Ἔργον
Ἀναστάσιος Σιναΐτης – Ὁδηγός
Προϋποθέσεις και διαλεκτική μεθοδολογία της ορθόδοξης θεολογίας
Εισαγωγικές οδηγίες για την πνευματική κατάσταση του θεολόγου, την ορθή χρήση των δογματικών όρων και την αντιμετώπιση των ετεροδόξων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προϋποθέσεις και διαλεκτική μεθοδολογία της ορθόδοξης θεολογίας
Εισαγωγικές οδηγίες για την πνευματική κατάσταση του θεολόγου, την ορθή χρήση των δογματικών όρων και την αντιμετώπιση των ετεροδόξων.
{αʹ Προθεωρία κατ’ ἐπιτομήν, ὧν δεῖ ἐξασκεῖν τὸν περὶ πίστεως θεοῦ λαλεῖν καλῶς βουλόμενον} <αʹ> Σὺν θεῷ. Προγυμνασία κατ’ ἐπιτομὴν ὀμματίζουσα τὸν φιλόπονον, περὶ ὧν δεῖ πρὸ πάντων ἐξασκεῖν καὶ τὴν εἴδησιν ἔχειν· ὅτι δεῖ προηγουμένως βίον σεμνὸν καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἔνοικον ἔχειν· ὅτι δεῖ τοὺς ὅρους καὶ μάλιστα τοὺς ἀναγκαιοτέρους ἐπίστασθαι ἐκ στήθους· ὅτι δεῖ γινώσκειν κατὰ ἀκρίβειαν τὰ φρονήματα τῶν ἐξ ἐναντίας καὶ ἐγκύπτειν ταῖς τούτων γραφαῖς· πολλάκις γὰρ ἐξ αὐτῶν αὐτοὺς καταισχύνειν δυνάμεθα· ὅτι οὐ δεῖ τοῖς ἀμυήτοις καὶ ἄφροσιν ὅλως συντυγχάνειν, ἀλλ’ οἷς χρή, καὶ ὅτε χρή, καὶ ὅσα χρὴ περὶ πίστεως· ὅτι δεῖ μετὰ φόβου θεοῦ πάσῃ γραφῇ ἐγκύπτειν, μὴ κακούργως, ἀλλ’ ἐν ἁπλότητι καρδίας· ὅτι οὐ δεῖ τὰ βαθύτερα ἡμῶν ψηλαφᾶν, οὐδὲ τὰ σεσιωπημένα τῇ θείᾳ γραφῇ· τοῦτο γάρ ἐστι τὸ μὴ συντρίβειν ὀστοῦν, τουτέστι, μὴ ἅπτεσθαι τῶν στερεῶν· ὅτι δεῖ ἀνακρίνειν τὰ ὁριστικῶς λεγόμενα, καὶ πάλιν τὰ μέσως πως, καὶ πάλιν τὰ καταχρηστικῶς καὶ ἀκάκως, οἷόν ἐστι τὸ λεγόμενον, ὅτι Πᾶς ἄνθρωπος ψεύστης, καί, Οὐκ ἔστιν ποιῶν χρηστότητα ἕως ἑνός.
Σχόλιον. Σημειωτέον, ὅτι τινὰς παραδόσεις καὶ ἀγράφως παρέλαβεν ἡ ἐκκλησία, οἷον τὸ κοινωνεῖν νηστικῶς, καὶ τὸ προσεύχεσθαι κατὰ ἀνατολάς, καὶ ὅτι παρθένος ἔμεινε μετὰ τὸν τόκον ἡ θεοτόκος, καὶ ὅτι ἐν σπηλαίῳ ἔτεκε, καὶ ἕτερα πολλά.
Σκοποὶ διαλέξεώς εἰσι δύο, ὁ μὲν διὰ γραφικῶν ῥήσεων, ὁ δὲ διὰ πραγματικῶν παραστάσεων, ὃς καὶ ἰσχυρότερος καὶ ἀληθέστερός ἐστι· τὰ μὲν γὰρ ῥήματα τῶν γραφῶν ἴσως καὶ ὑπονοθεύονται. Ὅθεν ἔστιν ἰδέσθαι, ὅτι, <εἰ> χρῆσιν προφέρεις τῷ δι’ ἐναντίας, κἀκεῖνος εὐθέως ἑτέραν χρῆσιν προφέρει, καὶ ὁ αἱρετικός, καὶ ὁ Ἰουδαῖος· ὅθεν ὁ δυνάμενος διὰ πραγματικῶν ἀποδείξεων μᾶλλον ὁπλιζέσθω πρὸς τοὺς ἐναντίους. Δεῖ καὶ τοὺς χρονογράφους ἐπίστασθαι, καὶ τὸ κατὰ ποίους καιροὺς οὗτος ὁ πατήρ, καὶ πότε ἡ δεῖνα καὶ ἡ δεῖνα αἵρεσις ἦν.
