Ἰστέον δέ, ὅτι οὐ δύνανται δεῖξαι πατέρα ἔγκριτον εἰπόντα τὸν Χριστὸν ἐξ αὐτῆς <ἄκρας> ἑνώσεως κατὰ πάντα τρόπον ἐν ἀφθαρσίᾳ ὄντα, ἀλλ’ ἐξ οἰκείων λογισμῶν καὶ τῶν παρ’ αὐτοῖς διδασκάλων τοῦτο λέγουσι κλέπτοντες, ὡς πολλάκις εἶπον, ῥησίδια καὶ ἀποσπαράγματα λόγων. Διὸ καὶ πρὸς αὐτοὺς ἐκ πραγματικῶν ἀποδείξεων παρεταξάμεθα κατὰ τὴν ὑποτεταγμένην διήγησιν. Διάλεξις Γαϊανίτου καὶ ὀρθοδόξου γενομένη ἐν Ἀλεξανδρείᾳ. {80Ὁ ὀρθόδοξος·}80 Τὰ πράγματα πιστοτεροῦσι τῶν ῥημάτων ἢ τὰ ῥήματα βεβαιοτεροῦσι τῶν πραγμάτων; {80Ὁ Γαϊανίτης·}80 Πρόδηλον ὅτι τὰ πράγματα ἀξιοπιστότερά εἰσι τῶν ῥημάτων. {80Ὁ ὀρθόδοξος·}80 Ὀρθῶς ἀπεκρίθης κατὰ τὸν νόμον τῆς ἀληθείας καὶ εὐσεβείας. Λοιπὸν εἰπέ μοι, παρακαλῶ, ὁ λέγων ἐξ αὐτῆς ἄκρας ἑνώσεως κατὰ πάντα τρόπον ἐν ἀφθαρσίᾳ εἶναι καὶ τὴν θεότητα καὶ τὸ σῶμα τοῦ Χριστοῦ, αὐτὴ ἡ κοινωνία καὶ θυσία τοῦ παναγίου σώματος καὶ αἵματος Χριστοῦ, ἣν προσφέρεις καὶ μεταλαμβάνεις, σῶμα καὶ αἷμα ἀληθινόν ἐστι Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἢ ψιλὸς ἄρτος, ὡς ὁ πιπρασκόμενος καὶ βιβρωσκόμενος κατ’ οἶκον, καὶ ἀντίτυπος τοῦ σώματος Χριστοῦ, ὡς ἡ θυσία τοῦ τράγου, ἣν Ἰουδαῖοι προσάγουσιν; {80Ὁ Γαϊανίτης·}80 Μὴ γένοιτο ἡμᾶς εἰπεῖν ἀντίτυπον τοῦ σώματος Χριστοῦ τὴν ἁγίαν κοινωνίαν ἢ ψιλὸν ἄρτον. Ἀλλ’ αὐτὸ τὸ σῶμα καὶ αἷμα ἀληθῶς Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ μεταλαμβάνομεν τοῦ σαρκωθέντος καὶ γεννηθέντος ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. {80Ὁ ὀρθόδοξος·}80 Οὕτω πιστεύομεν καὶ οὕτως ὁμολογοῦμεν κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ Χριστοῦ, ἣν πρὸς τοὺς μαθητὰς ἐπὶ τοῦ δείπνου τοῦ μυστικοῦ μεταδιδοὺς αὐτοῖς τὸν ζωοποιὸν ἄρτον ἔλεγε· Λάβετε, φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα· ὡσαύτως καὶ τὸ ποτήριον αὐτοῖς μεταδιδούς φησι· Τοῦτό μού ἐστι τὸ αἷμα. Οὐκ εἶπε· «Τοῦτό μού ἐστι τὸ ἀντίτυπον τοῦ σώματος καὶ τοῦ αἵματός μου.» Καὶ ἐν ἑτέροις δὲ πλείοσι τόποις φαίνεται ὁ Χριστὸς εἰπών, ὅτι Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον. Λοιπὸν αὐτοῦ τοῦ Χριστοῦ μαρτυροῦντος, ὅτι σῶμα αὐτοῦ ἐστιν ἀληθῶς καὶ αἷμα, ὅπερ οἱ πιστοὶ προσάγοντες μεταλαμβάνομεν, ἄγαγε ἡμῖν ἐκ τῆς κοινωνίας τῆς ὑμετέρας ἐκκλησίας ὡς ὀρθοδόξου οὔσης, ὡς λέγεις, ὑπὲρ πᾶσαν ἄλλην ἐκκλησίαν· καὶ ἀποτιθοῦμεν ἐν πάσῃ τιμῇ τὸ τοιοῦτον ἅγιον σῶμα Χριστοῦ καὶ αἷμα εἰς σκεῦος ἐνδόξως· καὶ ἐντὸς ὀλίγων ἡμερῶν, ἐὰν μὴ φθαρῇ ἢ τραπῇ ἢ ἀλλοιωθῇ, πρόδηλον ὅτι καλῶς κηρύττετε τὸν Χριστὸν κατὰ πάντα τρόπον ὄντα ἐξ αὐτῆς ἄκρας ἑνώσεως ἐν ἀφθαρσίᾳ· εἰ δὲ φθαρῇ ἢ ἀλλοιωθῇ, ἀνάγκη πᾶσα ὑμᾶς ἓν ἐκ τῶν ὁποτέρων εἰπεῖν, ἤ, ὅτι οὐκ ἔστιν, ὃ μεταλαμβάνετε, σῶμα ἀληθινὸν Χριστοῦ, ἀλλ’ ἀντίτυπον καὶ ψιλόν, ἤ, ὅτι διὰ τὴν κακοπιστίαν ὑμῶν οὐκ ἐπεφοίτησεν εἰς αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον, ἤ, ὅτι φθαρτόν ἐστι τὸ σῶμα Χριστοῦ πρὸ τῆς ἀναστάσεως ὡς θυόμενον καὶ νεκρούμενον καὶ τιτρωσκόμενον καὶ μελιζόμενον καὶ ἐσθιόμενον. Ἄφθαρτος γὰρ φύσις οὔτε τέμνεται, οὔτε τιτρᾶται πλευρὰν καὶ χεῖρας, οὔτε μελίζεται, οὔτε νεκροῦται, οὔτε ἐσθίεται, οὔτε ὅλως κρατεῖται ἢ ψηλαφᾶται, οἵα ἐστὶν ἡ ἄφθαρτος τῶν ἀγγέλων καὶ τῶν ψυχῶν φύσις.