Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Ὁδηγός

Ἀναστάσιος Σιναΐτης

Ερμηνεία θεολογικών ερωτημάτων και αναίρεση ποικίλων κακοδοξιών

Αντίκρουση παρερμηνειών της Γραφής και των Πατέρων από Μονοφυσίτες, Μανιχαίους και Ωριγενιστές, και επεξήγηση της χρήσης του ανθρωπολογικού παραδείγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 9 από 10

ιϛʹ Σευηριανοῦ ἐπισκόπου Γαβάλων εἰς τὸ ἀποστολικὸν λόγιον τὸ περὶ Χριστοῦ φάσκον, ὅτι Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Καὶ μήν, εἰ ἀπερίγραπτος τυγχάνει ἡ θεότης καὶ ἄποσος, οὐδὲ πλήρωμα δυνατὸν λέγεσθαι ἐπ’ αὐτῆς, οὐδὲ πᾶν. Καὶ γὰρ τὸ πληρούμενον καὶ πλήρωμα ἔχον πρόδηλον, ὅτι καὶ ποσότητα ἔχει καὶ περιγραφὴν καὶ στάσιν· ὡς, ὅταν λέγῃ «πλήρωμα νόμου» Χριστός, τουτέστι «τέλος τοῦ νόμου Χριστός», καὶ πάλιν «τὸ πλήρωμα τοῦ χρόνου» καὶ «τὸ πλήρωμα τῶν ἐθνῶν τῆς γῆς», οὐ δύναται εἶναι ὑπὲρ τὸ πᾶν· τὸ γὰρ πᾶν ποσότητός ἐστι σημαντικόν, οἷόν ἐστι τὸ πᾶν τοῦ χρόνου καὶ τὸ πᾶν τοῦ κόσμου καὶ τὸ πᾶν τοῦ οὐρανοῦ καὶ τὸ πᾶν ὕδωρ. Ἡ δὲ θεότης ὑπὲρ τὸ πᾶν καὶ ἔστι καὶ λέγεται· οὐ πλήρωμα ἔχουσα, ἀλλ’ ὑπερπλήρης ὑπάρχουσα. Πῶς οὖν νοήσωμεν τὸ πᾶν πλήρωμα τῆς θεότητος ἐν Χριστῷ; Καὶ γὰρ καὶ αὐτὸς εἴρηκεν, ὅτι «οὐκ εἰμὶ μόνος, ἀλλ’ ὁ πατήρ μου μετ’ ἐμοῦ ἐστι» καί, «Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με».

Καὶ τί ἐροῦμεν λοιπόν; Ἆρα τὸ πλήρωμα τῶν τριῶν ὑποστάσεων προσωπικῶς σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν; Οὐδαμῶς. Ὁ λόγος γὰρ σὰρξ γενόμενος ἐπέφανεν ἐπὶ τῆς γῆς. Ἀλλ’ ἐπειδὴ εὐδοκίᾳ καὶ ἀποστολῇ τοῦ πατρὸς καὶ συνεργίᾳ καὶ ἐπισκιάσει τοῦ παναγίου πνεύματος τὸ μυστήριον τῆς σαρκώσεως τοῦ υἱοῦ γέγονε, τούτου δὴ χάριν ἐν αὐτῷ λέγεται εἶναι πᾶν τὸ πλήρωμα τῆς θεότητος ταῖς φυσικαῖς πάσαις ἰδιότησι τῆς τριαδικῆς θεότητος, οὐ ταῖς ὑποστατικαῖς· οὐ γὰρ τὸ ἀγέννητον τοῦ πατρὸς πρόσωπον ἐσαρκώθη, οὔτε μὴν ἡ ἐκπορευτικὴ τοῦ ἁγίου πνεύματος ὑπόστασις, ἀλλὰ τὸ ἀχώριστον τῆς τριάδος μυστήριον.

Σχόλιον. Οὕτω καὶ ὁ ἅγιος Διονύσιος εἶπεν κατὰ τὴν κοινὴν θέλησιν εἶναι ἐν Χριστῷ τὸν πατέρα καὶ τὸ ἅγιον πνεῦμα ἤτοι κατὰ τὴν εὐδοκίαν καὶ συναίνεσιν.

Οὐ γὰρ ὥσπερ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, οὕτω καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τοπικὰς περιγραφὰς καὶ διαιρέσεις καὶ τρεῖς οἴκους καὶ χωρισμοὺς τοπικοὺς ἔχουσιν, ἀλλ’ ἀλληλοφυῶς καὶ συμφυῶς καὶ φεραλλήλως τὸ μυστήριον τῆς τριάδος καθέστηκεν. Ἀλλ’ ἐπειδὴ ἐν τῇ ἐπιδημίᾳ καὶ ἐπιφανείᾳ τοῦ λόγου Χριστὸς μὲν γέγονεν αὐτὸς ὁ υἱὸς καὶ λόγος, χρίστης δὲ τούτου ὑπάρχει ὁ πατήρ, χρῖσμα δὲ αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον, τούτου χάριν λέγεται ἐν αὐτῷ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Καὶ γὰρ ἐν ἑκάστῳ γενομένῳ χριστῷ τριῶν τινων συνεργία καὶ σύνοδος γίνεται, τουτέστι τοῦ χρίοντος καὶ τοῦ χριομένου καὶ τοῦ χρίσματος, ἅτινα εἰ καὶ μὴ ὑποστατικῶς ἑνοῦνται, ἀλλὰ τῇ συνεργίᾳ ὁμαδικῶς γνωρίζονται. Διὸ καί φησί τις τῶν ἁγίων πατέρων, ὅτι Τούτου χάριν οὐκ ἐσαρκώθη ὁ πατὴρ ἢ τὸ ἅγιον πνεῦμα, ἀλλ’ ὁ υἱός, ἵνα μὴ σύγχυσις τῶν ὑποστατικῶν ἰδιοτήτων γένηται ἐπὶ τῆς ἁγίας τριάδος. Εἰ γὰρ ἐτέχθη ἐπὶ γῆς ὁ πατήρ, υἱοπάτωρ εὑρίσκετο. Διὸ θεοπρεπῶς ὁ ἄνω υἱὸς γεννητός, αὐτὸς καὶ κάτω υἱὸς γεννητός, ἵαν καὶ μετὰ τόκον σῴζηται ἐπὶ τῆς τριάδος τὸ ἀγέννητον τοῦ πατρὸς καὶ τὸ γεννητὸν τοῦ υἱοῦ καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος.

ιζʹ Ἀπορία, μᾶλλον δὲ ἀπόῤῥοια, Σευηριανοῦ πρὸς τὴν καθολικὴν ἐκκλησίαν. «Εἰ μία φύσις ἐστὶ τῆς ἁγίας τριάδος, ὁρᾶται δὲ αὕτη ἡ φύσις τελεία καὶ ἀνελλιπὴς ἐν τῇ ὑποστάσει τοῦ υἱοῦ ἰδικῶς θεωρουμένῃ, ἐσαρκώθη δὲ ὁ υἱός, ἄρα ἂν εὑρεθήσεται πάντως ὅλον τὸ πλήρωμα τῆς θεότητος σαρκωθὲν κατὰ τὸ εἰρημένον, ὅτι Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.»

Ἀπόκρισις ὀρθοδόξου. Οὐχ ὁρᾶται τὸ ὁλικὸν τῆς τριαδικῆς ὀντότητος ἐν τῇ ἰδικῇ ὑποστάσει τοῦ λόγου, ὡς ἡ Σαβελλίου σύγχυσις νομοθετεῖ. Οὐ γὰρ ἔχει· τὸ ἀγέννητον τοῦ πατρὸς ὁ λόγος, οὔτε τὸ γεννητικόν, οὐδὲ τὸ ἀναίτιον, οὐδὲ τὸ ἀμφιδέξιον τῆς καθέδρας, οὐδὲ τὸ ἔγκολπον τῶν ἀκόλπων κόλπων, οὔτε μὴν τὸ τοῦ πνεύματος ἐκπορευτόν, οὐδέ τι ἕτερον τῶν ὑποστατικῶν ἰδιοτήτων τοῦ πατρὸς καὶ τοῦ ἁγίου πνεύματος· οὐ γὰρ ὥσπερ ἀγέννητος ὁ πατήρ, οὕτω καὶ ὁ υἱός· οὔτε μὴν ὡς γεννήτωρ ὁ πατήρ, οὕτω καὶ ὁ υἱός· οὔτε δὲ πάλιν ἀναίτιος ὁ υἱός, οὔτε ἐκπορευτός, οὔτε ἀποστέλλων τὸν πατέρα, καθὰ ἀπεστάλη ὑπὸ τοῦ πατρός. Διόπερ σαρκωθεῖσα ἡ τοῦ υἱοῦ ὑπόστασις οὐ συνεσάρκωσεν ἑαυτῇ τὴν ἀγεννησίαν τοῦ πατρός, οὐδὲ τὴν ἐκπορευτικὴν ὑπόστασιν τοῦ ἁγίου πνεύματος. Ἀλλ’ ἐπειδὴ πάντα τὰ φυσικὰ τῆς τριάδος ἰδιώματα, τουτέστι τὸ ἄναρχον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, τὸ ἀναλλοίωτον, τὸ ἀδιάδοχον, τὸ ἀγαθόν, τὸ ζωοποιὸν καὶ πάντα τὰ τοιαῦτα, ἀπαραλλάκτως καὶ ἰσοφυῶς καὶ ὁμοίως ὁρῶνται ἐν τῷ υἱῷ ὥσπερ καὶ ἐν τῷ πατρὶ καὶ ἐν τῷ ἁγίῳ πνεύματι, τούτου χάριν εἴρηται κατοικεῖν ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος καὶ κατὰ τοῦτο εἴρηται τέλειος ὁ Χριστὸς ἐν θεότητι.

Ὥσπερ οὖν καὶ τέλειος ἐν ἀνθρωπότητι λεγόμενος οὐ συνέλαβεν ἐν τῇ σαρκώσει αὐτοῦ πάσας τῶν ἀνθρώπων τὰς ὑποστατικὰς ἰδιότητας· οὐ γὰρ ἔσχε τὸ ἀγέννητον τοῦ Ἀδάμ, οὐδὲ τὸ πλευρογέννητον τῆς Εὔας, οὐδὲ τὸ μέγεθος τῶν γιγάντων, οὔτε τὸ εἶδος τῶν Αἰθιόπων· αὗται γὰρ ὑποστατικαί εἰσιν ἰδιότητες. Ἀλλ’ ἐπειδὴ πάντα τὰ κοινὰ καὶ φυσικὰ τοῦ ἀνθρώπου ἑκουσίως κατεδέξατο, τουτέστι τὸ κτιστόν, τὸ ὁρατόν, τὸ φθαρτόν, τὸ θνητὸν καὶ ὅσα ἄλλα ἐν ἡμῖν ἀδιάβλητα, καθὰ Παῦλος βοᾷ, τούτου χάριν αὐτὸν τέλειον καὶ ἐν ἀνθρωπότητι γινώσκομεν.

Ταῖς οὖν φυσικαῖς ἰδιότησι πᾶν τὸ πλήρωμα τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὁρᾶται ἐν τῷ Χριστῷ. Οὔτε γάρ, ἐὰν τὸν ἴδιον ὄνυχά τις πορφυροβαφήσῃ, ἤδη καὶ τὴν σάρκα καὶ τὸ ὀστοῦν τοῦ δακτύλου συνεπορφυροβάφησε. καίπερ ἀδιαιρέτων τῶν τριῶν ὑπαρχόντων. Οὐκοῦν οὐδὲ ὁ πατὴρ καὶ τὸ πνεῦμα καθ’ ὑπόστασιν συνεβάφη καὶ συναιματώθη τῷ υἱῷ. Πλὴν ὡς ἐνώπιον θεοῦ εὐαγγελίζομαι ἀρὰν μεγάλην παντὶ λέγοντι τὴν φύσιν ὑπόστασιν, ὅτι καὶ ταῖς Σαβελλίου καὶ Ἀρείου καὶ Νεστορίου δυσσεβείαις περιπίπτει. Οὔτε γάρ, ἐὰν εἷς ἑωσφόρος ἀμφιάσηται νεφέλην, δυνάμεθα εἰπεῖν, ὅτι πάντες οἱ ἀστέρες συνημφιάσθησαν τούτῳ κατὰ τὰς ἰδίας ὑποστάσεις, ἀλλ’ ἢ μόνον κατὰ τὴν κοινὴν τῆς φύσεως τοῦ φωτὸς ἰδιότητα.

