Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Ὁδηγός

Ἀναστάσιος Σιναΐτης

Η διαφωνία Γαϊανιτών και Σεβηριανών και η ορθόδοξη ομολογία πίστεως

Εξέταση της αιρέσεως περί της αφθαρσίας του σώματος του Χριστού, διάλογος για τη Θεία Ευχαριστία, καταληκτική ομολογία πίστεως και συμβουλές προς τους αντιγραφείς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 10 από 10

κγʹ Περὶ πίστεως Γαϊανιτῶν. Σχόλιον. Σευῆρος καὶ Γαϊανὸς ὁμόφρονες τὸ πρὶν ἐτύγχανον καὶ ἐν τῷ ἅμα ἐν τῷ ὀκτωκαιδεκάτῳ Ἀλεξανδρείας διῆγον. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἠρώτησεν ὁ Γαϊανὸς τὸν Σευῆρον· «Πῶς χρὴ ὁμολογεῖν τὸ σῶμα τοῦ Χριστοῦ, φθαρτὸν ἢ ἄφθαρτον;»

Εἰπόντος τοῦ Σευήρου φθαρτὸν τὸ σῶμα πρὸ τῆς τριημέρου ἐκ νεκρῶν ἀναστάσεως ἀπέσχισεν εὐθέως ὁ Γαϊανὸς ἀπ’ αὐτοῦ λέγων, ὅτιπερ «Ἐὰν φθαρτὸν λέγῃς τὸ σῶμα, ἀνάγκη σε πᾶσα καὶ δύο φύσεις εἰπεῖν ἐν Χριστῷ». Αὕτη γέγονεν ἡ αἰτία τῆς διαιρέσεως αὐτῶν.

Οἱ Γαϊανῖται καὶ Ἰουλιανισταὶ καὶ <Ἀγρανῖται> μίαν καὶ τὴν αὐτὴν πίστιν ἔχουσιν, ὥσπερ πάλιν οἱ Σευηριανοὶ καὶ Ἰακωβῖται καὶ Θεοδοσιανοὶ καὶ Διοσκορῖται. Ἀλλ’ οὗτοι μὲν (λέγω δὴ οἱ κατὰ Σευῆρον καὶ Ἰάκωβον), εἰ καὶ τὰ μάλιστα μίαν φύσιν τὸν Χριστὸν λέγουσιν, ἀλλ’ ὅμως ὁμολογοῦσι δύο ἰδιότητας ἐν αὐτῷ, θείαν καὶ ἀνθρωπίνην· λέγουσι δὲ καὶ φθαρτὸν τὸ σῶμα αὐτοῦ πρὸ τοῦ πάθους. Οἱ δὲ Γαϊανῖται ἐξ αὐτῆς ἄκρας ἑνώσεως κατὰ πάντα τρόπον ἄφθαρτον λέγουσι τὸ σῶμα Χριστοῦ καὶ θεῖον καὶ μίαν ἰδιότητα ἐπ’ αὐτοῦ, τουτέστι θεϊκὴν καὶ ἀπαθῆ.