Μὴ λανθανέτω δὲ ἡμᾶς μηδὲ τοῦτο· ὅτι, ἐπὰν στενώσωμεν δι’ ἐρωτήσεως τὸν δι’ ἐναντίας, ἀγωνίζεται πρὸς ἑτέραν ἐρώτησιν μετενέγκαι τὸν λόγον, ὅπερ οὐ δεῖ ἀνέχεσθαι· ὅτι χρὴ πρὸ τῆς διαλέξεως ἀπαιτεῖν ὅρκον τὸν ἐξ ἐναντίας, ὅτι οὐ καταπατεῖ τὸ ἴδιον συνειδὸς ἐν οἱῳδήποτε ῥήματι, ᾧ λαλεῖ· ὅτι δεῖ ἡμᾶς πρὸ παντοίου λόγου ἀναθεματίζειν ὅσας ὑπολήψεις ψευδεῖς ὑπολαμβάνει περὶ ἡμῶν ὁ δι’ ἐναντίας, οἷον, ὅτε πρὸς Ἄραβας μέλλομεν διαλέγεσθαι, προαναθεματίσωμεν τὸν λέγοντα δύο θεούς, ἢ τὸν λέγοντα, ὅτι ἐγέννησεν ὁ θεὸς σαρκικῶς υἱόν, ἢ τὸν προσκυνοῦντα ὡς θεὸν οἱονδήποτε κτίσμα ἐν οὐρανῷ ἢ ἐπὶ γῆς· ὁμοίως καὶ πρὸς τὰς λοιπὰς αἱρέσεις χρὴ προαναθεματίζειν ὅσας περὶ ἡμῶν ψευδεῖς ὑπονοίας περὶ πίστεως ἔχουσιν· ταῦτα γὰρ ἀκούοντες προθυμοτέρως καὶ τὰ λοιπὰ δέχονται· ὅτι χρὴ προλέγειν παντὶ Μονοφυσίτῃ, ὅτι «Οὐκ ἐκ τῆς συνόδου Χαλκηδόνος πρὸς ὑμᾶς ἀντιλέγομεν, ἀλλ’ ἐκ τῶν πατέρων τῶν πρὸ τῆς συνόδου, οὓς καὶ ὑμεῖς καὶ ἡμεῖς ὀρθοδόξους ὁμολογοῦμεν»· ὅτι δεῖ ἡμᾶς προασφαλίζεσθαι τὸν Μονοφυσίτην, καὶ ἀναθεματίζειν εἰλικρινῶς τὸν μὴ ὁμολογοῦντα θεὸν ἀληθινὸν τὸν Χριστόν, εἶθ’ οὕτως οἰκειοποιεῖσθαι πρόσωπον Ἰουδαίου ἢ τὸ τοῦ Σαμοσατέως Παύλου, καὶ εἰσπράττειν αὐτὸν τὸ πόθεν δῆλον, ὅτι θεὸς ὕψιστός ἐστιν ὁ Χριστός, καθὼς ὁ Ἀμμώνιος πεποίηκε πρὸς τὸν Ἁλικαρνασέα, ἥντινα ἀντίθεσιν εὑρήσεις ἐν τῷ εἰκοστῷ πρώτῳ τετραδίῳ κειμένην.
Σημειωτέον, ὅτιπερ διὰ τοῦ ἐπικράματος τοῦ ποτηρίου, οὗ προσφέρουσιν οἱ Μονοφυσῖται, οἶνον ἄκρατον χωρὶς ὕδατος προσάγοντες, ἐλέγχονται σαφῶς ἄκρατον καὶ ἁπλῆν καὶ ἀμιγῆ πάσης μίξεως σαρκὸς ἢ ψυχῆς γυμνὴν μόνην θεότητα ὁμολογοῦντες εἶναι τὸν Χριστόν. Ἔκθεσις ἐν ἐπιτομῇ περὶ πίστεως.
Ἰστέον καὶ μὴ ἀγνοητέον, ὅτι οὐ δεῖ ἡμᾶς ἀβασανίστως καὶ ἀπερισκέπτως τὴν οἱανοῦν δογματικὴν φωνὴν λέγειν. Ἔστι γὰρ εὐσεβῶς καὶ δυσσεβῶς εἰπεῖν ἐν τῷ Χριστῷ δύο φύσεις, ὁμοίως καὶ θελήσεις καὶ ἐνεργείας καὶ πᾶσαν ἑτέραν δογματικὴν φωνήν. Ὁμοίως δὲ καὶ οἱ λέγοντες ἐν Χριστῷ δύο φυσικὰς ἰδιότητας ἑρμηνευέτωσαν τὸ πῶς νοοῦσι τὸ «φυσικόν». Δύναται γὰρ καὶ εὐσεβῶς καὶ δυσσεβῶς λέγεσθαι. Εἴρηται γὰρ «φυσικὸν» καὶ τὸ κατὰ κοινὴν συνήθειαν τῶν ψιλῶν ἀνθρώπων γινόμενον καὶ μηδὲν θαυμαστὸν ἐν ἑαυτῷ κεκτημένον, ὅπερ οὐδὲ ἐπὶ φύσεως οὔτε ἐπὶ ἰδιότητος ἐν τῷ Χριστῷ λέγεσθαι δύναται.