Σχόλιον. Εἰς τὸ ἔσχατον τετράδιον κεῖται τὰ ἀκόλουθα.

Σχόλιον. Ταύταις ταῖς δυσσεβείαις περιπίπτουσιν οἱ αἱρετικοὶ ἐκ τοῦ ἀριστοτελικῶς αὐτοὺς νοεῖν τὴν φύσιν καὶ τὴν ὑπόστασιν· ἐκεῖνος γὰρ εἶπεν ἰδικὰς φύσεις εἶναι τὰς ὑποστάσεις.

ιηʹ Κεφάλαιον περὶ τοῦ ὑποδείγματος τῆς τοῦ ἀνθρώπου κατασκευῆς καὶ συνθέσεως καὶ ὅτι κακῶς αὐτὸ νοοῦσιν οἱ Σευήρου σύμφρονες βουλόμενοι ἐκ δύο μερικῶν καὶ ἀτελῶν φύσεων μίαν φύσιν εἶναι τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ κατὰ τὸ τοῦ ἀνθρώπου παράδειγμα. Οἱ μὲν οὖν μακάριοι πατέρες εἰς εἰκόνα τυπικὴν λαμβάνουσι τὸν ἄνθρωπον ἐπὶ τοῦ Χριστοῦ, βουλόμενοι ὡς ἔν τινι σκιογραφίᾳ δεῖξαι τὸ ὁρατὸν αὐτοῦ καὶ τὸ ἀόρατον, καὶ τὸ θνητὸν καὶ ἀθάνατον, καὶ τὸ ψηλαφητὸν καὶ ἀψηλάφητον. Οἱ δὲ κακόφρονες τῶν Μονοφυσιτῶν παῖδες λαβόντες τὴν ἀφορμὴν ἐκ τῶν ἁγίων πατέρων οὐκέτι κατ’ αὐτοὺς εἰς εἰκόνα τινὰ τυπικήν, ἀλλ’ <εἰς> ἰσότητα φυσικὴν ἐπὶ Χριστοῦ κέχρηνται τῷ τοῦ ἀνθρώπου ὑποδείγματι. Σευήρου γὰρ ἤκουσαν λέγοντος ὅτι Ὥσπερ ἐπὶ τῆς μιᾶς τοῦ ἀνθρώπου φύσεως μέρος μὲν ταύτης ἐστὶν ἡ ψυχή, μέρος δὲ τὸ σῶμα, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ καὶ τῆς μιᾶς φύσεως αὐτοῦ μέρους τάξιν ἐπέχει ἡ θεότης καὶ μέρους τὸ σῶμα. Τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν ἀλλ’ ἢ τὸ ὁμολογεῖν ἐκ δύο ἀτελῶν πραγμάτων εἶναι τὸν Χριστόν, ἐξ ἀτελοῦς θεότητος καὶ ἐξ ἐλλιποῦς ἀνθρωπότητος, καὶ μὴ εἶναι αὐτὸν τέλειον ἐν θεότητι καὶ τέλειον ἐν ἀνθρωπότητι, ἀλλ’ ἡμίθεον καὶ ἡμιμερῆ ἄνθρωπον.

Ἡμεῖς δὲ τὴν αὐτῶν ἀτοπίαν ἀνατρέποντες οὕτω πρὸς αὐτοὺς παραταξόμεθα. Καὶ πρῶτον ἐκεῖνο ἐροῦμεν, ὅτι οὐκ ἐξομοιοῦνται τοῖς ὑποδείγμασι τὰ πράγματα, ἐπεὶ καὶ σκώληξ εἴρηται ἐν τῇ γραφῇ τύπος τοῦ Χριστοῦ εἶναι, καὶ λέων, καὶ πρόβατον, καὶ ἀρνίον, καὶ φοῖνιξ, καὶ κρίνον, καὶ μῆλον· ἀλλὰ μὴν οὐδενὶ τούτων κατ’ οὐσίαν ἐξομοιοῦται φυσικήν.

Δεύτερον ἐκεῖνο πάλιν λέξομεν αὐτοῖς, ὅτι, εἰ μὲν ἕτερόν τι ἦν τὸ ὑπόδειγμα, ὃ προφέρετε ἡμῖν ἐπὶ Χριστοῦ, καὶ ἕτερόν τι, ὅπερ ἐπιδημήσας ἀνέλαβε, τάχα ἂν ἠδύνασθέ τι εὔλογον ἔχειν ἐπὶ τούτῳ. Ἐπειδὴ δὲ αὐτὸ τὸ παράδειγμα (λέγω δὴ τὸν ἄνθρωπον) ἥνωσεν ἑαυτῷ καθ’ ὑπόστασιν, τουτέστι τὰς δύο ἡμῶν μερικὰς οὐσίας, ὡς λέγετε, καὶ οὕτως ἀπελέγχεσθε δύο ἐπ’ αὐτοῦ ὁμολογοῦντες τὰς φύσεις, μίαν μὲν τελείαν τὴν τοῦ θεοῦ λόγου, ἑτέρας δὲ δύο ἡμισέας τῆς ἡμετέρας ψυχῆς καὶ τοῦ σώματος.

Καὶ καθ’ ἑτέρους δὲ πλείονας τρόπους εὑρήσεις τὸ τοῦ ἀνθρώπου παράδειγμα ἀνόμοιον ἐπὶ τοῦ Χριστοῦ. Ὁ μὲν γὰρ ἄνθρωπος ἐκ δύο κτιστῶν πραγμάτων σύγκειται, τῆς ψυχῆς λέγω καὶ τοῦ σώματος, ὁ δὲ Χριστὸς ἐξ ἀκτίστου θεότητος καὶ κτιστῆς ἀνθρωπότητος· ὁ ἄνθρωπος ἐκ δύο περιγραπτῶν, ὁ Χριστὸς ἐκ περιγραπτοῦ σώματος καὶ ἀπεριγράπτου θεότητος· ὁ ἄνθρωπος ἐξ ὑλικοῦ καὶ νοεροῦ συνέστη, ὁ δὲ Χριστὸς ἐκ θεοῦ λόγου καὶ λογικοῦ ἀνθρώπου νοεροῦ εἰς ὕπαρξιν· οὔτε γὰρ σῶμα πρὸ τῆς ψυχῆς συνέστηκεν, οὔτε ἡ ψυχὴ πρὸ τοῦ σώματος, ὁ δὲ θεὸς λόγος πρὸ πάντων τῶν αἰώνων καὶ ψυχῶν καὶ σωμάτων καθέστηκε.

Καὶ ἄλλα δὲ μυρία τοιαῦτα εὑρήσεις ἐπὶ τῆς θεότητος μὴ ἁρμόζοντα μήτε ἐπὶ τῆς ψυχῆς, μήτε ἐπὶ τοῦ σώματος.

Σχόλιον. Ἐκ δύο ἀθανάτων (λόγου καὶ ψυχῆς) καὶ θνητοῦ σώματος σύγκειται ὁ Χριστός. Καὶ πῶς λοιπὸν ἐπὶ τοσαύτης ἑτεροουσίας καὶ παραλλαγῆς ἀσυγχύτου μία φύσις δύναται εἶναι;

Εἰ δὲ φιλονικεῖ ἔτι ὁ Σευῆρος κατ’ ἰσότητα τῆς τοῦ ἀνθρώπου συνθέσεως ἀποδεῖξαι καὶ τὴν ἄῤῥητον ἕνωσιν τοῦ Χριστοῦ, μανθανέτω ὁ ἀπαίδευτος, ὅτι ὁ βουλόμενος τὴν τοῦ ἀνθρώπου κατασκευὴν ἀκριβέστερον διασκέψασθαι οὐ μόνον ἐκ δύο φύσεων εὑρήσει τοῦτον συγκείμενον, ἀλλὰ καὶ ἐκ πλειόνων. Ἐκ τεσσάρων μὲν γὰρ ἁπλῶν οὐσιῶν ἤτοι τῶν στοιχείων σύγκειται τὸ σῶμα, ἑτέρα δὲ πάλιν παρὰ ταῦτα οὐσία ἐστὶν ἡ ψυχή, ἑτέρα δὲ ἡ τοῦ θεοῦ λόγου. Ὥστε ὑποδείγματι, ἀλλ’ οὐκ ἰσότητι ἐπὶ Χριστοῦ νοητέον τὸν ἄνθρωπον.

ιθʹ Ἀντίθεσις κακοτρόπου Παυλιανιστοῦ πρὸς Σευηριανὸν προφέροντα κατ’ ἰσότητα τοῦ Χριστοῦ εἶναι τὴν τοῦ ἀνθρώπου σύνθεσιν. Παυλιανιστής· «Ἀγωνιζόμενος Σευῆρος μερικὸν θεὸν καὶ μερικὸν ἄνθρωπον ἀποδεῖξαι τὸν Χριστόν, ἐκ δύο ἀτελῶν φύσεων μίαν ὑπάρχοντα φύσιν, ἄνω καὶ κάτω τὸ τοῦ ἀνθρώπου ἡμῖν φέρει καὶ ἀποφέρει ὑπόδειγμα μήτε τῆς μωσαϊκῆς, μήτε τῆς προφητικῆς ἢ εὐαγγελικῆς γραφῆς που μαρτυρούσης εἰς τύπον τῆς τοῦ Χριστοῦ συνθέσεως εἶναι τὴν ψυχὴν καὶ τὸ ἀνθρώπινον σῶμα. Ἀλλ’ ἀπετυφλώθη καταλιπὼν τοὺς τῶν θείων γραφῶν περὶ Χριστοῦ τύπους, καὶ ἰδίους ἀναπλάττεται μύθους. Τύπος μὲν γὰρ πρωτότυπος καὶ θεοχάρακτος ἐν τῇ θείᾳ γραφῇ τυγχάνει τοῦ Χριστοῦ ὁ θεῖος Ἰσαὰκ καὶ ὁ ἀντ’ αὐτοῦ σφαγιασθεὶς κριὸς τῶν δύο προσώπων τῶν ἑτερογενῶν αὐτοῦ σαφῶς τὴν εἰκόνα προδιαγράφοντες. Οὐ τοῦτον δὲ καὶ μόνον τὸν τύπον ὁ χορὸς τῶν ἀοιδίμων πατέρων οἶδεν εἰς Χριστὸν ἀναφέρειν, ἀλλὰ καὶ ἑτέρους πλείονας, λέγω δὴ τὸν ἱερὸν Μωϋσέα καὶ τὴν θήβην, εἰς ἣν κατακλεισθεὶς ἀπεῤῥίφη ὑπὸ τῆς ἰδίας μητρὸς ἐν τῷ ῥείθρῳ τοῦ ποταμοῦ· δύο πάλιν ἡμῖν τὰς Χριστοῦ ὑποστάσεις ἡ θεία γραφὴ κηρύττουσα διὰ τοῦ Μωϋσέως καὶ τῆς κιβωτοῦ, καθάπερ καὶ ἡ ἑτέρα κιβωτὸς ἡ ἐκ ξύλων ἀσήπτων καὶ χρυσίου συγκειμένη τύπον ἐναργῆ φέρει ἡμῖν τῶν ἑτεροουσίων φύσεων ἤγουν Χριστοῦ ὑποστάσεων. Τί δὲ ἄρα δοκεῖ τῷ Σευήρῳ αἰνίττεσθαι καὶ ἡ στάμνος ἡ χρυσῆ ἡ τὸ οὐράνιον ἔχουσα μάννα εἰ μὴ τὰς ἀλλοφύλους καὶ ἑτεροφυεῖς τοῦ Χριστοῦ ὑποστάσεις; Ὡσαύτως καὶ αἱ δύο τρυγόνες (ἡ θυομένη καὶ ἡ μὴ θυομένη) δύο Χριστοῦ προσώπων εἰσὶ δηλωτικαὶ σαφῶς, λέγω δὴ τῆς ἀπαθοῦς αὐτοῦ θεότητος καὶ τῆς παθητῆς αὐτοῦ σαρκός. Ὥσπερ πάλιν καὶ οἱ δύο τράγοι (ὁ σφαζόμενος καὶ ὁ εἰς τὴν ἔρημον ἐκπεμπόμενος) σαφῶς ἡμῖν τὸ διάφορον τῶν τοῦ Ἐμμανουὴλ λαλοῦσι χαρακτηριστικῶν ὑποστάσεων τοῦ ἐν μορφῇ θεοῦ καὶ ἐν μορφῇ ἀνθρώπου ὑπάρχοντος.»