Ἰστέον δέ, ὅτι οὐ δύνανται δεῖξαι πατέρα ἔγκριτον εἰπόντα τὸν Χριστὸν ἐξ αὐτῆς <ἄκρας> ἑνώσεως κατὰ πάντα τρόπον ἐν ἀφθαρσίᾳ ὄντα, ἀλλ’ ἐξ οἰκείων λογισμῶν καὶ τῶν παρ’ αὐτοῖς διδασκάλων τοῦτο λέγουσι κλέπτοντες, ὡς πολλάκις εἶπον, ῥησίδια καὶ ἀποσπαράγματα λόγων. Διὸ καὶ πρὸς αὐτοὺς ἐκ πραγματικῶν ἀποδείξεων παρεταξάμεθα κατὰ τὴν ὑποτεταγμένην διήγησιν. Διάλεξις Γαϊανίτου καὶ ὀρθοδόξου γενομένη ἐν Ἀλεξανδρείᾳ. {80Ὁ ὀρθόδοξος·}80 Τὰ πράγματα πιστοτεροῦσι τῶν ῥημάτων ἢ τὰ ῥήματα βεβαιοτεροῦσι τῶν πραγμάτων; {80Ὁ Γαϊανίτης·}80 Πρόδηλον ὅτι τὰ πράγματα ἀξιοπιστότερά εἰσι τῶν ῥημάτων. {80Ὁ ὀρθόδοξος·}80 Ὀρθῶς ἀπεκρίθης κατὰ τὸν νόμον τῆς ἀληθείας καὶ εὐσεβείας. Λοιπὸν εἰπέ μοι, παρακαλῶ, ὁ λέγων ἐξ αὐτῆς ἄκρας ἑνώσεως κατὰ πάντα τρόπον ἐν ἀφθαρσίᾳ εἶναι καὶ τὴν θεότητα καὶ τὸ σῶμα τοῦ Χριστοῦ, αὐτὴ ἡ κοινωνία καὶ θυσία τοῦ παναγίου σώματος καὶ αἵματος Χριστοῦ, ἣν προσφέρεις καὶ μεταλαμβάνεις, σῶμα καὶ αἷμα ἀληθινόν ἐστι Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἢ ψιλὸς ἄρτος, ὡς ὁ πιπρασκόμενος καὶ βιβρωσκόμενος κατ’ οἶκον, καὶ ἀντίτυπος τοῦ σώματος Χριστοῦ, ὡς ἡ θυσία τοῦ τράγου, ἣν Ἰουδαῖοι προσάγουσιν; {80Ὁ Γαϊανίτης·}80 Μὴ γένοιτο ἡμᾶς εἰπεῖν ἀντίτυπον τοῦ σώματος Χριστοῦ τὴν ἁγίαν κοινωνίαν ἢ ψιλὸν ἄρτον. Ἀλλ’ αὐτὸ τὸ σῶμα καὶ αἷμα ἀληθῶς Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ μεταλαμβάνομεν τοῦ σαρκωθέντος καὶ γεννηθέντος ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. {80Ὁ ὀρθόδοξος·}80 Οὕτω πιστεύομεν καὶ οὕτως ὁμολογοῦμεν κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ Χριστοῦ, ἣν πρὸς τοὺς μαθητὰς ἐπὶ τοῦ δείπνου τοῦ μυστικοῦ μεταδιδοὺς αὐτοῖς τὸν ζωοποιὸν ἄρτον ἔλεγε· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα· ὡσαύτως καὶ τὸ ποτήριον αὐτοῖς μεταδιδούς φησι· Τοῦτό μού ἐστι τὸ αἷμα. Οὐκ εἶπε· «Τοῦτό μού ἐστι τὸ ἀντίτυπον τοῦ σώματος καὶ τοῦ αἵματός μου.» Καὶ ἐν ἑτέροις δὲ πλείοσι τόποις φαίνεται ὁ Χριστὸς εἰπών, ὅτι Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον. Λοιπὸν αὐτοῦ τοῦ Χριστοῦ μαρτυροῦντος, ὅτι σῶμα αὐτοῦ ἐστιν ἀληθῶς καὶ αἷμα, ὅπερ οἱ πιστοὶ προσάγοντες μεταλαμβάνομεν, ἄγαγε ἡμῖν ἐκ τῆς κοινωνίας τῆς ὑμετέρας ἐκκλησίας ὡς ὀρθοδόξου οὔσης, ὡς λέγεις, ὑπὲρ πᾶσαν ἄλλην ἐκκλησίαν· καὶ ἀποτιθοῦμεν ἐν πάσῃ τιμῇ τὸ τοιοῦτον ἅγιον σῶμα Χριστοῦ καὶ αἷμα εἰς σκεῦος ἐνδόξως· καὶ ἐντὸς ὀλίγων ἡμερῶν, ἐὰν μὴ φθαρῇ ἢ τραπῇ ἢ ἀλλοιωθῇ, πρόδηλον ὅτι καλῶς κηρύττετε τὸν Χριστὸν κατὰ πάντα τρόπον ὄντα ἐξ αὐτῆς ἄκρας ἑνώσεως ἐν ἀφθαρσίᾳ· εἰ δὲ φθαρῇ ἢ ἀλλοιωθῇ, ἀνάγκη πᾶσα ὑμᾶς ἓν ἐκ τῶν ὁποτέρων εἰπεῖν, ἤ, ὅτι οὐκ ἔστιν, ὃ μεταλαμβάνετε, σῶμα ἀληθινὸν Χριστοῦ, ἀλλ’ ἀντίτυπον καὶ ψιλόν, ἤ, ὅτι διὰ τὴν κακοπιστίαν ὑμῶν οὐκ ἐπεφοίτησεν εἰς αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον, ἤ, ὅτι φθαρτόν ἐστι τὸ σῶμα Χριστοῦ πρὸ τῆς ἀναστάσεως ὡς θυόμενον καὶ νεκρούμενον καὶ τιτρωσκόμενον καὶ μελιζόμενον καὶ ἐσθιόμενον. Ἄφθαρτος γὰρ φύσις οὔτε τέμνεται, οὔτε τιτρᾶται πλευρὰν καὶ χεῖρας, οὔτε μελίζεται, οὔτε νεκροῦται, οὔτε ἐσθίεται, οὔτε ὅλως κρατεῖται ἢ ψηλαφᾶται, οἵα ἐστὶν ἡ ἄφθαρτος τῶν ἀγγέλων καὶ τῶν ψυχῶν φύσις.

{80Ὁ Γαϊανίτης·}80 Καὶ πῶς εὑρίσκομεν πολλοὺς τῶν ἁγίων πατέρων λέγοντας ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ; {80Ὁ ὀρθόδοξος·}80 Τὸ ἄφθαρτον καὶ ἡ φθορά, καθὼς καὶ ἐν τοῖς ὅροις εἰρήκαμεν, κατὰ δύο τρόπους ἐν ταῖς θείαις γραφαῖς εἴρηται, ποτὲ μὲν σωματικῶς, ποτὲ δὲ καὶ ψυχικῶς. Ὅθεν φησὶν ἡ Γένεσις, ὅτι Καὶ εἶδεν ὁ θεός, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατεφθαρμένη, τουτέστι πάντες οἱ ἄνθρωποι παράνομοι, περὶ ὧν καὶ ὁ Δαυίδ φησιν, ὅτι Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις καὶ ἐν ἐπιτηδεύμασι. Πρὸς ταύτην οὖν τὴν φθορὰν τῆς ἁμαρτίας ἄφθαρτον, τουτέστιν ἀναμάρτητον, λέγομεν τὸ πανάγιον καὶ πανάμωμον σῶμα τοῦ Χριστοῦ· ἐπεὶ κατὰ πάντα τρόπον ἐν ἀφθαρσίᾳ, ὡς ὑμεῖς λέγετε, οὐδεὶς τῶν ἐξ αἰῶνος ἁγίων πατέρων εἴρηκεν. Ὅθεν καὶ ὁ τρισμακάριος Ἀθανάσιος οὕτως ἐπὶ λέξεως περὶ τοῦ κυριακοῦ σώματός φησιν, ὅτι Φθαρτὸν ἦν τὸ σῶμα, ὅτι καὶ ἡ Μαρία κτιστὴ ἦν. Πῶς δὲ δυνατὸν εἰπεῖν τὸ σῶμα τοῦ Χριστοῦ ὁμοούσιον ἡμῶν ἤ, ὅτι Πρὸς τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, ἤ, ὅτι Σπέρματος Ἀβραὰμ ἐπελάβετο, ἤ, ὅτι Πεπείραται κατὰ πάντα τρόπον καθ’ ὁμοιότητα ἡμῶν, εἴπερ ἄρα ἄφθαρτον ἦν ἐξ αὐτῆς ἄκρας ἑνώσεως, ὡς ὑμεῖς κηρύττετε;