Ὡσαύτως καὶ ὁ βουλόμενος ἑτέραν καὶ ἑτέραν θέλησιν καὶ ἐνέργειαν κηρύττειν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ μή, ὡς ἔτυχε κατά τινας ἀπαιδεύτους, ἀθυροστόμως καὶ ἀβασανίστως καὶ ἀναισχύντως κραζέτω δύο φυσικὰ θελήματα καὶ δύο φυσικὰς ἐνεργείας. Εὐσκανδάλιστον γάρ ἐστι (καὶ μάλιστα τοῖς ἁπλουστέροις) τὸ ἀκούειν ἐπὶ Χριστοῦ δύο φυσικά, τόδε καὶ τόδε. Ἀλλὰ μετὰ τοῦ θείου φόβου καὶ πάσης εὐλαβείας τοῖς δυναμένοις χωρεῖν λεγέτω καὶ ἀποκρινέσθω καὶ ἑρμηνευέτω, τὸ τί νοεῖ καὶ πῶς νοεῖ ἐπὶ Χριστοῦ τὴν φύσιν, τουτέστι τὸ ἀληθὲς πρᾶγμα καὶ οὐ φύσιν ὑποστατικὴν ἤτοι προσωπικήν, οὔτε φυσικὸν σαρκὸς μόριον, ἀλλὰ δύο ἡνωμένα καθ’ ὑπόστασιν ἀληθῆ πράγματα, τουτέστι τελείαν θεότητα καὶ τελείαν ἀνθρωπότητα, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως ἐν ἑνὶ προσώπῳ Χριστοῦ· ἓν γὰρ πρόσωπον ὁ Χριστός, μία ὑπόστασις.
Ὁμοίως παρακαλῶ καὶ περὶ θελημάτων προασφαλίζεσθαι τὸν ἀκροατὴν καὶ λέγειν αὐτῷ, ὅτι «Οὐ λέγω, μὴ γένοιτο, ἐν Χριστῷ δύο θελήματα, ὥσπερ σὺ νομίζεις, ἑαυτοῖς μαχόμενα καὶ ἐναντιούμενα, οὐδὲ ὅλως θέλημα σαρκικὸν ἢ ἐμπαθὲς ἢ πονηρόν· τοῦτο γὰρ οὔτε οἱ δαίμονες τολμῶσιν εἰπεῖν ἐπὶ Χριστοῦ. Ἀλλ’ ἐπειδὴ τέλειον τὸν ἄνθρωπον ἔλαβεν, ἵνα ὅλον σώσῃ, καὶ τέλειός ἐστιν ἐν ἀνθρωπότητι ὥσπερ καὶ ἐν θεότητι, τούτου χάριν θέλημα μὲν θεῖον λέγομεν ἐπὶ Χριστοῦ τὴν δεσποτικὴν τῶν προσταγμάτων αὐτοῦ καὶ τῶν ἐντολῶν ἐπιτροπήν, θέλημα δὲ ἀνθρώπινον πάλιν ἐπ’ αὐτοῦ νοοῦμεν τὴν θελητικὴν τῆς νοερᾶς ψυχῆς δύναμιν, τὴν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ αὐτῇ δοθεῖσαν καὶ ἐμπνευσθεῖσαν ὑπὸ θεοῦ, ἡνίκα γέγονεν, εἰς τὸ δι’ αὐτῆς τῆς θελητικῆς αὐτῆς δυνάμεως βούλεσθαι καὶ ὑπακούειν καὶ ποιεῖν τὸ θεῖον θέλημα καὶ τὰ θεῖα προστάγματα.»
Εἰ δὲ ἐστέρηται ἡ τοῦ Χριστοῦ ψυχὴ τῆς λογιστικῆς καὶ θελητικῆς καὶ διακριτικῆς καὶ γεωργητικῆς καὶ ἐνεργητικῆς καὶ βουλευτικῆς δυνάμεως, ὄντως οὔτε κατ’ εἰκόνα θεοῦ ἐστιν, οὔτε μὴν ὁμοούσιος τῶν ἡμετέρων ψυχῶν ὑπάρχει, ἀλλὰ τῶν ἀθελῶν καὶ ἀβουλεύτων καὶ ἀσόφων καὶ ἀδιαλογίστων τῶν ἀλόγων ψυχῶν. Καὶ οὐκέτι λοιπὸν ὁ Χριστὸς τέλειος ἐν ἀνθρωπότητι δύναται λέγεσθαι.