Εἰ δὲ δάκνεται καὶ κρεουργεῖται τούτων ἀκούων Σευῆρος, καὶ οἱ σὺν αὐτῷ τὴν τοῦ σωτῆρος ἀπαρνούμενοι ἐνανθρώπησιν, πάντως λέξουσι μὴ ἐξομοιοῦσθαι τὰ παραδείγματα αὐτοῖς τοῖς πράγμασιν. Οὐκοῦν, ὦ ἀνόητε, εἰπέ, μηδὲ τὸ τοῦ ἀνθρώπου ὑπόδειγμα ἐν ἀπαραλλάκτῳ ἰσότητι τῆς ἑνώσεως καὶ ἐνανθρωπήσεως τοῦ Χριστοῦ κήρυττε ἐπὶ ἀθετήσει τῶν ἑκατέρων αὐτοῦ φύσεων.

Σχόλιον. Τούτων ἐξ αἱρετικῶν πρὸς αἱρετικοὺς εἰρημένων οὐ βλάπτει ἔχειν τὴν αὐτῶν εἴδησιν καὶ ἥλῳ τὸν ἦλον συντρίβειν τῶν κακοτρόπων.

κʹ Ἀπορίαι συλλογιστικαὶ πρὸς τοὺς αὐτοὺς ἀκεφάλους κατὰ πεῦσιν καὶ ἀπόκρισιν περὶ τῆς ἀῤῥήτου ἑνώσεως τοῦ Χριστοῦ διὰ τὸ λέγειν αὐτούς, ὅτι μετὰ τὸ γενέσθαι τὴν ἕνωσιν οὐκέτι δυνατὸν λέγειν δύο φύσεις. Ἐρώτησις ὀρθοδόξου· Καθ’ ὑπόστασιν ἀδιαίρετον καὶ ἄῤῥητον ὁμολογεῖς ἐν τῇ σαρκώσει ἑνωθέντα τὸν θεὸν λόγον τοῖς σπλάγχνοις καὶ τοῖς στέρνοις τῆς παναμώμου καὶ ἀειπαρθένου θεοτόκου Μαρίας, ἢ κατ’ ἐνοίκησιν ψιλὴν καθ’ ὁμοιότητα τῶν λοιπῶν ἀνθρώπων, ὡς ἐν σκηνῇ τινι καὶ οἴκῳ, καθὰ λέγει Νεστόριος; {80 Ὁ ἀκέφαλος·} 80 Πρόδηλον ὅτι καθ’ ὑπόστασιν ἄῤῥητον καὶ ἀδιαίρετον ὁμολογοῦμεν ἑνωθέντα τὸν θεὸν λόγον τῇ οὐσίᾳ καὶ γαστρὶ καὶ τοῖς σπλάγχνοις αὐτῆς, καθὰ καὶ οἱ ἅγιοι πατέρες ἐκήρυξαν. {80Ὁ ὀρθόδοξος·}80 Οὕτως ἔχει ἡ ἀλήθεια καὶ οὕτω πιστεύομεν καὶ οὕτω κηρύττομεν. Εἰπέ μοι λοιπόν, παρακαλῶ, ὦ βέλτιστε, τοῦ θεοῦ λόγου καθ’ ὑπόστασιν ἡνωμένου τοῖς σπλάγχνοις καὶ σαρξὶ καὶ μυελοῖς τῆς πανυμνήτου θεοτόκου, καὶ ἀδιαιρέτως καὶ ἀχωρίστως σαρκωθέντος καὶ συμπλακέντος τῇ παναχράντῳ ὑπάρξει αὐτῆς, ὅτε ἔφερεν αὐτὸν ἐν γαστρὶ καθ’ ὑπόστασιν ἡνωμένον ἐν ἑαυτῇ τὸν ἐνναμηνιαῖον χρόνον, πότερον μία φύσις ἦν ἡ παρθένος καὶ ὁ καθ’ ὑπόστασιν ἡνωμένος τῇ σαρκὶ αὐτῆς θεὸς λόγος ἢ δύο φύσεις; Καὶ εἰ μὲν μίαν φύσιν εἴπῃς τῆς γυναικὸς καὶ τοῦ θεοῦ λόγου, εἰπέ μοι, πόστον μέρος ταύτης τῆς μιᾶς φύσεως ἐν τῷ τόκῳ λαβὼν ὁ Χριστὸς διέστη ἐξ αὐτῆς, καὶ πόστον ἀπέμεινεν ἐν αὐτῇ; Εἰ δὲ οὐκ ἔστι μία, ἀλλὰ δύο φύσεις ἡ παρθένος καὶ ὁ θεὸς λόγος μετὰ τὸ γενέσθαι τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἐν τῇ κοιλίᾳ αὐτῆς, τί μάτην προφασίζεσθε φάσκοντες ἀδύνατον εἶναι δύο φύσεις μετὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν; Ἄλλο. Ἡ ἐκ τόπου εἰς τόπον ἐκπορευτικὴ μετάστασις οὐκ ἔστιν ἀπεριγράπτου φύσεως· τὸν οὐρανὸν γὰρ καὶ τὴν γῆν πληροῖ ὁ λόγος καὶ θεός. Σαρκωθεὶς τοίνυν καὶ τεχθεὶς ἐκ τῆς ἁγίας παρθένου, πῶς προῆλθε καὶ ἐχωρίσθη ἐξ αὐτῆς ὁ Χριστός; Κατὰ σάρκα ψιλήν, ἢ κατὰ σάρκα καὶ τὴν θεότητα; Καὶ εἰ μὲν κατὰ σάρκα ψιλὴν εἴπῃς αὐτὸν χωρισθέντα ἐν τῷ τόκῳ ἐκ τῆς μητρός, ἰδοὺ τὰ Νεστορίου φρονεῖς. Εἰ δὲ σαρκὶ καὶ θεότητι τὸν χωρισμὸν ἐκ τῆς μητρὸς πεποίηκε, πῶς ἡ καθ’ ὑπόστασιν ἡνωμένη θεότης τοῖς σπλάγχνοις καὶ στέρνοις τῆς ἁγίας παρθένου ἐχωρίσθη τεχθεῖσα ἀπ’ αὐτῆς; Ἄλλο περὶ τοῦ αὐτοῦ. Ἐρώτησις· Πῶς φρονεῖς τὸ πανάγιον πνεῦμα κατελθὸν ἐν τῷ Ἰορδάνῃ ἐπὶ τὸν Χριστὸν καὶ μεῖναν ἐπ’ αὐτόν; Κατ’ οὐσίαν καὶ κατὰ ἀλήθειαν ὑποστατικῶς, ἢ κατὰ χάριν τινὰ καὶ ἁγιασμὸν ὡς ἐφ’ ἑνὸς τῶν προφητῶν καὶ ψιλῶν ἀνθρώπων, καθά φησιν οἱ αἱρετικοί; {80Ὁ ἀκέφαλος·}80 Πρόδηλον ὅτι οὐσιωδῶς καὶ οὐχ ὡς ἐφ’ ἑνὸς τῶν προφητῶν ὁμολογοῦμεν τὸ πανάγιον πνεῦμα ἐπιδημῆσαν καὶ μεῖναν ἐν τῷ Χριστῷ. {80Ὁ ὀρθόδοξος·}80 Λέγε μοι λοιπόν, παρακαλῶ, τοῦ ἁγίου πνεύματος ὑποστατικῶς, ὡς λέγεις, μείναντος ἐν τῷ Χριστῷ, ὁ λόγος καὶ ἡ σὰρξ καὶ τὸ ἅγιον πνεῦμα μία φύσις εἰσὶν ἢ δύο; Ἄλλο πρὸς τοὺς αὐτούς. Ὁ θεῖος ἀπόστολός φησιν, ὅτι Ἐν Χριστῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Πρόδηλον οὖν ὅτι ἐν τῇ ἑνώσει τῇ γενομένῃ ἐν τῇ ἁγίᾳ παρθένῳ τότε ᾤκησεν ἀῤῥήτως ἐν αὐτῇ πᾶν τὸ πλήρωμα τῆς θεότητος. Ὑπάρχοντος τοίνυν παντὸς τοῦ πληρώματος τῆς θεότητος ἐν αὐτῇ ἀδιαιρέτου, πότερον μία φύσις ἦν τῆς παρθένου καὶ τοῦ πληρώματος παντὸς τῆς θεότητος διὰ τὴν ἕνωσιν ἢ δύο φύσεις; Ἄλλο. Εἰ διὰ τὸ ἀχώριστον καὶ ἀδιαίρετον τοῦ θεοῦ λόγου καὶ τῆς ἐμψύχου αὐτοῦ σαρκὸς μία φύσις ὁ θεὸς λόγος καὶ ἡ σὰρξ τυγχάνει, πάντως ὅτι διὰ τὸ ἀχώριστον αὐτὸν εἶναι τοῦ θρόνου τοῦ χερουβικοῦ μία λοιπὸν φύσις ὁ θρόνος καὶ ὁ θεὸς λόγος ὁ ἐν αὐτῷ ἐστιν. Ἄλλο. Τὸ ἀσώματον πρὸς τὸ ἀσώματον, καὶ τὸ ἄϋλον πρὸς τὸ ἄϋλον, οἰκειοτέραν πάντως καὶ εὐχερεστέραν καὶ ἀχωριστοτέραν τὴν ἕνωσιν ἔχει (ὡς ὁμοφυὲς καὶ πνευματικὸν καὶ ὁμοούσιον) ὑπὲρ τὴν ἕνωσιν τοῦ ἀσωμάτου πρὸς τὸ ὑλικόν, καὶ τοῦ ἀφθάρτου πρὸς τὸ φθαρτόν, καὶ τοῦ ἀπαθοῦς πρὸς τὸ παθητόν, καὶ τοῦ ἀπεριγράπτου πρὸς τὸ περιγραπτόν. Εἰ οὖν μία φύσις διὰ τὴν ἀχώριστον ἕνωσίν ἐστι τῆς περιγεγραμμένης καὶ θνητῆς σαρκὸς καὶ τοῦ ἀπεριγράπτου ἐν αὐτῇ θεοῦ λόγου, πολλῷ πλέον μία λοιπὸν ὑπόστασις ἔσται τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦ ἀχωρίστου τῶν κόλπων αὐτοῦ μονογενοῦς υἱοῦ, εἴπερ ἀχώριστον δοξάζεις τὸν υἱὸν τῶν κόλπων τοῦ πατρός. Ὅσας γὰρ ἂν ἑνώσεις εἴπῃς τοῦ κτιστοῦ πρὸς τὸ ἄκτιστον, οὐκ οἶμαι εἶναι ταύτας ἑνωτικωτέρας τῆς συναλλήλου ὑπάρξεως τῶν ὁμοφυῶν καὶ συμφυῶν καὶ ἀΰλων ὑποστάσεων τοῦ θεοῦ, εἰ καὶ τὰ μάλιστα ἐν τρισὶν ἀσυγχύτοις ὑποστάσεσι τὴν ὁμοούσιον τριάδα πιστεύομεν. Ἄλλο. Σευήρου καὶ Τιμοθέου καὶ ὑμῶν λεγόντων, ὅτι Φύσις Χριστοῦ μόνη θεότης ἐστί, λέγοντος δὲ τοῦ Χριστοῦ πρὸς τοὺς μαθητὰς περὶ Λαζάρου, ὅτι Ἀπέθανε, καὶ χαίρω, ὅτι οὐκ ἤμην ἐκεῖ, πῶς θεὸς ὢν οὐκ ἦν ἐκεῖ; Ποῦ οὐκ ἔστιν ὁ θεός; Πάντως ἀληθῶς ἐν τῇ καρδίᾳ Σευήρου καὶ ὑμῶν οὐκ ἔστιν ὁ θεός. Διὸ περὶ τῶν ὑμετέρων καρδιῶν λέγει καὶ ὁ ἅγιος ἄγγελος, ὅτι Ἠγέρθη, οὐκ ἔστιν ὧδε ὁ Χριστός, τουτέστιν ἐν ταῖς ὑμετέραις ψυχαῖς. Σχόλιον. Διὰ συντόμου χρήσιμον.