Κἀντεῦθεν δὲ μανθάνομεν, ὅτι πρὸ μὲν τοῦ πάθους φθαρτὸν ἦν τὸ τοῦ Χριστοῦ πανάγιον σῶμα, μετὰ δὲ τὴν τριήμερον ἔγερσιν ἄφθαρτον, λέγω δή, ὅτι πρὸ μὲν τοῦ πάθους διαφόρους ῥύσεις ὡς ῥευστὸν ἐποιήσατο, τουτέστιν αἵματος, ἱδρῶτος, πτύσματος καὶ δακρύου, μετὰ δὲ τὴν ἐκ νεκρῶν αὑτοῦ ἀνάστασιν, εἰ καὶ ἔφαγεν οἰκονομικῶς πρὸς πίστωσιν τῶν μαθητῶν, ἀλλ’ ὅμως οὐδὲ μίαν ὅλως ἔκκρισιν ἢ ῥύσιν ἢ ἀποβολὴν εὑρίσκομεν αὐτὸν πεποιηκότα, οὐ πτύσαντα, οὐ δακρύσαντα, οὐχ ἱδρώσαντα, οὐχ αἱμοῤῥοήσαντα, ἀλλ’ οὐδὲ ἁμαρτωλοῖς τοῦ λοιποῦ συναναστραφέντα, οὐχ ὑπνώσαντα, οὐ διψήσαντα, ἀλλ’ οὔτε πεινάσαντα, ἀλλ’ οὕτω μετὰ τὴν ἀνάστασιν φαγόντα, ὥσπερ ἐσθίει τὸ πῦρ τὸν κηρὸν καὶ ὥσπερ ἔφαγον ἐπὶ τοῦ Ἀβραὰμ οἱ ἄγγελοι. Ὅθεν πρὸ μὲν τοῦ πάθους οὔτε ὤφθη ὁ Χριστὸς ἐν διαφόροις μορφαῖς καὶ σχήμασι προσώπου παρηλλαγμένοις, ὥσπερ μετὰ τὴν ἀνάστασιν ἐν ἑτέρᾳ μορφῇ ἐφάνη τῇ Μαγδαληνῇ, καὶ ἐν ἑτέρῳ σχήματι τοῖς περὶ τὸν Κλεοπᾶν, καὶ πάλιν ἄλλως ἐπὶ τῆς θαλάττης τῆς Τιβεριάδος. Πάλιν τε πρὸ τοῦ πάθους καίπερ δυνάμενος οὐχ ὡράθη κατ’ αὐτὴν τὴν ὥραν ἐν διαφόροις τόποις, ἵνα μὴ πάλιν φαντασία νομισθῇ, ἀλλὰ κατὰ τὴν κοινὴν τῶν σωμάτων φύσιν ἐποιεῖτο τὰς τοπικὰς μεταστάσεις· μετὰ δὲ τὴν ἐκ νεκρῶν αὑτοῦ ἔγερσιν, κούφου λοιπὸν καὶ πνευματικοῦ καὶ λεπτοτάτου καὶ ἀφθάρτου ἀναστάντος καὶ ἀποτελεσθέντος τοῦ παναγίου αὑτοῦ σώματος, ἀκωλύτως λοιπὸν καὶ τάφου ἐσφραγισμένου ἐξῆλθε, καὶ θυρῶν κεκλεισμένων εἰσῆλθε, καὶ ἐν μιᾷ ὥρᾳ οὔσης ὀψίας τῇ ἡμέρᾳ, ἐν ᾗ ἀνέστη, καὶ εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς τὴν Ἐμμαοῦν ὤφθη τοῖς μαθηταῖς.