Οὐκοῦν ἔχει ὁ Χριστὸς ἐν μορφῇ θεοῦ ὑπάρχων κατὰ τὴν θεότητα θέλημα δεσποτικόν, ὅπερ ἐστὶ κοινὸν πατρὸς καὶ αὐτοῦ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· ἔχει δὲ ὡς μορφὴν δούλου λαβὼν καὶ τὸ θέλημα τῆς νοερᾶς καὶ ἀχράντου αὐτοῦ ψυχῆς, τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἐκπληροῦν τὸ θέλημα τοῦ δεσπότου.
Εἰ δὲ ἀναιρεῖται τὸ θέλημα τῆς ἁγίας καὶ νοερᾶς αὐτοῦ ψυχῆς, εὑρεθήσεται κατὰ τὴν θεότητα δουλικῶς ὑποκείμενος καὶ πληρῶν τὸ θέλημα τοῦ πατρός. Οὕτω γὰρ ὁ Ἄρειος καὶ Διόδωρος καὶ Θεόδωρος ἐδυσφήμησαν δύο θελήματα λέγοντες κατὰ τὴν θεότητα ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ· τὸ μὲν τοῦ πατρὸς δεσποτικόν, τὸ δὲ τοῦ υἱοῦ δουλικόν. «Καὶ διὰ τοῦτο λέγει», φησίν, «ὁ υἱὸς ὡς δοῦλος πρὸς δεσπότην· Μὴ τὸ ἐμὸν θέλημα γενέσθω, πάτερ, ἀλλὰ τὸ σόν, καὶ ὅτι Οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ τοῦ πατρός.»
Ταῦτα τοίνυν τῶν αἱρετικῶν λεγόντων οἱ ἅγιοι ἡμῶν πατέρες μᾶλλον κατὰ τὸ ἀνθρώπινον τοῦ κυρίου ταῦτα ἡρμήνευσαν. Εἰ δὲ ἐστέρητο τῆς νοερᾶς θελήσεως ἡ τοῦ κυρίου ψυχή, πρόδηλον λοιπὸν ὅτι ἀκουσίως δίκην ἀλόγου ὑπετάττετο τῷ θεῷ λόγῳ. Ἀλλὰ μὴ γένοιτο. Εἰ γὰρ τέλειός ἐστιν ἐν θεότητι, καὶ ὁμοίως τέλειος καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, ἔχει τελείας ὥσπερ τὰς θεϊκὰς οὕτω καὶ τὰς καθ’ ἡμᾶς ἰδιότητας.
Οὕτω πάλιν καὶ ἐπὶ τῶν δύο ἐνεργειῶν νοητέον καὶ ἑρμηνευτέον τοῦ Χριστοῦ. Ἐνέργειαν μὲν αὐτοῦ θείαν <λέγομεν> τὴν τῶν θαυμάτων καὶ τεραστίων ποίησιν, καὶ μάλιστα ἐν οἷς οὐ προσέψαυσεν, οὐδὲ ἥψατο ἡ παναγία αὐτοῦ σάρξ, οἵα ἦν ἡ τῆς θυγατρὸς τῆς Χαναναίας μὴ ἐλθούσης πρὸς Χριστόν, καὶ ἡ τοῦ παιδὸς τοῦ ἑκατοντάρχου <ἴασις>, καὶ ἡ τοῦ καταπετάσματος διάῤῥηξις, καὶ ὁ τοῦ ἡλίου σκοτασμός, καὶ ἡ τῶν πετρῶν διάσχισις, καὶ ἡ τῶν τάφων διάνοιξις, καὶ ἡ τῶν νεκρῶν ἀνάστασις· τοῦ παναγίου γὰρ σώματος νεκροῦ κρεμαμένου καὶ μηδενὶ τούτων προσψαύσαντος ἡ ἐν αὐτῷ τοῦ θεοῦ λόγου θεϊκὴ ἐνέργεια μόνη ταῦτα διεπράξατο καὶ ἐνήργησεν.