<καʹ> Αὐτὰ περὶ τῶν αὐτῶν ταὐτολογούντων καὶ προβαλλομένων τῶν Μονοφυσιτῶν ἀνάγκη καὶ ἡμᾶς ταὐτολογεῖν τὰς τῶν ἁγίων πατέρων φωνὰς πρὸς αὐτούς. Καθὰ οὖν καὶ ἐν τῇ δευτέρᾳ πρὸς αὐτοὺς διαλέξει (πρόκειται ἐν τῷ τρισκαιδεκάτῳ τετραδίῳ) πάλιν διὰ συντόμου ἐροῦμεν.

Ἐρωτώμενοι παρ’ ἡμῶν πᾶσαν εὐαγγελικὴν καὶ ἀποστολικὴν καὶ προφητικὴν καὶ μωσαϊκὴν πτωχοπρεπῆ φωνὴν ἁρμόζουσαν τῇ ἀνθρωπίνῃ φύσει τοῦ Χριστοῦ, οἷον τὸ Προφήτην ὑμῖν ἀναστήσει κύριος, καὶ τὸ Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, καὶ τὸ Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ τὸ Ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; καὶ πάλιν τὰς εὐαγγελικὰς φωνάς, οἷον τὸ Ὁ πατήρ μου μείζων μού ἐστι, καὶ τὸ Οὐ δύναμαι ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδέν, καὶ τὸ Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε, καὶ <τὸ> Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν εἶπον ὑμῖν; καὶ <τὸ> Λάζαρος ἀπέθανε, καὶ χαίρω, ὅτι οὐκ ἤμην ἐκεῖ, καὶ τὸ ὑπὸ τοῦ ἀγγέλου λεγόμενον, ὅτι Ἠγέρθη, οὐκ ἔστιν ὧδε, καὶ τὸ Ἰησοῦς ὁ παῖς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ ὑπετάσσετο τοῖς γονεῦσι, καὶ τὸ Ὁ θεὸς καὶ τὸν κύριον ἤγειρε, καὶ τὸ Ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν, τουτέστι τὸν δοῦλον αὐτοῦ, καί, ὅπως συντόμως εἴπω, οἱονδήποτε ῥῆμα πτωχοπρεπὲς Χριστοῦ ἐκ θείας γραφῆς, ἐρωτήσωμεν αὐτούς, ὅτι κατὰ ποίαν φύσιν τοῦ Χριστοῦ ταῦτα τὰ ταπεινὰ εἴρηνται; Αὐτοὶ ἀποφεύγοντες τὸ εἰπεῖν τὴν σάρκα τοῦ Χριστοῦ φύσιν λέγουσιν, ὅτι κατὰ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ ταῦτα λέγονται, κατὰ τὸ πρόσλημμα, κατὰ τὸ ὁρώμενον, κατὰ τὸ σῶμα, κατὰ τὴν σάρκα· καὶ ἁπλῶς μυρίας ἄλλας προσηγορίας ὀνομάζουσι τὴν ἀνθρωπότητα αὐτοῦ, φύσιν δὲ οὐδαμῶς αὐτὴν λέγειν ἀνέχονται. Εἶτα ἐρωτῶμεν αὐτούς, ὅτι «Τίνος χάριν παραιτεῖσθε τὸ ὀνομάσαι φύσιν τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ;» Καὶ ἀποκρίνονται λέγοντες, ὅτι «Ἐὰν εἴπωμεν αὐτὴν φύσιν, ἐξ ἀνάγκης πάσης λέγομεν αὐτὴν καὶ πρόσωπον καὶ εὑρισκόμεθα δύο πρόσωπα ὁμολογοῦντες ὥσπερ ὁ Νεστόριος. Οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος.»

Ἐρώτησις ὀρθοδόξου πρὸς ταῦτα· «Τί οὖν, ὦ ἄνδρες; πᾶς ὁ λέγων τὴν σάρκα τοῦ κυρίου φύσιν, καθὼς καὶ ἡ σύνοδος Χαλκηδόνος αὐτὴν εἶπε, Νεστοριανὸς ὑπάρχει;» Ἀποκρίνονται πρὸς ταῦτα οἱ Σευήρου λέγοντες· «Ναί, οὐκ ἔστι γὰρ φύσις ἀπρόσωπος.» Ὅτε οὖν ταῦτα εἴπωσι, τότε προφέρομεν αὐτοῖς τὰς προειρημένας ἐν τοῖς ἔμπροσθεν τῶν ἁγίων πατέρων χρήσεις τὰς ὀνομαζούσας τὴν σάρκα τοῦ Χριστοῦ φύσιν καὶ μετὰ τὴν ἕνωσιν, καὶ ἐλέγχομεν αὐτούς, ὅτι οὐ τοῖς ἁγίοις πατράσιν ἀκολουθοῦσιν, ἀλλὰ τῇ νομοθεσίᾳ Σευήρου στοιχοῦντες ἀποῤῥίπτουσι τὰς φωνὰς τῶν ἁγίων πατέρων, Νεστοριανοὺς αὐτοὺς δεικνύντες διὰ τὸ ὀνομάζειν αὐτοὺς φύσιν τὴν σάρκα τοῦ Χριστοῦ.

Ταῦτα δὲ πάντα κατὰ ἀντιπάθειαν τῆς συνόδου Χαλκηδόνος ποιοῦσι, δι’ αὐτὴν ἀρνούμενοι τοὺς ἁγίους πατέρας, καὶ στοιχοῦντες μᾶλλον Σευήρῳ τῷ οἰκείῳ διδασκάλῳ κακῶς τῷ νομοθετήσαντι αὐτοῖς καὶ εἰπόντι, ὅτι «Κἂν αὐτοῦ τοῦ ἁγίου Κυρίλλου ἐστὶ φωνὴ λέγουσα δύο φύσεις ἐν Χριστῷ, μὴ δέξασθε ταύτην.» Ἐπειδὴ δέ, ὡς καὶ ἄλλοτε εἶπον, γινώσκων ὁ Σευῆρος τὴν φωνὴν τῶν δύο φύσεων τῶν ἀδιαιρέτων Χριστοῦ πατρικὴν οὖσαν καὶ ἀδιάβλητον, καὶ ἀπορῶν πρὸς τὴν ταύτης ἀνατροπήν, προφασίζεται προφάσεις ἐν ἁμαρτίαις φάσκων πρὸς Νηφάλιον καὶ πρὸς Σιμπλίκιον, ὅτι Ἕως τῶν χρόνων Νεστορίου δεκτὴ ἦν ἡ φωνὴ τῶν δύο φύσεων, ἀπὸ δὲ τῶν χρόνων Νεστορίου ἀπεδοκιμάσθη ἡ τοιαύτη φωνή, ἐκ διφυοῦς μονοφυοῦς γενομένου τοῦ Χριστοῦ· Καὶ δεῖ, φησί, πρὸς τοὺς καιροὺς καὶ πρὸς τὰς ἀνακυπτούσας αἱρέσεις τὰ δόγματα Χριστοῦ μεταλλάττειν καὶ μεταῤῥυθμίζεσθαι, ἀναγκαίως πάλιν καὶ ἐκ τῆς ἁγίας συνόδου τῆς ἐν Ἐφέσῳ ἐπὶ τοῦ θεσπεσίου Κυρίλλου γενομένης τὴν αὐτοῦ κακεντρέχειαν καὶ πανουργίαν ἐλέγξαι ἐσπούδασα δεικνύς, ὅτι πρὸ διακοσίων ἐτῶν τοῦ Νεστορίου γεγόνασιν αἱ αἱρέσεις αἱ λέγουσαι κακῶς ἐπὶ Χριστοῦ τὴν διαίρεσιν, καὶ οὐδαμῶς οἱ μακάριοι πατέρες οἱ ἐπ’ αὐτῶν τῶν αἱρεσιαρχῶν γενόμενοι παρῃτήσαντο φάναι δύο ἀδιαιρέτους ἐπὶ Χριστοῦ τὰς φύσεις. Καὶ γοῦν πρῶτος Ἀρτέμων αἱρεσιάρχης τὸν Χριστὸν εἰς δύο διεῖλε πρὸ τῆς συνόδου τῆς ἐν Νικαίᾳ χρόνους διακοσίους γενόμενος. Μεθ’ ὃν καὶ Ὠριγένης ψιλὸν ἄνθρωπον τὸν Χριστὸν ἐδογμάτισε· μεθ’ ὃν Παῦλος ὁ Σαμοσατεὺς πρὸ ὀγδοήκοντα ἐτῶν τῆς αὐτῆς ἁγίας συνόδου τὴν Ἀρτέμωνος ἀνεκαίνισεν αἵρεσιν. Αὖθίς τε μετὰ Παῦλον καὶ τὴν ἁγίαν σύνοδον Θεόδωρος ὁ Ἀντιοχείας, ὁ Νεστορίου καθηγητής, καὶ Διόδωρος εἰς δύο τὸν Χριστὸν ἐδογμάτισαν, εἶθ’ οὕτως μετ’ αὐτοὺς ὁ δυσσεβὴς Νεστόριος. Πάντων οὖν τῶν μεγάλων καὶ ἐγκρίτων πατέρων μεταξὺ τῶν χρόνων Ἀρτέμωνος καὶ Νεστορίου γενομένων, πῶς οὐδεὶς αὐτῶν παρῃτήσατο τὴν τῶν δύο ἡνωμένων ἐν Χριστῷ φύσεων φωνήν;

Καὶ ὅτι ταῦθ’ οὕτως ἔχει, ἄκουσον τὴν ἀρχὴν καὶ ὑπόθεσιν τὴς ἁγίας συνόδου τῆς ἐν Ἐφέσῳ τάδε περιέχουσαν. Διαμαρτυρία προτεθεῖσα δημοσίως παρὰ τῶν κληρικῶν Κωνσταντινουπόλεως, καὶ κατὰ ἐκκλησίαν ἐμφανισθεῖσα, ὡς ὅτι ὁμόφρων ἐστὶ Νεστόριος Παύλου τοῦ Σαμοσατέως.

Ὁρκίζω τὸν λαμβάνοντα τόδε τὸ χαρτίον κατὰ τῆς ἁγίας τριάδος, ὥστε φανερὸν αὐτὸ ποιῆσαι ἐπισκόποις, πρεσβυτέροις, διακόνοις, ἀναγνώσταις, λαϊκοῖς οἰκοῦσι Κωνσταντινούπολιν, ἔτι τε καὶ τὸ ἴσον αὐτοῦ ἐκδοῦναι πρὸς ἔλεγχον τοῦ αἱρετικοῦ Νεστορίου, ὅτι ὁμόφρων ἐστὶ τοῦ ἀναθεματισθέντος Παύλου τοῦ Σαμοσατέως πρὸ ἐτῶν ἑκατὸν ἑξήκοντα ἀπὸ τῶν ὀρθοδόξων πατέρων καὶ ἐπισκόπων. Ἔστι δὲ τὰ παρ’ ὁποτέρων εἰρημένα οὕτως· {80Παῦλος}80 εἶπε· «Μαρία τὸν λόγον οὐκ ἔτεκε.» {80Νεστόριος}80 εἶπε συμφώνως· «Οὐκ ἔτεκεν, ὦ βέλτιστε, Μαρία τὴν θεότητα.» {80Παῦλος}80 εἶπε· «Οὔτε γὰρ ἦν πρὸ αἰώνων.» {80Νεστόριος}80 εἶπε· «Καὶ μητέρα χρονικὴν τῇ δημιουργῷ τῶν χρόνων ἐφιστῶσι θεότητι.» {80Παῦλος}80 εἶπε· «Μαρία τὸν λόγον ὑπεδέξατο καὶ οὐκ ἔστι πρεσβυτέρα τοῦ λόγου.» {80Νεστόριος}80 εἶπε· «Πῶς Μαρία τὸν ἑαυτῆς ἀρχαιότερον ἔτεκεν;» {80Παῦλος}80 εἶπε· «Μαρία ἔτεκεν ἄνθρωπον ἡμῖν ἴσον.» {80Νεστόριος}80 εἶπεν· «Ἄνθρωπος ὁ τεχθεὶς ἐκ παρθένου.» {80Παῦλος}80 εἶπε· «Κρείττονα δὲ κατὰ πάντα, ἐπειδὴ ἐκ πνεύματος ἁγίου καὶ ἐξ ἐπαγγελιῶν καὶ ἐκ τῶν γεγραμμένων ἡ ἐπ’ αὐτῷ χάρις.» {80Νεστόριος}80 Εἶπε· «Τεθέαμαι γάρ φησι, τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτόν, τὸ τὴν ἀνάληψιν αὐτῷ χαρισάμενον (ἐντειλάμενος, φησί, τοῖς ἀποστόλοις, οὓς ἐξελέξατο, διὰ πνεύματος ἁγίου ἀνελήφθη), τοῦτο δὴ τὸ τηλικαύτην Χριστῷ χαρισάμενον δόξαν.» {80Παῦλος}80 εἶπεν· «Ἵνα μήτε ὁ ἐκ Δαυὶδ χρισθεὶς ἀλλότριος εἴη τῆς σοφίας, μήτε <ἡ> σοφία ἐν ἄλλῳ οὕτως οἰκῇ. Καὶ γὰρ ἐν τοῖς προφήταις ἦν, μᾶλλον δὲ ἐν Μωϋσεῖ, καὶ ἐν πολλοῖς κυρίοις, μᾶλλον δὲ ἐν Χριστῷ ὡς ἐν ναῷ.» Καὶ ἀλλαχοῦ λέγει ἄλλον εἶναι τὸν Ἰησοῦν Χριστὸν καὶ ἄλλον τὸν λόγον. {80Νεστόριος}80 εἶπε· «Μὴ ἐγχωρεῖ τὸν πρὸ πάντων τῶν αἰώνων γεννηθέντα ἄλλο ἅπαξ γεννηθῆναι, καὶ ταῦτα θεότητι;»

