοίως τῇ πάσῃ τριάδι». Ἀλλὰ καὶ πρὸς τοῦτο ἀνθυπαντήσας ἐρῶ, ὅτι «Δυσσεβὲς ὑμῶν τὸ δόγμα καὶ παράνομον. Πῶς γὰρ δυνηθῆτε φάσκειν μίαν τριάδος φύσιν σεσαρκωμένην, πῶς ἐκ δύο φύσεων μία ὑπόστασις ἡ τριάς, πῶς δύο γεννήσεις ἐπὶ τῆς τριάδος, πῶς δύο φύσεις καὶ ἰδιότητες, πῶς ὁρατὴ καὶ ἀόρατος ἡ τριὰς ὥσπερ ὁ Χριστός; Εἰ δὲ τὰ πάντα τὰ ἐν τῷ Χριστῷ ὁρῶνται καὶ ἐπὶ πατρὸς καὶ τοῦ πνεύματος, πρόδηλον ὅτι καὶ πάντα τὰ ἐν ἐκείνοις νοοῦνται καὶ ἐν τῷ Χριστῷ. Καὶ λοιπὸν <ἔσται> μία φύσις ὁ Χριστὸς ἐν τρισὶν ὑποστάσεσι καὶ προσώποις ὑπάρχων, ὁ αὐτὸς καὶ γεννητὸς καὶ ἀγέννητος καὶ ἐκπορευτός, καὶ γεννήτωρ καὶ γέννημα κατὰ τὴν Σαβελλίου τοῦ μιαροῦ δυσσέβειαν, εἰς ἣν ἐκ παντὸς τρόπου περιπίπτουσιν οἱ ταὐτὸν λέγοντες εἶναι τὴν φύσιν καὶ τὴν ὑπόστασιν· ὅμοιον γὰρ αὐτοῖς ἐστι τὸ εἰπεῖν, ὅτι ὑπόστασις θεοῦ ἐσαρκώθη, καὶ τὸ εἰπεῖν, ὅτι ἡ φύσις τῆς τριάδος ἐσαρκώθη, εἴπερ ταὐτὸν φύσις καὶ ὑπόστασις.»

Ἀλλ’ ὡς ἔοικεν, ᾑρετίσαντο, ὡς οἴονται, οἱ αἱρετικοὶ μυρίοις κρημνοῖς ἑαυτοὺς καταποντῶσαι καὶ μόνον μῶμόν τινα κατὰ τῆς ὀρθοδόξου ἡμῶν πίστεως φλυαρῆσαι· ἥδε ἕστηκε παγία καὶ ἀκράδαντος ἐπὶ τῷ θεμελίῳ τῆς ὀρθοδόξου πέτρας, πρὸς ἣν αἱ πύλαι τοῦ ᾅδου, τουτέστιν αἱ τῶν αἱρέσεων γλῶσσαι, προσκρούουσι μέν, οὐ κατισχύσουσι δὲ αὐτῆς τῇ χάριτι τοῦ θεμελιώσαντος αὐτὴν Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.