Ἀνθρωπίνην δὲ πάλιν ἐν Χριστῷ ἐνέργειαν καθαρὰν καὶ ἁγίαν καὶ ἄμωμον καὶ θεόσδοτον καὶ θεόκτιστον καὶ ζωτικὴν λέγομεν τὴν τῆς ἁγίας αὐτοῦ ψυχῆς ζωοποιὸν ἐνέργειαν, δι’ ἧς ἐζωοποιεῖτο τὸ πανάγιον αὐτοῦ σῶμα· ἧς χωρισθείσης κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ ἐξελθούσης ἐκ τοῦ σώματος, εὐθέως νεκρὸν τὸ σῶμα γέγονε, τῆς θείας ἐνεργείας μὴ χωρισθείσης ἐξ αὐτοῦ. Ὅτι δὲ διὰ τῆς ἐνεργείας τῆς ζωτικῆς τῆς νοερᾶς ψυχῆς ζωοποιεῖται τὸ σῶμα, μαρτυρεῖ ἡ γραφὴ διὰ τοῦ θείου ἐμφυσήματος δημιουργήσασα καὶ δοῦσα τῷ χοϊκῷ ἡμῶν σώματι ψυχὴν ζωτικήν, περὶ ἧς φησιν ὁ Σολομὼν πρός τινας παρανόμους καὶ εἰδωλολάτρας· Πηλοῦ ἀτιμότερος ὁ βίος αὐτῶν, ὅτι ἠγνόησαν τὸν πλάσαντα αὐτ<οὺς> καὶ τὸν ἐμπνεύσαντα αὐτ<οῖς> ψυχὴν ἐνεργοῦσαν καὶ ἐμφυσήσαντα αὐτ<οῖς> πνεῦμα ζωτικόν. Ἰδοὺ σαφῶς δι’ ἐνεργείας τῆς ψυχῆς μανθάνομεν ζωοποιεῖσθαι τὸ σῶμα, καθὼς καὶ ὁ κύριος τοὺς περὶ σαρκὸς καὶ ψυχῆς εἰσάγων λόγους φησίν, ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ ὠφελεῖ οὐδέν.
Εἰ δὲ λέγει ὁ δι’ ἐναντίας, ὅτι, «Ὁ θεὸς λόγος ἦν ὁ ζωοποιῶν τὸ σῶμα», ἐξ ἀνάγκης εὑρίσκεται λέγων, ὅτι «Κατὰ στέρησιν καὶ χωρισμὸν αὐτοῦ τοῦ θεοῦ λόγου τέθνηκεν αὐτοῦ τὸ σῶμα.» Καὶ εἰ ταῦτα οὕτως, τίς ἦν χρεία ὅλως λαβεῖν ἢ σχεῖν αὐτὸν ζωτικὴν ψυχὴν λογικήν;
Τινὲς δέ φασιν, ὅτι «Καὶ πᾶσα αὔξησις ἢ ἔκκρισις ἢ ἀφαίρεσις ἢ ἔνδεια τῆς ἁγίας σαρκὸς τοῦ Χριστοῦ μὴ θεωρουμένη φυσικῶς καὶ ἐπὶ τῆς θεότητος ἐνέργεια ἀνθρωπίνη λέγεται Χριστοῦ.» Θεανδρικὴν δὲ ἐνέργειαν νοοῦμεν τὴν κοινοπρεπῶς πως ὑπὸ Χριστοῦ πραττομένην καὶ θεωρουμένην, οἵα ἦν ἡ διὰ τοῦ πτύσματος τοῦ τυφλοῦ ἀνάβλεψις, καὶ ἡ διὰ τῆς ἁφῆς τῆς ἁγίας αὐτοῦ χειρὸς τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου ἀνάστασις, καὶ ἡ τῶν ἄρτων εὐλογία, καὶ ἡ διὰ τοῦ δακτύλου αὐτοῦ τοῦ κωφοῦ ἴασις, καὶ ἡ διὰ τῆς οἰκείας φωνῆς τοῦ Λαζάρου ἔγερσις, καὶ ἡ τῆς πλευρᾶς αἵματος ἔκκρισις ἐκ νεκροῦ σώματος, καὶ ὁ ἐπὶ τῆς θαλάσσης περίπατος, καὶ ἡ διὰ τοῦ θεοστόμου αὐτοῦ ἐμφυσήματος μετάδοσις τοῦ πνεύματος. Οἱ γοῦν αἱρετικοί, εἰς ταύτην τὴν κοινοπρεπῆ Χριστοῦ θεανδρικὴν ἀφορῶντες ἐνέργειαν, ἀποστρέφονται τοῦ ὁμολογεῖν ἐν αὐτῷ θείαν τινὰ ὁμοίως καὶ ψυχικήν, ζωτικήν, ἀνθρωπίνην ἐνέργειαν. Δεῖ μέντοι ἀκριβῶς καὶ ἀναμφιβόλως ἐπίστασθαι ἡμᾶς, ὅτιπερ οἱ ἐξ ἐναντίας ἐκ τοῦ θεωρεῖν τὸ θέλημα ἑαυτῶν καὶ τὴν ἐνέργειαν τῆς οἰκείας ψυχῆς καὶ τοῦ σώματος διηνεκῶς καὶ ἀπαύστως πολεμουμένην καὶ βεβορβορωμένην ὑπὸ τῆς πυρώσεως καὶ ἐνεργείας τοῦ διαβόλου, τούτου χάριν καὶ αὐτοὶ καὶ Νεστόριος παρῃτήσαντο εἰπεῖν ἐν Χριστῷ ἀνθρώπινον θέλημα ἢ ἐνέργειαν, ἀλλὰ μονοφυῆ ταὐτοβουλίαν καὶ ταὐτοπραξίαν ἐφαντάσθησαν, καθὼς περὶ τούτου διὰ πλάτους καὶ ἐν τοῖς ἑξῆς καὶ ἐν ἑτέροις εἰρήκαμεν.