Εἰ δὲ ἐξ αὐτῆς ἄκρας ἑνώσεως κατὰ πάντα τρόπον ὁμοίως ἦν ἄφθαρτον, τί δήποτε μὴ καὶ πρὸ τοῦ πάθους παντὶ ἐν μιᾷ ὥρᾳ σαρκὶ ἐφαίνετο ὁ Χριστὸς ἐν διαφόροις τόποις καὶ ἰδέαις καὶ σχήμασι προσώπου; Τί δήποτε μὴ καὶ μετὰ τὴν αὑτοῦ ἀνάστασιν καὶ ἔπτυσε καὶ ἔκλαυσεν; Ὅθεν ἐκ πάντων τούτων δῆλόν ἐστι φθαρτὸν μὲν εἶναι τὸ ἅγιον Χριστοῦ σῶμα πρὸ τοῦ πάθους, μετὰ δὲ τὴν ἀνάστασιν αὐτοῦ ἄφθαρτον. {80Ὁ Γαϊανίτης·}80 Εἰ καὶ ἐδάκρυσεν ὁ Χριστὸς τὸν Λάζαρον, ἀλλ’ ὅρα, ὅτι ὡς ἄφθαρτον καὶ θεῖον τὸ δάκρυον αὐτοῦ τὸν νεκρὸν ἤγειρεν. Εἰ καὶ ἔπτυσεν, ἀλλὰ τὸ πτύσμα αὐτοῦ τὸν τυφλὸν ἀνέβλεψεν. Εἰ καὶ ἐξήγαγεν αἷμα ἐκ τῆς πλευρᾶς, ἀλλὰ δι’ αὐτοῦ τὸν κόσμον ἔσωσεν. Εἰ καὶ ἐσταυρώθη, ἀλλ’ ὡς θεὸς τὸν ἥλιον ἐσκότισεν. {80Ὁ ὀρθόδοξος·}80 Ὅτι μὲν τῇ πρὸς τὸν θεὸν λόγον ἑνώσει καὶ ἅγιον καὶ θεῖον καὶ παντοδύναμον καὶ δημιουργὸν τὸ πανάμωμον σῶμα αὐτοῦ τυγχάνει, οὐ δεῖ ἀμφιβάλλειν. Πλὴν ἀκούομεν τοῦ μεγάλου Γρηγορίου τοῦ Νυσσαέως λέγοντος κατ’ Εὐνομίου, ὅτι Οὔτε ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπεία φύσις, οὔτε κλαίει τὸν κείμενον ἡ ἀπαθὴς ἐξουσία, ἀλλ’ ἴδιον μὲν τοῦ ἀνθρώπου τὸ δάκρυον, ἡ δὲ ζωὴ τῆς ὄντως ζωῆς. Εἰ δέ, καθὼς ὑμεῖς δογματίζετε, οὐ τῆς θεότητος, ἀλλὰ τοῦ σώματος Χριστοῦ αἱ θαυματουργίαι ὑπῆρχον, ἔδει αὐτὸν εὐθέως ἐκ σπαργάνων τὰ θαύματα ἐνδείξασθαι. Καὶ γὰρ μυριάκις νηπιοπρεπῶς ἔκλαυσε, μυριάκις ὡς ἄνθρωπος γενόμενος ἔπτυσε· πεπείραται γὰρ τῶν καθ’ ἡμᾶς πάντων, ὥς φησιν ὁ Παῦλος, δίχα μόνης τῆς ἁμαρτίας. Ἰδοὺ γοῦν περιτομὴν καταδεξάμενος οὐδὲν θαῦμα διὰ τῆς αἱμοῤῥοίας ἐκείνης τῆς θεοσάρκου ποιῆσαι ἠθέλησε.

Περὶ δὲ τοῦ προφέρειν ὑμᾶς τὸ Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, διαφθορά ἐστι παντελὴς οὐσίας ἀφανισμός, ὅντινα οὐχ ὑπέστη ἐν τῷ τάφῳ τὸ σῶμα τὸ δεσποτικὸν ὑπὸ τῆς ἐν αὐτῷ θεότητος φυλαχθὲν καὶ μεταποιηθὲν εἰς ἀφθαρσίαν καὶ ἀποκατασταθὲν τοιοῦτον, οἷον ἦν τὸ σῶμα τοῦ Ἀδὰμ πρὸ τῆς παραβάσεως.

Ἱππολύτου ἐπισκόπου Ῥώμης ἐκ τοῦ περὶ ἀναστάσεως καὶ ἀφθαρσίας λόγου.

Ἔσονται, φησίν, ἐν τῇ ἀναστάσει οἱ ἄνθρωποι ὡς οἱ ἄγγελοι τοῦ θεοῦ, ἐν ἀφθαρσίᾳ δηλονότι καὶ ἀθανασίᾳ καὶ ἀῤῥευσίᾳ. Ἄφθαρτος γὰρ οὐσία οὐ γεννᾷ, οὐ γεννᾶται, οὐκ αὔξει, οὐχ ὑπνοῖ, οὐ πεινᾷ, οὐ διψᾷ, οὐ κοπιᾷ, οὐ πάσχει, οὐ θνῄσκει, οὐ τιτρᾶται ὑπὸ ἥλων καὶ λόγχης, οὐχ ἱδροῖ, οὐχ αἱμοῤῥοεῖ. Τοιαῦται οὐσίαι εἰσὶν ἥ τε τῶν ἀγγέλων, ἥ τε τῶν ψυχῶν τῶν ἐκ σωμάτων ἀπηλλαγμένων, ἐπειδὴ καὶ ἀμφότεραι ἑτερογενεῖς εἰσι καὶ ἀλλότριαι τῆς ὁρωμένης καὶ φθειρομένης ταύτης τοῦ κόσμου κτίσεως.

Ἀλλ’ ἀντιλέγει ὁ δι’ ἐναντίας φάσκων, ὅτι «Ἑκουσίως καὶ γνωμικῶς τὰ πάθη κατεδέξατο ὁ Χριστός· τὰ δὲ ἑκουσίως γινόμενα καὶ γνωμικῶς εἰς νόμον οὐκ ἀναφέρονται φύσεως». Ὁ ὀρθόδοξος πρὸς ταῦτα· «Οὐκοῦν, ἐπειδὴ ἑκουσίως κατῆλθεν ὁ θεὸς λόγος ἐξ οὐρανοῦ, μὴ λεγέσθω ἀληθὴς ἡ κατάβασις αὐτοῦ. Ἐπειδὴ ἑκουσίως ἐσαρκώθη, μὴ ὀνομαζέσθω φύσις τὸ σῶμα αὐτοῦ, μηδὲ τόκος ὁ τόκος αὐτοῦ, μηδὲ χρόνος ὁ χρόνος αὐτοῦ, μήτε γένος τὸ γένος αὐτοῦ, μήτε πάθος τὸ πάθος αὐτοῦ, μήτε θάνατος ὁ θάνατος αὐτοῦ, μήτε ἀνάστασις ἡ ἀνάστασις αὐτοῦ, μήτε ἀνάληψις ἡ ἀνάληψις αὐτοῦ. Πάντα γὰρ ταῦτα ἑκουσίως καὶ οἰκείᾳ γνώμῃ, ἀλλ’ οὐκ ἐξ ἀνάγκης τινὸς ὑπέμεινε καὶ κατεδέξατο ἐνανθρωπήσας ἐπὶ τῆς γῆς. Αὕτη δὲ ἡ ἐφεύρεσις Μανιχαίων καθέστηκεν.»