Ἰδοὺ ἐξ ἁγίας καὶ συνοδικῆς παραστάσεως ἐλέγχεται ὁ Σευῆρος ψεύστης λέγων Νεστόριον τὸν μιαρὸν εἶναι ἀρχηγὸν τῆς διαιρέσεως. Οὐκοῦν οἱ μὲν ἅγιοι πατέρες, ἐπὶ Ἀρτέμωνος καὶ Παύλου καὶ Διοδώρου καὶ Θεοδώρου ὄντες, εὐσεβῶς καὶ ἡνωμένας τὰς δύο Χριστοῦ φύσεις εἶπον (καθὰ καὶ ἡμεῖς), Ἀρτέμων δὲ καὶ Παῦλος καὶ Θεόδωρος καὶ Διόδωρος καὶ Νεστόριος διῃρημένας· ὥστε οὐ τὸ λέγειν δύο κακόν, ἀλλὰ τὸ διελεῖν αὐτὰς ἰδίᾳ καὶ ἀνὰ μέρος καὶ μὴ πρεσβεύειν τὴν καθ’ ὑπόστασιν ἕνωσιν. Ἀνατροπὴ τῆς ματαίας καὶ δυσσεβοῦς ἐκθέσεως καὶ νομοθεσίας Σευήρου, ἧς πρὸς Νηφάλιον καὶ ἄλλους τινὰς ἐξέθετο λέγων, ὅτι Πρὸς τὰς ἀνακυπτούσας νόσους ἤτοι αἱρέσεις δεῖ καὶ τὰ φάρμακα τῶν δογμάτων κατασκευάζειν· οὔτε γάρ, εἴ τις ἰατρός, φησί, τὴν τοῦ ὕδατος πόσιν διακωλύσει, λοιμικῆς νόσου καταλαβούσης, δύναταί τις πρὸς αὐτὸν λέγειν, ὅτι «Καὶ μὴν οἱ πρὶν ἰατροὶ τὴν τοῦ ὕδατος ἡμῖν οὐ διεκώλυον πόσιν». Ἀκούσεται γάρ, φησίν, εὐθέως ὑπὸ τοῦ ἰατροῦ· «Ἐμβρόντητε, ὁρᾷς τὴν νόσον ἐπινεμομένην, καὶ ἐκ τῆς ὑγιοῦς ζωῆς βούλει κανονίζεσθαι τὴν νόσον;»

Τοιαῦτά τινα ὁ γενναῖος ἐνομοθέτησε Σευῆρος, ὃν προφητικῶς ὁ θεόφρων Βασίλειος καταλύει καὶ ἐπιστομίζει ἐν τῇ Πρὸς Ὀλύμπιον σχολαστικὸν ἐπιστολῇ Ἀρειανὸν ὑπάρχοντα καὶ τοιαύτας τινὰς ἀφορμολογίας συῤῥάπτοντα, οἵας καὶ Σευῆρος. Πρὸς ὃν ὁ ἱερὸς τοῦ θεοῦ Βασίλειός φησιν ἐπὶ λέξεως οὕτως· Ἀλλ’ ἔχουσί τι σοφὸν δόγμα πρὸς τὰς τοιαύτας αὑτῶν μεταβολάς, ὅτι τοῖς ῥήμασι τῆς πίστεως ὡς ἰατροὶ κέχρηνται ἄλλοτε ἄλλως πρὸς τὰ ὑποκείμενα πάθη μεθαρμοζόμενοι. Τούτου δὲ τοῦ σοφίσματος τὸ σαθρὸν οὐκ ἐμὲ ἐλέγχειν προσήκει, ἀλλ’ ὑμᾶς νοεῖν. Δώσει γὰρ ὑμῖν ὁ κύριος σύνεσιν πρὸς τὸ νοεῖν, τίς μὲν ὁ εὐθὺς λόγος, τίς δὲ ὁ σκολιὸς καὶ διεστραμμένος. Εἰ γὰρ ἄλλοτε ἄλλας πίστεις δεῖ συγγράφειν καὶ μετὰ τῶν καιρῶν ἀλλοιοῦσθαι, ψευδὴς ἡ ἀπόφασις τοῦ εἰρηκότος· «Εἷς κύριος, μία πίστις». Ταῦτα ὡσανεὶ προφητικῶς ὁ πατὴρ ἐξέθετο πρὸς αἰσχύνην καὶ κατάλυσιν τῆς Σευήρου νομοθεσίας πρὸ πολλῶν Σευήρου χρόνων ὑπάρχων. Ἀνακεφαλαίωσις κατ’ ἐπιτομὴν δηλοῦσα τὸν σκοπὸν τοῦ ἐξηγητοῦ, ὅπως φρονεῖ τὴν οἰκονομίαν τοῦ Χριστοῦ.

Ὅπως δὲ ἡμᾶς μή τις τῶν ἀφρόνων δόξῃ διὰ τῶν ἔμπροσθεν εἰρημένων τῇ Νεστορίου τοῦ δυσσεβοῦς περιτρέπεσθαι φρενοβλαβείᾳ, ὅπερ ψυχῇ καὶ σώματι καὶ πνεύματι περὶ Χριστοῦ φρονῶ, συντόμως ἐρῶ. Ὁμολογῶ τὴν πανάμωμον αὐτοῦ ἀνθρωπότητα τῆς ψυχῆς καὶ τοῦ σώματος οὕτω καθ’ ὑπόστασιν ἡνωμένην τῇ ἀχράντῳ αὐτοῦ θεότητι, ὥσπερ ὅλη δι’ ὅλου ἥνωται ἡ ψυχὴ ἡμῶν τῷ ἡμετέρῳ σώματι. Καὶ ὥσπερ ἐκεῖνος, ὁ ἐν τῇ καμίνῳ εἰς τύπον Χριστοῦ ὀφθεὶς τῷ Ναβουχοδονοσὸρ ἐν ὁμοιώματι υἱοῦ θεοῦ, ὅλος ἦν δι’ ὅλου ἐν σχήματι ἀνθρώπου ἔμπυρος καὶ σύμπυρος καὶ ὁλόπυρος καὶ ὁλόφλογος, οὕτως ἦν καὶ ἡ τοῦ Χριστοῦ ἀνθρωπότης ὅλη δι’ ὅλου ὁλόθεος καὶ ἔνθεος καὶ σύνθεος. Καὶ ὥσπερ, εἴ τις εἰσελθὼν ἐν τῇ καμίνῳ ἐκείνῃ περιέτεμεν ἢ ἐῤῥάπισεν ἢ ἐδέσμησεν ἢ ἔκειρεν ἢ ἐκέντησεν ἐκεῖνον τὸν ἐν μορφῇ υἱοῦ θεοῦ ὄντα, οὐδαμῶς τὸ πῦρ ἀπ’ αὐτοῦ ἐχώριζεν ἢ ἀπέσβεσε διὰ τὸ ὅλον δι’ ὅλου τῷ πυρὶ συγκεκρᾶσθαι, οὕτω καὶ ἐπὶ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ, ἐξ ἧς εἴρηκεν ὁ ἄγγελος· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ, οὐκ ἐχωρίσθη τὸ πῦρ τῆς θεότητος ἐκ τῆς ἀνθρωπότητος αὐτοῦ ἐν οἱῳδήποτε καιρῷ ἢ τόπῳ ἢ πράγματι, οὐδὲ χωρισθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀλλά γε καὶ τοσαύτην ἔχειν διαφορὰν δόξης καὶ λαμπρότητος ὁμολογοῦμεν τὸ πανάγιον σῶμα καὶ τὴν ψυχὴν τοῦ Χριστοῦ παρὰ τὰς ἡμετέρας ψυχὰς καὶ τὰ σώματα, ὅσην εἶχεν ἡ μορφὴ ἐκείνη ἡ ἐν τῇ καμίνῳ παρὰ τὰ λοιπὰ σώματα τὰ ἐκτὸς τοῦ πυρὸς καὶ τῆς καμίνου τυγχάνοντα. Ὅθεν καὶ τὸ πανάγιον αὐτοῦ σῶμα ἔνθεον λέγομεν καὶ πάντα τὰ τοῦ σώματος ἔνθεα, καὶ τὴν ἄχραντον αὐτοῦ ψυχὴν σύνθεον καὶ πάντα τὰ ταύτης ἴδια ἔνθεα καὶ ὁμόθεα, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως φυλαττούσης ἑκατέρας φύσεως τὴν οἰκείαν ἰδιότητα ἐν ἑνὶ συνθέτῳ προσώπῳ, καθὰ οἱ μακάριοι πατέρες ἡμῖν εὐσεβῶς παραδέδωκαν. Ἀλλὰ μὴν καὶ ὑποταττομένην καὶ χαλιναγωγουμένην ὑπὸ τοῦ θεοῦ λόγου τὴν καθ’ ὑπόστασιν ἡνωμένην αὐτῷ ψυχὴν καὶ σάρκα ὁμολογοῦμεν καὶ πάντα τὰ ἰδιώματα αὐτῶν ὑπὲρ πᾶσαν ὑποταγὴν τῆς κτίσεως, ὡς ὑπὲρ πᾶσαν τὴν κτίσιν ἡνωμένων αὐτῶν τῷ θεῷ λόγῳ. Προεξήγησις τοῦ σκοποῦ τῶν ἑξῆς ὑποτεταγμένων κεφαλαίων.

Ὁ τῆς οὐρανίου βασιλείας καὶ συνώνυμος καὶ συμμέτοχος Βασίλειός φησιν ἁπλοῦν εἶναι τὸν λόγον τῆς ἀληθείας, τουτέστιν ἀπάνουργον καὶ ἁπλούστατον καὶ ἀπόνηρον. Πάντα γὰρ ἐνώπια καὶ <εὐθέα> τὰ θεῖα λόγια τοῖς σοφοῖς καὶ ἀκάκοις καὶ ἐν ὀρθῇ καρδίᾳ ζητοῦσι τὸν κύριον· εἰς δὲ ἀσυνέτους καρδίας σοφία θεοῦ οὐκ εἰσελεύσεται, καὶ ἐκ τούτου πάντα, ὅσα ἂν ἀκούσωσιν ἢ ἀναγνῶσι, ῥᾳδίως καὶ ὀξέως ἐξ ἀνθρωπαρέσκου καὶ ὑπερηφάνου γνώμης καταμέμφεσθαι καὶ ἀναλύειν σπουδάζουσι. Τί γάρ, εἰπέ μοι, ἀσφαλέστερον ἢ θειότερον ἢ ἀληθέστερον τοῦ ῥήματος τοῦ θεολόγου τοῦ φάσκοντος· Ἐν ἀρχῇ ἦν ὁ λόγος; Καὶ μὴν ὑπὸ τοῦ διαβόλου καταποθεὶς ὁ Ἄρειος ἐπελάβετο τῆς τοιαύτης θεολογίας λέγων, ὅτι Καλῶς εἶπεν ὁ Ἰωάννης· «Ἐν ἀρχῇ ἦν ὁ λόγος», τουτέστι τὸ ῥῆμα τοῦ θεοῦ· οὐ γὰρ εἶπεν· «Ἐν ἀρχῇ ἦν ὁ υἱός», ἀλλ’ ὁ λόγος ὁ προφορικὸς τοῦ θεοῦ. Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ὁ ὑπὸ τοῦ πνεύματος τοῦ διαβόλου ἐνεργούμενος ἕτοιμός ἐστιν εἰς τὸ πάσης γραφικῆς καὶ διδασκαλικῆς λέξεως ἐπιλαβέσθαι. Καὶ τοῦτο εὐθέως κατάδηλον ποιῆσαι πειράσομαι διὰ τοὺς μέλλοντας ἐπιλαβέσθαι κακοθελῶς τῆσδε ἡμῶν τῆς ἐκθέσεως, ὧν τὸ κρίμα ἔνδικον καὶ ἡ κόλασις ἀπαραίτητος.