Σχόλιον. Μὴ λανθανέτω τοὺς φιλοπόνους, ὅτιπερ, ἐπειδὴ τοὺς δαιμονιζομένους ἐνεργουμένους εἰώθαμεν ὀνομάζειν, τούτου χάριν οἱ αἱρετικοί, ἐπειδὰν ἀκούσωσιν ἐνεργείας ἐν τῷ Χριστῷ, εὐθέως τὰς τῶν πασχόντων ἐνεργείας νομίζοντες ταύτας εἶναι ἀγανακτοῦσι καὶ ἀποστρέφονται τὴν τοιαύτην φωνήν, ὡς ἀληθῶς ἐνεργούμενοι ὄντες ἤγουν δαιμονιζόμενοι. Σὺν θεῷ. Προθεωρία τῆς ὑποθέσεως τῶν ὅρων τῆς βίβλου, ἧς ἡ ἐπωνυμία λέγεται Ὁδηγός.
Τῆς καθ’ ἡμᾶς ἅπαντας βροτοὺς οὐσίας ἡ σύστασις ἐκ ψυχῆς λογικῆς τε μὴν καὶ νοερᾶς καὶ τῆς τῶν στοιχείων συνδρομῆς, ὅ ἐστι σάρξ, παρὰ τοῦ πανσόφως δεδημιουργηκότος ἔλαχε, τῆς δὲ κατ’ ἀρετὴν ἐντελοῦς πολιτείας ἐξ εὐσεβοῦς τε πίστεως καὶ τῆς τῶν θείων ἐντολῶν τηρήσεως τὸ κάλλος κρατύνεται· οὔτε γὰρ σῶμα ψυχῆς ἔρημον ζωὴν καθ’ ἑαυτὸ κέκτηται, οὔτε μὴν ἐντολῶν τήρησις ὀρθοδοξίας ἀπηλλαγμένη παντελῶς ὀνήσειε τὸν ἄνθρωπον. Ὅπερ γὰρ ψυχὴ σώματι, τοῦτο ὀρθοδοξία πνεύματι. Οὐκοῦν σκοπήσωμεν, εἰ δοκεῖ, πρὸ πάντων, καὶ μάθωμεν καὶ φυλάξωμεν τὴν περὶ θεοῦ καὶ τῶν θείων ἀπαθῆ ἔννοιαν, ὅπως, τοῦ θεμελίου καθαροῦ τε καὶ ἀκραδάντου προκαταβληθέντος, ὁ ἀκρογωνιαῖος λίθος Χριστὸς εὐσεβῶς ὑφ’ ἡμῶν γεραιρόμενος συσφίγξῃ ἡμῶν ἄμωμον εἰς ἅπαν τὸ πᾶν οἰκοδόμημα, βολαῖς ἁπάσαις καὶ προσβολαῖς αἱρετικῆς μαγγανείας γινόμενον ἄπτωτον.
Ἐπεὶ δὲ κρηπὶς βεβαία καὶ ἀσφαλὴς θεμέλιος λογικῆς ἁπάσης σοφίας πέφυκεν ἡ τῶν πραγματικῶν ὅρων προκατάληψίς τε καὶ προδιάγνωσις, προηγείσθωσαν οὗτοι ὥσπερ τινὲς ἀσφαλεῖς ὁδηγοὶ τῆς παρούσης ὑποθέσεως. Ὀλίγοις γάρ (καὶ μάλιστα τοῖς κατὰ τὴν ἡμετέραν γενεάν) σπουδὴ καὶ πόνος γέγονεν ἡ τῶν ὅρων παίδευσίς τε καὶ προδιάγνωσις.
Ἀλλ’ οὕτω πως ὥσπερ ἔν τινι νυκτομαχίᾳ, μᾶλλον δὲ τυφλομαχίᾳ, οἱ πολλοὶ τῶν αἱρετικῶν, οἷς συνετύχομεν, τὰ περὶ Χριστοῦ δογματίζειν ἐδοκίμαζον· οἷς ὡς ἀληθῶς καὶ πλατὺν γέλωτα κατεχέομεν, καὶ μάλιστα κατὰ τὴν Ἀλεξάνδρου πόλιν. Τί γὰρ ἂν καὶ ἔσται τούτου καταγελαστότερον; Περὶ φύσεως ἐδογμάτιζον καὶ τί ἐστι φύσεως ὅρος ὅλως οὐκ ἠπίσταντο· περὶ ὑποστάσεως ἐφιλονίκουν καὶ τί ἐστιν ὑπόστασις οὐκ ἐγίνωσκον. Καὶ τὰ λοιπὰ ὁμοίως.