Σχόλιον. Ἑτέρα τις ἀπολογία καὶ ἐπίλυσις σαφὴς ὑπὲρ τῆς φωνῆς τῆς λεγούσης μίαν τοῦ θεοῦ λόγου φύσιν σεσαρκωμένην πρὸς τοὺς τὰ Σευήρου φρονοῦντας.

Ὥσπερ τριῶν τινων ὁμοουσίων καὶ ἀπεριγράπτων ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ φωστήρων ὄντων οὐδεὶς τῶν εὖ φρονούντων τρεῖς φωτὸς αὐτοὺς φύσεις προσαγορεύει, ἀλλὰ τρεῖς φωτὸς ὁμοουσίους ὑποστάσεις συμφυὲς καὶ ὁμοφυὲς καὶ ὁμογενὲς καὶ συγγενὲς ἀδιαίρετον φῶς ἐχούσας, οὕτω δὴ ἐπὶ τοῦ τριαδικοῦ λόγου ὑπόστασις, ἀλλ’ οὐ φύσις προσαγορεύεται ὁ θεὸς λόγος καθὰ καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ὥσπερ δὲ πάλιν, εἰ δόξει τὸν ἕνα τῶν τοιούτων φωστήρων ἑνωθῆναί τινι νεφέλῃ καὶ ταύτην ἀμφιάσασθαι ἀπεριγράπτως, λέγεται λοιπὸν ὁ ἐν αὐτῇ φωστὴρ καὶ ὑπόστασις, ὡς εἷς ὑπάρχων τῶν τριῶν τοῦ φωτὸς ὑποστάσεων, λέγεται δὲ καὶ φύσις, ὡς πρὸς σύγκρισιν τῆς ἑνωθείσης αὐτῷ ἑτερογενοῦς καὶ ἑτεροουσίου νεφέλης. Οὕτω δὴ νόησον τὴν τοῦ θεοσόφου Κυρίλλου φωνήν, ἡνίκα ἐν τῇ ἑνώσει τῆς σαρκὸς λέγει μίαν τοῦ θεοῦ λόγου φύσιν σεσαρκωμένην. Εἰ δὲ ἀπερισκέπτως κατατρέχεις τῇ φωνῇ, ἀγωνιζόμενος φύσιν ὀνομάζειν τὴν ὑπόστασιν τοῦ λόγου, ἀνάγκη σε πᾶσα φύσιν ὁμοίως προσαγορεύειν ἰδικὴν καὶ τὸν πατέρα τοῦ θεοῦ λόγου, ὁμοίως καὶ ἄλλην ἑτέραν φύσιν ἰδιάζουσαν τὸ πανάγιον πνεῦμα. Οὕτω γὰρ δογματίσας καὶ νοήσας ὁ σεμνὸς Σευῆρος εἰς τὸ ἀρειανὸν τῆς τριθεΐας βάραθρον ἐξεκυλίσθη.

Καὶ ἄνθρωπος δὲ γυμνὸς ὢν ὑπόστασις λέγεται μία τῶν πάντων· ἐὰν δὲ ἐνδύσηται ἐσθῆτα, δύναται καὶ φύσις λέγεσθαι διὰ τὸ ἑτεροφυὲς τῆς ἐσθῆτος τῆς ἑτερογενοῦς, ἧς ἠμφιάσατο. Καὶ ὁ Γαβριὴλ δέ, φέρε εἰπεῖν, μία τῶν ἀγγελικῶν ὑποστάσεων ὑπάρχων, εἰ ἐνεδύσατο σάρκα, ἠδύνατο καὶ φύσις προσαγορεύεσθαι διὰ τὴν ἕνωσιν τῆς ἑτερογενοῦς αὑτοῦ σαρκός. Καὶ ἡ ψυχὴ δὲ ἡ λογική, οἷον τοῦ Παύλου, γυμνὴ καθ’ ἑαυτὴν καὶ ἄσαρκος νῦν ὑπάρχουσα, μία ὑπόστασις τῆς κοινῆς οὐσίας τῶν ἀνθρωπίνων ψυχῶν λέγεται καὶ οὐ φύσις· εἰ δὲ νῦν ἡνώθη τῷ ἑαυτῆς σώματι πρὸ <τῆς> ἀναστάσεως, δύναται διὰ τὸ ἑτεροφυὲς καὶ γηγενὲς τῆς σαρκὸς τρόπῳ τινὶ εὐσεβεῖ καὶ φύσις προσαγορεύεσθαι. Διὸ καὶ ἐκ δύο φύσεων τὸν ἄνθρωπον συγκεῖσθαι οἱονεί πως οἱ μακάριοι πατέρες εἰρήκασιν.

