κʹ Ἀπορίαι συλλογιστικαὶ πρὸς τοὺς αὐτοὺς ἀκεφάλους κατὰ πεῦσιν καὶ ἀπόκρισιν περὶ τῆς ἀῤῥήτου ἑνώσεως τοῦ Χριστοῦ διὰ τὸ λέγειν αὐτούς, ὅτι μετὰ τὸ γενέσθαι τὴν ἕνωσιν οὐκέτι δυνατὸν λέγειν δύο φύσεις. Ἐρώτησις ὀρθοδόξου· Καθ’ ὑπόστασιν ἀδιαίρετον καὶ ἄῤῥητον ὁμολογεῖς ἐν τῇ σαρκώσει ἑνωθέντα τὸν θεὸν λόγον τοῖς σπλάγχνοις καὶ τοῖς στέρνοις τῆς παναμώμου καὶ ἀειπαρθένου θεοτόκου Μαρίας, ἢ κατ’ ἐνοίκησιν ψιλὴν καθ’ ὁμοιότητα τῶν λοιπῶν ἀνθρώπων, ὡς ἐν σκηνῇ τινι καὶ οἴκῳ, καθὰ λέγει Νεστόριος; {80 Ὁ ἀκέφαλος·} 80 Πρόδηλον ὅτι καθ’ ὑπόστασιν ἄῤῥητον καὶ ἀδιαίρετον ὁμολογοῦμεν ἑνωθέντα τὸν θεὸν λόγον τῇ οὐσίᾳ καὶ γαστρὶ καὶ τοῖς σπλάγχνοις αὐτῆς, καθὰ καὶ οἱ ἅγιοι πατέρες ἐκήρυξαν. {80Ὁ ὀρθόδοξος·}80 Οὕτως ἔχει ἡ ἀλήθεια καὶ οὕτω πιστεύομεν καὶ οὕτω κηρύττομεν. Εἰπέ μοι λοιπόν, παρακαλῶ, ὦ βέλτιστε, τοῦ θεοῦ λόγου καθ’ ὑπόστασιν ἡνωμένου τοῖς σπλάγχνοις καὶ σαρξὶ καὶ μυελοῖς τῆς πανυμνήτου θεοτόκου, καὶ ἀδιαιρέτως καὶ ἀχωρίστως σαρκωθέντος καὶ συμπλακέντος τῇ παναχράντῳ ὑπάρξει αὐτῆς, ὅτε ἔφερεν αὐτὸν ἐν γαστρὶ καθ’ ὑπόστασιν ἡνωμένον ἐν ἑαυτῇ τὸν ἐνναμηνιαῖον χρόνον, πότερον μία φύσις ἦν ἡ παρθένος καὶ ὁ καθ’ ὑπόστασιν ἡνωμένος τῇ σαρκὶ αὐτῆς θεὸς λόγος ἢ δύο φύσεις; Καὶ εἰ μὲν μίαν φύσιν εἴπῃς τῆς γυναικὸς καὶ τοῦ θεοῦ λόγου, εἰπέ μοι, πόστον μέρος ταύτης τῆς μιᾶς φύσεως ἐν τῷ τόκῳ λαβὼν ὁ Χριστὸς διέστη ἐξ αὐτῆς, καὶ πόστον ἀπέμεινεν ἐν αὐτῇ; Εἰ δὲ οὐκ ἔστι μία, ἀλλὰ δύο φύσεις ἡ παρθένος καὶ ὁ θεὸς λόγος μετὰ τὸ γενέσθαι τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἐν τῇ κοιλίᾳ αὐτῆς, τί μάτην προφασίζεσθε φάσκοντες ἀδύνατον εἶναι δύο φύσεις μετὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν; Ἄλλο. Ἡ ἐκ τόπου εἰς τόπον ἐκπορευτικὴ μετάστασις οὐκ ἔστιν ἀπεριγράπτου φύσεως· τὸν οὐρανὸν γὰρ καὶ τὴν γῆν πληροῖ ὁ λόγος καὶ θεός. Σαρκωθεὶς τοίνυν καὶ τεχθεὶς ἐκ τῆς ἁγίας παρθένου, πῶς προῆλθε καὶ ἐχωρίσθη ἐξ αὐτῆς ὁ Χριστός; Κατὰ σάρκα ψιλήν, ἢ κατὰ σάρκα καὶ τὴν θεότητα; Καὶ εἰ μὲν κατὰ σάρκα ψιλὴν εἴπῃς αὐτὸν χωρισθέντα ἐν τῷ τόκῳ ἐκ τῆς μητρός, ἰδοὺ τὰ Νεστορίου φρονεῖς. Εἰ δὲ σαρκὶ καὶ θεότητι τὸν χωρισμὸν ἐκ τῆς μητρὸς πεποίηκε, πῶς ἡ καθ’ ὑπόστασιν ἡνωμένη θεότης τοῖς σπλάγχνοις καὶ στέρνοις τῆς ἁγίας παρθένου ἐχωρίσθη τεχθεῖσα ἀπ’ αὐτῆς; Ἄλλο περὶ τοῦ αὐτοῦ. Ἐρώτησις· Πῶς φρονεῖς τὸ πανάγιον πνεῦμα κατελθὸν ἐν τῷ Ἰορδάνῃ ἐπὶ τὸν Χριστὸν καὶ μεῖναν ἐπ’ αὐτόν; Κατ’ οὐσίαν καὶ κατὰ ἀλήθειαν ὑποστατικῶς, ἢ κατὰ χάριν τινὰ καὶ ἁγιασμὸν ὡς ἐφ’ ἑνὸς τῶν