Ἡμεῖς γοῦν, τῇ συνεργίᾳ τοῦ Χριστοῦ ἐκ νεαρᾶς ἡλικίας καὶ ἐκ πατρικῆς παραδόσεως παραλαβόντες μερικῶς τὴν τῶν ὅρων παίδευσιν, μετὰ θεὸν δι’ αὐτῆς τροπουμένους καὶ ἡττωμένους πάντας τοὺς ἀντιδίκους θεασάμενοι, παρακαλοῦμεν πρὸ πάντων τῆς τῶν ὅρων γνώσεως ποιεῖσθαι ἐπιμέλειαν, καὶ μάλιστα τῶν εἰς δόγμα συντεινόντων Χριστοῦ, ὅπως μὴ ἔσεσθε τυφλοὶ βάρβαροι καὶ ὁ λαλῶν σὺν ὑμῖν βάρβαρος.
Εἰδέναι μέντοι γε πρὸ πάντων ἐχρῆν, ὡς ἡ παράδοσις τῆς καθολικῆς ἐκκλησίας οὐ στοιχεῖ, οὐδὲ ἕπεται τοῖς Ἑλλήνων φιλοσόφοις εἰς ἅπαν ὅροις, καὶ μάλιστα ἐν τῷ κατὰ Χριστὸν μυστηρίῳ καὶ τῷ τριαδικῷ λόγῳ, ἀλλ’ ἰδίῳ τινὶ καὶ εὐαγγελικῷ καὶ ἀποστολικῷ στοιχεῖ θεοπρεπῶς κανόνι. Ὑπὲρ γὰρ τοὺς φυσικοὺς ὅρους καὶ νόμους ἐστὶ τὸ τῆς θεότητος μυστήριον, ὅπερ οἱ αἱρετικοὶ μὴ διακρίναντες, ἀλλὰ κοιναῖς ἐννοίαις καὶ φυσιολογίαις τὰ περὶ θεοῦ δογματίσαντες ἐπλανήθησαν. Διὰ τοῦτο ἔλεγεν ὁ Παῦλος, ὅτι Οὐκ ἐν πειθοῖς σοφίας λόγοις τοῦ αἰῶνος τούτου κηρύττει τὸν Χριστόν, ὅτι μωρία ἐστὶ παρὰ θεῷ ἡ ἐγκύκλιος φιλοσοφία.
Ὅρα γοῦν ὅτι ὁ πρῶτος ὅρος αὐτῆς οὕτω λέγει· «Τὰ κατὰ φύσιν ἑαυτοῖς ἐναντία πρὸς τὴν ἀλλήλων κοινωνίαν ἀδύνατον συνελθεῖν, οἷον ὡς τὸ πῦρ ἀδύνατον ἀπαθῶς ἑνωθῆναι τῷ χόρτῳ.» Καὶ μὴν ὁ πρῶτος ὅρος τῆς σωτηρίας ἡμῶν ἀνατρέπει τὸν πρῶτον ἐμφιλόσοφον ὅρον, παρθενίαν καὶ τόκον, καὶ <θείου πυρὸς> πρὸς ἐναντίαν φύσιν σαρκὸς κοινωνίαν καὶ ἕνωσιν κηρύττων.
Δεύτερος φιλοσοφίας ὅρος· «Ἀπερίγραπτόν ἐστι μοναδικὴ ὑπόστασις τῶν πάντων περιεκτική· δυάδα γὰρ ἢ τριάδα ἀπερίγραπτον ἀδύνατον λέγειν· ἐν γὰρ τῇ περιγραφῇ τῆς μονάδος γνωρίζεται δυάς.» Ἡ δὲ ἁγία ἐκκλησία τρεῖς ὑποστάσεις ἀπεριγράπτους θεοῦ ὁμολογεῖ.
Πάλιν ὁ Πλάτων φησίν, ὅτι «Πατρότης ἐστὶ προΰπαρξις υἱότητος.» Ἡ δὲ ἐκκλησία συνύπαρκτον καὶ συνάναρχον λέγει τὸν υἱὸν τῷ πατρὶ πρὸ τῶν αἰώνων.