Ἀλλὰ κατατρέχει ἡμῶν καὶ ἐν τούτῳ ὁ ἀκέφαλος λέγων, ὅτι «Εἰ ἐκ δύο φύσεων ὁ ἄνθρωπος σύγκειται, προσελάβετο δὲ τοῦτον ὁ θεὸς λόγος, εὑρεθήσεσθε τρεῖς λοιπὸν φύσεις ὁμολογοῦντες ἐν τῷ Χριστῷ.» Πρὸς οὓς λεκτέον, ὅτι «Ἐντεῦθεν ἐλέγχεσθε ἀρνούμενοι τὸν τῆς σαρκώσεως λόγον, καὶ οὔτε σῶμα οὔτε ψυχὴν ὁμολογοῦντες ἐν ἀληθείᾳ ἀναλαβεῖν τὸν θεὸν λόγον. Εἰ δὲ ὅλως λέγετε αὐτὸν τέλειον ὄντα ἐν ἀνθρωπότητι ὥσπερ καὶ ἐν θεότητι, εὑρίσκεσθε καὶ ὑμεῖς ἐκ τριῶν φύσεων λέγοντες εἶναι τὸν Χριστόν. Πλὴν ὥσπερ τὸ δένδρον πλείστας ποιότητος διαφορὰς ἔχον, λέγω δὴ ῥίζης, κλάδων, φύλλων, ἄνθους, καρποῦ, μία φύσις λέγεται, οὕτω καὶ ὁ ἄνθρωπος ὅλος, καθά φησιν ὁ θεάδελφος Ἰάκωβος πᾶσαν φύσιν ζῴων καὶ πετεινῶν καὶ ἐναλίων δαμάζεσθαι ὑπὸ τῆς ἀνθρωπίνης φύσεως.»

κδʹ Ἐπίλυσις ἤτοι ἀνατροπὴ τῆς τῶν Μονοφυσιτῶν προτάσεως τῆς λεγούσης, ὅτι «Εἰ τελεία θεότης ἐστὶν ἡ σαρκωθεῖσα τοῦ θεοῦ λόγου ὑπόστασις καὶ ἐν αὐτῇ ὁρᾶται πᾶν τὸ πλήρωμα τῆς τριάδος, εὑρίσκονται πάντα τὰ ἐν τῷ υἱῷ ὁμολογούμενα ἐν τῇ οἰκονομίᾳ, ταῦτα τῇ πάσῃ τριάδι προσαπτόμενα, εἴτε δύο φύσεις, εἴτε θελήσεις, εἴτε ἐνέργειαι. Οἱ δὲ μὴ οὕτω φρονοῦντες εὑρίσκονται, φησί, διδόντες τῇ ἁγίᾳ τριάδι τρεῖς μὲν φύσεις ἰδικάς, μίαν δὲ κοινήν.» Εἴρηται μὲν οὖν ἡμῖν πρὸ βραχέος βραχέα περὶ τούτου· ὅπως δὲ μὴ καὶ ἡμεῖς ὡς οἱ αἱρετικοὶ ἰδίους μύθους ἀναπλάττοντες τῇ θείᾳ κατάρᾳ ὑποπέσωμεν τῇ λεγούσῃ· Οὐαὶ τοῖς ἐξ οἰκείας καρδίας προφητεύουσι καὶ οὐκ ἐκ θεοῦ, φέρε, ὥσπερ ὁ Δαυὶδ ἑνὶ λίθῳ <τὸν Γολιὰθ ἐπάταξεν καὶ> πᾶσαν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων <ὤλεσεν, οὕτως καὶ ἡμεῖς ἑνὶ λόγῳ καὶ μιᾷ ἀποδείξει τοῦ ἀποστολικοῦ ἀνδρὸς Διονυσίου καὶ φωστῆρος τῆς οἰκουμένης τὴν πᾶσαν παρεμβολὴν τῶν ἀλλοφύλων αἱρετικῶν> πατάξωμεν, ἀποφράττοντες αὐτῶν τὰ στόματα τὰ φάσκοντα, ὅτι «Ὅσα ἂν προστεθῇ τῷ ἑνὶ τῆς ἁγίας τριάδος Χριστῷ, ταῦτα καὶ τῇ πάσῃ τριάδι λογίζονται.»

Τοῦ ἁγίου καὶ ἀποστολικοῦ διδασκάλου Διονυσίου τοῦ Ἀρεοπαγίτου ἐκ τοῦ κεφαλαίου τοῦ περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας· Καθάπερ φῶτα λαμπτήρων (ἵν’ αἰσθητοῖς καὶ ἰδίοις χρήσωμαι παραδείγμασιν) ὄντα ἐν οἴκῳ ἑνὶ ὅλα ἐν ἀλλήλοις ὅλοις ἐστὶν καὶ ἀκριβῆ τὴν ἀπ’ ἀλλήλων ἰδικῶς ὑφισταμένην ἔχει διάκρισιν, ἡνωμένα τῇ διακρίσει καὶ τῇ ἑνώσει διακεκριμένα, καὶ γοῦν ὁρῶμεν ἐν οἴκῳ πολλῶν ὄντων τῶν λαμπτήρων πρὸς ἕν τι φῶς ἑνούμενα τὰ πάντα φῶτα καὶ μίαν αἴγλην ἀδιάκριτον ἀναλάμποντα, καὶ οὐκ ἄν τις, ὡς οἶμαι, δύναιτο τοῦδε τοῦ λαμπτῆρος τὸ φῶς ἀπὸ τῶν ἄλλων ἐκ τοῦ πάντα περιέχοντος ἀέρος διακρῖναι, καὶ ἰδεῖν ἄνευ θατέρου θάτερον ὅλων ἐν ὅλοις ἀμιγῶς συγκεκραμένων.

Σχόλιον. Ἡνωμένην καὶ διακεκριμένην λέγει τὴν ἁγίαν τριάδα διὰ τὸ κοινὸν τῆς οὐσίας, διαιρετὸν δὲ τῶν ὑποστάσεων.