κβʹ Σκοπὸς διαλέξεως πανοῦργος πρὸς τοὺς κακούργως διαστρέφοντας καὶ παρερμηνεύοντας τὰς εὐαγγελικὰς καὶ πατρικὰς περὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν γραφάς. Σοφοῦ λόγος νομοθετεῖ τοῖς σοφῶς τὰ σοφὰ τοῦ θεοῦ λαλεῖν βουλομένοις λόγια φάσκων· Μὴ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἀλλ’ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ δόξῃ παρ’ ἑαυτῷ φρόνιμος εἶναι. Ὃ δὲ λέγει ὁ σοφὸς οὗτος Σολομών, τοῦτό ἐστιν. Ἐὰν ἀφρόνως τις διαστρέφειν τὰς θείας γραφὰς βουλόμενος τὰ ἄῤῥητα καὶ ἀκατάληπτα εἰσπράττῃ σε λέγων· «Πόθεν δῆλον, ὅτι ὁ υἱὸς τοῦ θεοῦ γεννητός ἐστι, τὸ δὲ ἅγιον πνεῦμα ἐκπορευτόν; ἢ πῶς δυνατὸν τὸ γεννώμενον συνάναρχον εἶναι τῷ γεννήτορι;» καὶ ἁπλῶς. ἡνίκα κακοτρόπως διεξετάζει τὰ ἀκατάληπτα καὶ πίστει μόνῃ νοούμενα, μᾶλλον δὲ ὁμολογούμενα καὶ μὴ νοούμενα, μὴ ἀποκρίνου αὐτῷ κατὰ τὴν τοιαύτην περίεργον ἀπιστίαν αὐτοῦ, συναπαγόμενος αὐτῷ καὶ σὺ ἐπιζητεῖν τὰ ζητήσεως ἁπάσης καὶ ἐρεύνης βαθύτερα καὶ πάσῃ κτίσει ἀγνώριστα, ἀλλ’ ἀποκρίνου αὐτῷ πρὸς τὴν ἀφροσύνην αὐτοῦ, προφέρων αὐτῷ τὰ κοινῶς ὑπὸ πάντων Χριστιανῶν ὁμολογούμενα, πίστει δὲ ἀπεριέργῳ τῇ ἐκκλησίᾳ φρονούμενά τε καὶ κηρυττόμενα καὶ λαλούμενα, ἅπερ καὶ διηπόρησαν ἡμῖν κατὰ τὴν Ἀνατολὴν οἱ νῦν τοῦ Χριστιανισμοῦ ἀποστάντες, πεῖραν πλείστην τῶν νομικῶν τε καὶ εὐαγγελικῶν λόγων ἔχοντες, ἐξ ὧν εἰσι ταῦτα. Ἀπορίαι ἀποστατῶν τῆς ἐκκλησίας πρὸς Χριστιανούς. αʹ Πόθεν δῆλον, ὅτι κτιστή ἐστιν ἡ ἡμετέρα ψυχὴ ἢ ἀθάνατος μένει, μηδαμοῦ τῆς νομικῆς γραφῆς τοῦτο μαρτυρούσης; βʹ Τίς μοι λέγει, ὅτι Μωϋσέως ἐστὶ σύγγραμμα ἡ Γένεσις; Οὐ γὰρ ἐπιγέγραπται καθάπερ καὶ αἱ λοιπαὶ βίβλοι αἱ τῶν προφητῶν. Πλήν, ὅτι καὶ πλεῖστα φαίνεται μὴ ἀληθεύουσα· ἐξ ὧν εἰσι καὶ ἡ ἀπόφασις τοῦ θεοῦ ἡ περὶ τῆς βρώσεως, καὶ ἡ περὶ τῶν τετρακοσίων ἐτῶν τῆς κακώσεως τοῦ Ἰσραὴλ τῆς ἐν Αἰγύπτῳ· ἑκατὸν γὰρ τεσσαράκοντα χρόνους ἐταλαιπώρησαν, τουτέστι μετὰ τὸν θάνατον Ἰωσήφ. Ὁμοίως οὔτε ὁ ὅρος, ὃν εἶπεν ὁ θεὸς περὶ τῆς ζωῆς τῶν ἀνθρώπων, γέγονεν ἐπὶ τοῦ Νῶε· εἶπε γὰρ ἑκατὸν εἴκοσι χρόνους μέχρι τοῦ κατακλυσμοῦ ζῆν τοὺς ἀνθρώπους ἐκείνους. γʹ Πάλιν τε ἐντειλάμενος τὸ πολύκρεων ἐκεῖνο Λευτικόν, ὕστερόν φησιν ὁ θεὸς διὰ Ἡσαΐου καὶ Ἰερεμίου, ὅτι οὐδὲν περὶ θυσιῶν ἐνετείλατο τῷ Ἰσραήλ, οὔτε περὶ ὁλοκαυτωμάτων. Δʹ. Πάλιν τε ὑποσχόμενος νόμιμον αἰώνιον εἶναι τὸν νόμον, πῶς οὐκ ἔστησε τὰ προστάγματα αὐτοῦ τὰ νομικὰ αἰώνια; εʹ Καὶ συνταξάμενος διδόναι τῷ σπέρματι Ἰσραὴλ ἀπὸ Αἰγύπτου ἕως τοῦ Εὐφράτου κατάσχεσιν, οὐδὲ τὸ δέκατον μέρος τῆς ὑποσχέσεως δέδωκεν αὐτοῖς.

Ταῦτα ἐκ τῆς παλαιᾶς· ἐπαπορήσεις ἐκ τῶν αὐτῶν ἀπίστων, ἐκ τῆς καινῆς διαθήκης. αʹ Τοῦ εὐαγγελίου μὴ λέγοντος, ὅτι ἐσφραγισμένου τοῦ τάφου ἀνέστη ὁ Χριστός, πόθεν ὑμεῖς τοῦτο δείκνυτε; βʹ Τοῦ εὐαγγελίου ἄνω καὶ κάτω ἄνδρα τῆς Μαρίας καλοῦντος τὸν Ἰωσήφ, διὰ τί ὑμεῖς τοῦτο οὐ λέγετε; γʹ Καθὼς εἶπε τὸ εὐαγγέλιον τὴν ἄσπορον σύλληψιν τοῦ Χριστοῦ, πῶς οὐκ εἶπε καὶ τὴν ἄφθορον ἐκ παρθένου κύησιν, ὡς ὑμεῖς λέγετε; δʹ Τοῦ Ἰωάννου λέγοντος Μαρίαν ἀδελφὴν Μαρίας τῆς μητρὸς τοῦ Ἰησοῦ, πῶς ὑμεῖς τοῦτο οὐ λέγετε; εʹ Πῶς, εἰπὼν ὁ Χριστὸς ποιεῖν ἐν τῷ ᾅδῃ ἀπαραλλάκτως ὡς Ἰωνᾶς τρεῖς ἡμέρας ὁλοκλήρους καὶ τρεῖς νύκτας, οὐ πεποίηκεν αὐτὰς ὡς Ἰωνᾶς, καθάπερ προείρηκεν; ϛʹ Πῶς δὲ πάλιν ἐν μὲν τῷ ἑνὶ εὐαγγελιστῇ παραγγέλλει ὑμῖν φορεῖν καὶ ὑποδήματα καὶ ῥάβδον, ἐν δὲ τῷ ἄλλῳ εὐαγγελιστῇ κωλύει καὶ τὴν ῥάβδον καὶ τὰ ὑποδήματα; ζʹ Τῶν εὐαγγελιστῶν μηδαμοῦ λεγόντων, πόθεν ἔγνωτε, ὅτι ἐν σπηλαίῳ ἐτέχθη ὁ Χριστός; Οὐκ εἴρηται γὰρ τοῦτο ἐν τοῖς εὐαγγελίοις. ηʹ Εἰ, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν, ταῦτα ἐδίδαξε, πῶς ῥαπισθεὶς εἰς τὴν σιαγόνα οὐκ ἔστρεψε καὶ τὴν ἄλλην, ἀλλὰ καὶ ἐνεκάλεσε τῷ ῥαπίσαντι; θʹ Τοῦ εὐαγγελίου κτιστὸν ἤτοι γεννητὸν λέγοντος τὸν Χριστόν, πῶς ὑμεῖς μέρος μὲν αὐτοῦ λέγετε κτιστόν, μέρος δὲ ἄκτιστον; Ὁ γὰρ Ματθαῖός φησι· Βίβλος γενέσεως (ἤγουν ποιήσεως) Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ. ιʹ Εἰ ἀπερίγραπτον λέγετε εἶναι τὸν θεὸν πληροῦντα ὁμοίως τὸν οὐρανὸν καὶ τὴν γῆν, πῶς ἐξ οὐρανοῦ κατῆλθεν ὁ λόγος καὶ πάλιν ἐκεῖ ἀνῆλθεν; ιαʹ Εἰ ἐν τῷ κόσμῳ ἦν ὁ θεὸς λόγος τῇ θεότητι καὶ πρὸ σαρκώσεως, ὡς λέγει Ἰωάννης ὁ εὐαγγελιστής, πῶς κατελθόντα αὐτὸν ἐξ οὐρανοῦ λέγετε ἐν τῇ μήτρᾳ τῆς Μαρίας; Ἐὰν γὰρ ὧδε ἦν καὶ πρὸ σαρκώσεως, πρόδηλον ὅτι οὐ κατῆλθεν. Εἰ δὲ ἐν τῇ σαρκώσει κατῆλθεν, εὔδηλον ὅτι ἐν τῷ οὐρανῷ περιγεγραμμένος ἦν καθὰ καὶ οἱ ἄγγελοι. ιβʹ Εἰ ἐκ τοῦ πατρός ἐστι καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα, εὔδηλον ὅτι πατὴρ ἀμφοτέρων ἐστί, καὶ γέννημά ἐστι καὶ τὸ ἅγιον πνεῦμα. Εἰ δὲ τοῦτο οὐ καταδέχεσθε ὁμολογεῖν, εἴπατε ἡμῖν, ποῖον πρῶτον καὶ ποῖον δεύτερον προῆλθεν ἐκ πατρός, ὁ υἱὸς ἢ τὸ ἅγιον πνεῦμα; Εἰ δὲ ἐν τῷ ἅμα προῆλθον, εὔδηλον ὅτι διδυμοτόκος ἐστὶν ὁ πατὴρ καὶ ἀδελφοθεΐαν ἔχουσιν ὁ υἱὸς καὶ τὸ πνεῦμα. Τίς δέ ἐστι καὶ ἡ διαφορὰ γεννήσεως καὶ ἐκπορεύσεως ἐπὶ τῆς ἀπεριγράπτου καὶ ἀμεταστάτου καὶ ἀχωρίστου θεότητος; ιγʹ Πόθεν δῆλον, ὅτι ὁ μὲν λόγος τοῦ θεοῦ ἐνυπόστατος θεός ἐστιν, ὁμοίως καὶ τὸ πνεῦμα τοῦ θεοῦ θεός ἐστι καὶ ὑπόστασις θεοῦ, ὁ δὲ νοῦς τοῦ θεοῦ οὐκ ἔστιν ἄλλος θεὸς καὶ ἄλλη ὑπόστασις, οὐδὲ ἡ καρδία τοῦ θεοῦ, οὐδὲ ἡ δεξιὰ τοῦ θεοῦ, οὐδὲ ὁ βραχίων καὶ τὰ λοιπά, ὅσα λέγει ἡ γραφὴ ἐπὶ θεοῦ; ιδʹ Πῶς ἕνδεκα ὄντων τῶν μαθητῶν πρὸ τῆς Χριστοῦ ἀναλήψεως λέγει ὁ Παῦλος, ὅτι ἀναστὰς ἐκ νεκρῶν ὤφθη τοῖς δώδεκα μαθηταῖς; Οὔπω γὰρ ἦν ὁ Ματθίας συγκαταριθμηθεὶς αὐτοῖς, οὐδὲ ὁ Παῦλος. ιεʹ Πῶς, ὑποσχόμενος ὁ Χριστὸς τοῖς δι’ αὐτὸν ἀποτασσομένοις ἀγρῶν καὶ γυναικὸς καὶ τέκνων καὶ χρημάτων ἑκατονταπλασίονα διδόναι ἐν τῷ αἰῶνι τούτῳ, οὐ παρέσχεν αὐτοῖς ταῦτα, καθὼς ὑπέσχετο;

Σχόλιον. Κείσθωσαν ταῦτα τὰ ὅπλα τοῖς φρονίμοις κατὰ τῶν ἀφρόνων, ἡνίκα ἴδητε αὐτοὺς κακοθελῶς πρὸς ὑμᾶς διαλεγομένους καὶ φανταζομένους καὶ ἐπιλαμβανομένους κακοθελῶς τῆσδε τῆς βίβλου.