Ταῦτα καὶ τὰ τοιαῦτα καλῶς ὁ θεόφρων Βασίλειος ἐπιστάμενός φησιν πρὸς Ἀμφιλόχιον· Φύσις δὲ καὶ οὐσία ἐν τοῖς ἐκκλησιαστικοῖς δόγμασιν ἕν τί ἐστιν. Εἰπὼν δὲ ὁ πατὴρ ἐν τοῖς ἐκκλησιαστικοῖς δόγμασιν ἐσήμανεν, ὅτι ἐν τοῖς ἑλληνικοῖς οὐχ ἕν τί ἐστιν οὐσία καὶ φύσις. Διὰ τοῦτο καὶ Κλήμης ὁ πολὺς ἐν σοφίᾳ καὶ γνώσει πεποίηκεν ἰδιαζόντως ὅρους ἐκκλησιαστικῶν δογμάτων, ὡς φοιτητὴς καὶ θρέμμα γνήσιον ὑπάρχων τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου μάλιστα τοῦ πανσόφου, καὶ ἀκούσας αὐτοῦ ἀποβαλλομένου καὶ λίαν μυσαττομένου καὶ καθυβρίζοντος τὴν ἑλληνικὴν σοφίαν.
Πρώτη ἐρώτησις παρ’ ἡμῶν πρὸς τοὺς αἱρετικοὺς τοὺς περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ Χριστοῦ ἀντιλέγειν ἐρχομένους πρὸς ἡμᾶς· πόθεν ἤτοι ἐκ τίνος ἐν τῇ θείᾳ γραφῇ παρέλαβεν ἡ ἁγία ἐκκλησία πρὸ πάντων φύσιν; Καὶ τίς ὁ εἰπὼν αὐτὴν ἐνέργειαν;
Καὶ ποῦ ἔμαθεν τὸ γένος; Καὶ τίς πρὸ πάντων εἴρηκε τὸ θέλημα; Καὶ ποῦ τὴν ὑπόστασιν; Καὶ ποῦ τὴν οὐσίαν ἐν πρώτοις ἀκήκοεν; Ἀποροῦντος δὲ αὐτοῦ τῶν τοιούτων ἀποδείξεων πρώτη ἧττα αὐτοῦ αὕτη γενήσεται.
{βʹ Ὅροι δογματικοὶ κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν} βʹ Σὺν θεῷ. Ὅροι διάφοροι κατὰ τὴν παράδοσιν καὶ πίστιν τῆς ἁγίας καθολικῆς ἐκκλησίας λεγόμενοι, συλλεγέντες ἀπό τε Κλήμεντος καὶ ἑτέρων ὁσίων πατέρων, οὓς δεῖ πρὸ παντὸς ἑτέρου μαθήματος ἐκστηθίζειν τὸν τῇ βοηθείᾳ τοῦ θεοῦ προΐστασθαι τοῦ λόγου τῆς εὐσεβείας βουλόμενον. Πρὸς δὲ ἀκριβεστέραν παράδοσιν κἀκεῖνο εἰδέναι ἐχρῆν, ὅτιπερ πᾶν τὸ οἱονοῦν ζήτημα ἢ ἐρώτημα τρεῖς τινας ἐρωτήσεις καὶ ἐξετάσεις ἔχει, ὡς ὑποτέτακται, οὕτως ἀπορούμενον παρ’ ἡμῶν πρὸς τοὺς ἀντιδίκους οἷον, Τί ἐστι θεός; καί, Κατὰ τί εἴρηται θεός; καί, Ὁσαχῶς νοεῖται τὸ θεός; Καὶ ὅτε μὲν ἐρωτῶμεν λέγοντες «Τί ἐστι θεός;», πρόδηλον ὅτι τὸν ὅρον τοῦ πράγματος ζητοῦμεν· ὅτε δὲ λέγομεν, ὅτι «Κατὰ τί θεὸς εἴρηται;», τὴν ἐτυμολογίαν αὐτὴν τοῦ ὀνόματος ἀπαιτοῦμεν· ἡνίκα δὲ πάλιν λέγομεν, ὅτι «Ὁσαχῶς νοεῖται ἡ θεὸς προσηγορία;», πρόδηλον ὅτι τὸ κατὰ πόσους τρόπους εἴρηται θεός, εἰπεῖν ἡμῖν αὐτοὺς εἰσπράττομεν.
[Σχόλιον. Ἔνθα κεῖται τὸ αʹ, ὁ ὅρος δηλοῦται· ἔνθα δὲ πρόκειται τὸ βʹ, τὴν ἐτυμολογίαν δηλοῖ· ὅπου δὲ πάλιν τὸ γʹ, τοὺς τρόπους σημαίνει.]
Ὁ γοῦν ἐκτὸς εἰδήσεως τῶν ὅρων δογματίζειν ἐπιχειρῶν, οὐδὲν διαφέρει τυφλοῦ ὁδοιπόρου ὧδε κἀκεῖσε πελαζομένου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.