Ταῦτα Διονυσίου· ἐπὶ δὲ τὴν λύσιν τῶν εἰρημένων χωρήσωμεν. Ὅλος ὁ νοῦς τοῦ πατρὸς τοῦτον ἔχει τὸν τρόπον. Ὑπόδειγμα εἶπεν ἐπὶ τῆς ἁγίας τριάδος τριῶν τινων λύχνων ἢ κηρῶν ἁπτόντων ἔν τινι ναῷ ἢ οἴκῳ, ταῖς μὲν ὑποστάσεσι διακεκριμένων ἤγουν κεχωρισμένων ἐξ ἀλλήλων (ἄλλος γὰρ καὶ ἄλλος λύχνος ἐστὶν ἰδικῶς ὁ καθεῖς), τῷ δὲ φωτὶ ἡνωμένην ἔχουσι καὶ ἀχώριστον τὴν κοινωνίαν τῆς φύσεως καὶ τῆς ἐνεργείας· καὶ οὐδεὶς δύναται ἐν τῷ ἀέρι τοῦ οἴκου διακρῖναι καὶ εἰπεῖν, ποῖον μὲν φῶς ἐστι τοῦδε τοῦ λύχνου, ποῖον δὲ τὸ τοῦ ἑτέρου. Ταῦτα ὁ διδάσκαλος εἰπὼν μετέρχεται λοιπὸν ἐκ τοῦ τριαδικοῦ εἰς τὸν τῆς οἰκονομίας λόγον καὶ τὴν ἔξοδον τοῦ θεοῦ λόγου τὴν ἐκ πατρός, κατὰ τὴν αὐτοῦ φωνὴν τὴν φάσκουσαν, ὅτι Ἐγὼ ἐκ τοῦ πατρός μου ἐξῆλθον καὶ πρὸς τὸν πατέρα μου ὑπάγω.

Διονυσίου· Ἀλλὰ καὶ εἰ τὸν ἕνα τις τῶν πυρσῶν ὑπεξαγάγοι τοῦ δωματίου, συνεξελεύσεται καὶ τὸ οἰκεῖον ἅπαν φῶς οὐδέν τι τῶν ἑτέρων φώτων ἐν ἑαυτῷ συνεπισπώμενον ἢ τοῦ ἑαυτοῦ τοῖς ἑτέροις καταλιπών.

Ἐξελθών, φησίν, ὁ υἱὸς ἐκ τοῦ πατρὸς καὶ ἐπιδημήσας ἐν τῷ κόσμῳ οὔτε τὸν πατέρα καὶ τὸ πνεῦμα συνεξήγαγε σὺν ἑαυτῷ, οὔτε μὴν τῶν οἰκείων τι ἐξελθὼν ἐκείνοις κατέλιπεν, ἀλλ’ ἰδιαίρετον τῆς ἑαυτοῦ μόνης ὑποστάσεως ἐποιήσατο ἔξοδον.

Εἶτα ἐν τοῖς ἑξῆς τρανοῖ τὰ εἰρημένα λέγων· Διακέκριται δὲ τῆς ἀγαθοπρεποῦς εἰς ἡμᾶς θεουργίας τὸ καθ’ ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀληθῶς οὐσιωθῆναι τὸν ὑπερούσιον λόγον.

Ἑρμηνεία· Διακέκριται, τουτέστι κεχώρισται τοῦ τριαδικοῦ καὶ θεολογικοῦ λόγου τὸ καθ’ ἡμᾶς ἐξ ἡμῶν ὁλικῶς καὶ ἀληθῶς σαρκωθῆναι, τουτέστιν ὁ τῆς ἐνανθρωπήσεως καὶ σαρκώσεως Χριστοῦ λόγος, καὶ δρᾶσαι καὶ παθεῖν, ὅσα τῆς ἀνθρωπικῆς αὐτοῦ θεουργίας ἐστὶν ἔγκριτα καὶ ἐξαίρετα. Ἔγκριτα φησὶ καὶ ἐξαίρετα, τουτέστι καθαρὰ καὶ ἀδιάβλητα τῆς ἀνθρωπίνης αὐτοῦ φύσεως, ἅτινά εἰσι τόκος, νηπιότης, αὔξησις, πεῖνα, δίψα, κόπος, λύπη, δάκρυα, πτύελοι, ἱδρῶτες, αἷμα, τρήσεις, φθορά, ῥύσις, θνῆσις, νέκρωσις, ἀφθεγξία, ἀκινησία. Εἶτα ἐπιφέρει ἀκολούθως λέγων· Τούτοις γὰρ ὁ πατὴρ καὶ τὸ πνεῦμα κατ’ οὐδένα κεκοινωνήκασι λόγον.

Αἰσχυνέσθω Σευῆρος, αἰσχυνέσθω Διόσκορος καὶ Τιμόθεος καὶ Εὐτυχής, αἰσχυνέσθω Θεοδόσιος καὶ Ἰάκωβος, αἰσχυνέσθω τὸ δεκακέρατον τῶν προδρόμων τοῦ Ἀντιχρίστου τὸ λέγον, ὅτι «Πάντα τὰ ἐν τῷ Χριστῷ λεγόμενα, ταῦτα καὶ τῇ πάσῃ τριάδι ἁρμόζουσιν.» Ἰδοὺ γὰρ σαφῶς ὁ ἀποστολικὸς φωστὴρ τῆς οἰκουμένης φησίν, ὅτι τοῖς ἐν σαρκὶ ἢ διὰ σαρκὸς Χριστῷ πεπραγμένοις ἢ προσειλημμένοις ὁ θεὸς καὶ πατὴρ ἢ τὸ πνεῦμα τὸ ἅγιον κατ’ οὐδένα κεκοινωνήκασι τρόπον, εἰ μή πού τις φαίη, φησί, κατὰ τὴν ἀγαθοειδῆ καὶ φιλάνθρωπον βούλησιν.