Οὐκοῦν πίστις ἀπερίεργός ἐστιν ὁ Χριστιανισμός, καὶ δέον ἐν ἁπλότητι καὶ εὐθύτητι καρδίας δέχεσθαι καὶ ἀκούειν πᾶσαν θείαν γραφὴν καὶ μάλιστα τὰς διδασκαλικάς. Αἱ μὲν γὰρ εὐαγγελικαὶ καὶ ἀποστολικαί, οἴδαμεν, ὅτι ἀνόθευτοί εἰσι, καθάπερ περὶ τούτου διαφόρως συνετάξαμεν λέγοντες, ὅτι, διαδοθέντος καὶ γραφέντος τοῦ εὐαγγελίου ἐν τοῖς γράμμασι τῶν ἑβδομήκοντα δύο γλωσσῶν καὶ ἐθνῶν, ἀδύνατόν ἐστι ῥᾳδιουργίαν ἢ μείωσιν ἢ προσθήκην ὑπομεῖναι αὐτό. Κἂν γὰρ μιᾶς ἢ καὶ δευτέρας γλώττης ἐπεχείρησέ τις νοθεῦσαι τὰ βιβλία, ἠλέγχετο εὐθὺς ὑπὸ τῶν ἄλλων ἑβδομήκοντα γλωσσῶν ἡ ῥᾳδιουργία αὐτοῦ. Ὅρα γοῦν, ὅτι τινὲς ἐπεχείρησαν παρεπᾶραι τοὺς θρόμβους τοῦ αἵματος τοῦ ἱδρῶτος Χριστοῦ ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ οὐκ ἴσχυσαν. Ἐλέγχονται γὰρ τὰ μὴ ἔχοντα τὸ κεφάλαιον ἐκ πολλῶν καὶ διαφόρων εὐαγγελίων ἐχόντων αὐτό· ἐν γὰρ πᾶσι τοῖς ἐθνικοῖς εὐαγγελίοις κεῖται καὶ ἑλληνικοῖς πλείστοις.

Οἱ δὲ τῶν ἁγίων πατέρων λόγοι καὶ μάλιστα οἱ δογματικοὶ οὐ διεδόθησαν ἐν πάσαις ταῖς γλώσσαις ταῖς ἐθνικαῖς, οὐδὲ ἐν πάσαις ταῖς χώραις. Καὶ ἔστιν ὅτε τινὲς αἱρετικοὶ κατὰ καιροὺς ἴσχυσαν προσθήκας τινὰς καὶ ὑφαιρέσεις ποιῆσαι ἐν αὐτοῖς, ὅπερ ἡμεῖς αὐτῇ τῇ πείρᾳ εὕρομεν τοῦτο αὐτό. Πρὸς δὲ ἀπόδειξιν τῶν εἰρημένων ἐροῦμεν ἐκ μέρους τινὰς αἱρετικὰς κακουργίας ἐν ταῖς διδασκαλικαῖς βίβλοις γεγενημένας.

Ἀγένητον ἤγουν ἄκτιστον μόνον τὸ θεῖον ὑπάρχει. Καὶ ἰδοὺ εὑρίσκομεν εἰς τὸν ἅγιον Διονύσιον, ἐν κεφαλαίῳ ἐπιγεγραμμένῳ· Περὶ μεγάλου καὶ μικροῦ, περὶ θεοῦ λέγοντα οὕτως· Ἀμείωτον, ἀγένητον, οὐχ ὡς μήπω γενόμενον ἢ ἀτελείωτον ἢ ὑπὸ τοῦδε ἢ τόδε μὴ γενόμενον, οὐδ’ ὡς μηδαμοῦ μηδαμῶς ὄν, ἀλλ’ ὡς ὑπὲρ πᾶν ἀγένητον. Εἰπὼν δὲ ὑπὲρ πᾶν ἀγένητον πολλὰ ἀγένητα ἐσήμανεν ἤτοι ἄκτιστα. Καὶ μὴν πῶς τοῦτο δυνατόν; Οὐδεὶς γὰρ ἀγένητος εἰ μὴ μόνος ὁ θεός. Ταύτην γοῦν τὴν χρῆσιν παρήγαγέ μοι Μανιχαῖός τις βουλόμενος δεῖξαι καὶ τοὺς ἀγγέλους καὶ τὴν ψυχὴν καὶ τὰ ὕδατα ἄκτιστα, τουτέστιν ἀγένητα.

Πάλιν τε μίαν οὐσίαν λεγούσης τῆς ἐκκλησίας εἶναι πάντας τοὺς ἁγίους ἀγγέλους. ὁ αὐτὸς θεῖος καὶ ἀποστολικὸς Διονύσιος πολλὰς οὐσίας ὀνομάζει τὰς ἄνω δυνάμεις.

Ὁ γοῦν μέγας Διονύσιος ὁ Ἀλεξανδρείας ἐπίσκοπος ὁ ἀπὸ ῥητόρων, ἐν τοῖς Σχολίοις, οἷς πεποίηκεν εἰς τὸν μακάριον συνώνυμον αὐτοῦ Διονύσιον, οὕτω λέγει, ὅτι «Ἀγένητον» εἴωθεν καλεῖν ἡ ἔξω φιλοσοφία πᾶσαν ἀόρατον φύσιν, ὁμοίως καὶ «οὐσίας» τὰς ὑποστάσεις· κἀκ τούτου, φησί, κατὰ τοὺς ἔξω εἴρηνται τῷ ἁγίῳ Διονυσίῳ αἱ τοιαῦται φωναὶ καταχρηστικῶς. Ὥστε οὐ χρὴ ἀσκόπως καὶ κατὰ τὸ ἡμῖν δοκοῦν ἑρμηνεύειν τὰς τῶν ἁγίων πατέρων φωνάς, καθὰ καὶ σήμερον ποιοῦσί τινες.

Πάλιν γὰρ εἴρηται τῷ μακαρίῳ Βασιλείῳ ἐν τῷ λόγῳ τῆς Ἑξαημέρου, ὅτι «Πᾶν τὸ ἀρχὴν ἔχον πάντως καὶ τέλος ἔχει· ἐπὰν γὰρ ἀρχήν μοι εἴπῃς, περὶ τοῦ τέλους, φησί, μὴ ἀμφιβάλῃς.» Ὅπερ δὴ πάλιν προφέρουσιν ἡμῖν οἱ ματαιόφρονες Ὠριγενιασταὶ βουλόμενοι δεῖξαι τὴν προΰπαρξιν τῶν ψυχῶν ἐν οὐρανοῖς πρὸ τῶν σωμάτων <ὑπαρχουσῶν>, καθάπερ πάλιν καὶ τὴν ἀποκατάστασιν τῆς κολάσεως, προφέροντες οὐκ ὀλίγας χρήσεις ὡς τοῦ θεόφρονος Γρηγορίου τοῦ Νύσσης καὶ τοῦ θεολόγου ὑπαρχούσας, καὶ ταύτας πρὸς τὸ αὐτοῖς δοκοῦν ἑρμηνεύοντες.

Σχόλιον. Προφέρουσιν οἱ Ὠριγενιασταὶ χρήσεις ἐκ τοῦ λόγου τοῦ Εἰς τὰ θεοφάνια τοῦ θεολόγου, καὶ πάλιν τοῦ Νύσσης ἐκ τοῦ Περὶ ἀρετῆς, καὶ τοῦ Εἰς τὴν γένναν, καὶ Εἰς τοὺς μακαρισμούς, καὶ Εἰς τὰ ᾄσματα, καὶ εἰς ἑτέρους λόγους.

Ταῦτα δέ μοι οὐκ εἰκῇ, οὐδὲ μάτην εἴρηται, ἀλλ’ ἐκείνους αἰνίττομαι τοὺς λεξιδίοις καὶ χρησιδίοις τῶν πατέρων προσκόπτοντας, καὶ φῶς γνώσεως μὴ ἔχοντας, καὶ σκοτουμένους καὶ πίπτοντας, καὶ συντάγματα φλυαριῶν συντάττοντας κατὰ τῆς καθολικῆς ἐκκλησίας τὴν ἐνανθρώπησιν τὴν ἐκ παρθένου τοῦ θεοῦ λόγου ἀρνούμενα καὶ ἀνατρέποντα. Ἀνδρέου Νεστοριανοῦ κεφάλαιον.

Προσθήσω δὲ τοῖς εἰρημένοις πρὸς ἐντελεστέραν ἀπόδειξιν, ὅτι χρὴ μετὰ φόβου θεοῦ καὶ ἁπλότητος ψυχῆς τοὺς λόγους τῶν ἁγίων πατέρων ἀκούειν καὶ ἐρευνᾶν. Προβαλλομένων ἄνω καὶ κάτω τὸν ἅγιον Κύριλλον Γαϊανιτῶν τε καὶ Θεοδοσιανῶν καὶ Εὐτυχιανιστῶν, ὡς μίαν φύσιν λέγοντα ἐπὶ Χριστοῦ καὶ πολεμοῦντα τοῖς λέγουσι δύο φύσεις, κακοῦργός τις καὶ βίαιος τὰ Νεστορίου τοῦ δυσσεβοῦς φρονῶν, Ἀνδρέας λεγόμενος, ἐπελάβετο καὶ κατέγραψε κατ’ αὐτῶν, λέγω δὴ τῶν μίαν φύσιν λεγόντων ἐπὶ Χριστοῦ, διϊσχυριζόμενος ἐν τῇ ἑαυτοῦ συγγραφῇ, ὅτι μᾶλλον τῷ Νεστορίῳ συνηγορεῖ Κύριλλος, εἰ καὶ τὰ μάλιστα, φησί, λέληθεν ἑαυτόν, εἰς ὃν φεύγει βρόχον εἰς αὐτὸν ἀγρευθείς. Ἐν οἷς προήγαγεν εὐθὺς ἐκ προοιμίων τὸ τέταρτον κεφάλαιον τῶν Δώδεκα Κεφαλαίων τοῦ αὐτοῦ μακαρίου Κυρίλλου τὸ λέγον· Εἴ τις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι διαιρεῖ τὸν Χριστόν, ἀνάθεμα ἔστω.