προφητῶν καὶ ψιλῶν ἀνθρώπων, καθά φησιν οἱ αἱρετικοί; {80Ὁ ἀκέφαλος·}80 Πρόδηλον ὅτι οὐσιωδῶς καὶ οὐχ ὡς ἐφ’ ἑνὸς τῶν προφητῶν ὁμολογοῦμεν τὸ πανάγιον πνεῦμα ἐπιδημῆσαν καὶ μεῖναν ἐν τῷ Χριστῷ. {80Ὁ ὀρθόδοξος·}80 Λέγε μοι λοιπόν, παρακαλῶ, τοῦ ἁγίου πνεύματος ὑποστατικῶς, ὡς λέγεις, μείναντος ἐν τῷ Χριστῷ, ὁ λόγος καὶ ἡ σὰρξ καὶ τὸ ἅγιον πνεῦμα μία φύσις εἰσὶν ἢ δύο; Ἄλλο πρὸς τοὺς αὐτούς. Ὁ θεῖος ἀπόστολός φησιν, ὅτι Ἐν Χριστῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Πρόδηλον οὖν ὅτι ἐν τῇ ἑνώσει τῇ γενομένῃ ἐν τῇ ἁγίᾳ παρθένῳ τότε ᾤκησεν ἀῤῥήτως ἐν αὐτῇ πᾶν τὸ πλήρωμα τῆς θεότητος. Ὑπάρχοντος τοίνυν παντὸς τοῦ πληρώματος τῆς θεότητος ἐν αὐτῇ ἀδιαιρέτου, πότερον μία φύσις ἦν τῆς παρθένου καὶ τοῦ πληρώματος παντὸς τῆς θεότητος διὰ τὴν ἕνωσιν ἢ δύο φύσεις; Ἄλλο. Εἰ διὰ τὸ ἀχώριστον καὶ ἀδιαίρετον τοῦ θεοῦ λόγου καὶ τῆς ἐμψύχου αὐτοῦ σαρκὸς μία φύσις ὁ θεὸς λόγος καὶ ἡ σὰρξ τυγχάνει, πάντως ὅτι διὰ τὸ ἀχώριστον αὐτὸν εἶναι τοῦ θρόνου τοῦ χερουβικοῦ μία λοιπὸν φύσις ὁ θρόνος καὶ ὁ θεὸς λόγος ὁ ἐν αὐτῷ ἐστιν. Ἄλλο. Τὸ ἀσώματον πρὸς τὸ ἀσώματον, καὶ τὸ ἄϋλον πρὸς τὸ ἄϋλον, οἰκειοτέραν πάντως καὶ εὐχερεστέραν καὶ ἀχωριστοτέραν τὴν ἕνωσιν ἔχει (ὡς ὁμοφυὲς καὶ πνευματικὸν καὶ ὁμοούσιον) ὑπὲρ τὴν ἕνωσιν τοῦ ἀσωμάτου πρὸς τὸ ὑλικόν, καὶ τοῦ ἀφθάρτου πρὸς τὸ φθαρτόν, καὶ τοῦ ἀπαθοῦς πρὸς τὸ παθητόν, καὶ τοῦ ἀπεριγράπτου πρὸς τὸ περιγραπτόν. Εἰ οὖν μία φύσις διὰ τὴν ἀχώριστον ἕνωσίν ἐστι τῆς περιγεγραμμένης καὶ θνητῆς σαρκὸς καὶ τοῦ ἀπεριγράπτου ἐν αὐτῇ θεοῦ λόγου, πολλῷ πλέον μία λοιπὸν ὑπόστασις ἔσται τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ ἀχωρίστου τῶν κόλπων αὐτοῦ μονογενοῦς υἱοῦ, εἴπερ ἀχώριστον δοξάζεις τὸν υἱὸν τῶν κόλπων τοῦ πατρός. Ὅσας γὰρ ἂν ἑνώσεις εἴπῃς τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον, οὐκ οἶμαι εἶναι ταύτας ἑνωτικωτέρας τῆς συναλλήλου ὑπάρξεως τῶν ὁμοφυῶν καὶ συμφυῶν καὶ ἀΰλων ὑποστάσεων τοῦ θεοῦ, εἰ καὶ τὰ μάλιστα ἐν τρισὶν ἀσυγχύτοις ὑποστάσεσι τὴν ὁμοούσιον τριάδα πιστεύομεν. Ἄλλο. Σευήρου καὶ Τιμοθέου καὶ ὑμῶν λεγόντων, ὅτι Φύσις Χριστοῦ μόνη θεότης ἐστί, λέγοντος δὲ τοῦ Χριστοῦ πρὸς τοὺς μαθητὰς περὶ Λαζάρου, ὅτι Ἀπέθανε, καὶ χαίρω, ὅτι οὐκ ἤμην ἐκεῖ, πῶς θεὸς ὢν οὐκ ἦν ἐκεῖ; Ποῦ οὐκ ἔστιν ὁ θεός; Πάντως ἀληθῶς ἐν τῇ καρδίᾳ Σευήρου καὶ ὑμῶν οὐκ ἔστιν ὁ θεός. Διὸ περὶ τῶν ὑμετέρων καρδιῶν λέγει καὶ ὁ ἅγιος ἄγγελος, ὅτι Ἠγέρθη, οὐκ ἔστιν ὧδε ὁ Χριστός, τουτέστιν ἐν ταῖς ὑμετέραις ψυχαῖς. Σχόλιον. Διὰ συντόμου χρήσιμον.