Μόνῃ, φησί, τῇ βουλῇ καὶ εὐδοκίᾳ καὶ συναινέσει κεκοινώνηκεν ὁ πατὴρ καὶ τὸ ἅγιον πνεῦμα τῷ τῆς σαρκώσεως Χριστοῦ λόγῳ καὶ τρόπῳ, ἀκοινώνητοι καὶ ἀλλότριοι κατὰ τὰς ἰδίας ὑποστάσεις μείναντες πάντων, ὅσων ἐκ τῆς παρθένου προσελάβετο σαρκωθεὶς ὁ θεὸς λόγος. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Συγγνώμην αἰτοῦμεν παρὰ τῶν φιλοπόνων· ἐκ μέρους γὰρ γινώσκομεν, ὡς ὁ Παῦλος βοᾷ, καὶ ἐκ μέρους νοοῦμεν καὶ ἐκ μέρους λαλοῦμεν καὶ ἐκ μέρους δογματίζομεν. Ὅσον γὰρ ἐρευνᾶται τὸ θεῖον, τοσοῦτον ἐπὶ πλέον ἀγνοεῖται· οὔτε γὰρ αὐτοὶ οἱ ἅγιοι ἄγγελοι τελείως τὰ περὶ θεοῦ ἐπίστανται.

Περιθήσω δὲ ὥσπέρ τινα στεφάνην ἐπινίκιον νυμφικὴν τῇ βίβλῳ καὶ τάδε. Νόμος θεῖος παλαιός τε καὶ νέος διακελεύεται ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων ἵστασθαι πᾶν ῥῆμα. Ἐν τοίνυν τῇ ἁγίᾳ συνόδῳ τῶν τιηʹ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ ἐῤῥέθη μὴ ταὐτὸν εἶναι τὴν φύσιν καὶ τὴν ὑπόστασιν, ὡς ἐν τοῖς ἔμπροσθεν παρεστήσαμεν. Ὁμοίως καὶ ἡ ἁγία σύνοδος ἡ ἐν Ἐφέσῳ τὸ πρότερον τῶν ςʹ ἁγίων πατέρων διὰ τοῦ πανσόφου Κυρίλλου δημοσίως ὥρισεν ἕτερον εἶναι τὴν οὐσίαν καὶ τὴν φύσιν παρὰ τὴν ὑπόστασιν ἤτοι τὸ πρόσωπον. Ἀρκοῦσι τοίνυν τῇ ἁγίᾳ ἡμῶν καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ οἱ φιηʹ πατέρες εἰς συνηγορίαν καὶ ὑπερμαχίαν κατὰ τῶν ἀκεφάλων· οὔτε γὰρ ἄνθρωπος, οὔτε πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν ἰσχύσουσί ποτε, ἃ ὥρισαν καὶ ἐθέσπισαν οἱ τῶν τοιούτων ἁγίων συνόδων πατέρες, λῦσαι ἢ ἀνατρέψαι. Λοιπόν, ἡνίκα ἡμῖν οἱ ἀκέφαλοι προβάλλονται ἓν πολλάκις ῥῆμα ἢ δύο λέγοντα τὴν φύσιν πρόσωπον, προβαλλόμεθα αὐτοῖς τὸν τῶν φιηʹ ἁγίων πατέρων χορόν. Τῶν πλειόνων γὰρ ἰσχύει ἡ ψῆφος ἐπὶ παντὶ πράγματι, καθὼς οἱ κανόνες τῶν ἁγίων ἀποστόλων Χριστοῦ διετάξαντο. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παρακαλοῦμεν τοὺς μέλλοντας ἐντυγχάνειν τῇ βίβλῳ συγγνώμην ποιήσασθαι ἐπὶ ταῖς πλείσταις ἐν αὐτῇ διορθώσεσιν ἢ ταὐτολογίαις· τὸ γὰρ ἀδιάλειπτον τῶν ἀσθενειῶν οὐ συνεχώρησεν ἡμῖν ἐν αὐτῇ καταθυμίως πρᾶξαι. Ἔδει γὰρ τὰ τοιαῦτα Χριστοῦ δόγματα προσχιδεύεσθαι καὶ διορθοῦσθαι καὶ στιχίζεσθαι καὶ εἶθ’ οὕτως καλλιγραφεῖσθαι· ἀλλὰ τὸ ῥάθυμον καὶ ὀκνηρὸν τῶν ἡμετέρων συμφρόνων οὐ τὴν πρέπουσαν φιλοπονίαν καὶ σπουδὴν ἐν τοῖς τοιούτοις κέκτηται. Διὸ ἀντὶ σχέδους τὴν τετράδα κατέχοντες οὕτως ἐξεθέμεθα. Εἰ δὲ καὶ ὡς εἰκός τινι λόγῳ ἢ νοήματι οὐ πρεπόντως εἰρήκαμεν, συγγνώμην αἰτούμεθα· μόνος γὰρ ἄπταιστος ὁ θεός. Πρὸς τούτοις πᾶσι δυσωποῦμεν τὸν μεταγράφειν μέλλοντα παραθέσθαι καὶ τὰ σχόλια, σημειώσασθαι δὲ ἐπιμελῶς καὶ τοὺς τόνους καὶ τὰς στιγμὰς καὶ ὑποστιγμὰς καὶ τὰ σόλοικα· καὶ γὰρ ἄλλοτέ τινες ἰδιῶται μεταγράψαντες ἡμῶν δογματικὸν τόμον ἐξ ἀγνοίας βλασφημιῶν αὐτὸν ἐπλήρωσαν.