Καὶ πρὸς ταῦτά φησιν ὁ Ἀνδρέας· Εὖγε ὄντως τῆς ὀρθῆς κρίσεως καὶ ὑπέρευγε τῆς εὐσεβοῦς τῶν δογμάτων Κυρίλλου ἐκθέσεως. Ἰδοὺ γὰρ πατρικῶς καὶ μάλα συνοδικῶς πρόσωπα εἶναι τὰς ὑποστάσεις ὁρίζεται, τοῖς ἐν Νικαίᾳ ἁγίοις πατράσιν ἑπόμενος τοῖς λέγουσι τρεῖς ὑποστάσεις ἤτοι πρόσωπα ἐπὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος. Εἰ οὖν πρόσωπα εἶναι τὰς ὑποστάσεις καλῶς διϊσχυρίζεται, πῶς ἐν πᾶσιν αὐτοῦ σχεδὸν τοῖς διδάγμασι τὰς φύσεις ὑποστάσεις εἶναι ἐκήρυξε; Λέγων γὰρ τὰς φύσεις ὑποστάσεις, τὰς δὲ ὑποστάσεις πρόσωπα, τί ἄλλο ὁμολογῶν εὑρεθήσεται ἀλλ’ ἢ διάφορα ἐν Χριστῷ πρόσωπα; ὡς ὅτε λέγει· «Ἀσύγχυτοι μεμενήκασιν αἱ φύσεις ἤγουν αἱ ὑποστάσεις». Αἱ ὑποστάσεις τίνος, ὦ γεννάδα Κύριλλε; Πρόδηλον αἱ τοῦ Χριστοῦ. Καὶ εἰ ὅλως ὑποστάσεις φάσκεις διαφόρους ἐν αὐτῷ, τί δήποτε πρόσωπα εἶναι τὰς ὑποστάσεις ὁρίζῃ; Εἰ γὰρ μὴ σὺ τὸν τοιοῦτον ὅρον δέδωκας, τουτέστι πρόσωπα τὰς ὑποστάσεις εἶναι, τάχα ἂν ἠδύνατό τις ὑπὲρ σοῦ ἀπολογούμενος λέγειν, ὅτι «Οὐ πρόσωπα Κύριλλος νοεῖ τὰς ὑποστάσεις, ἀλλ’ ὑπάρξεις τινὰς πραγμάτων ἐνουσίων». Σοῦ δὲ καθ’ ἑαυτοῦ τὸν τοιοῦτον ἐξενεγκόντος ὅρον, ἀποκέκλεισταί σοι λοιπὸν πᾶσα περὶ τούτου ἀπολογία. Οὐκοῦν, ὅτε λέγεις· «Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ φύσεις ἤγουν αἱ ὑποστάσεις», οὐδὲν ἕτερον λέγεις ἀλλ’ ἤ, ὅτι «Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ ὑποστάσεις ἤτοι τὰ πρόσωπα». Ὅθεν κατὰ τοῦτόν σου τὸν ὅρον καὶ νόμον, τὸν φάσκοντα τὴν φύσιν ὑπόστασιν ἤτοι πρόσωπον εἶναι, εὑρεθήσῃ τρεῖς μὲν φύσεις λέγων ἀρειανικῶς ἐν τοῖς τρισὶ προσώποις τῆς ἁγίας τριάδος, δύο δὲ πρόσωπα ἐπὶ τῶν δύο, ὧν ὁμολογεῖς, φύσεων Χριστοῦ, ὡς ὅταν λέγῃς ἐν τοῖς <Περὶ τῆς ἐν> πνεύματι λατρείας, ὅτι «Τύπος ἡμῖν ἔσται ἡ κιβωτὸς τῶν Χριστοῦ φύσεων ἤγουν ὑποστάσεων», καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ φάσκεις οὕτω ξηρᾷ τῇ φωνῇ «ἐκ δύο φύσεων ἤγουν ὑποστάσεων ὑπάρχειν Χριστόν.» Εἰ οὖν ἐκ δύο ὑποστάσεων ἤτοι προσώπων πρεσβεύεις εἶναι Χριστόν, εὔδηλον, ὅτι προϋποστὰν καὶ προμορφωθὲν ἐν τῇ μήτρᾳ τῆς παρθένου λέγεις τὸ σῶμα Χριστοῦ καὶ εἶθ’ οὕτως ἑνωθὲν ἐν αὐτῷ τὸ πρόσωπον τοῦ θεοῦ λόγου, καθὰ πάλιν καὶ ἐν τῷ τρίτῳ κεφαλαίῳ τῶν Δώδεκα φάσκεις· «Εἴ τις μετὰ τὴν ἄφραστον ἕνωσιν διαιρεῖ τὰς ὑποστάσεις». Καὶ ἐν ἄλλοις δὲ μυρίοις τόποις τὰς φύσεις ὑποστάσεις προσαγορεύων, ἐν τοῖς Πρὸς Ἑρμείαν ἑαυτῷ ἐναντιοῦσαι καὶ περιπίπτεις, ἕτερον λέγων εἶναι τὴν φύσιν καὶ ἕτερον τὴν ὑπόστασιν ἤτοι τὸ πρόσωπον. Πῶς δὲ καί, ἐπιλαβομένου Θεοδωρήτου τῶν Δώδεκά σου Κεφαλαίων, ἐν ταῖς σαῖς ἀπολογίαις οὐδὲν ἀπελογήσω περὶ τῶν τοιούτων ὑποστάσεων, ὧν ἐν Χριστῷ εἴρηκας ἐν τῷ τρίτῳ κεφαλαίῳ; Τοίνυν παλίμβολος ὢν ἑαυτῷ ἀντιπίπτεις ποτὲ μὲν μίαν τὸν Χριστὸν λέγων φύσιν, ποτὲ δὲ δύο πρόσωπα. Καὶ γὰρ καὶ ἐν τοῖς ἐπιγεγραμμένοις σου Σχολίοις ἑρμηνεύων τὸν ἐν τῷ εὐαγγελίῳ στατῆρα, ὃν εὗρεν ὁ Πέτρος ἐν τῷ στόματι τοῦ ἰχθύος, οὕτω λέγεις· «Οὐκοῦν ὁ στατὴρ ὁ ἀληθινὸς ὑπάρχει Χριστός· αὐτὸς γάρ ἐστιν ὁ διπλοῦς χαρακτήρ.» Πολλὴ τοίνυν χάρις τῷ λογογράφῳ Κυρίλλῳ, ὅλως καθ’ οἱονδήποτε τρόπον ὁμολογοῦντι ἐν Χριστῷ χαρακτῆρας καὶ ὑποστάσεις διαφόρους.

Σχόλιον. Τούτῳ τῷ τρόπῳ δογματισάντων ἡμῶν ἐν Ἀλεξανδρείᾳ οὐκ ἴσχυσαν ὅλως ἀπολογήσασθαι τίποτε οἱ αἱρετικοὶ πρὸς ἡμᾶς, ἀλλ’ ᾐσχύνθησαν.

Ἠκούσατε, ἀδελφοί, τοῦ πονηροῦ δράκοντος Ἀνδρέου, ὁποῖα ἠρεύξατο ἐκ τοῦ ἰοῦ τῆς Νεστορίου καρδίας κατὰ τοῦ πανσόφου διδασκάλου Κυρίλλου διὰ τῆς φωνῆς τῆς λεγούσης τὰς φύσεις ὑποστάσεις. Εἰ μὲν οὖν τοῦ ὁσίου πατρός εἰσιν αἱ τοιαῦται φωναὶ ἢ ἑτέρων τινῶν, οὐκ ἔχω λέγειν. Καὶ γὰρ ἅπας ὁ τῶν πατέρων χορὸς καὶ αὐτὸς ὁ μέγας Κύριλλος ἐν διαφόροις τόποις ἕτερόν τι λέγουσιν εἶναι τὴν φύσιν καὶ ἕτερον τὴν ὑπόστασιν· καὶ τούτῳ τῷ κανόνι στοιχοῦσα ἡ καθολικὴ ἐκκλησία δύο μὲν ἡνωμένας φύσεις λέγει εἶναι τὸν Χριστόν, δύο δὲ ὑποστάσεις ἤτοι πρόσωπα ἐπ’ αὐτοῦ λέγειν οὐκ ἀνέχεται, ἀλλ’ οὔτε μὴν ἐκ δύο αὐτὸν ὑποστάσεων ἤτοι προσώπων συντεθέντα κηρύττει. Ὑπόστασις γὰρ τὸ ἰδιάζον καθ’ ἑαυτὸ πρόσωπόν ἐστιν. Οὐδαμοῦ δὲ ἡμεῖς ἔγνωμεν χωρὶς τοῦ θεοῦ λόγου τὴν ἁγίαν σάρκα· οὐ γὰρ προϋπέστη ἐν τῇ μήτρᾳ, ἀλλ’ ἅμα συνῆλθον ἡ θεότης καὶ ἡ σὰρξ ἔμψυχος λογική. Αὕτη γάρ ἐστιν ἡ λεγομένη καθ’ ὑπόστασιν ἕνωσις. Τὰς μὲν οὖν προειρημένας κατηγορίας ἐποίησεν, ὡς εἶπον, ὁ μιαρὸς Ἀνδρέας κατὰ τοῦ θεοσόφου πατρὸς Κυρίλλου.

Μάρων δὲ πάλιν ὁ Ἐδεσσηνὸς καὶ αὐτὸς τὰ Νεστορίου φρονῶν καταγράφων κατὰ Σευήρου τοιαῦτά φησιν· Ἡμεῖς οἱ τῆς εὐσεβείας τὸ ἀνατολικὸν φέγγος ἔχοντες οὐ τοσοῦτον ἀποστρεφόμεθα Διόσκορόν τε καὶ Σευῆρον καὶ Θεοδόσιον, ὅσον βδελυττόμεθα ἀξίως τὴν βλάσφημον Χαλκηδόνος σύνοδον. Ἐκείνη μὲν γὰρ οὐκ εἴρηκεν ὑποστάσεις ἐν Χριστῷ καθ’ οἱονδήποτε τρόπον· Σευῆρος δὲ καὶ ὁ τούτου πατὴρ Κύριλλος καὶ Διόσκορος καὶ Θεοδόσιος διὰ πλάτους ἡμῖν ἐν Χριστῷ ὑποστάσεις ὁμολογοῦσιν, ἐκ δύο ὑποστάσεων ἤτοι προσώπων ὁμολογοῦντες αὐτόν, ἀλλὰ καὶ ἀσυγχύτους λέγουσιν εἶναι τὰς Χριστοῦ ὑποστάσεις. Οὕτω γὰρ αὐτοῖς ὁ Αἰγύπτιος ἐνομοθέτησε Κύριλλος λέγων, ὅτι «Ἀσύγχυτοι μεμενήκασιν αἱ Χριστοῦ ὑποστάσεις». Εἰ δὲ ἀσύγχυτοι μεμενήκασιν αἱ ὑποστάσεις Χριστοῦ, τουτέστι τὰ πρόσωπα, πρόδηλον ὅτι καὶ γνωρίζονται καὶ εἰς αἰῶνα φυλάττονται. Ἐπεὶ πῶς μεμενήκασιν ἀσύγχυτοι; Τὸ δὲ παράδοξον, ὅτι οὐ προστέθηκε καὶ «ἀδιαίρετοι», ἀλλ’ «ἀσύγχυτοι», τουτέστι τηλαυγεῖς καὶ ἐν τῇ δυάδι τοῦ ἀριθμοῦ γνωριζόμεναι, καὶ οὐδέ, πόσαι αὗται, προστέθηκεν, ὡς δῆθεν πλῆθος ἡμῖν ὑποστάσεων ἐν Χριστῷ εἰσαγόμενος. Οὕτω γὰρ ἀθυροστόμως καὶ τὸν τόκον τῆς παρθένου δοκῶν τιμᾶν ἐβλασφήμησε, ποτὲ μὲν φυσικὸν ὀνομάζων τὸν ταύτης τόκον, ποτὲ δὲ φάσκων ἐν τοῖς Δώδεκα αὑτοῦ Κεφαλαίοις, ὅτι «Γεγέννηκε σαρκικῶς σάρκα γεγονότα τὸν λόγον». Πρὸς ὃν ἀνταποκρινόμενοι λέγομεν· «Οὐ σαρκικῶς γεγέννηκεν ἡ παρθένος, ὦ θεομάχε, ἀλλὰ θεοπρεπῶς.»

Σχόλιον. Εὗρον ταύτην τὴν χρῆσιν ἐν Ἀλεξανδρείᾳ παρὰ Γεωργίῳ πρεσβυτέρῳ τῷ Θεοδοσιανῷ τῷ λεγομένῳ Κλειδοποιῷ τῷ λογογράφῳ τῆς αὐτῶν ἐκκλησίας.

Ταῦτα μὲν οἱ δυσσεβεῖς αἱρετικοὶ κατὰ τοῦ θεοσόφου πατρός, ἡμεῖς δὲ τοῦτον φωστῆρα καὶ στῦλον τῆς ἐκκλησίας ὄντα κηρύττομεν.