Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ανδρέας Καισαρείας – Εἰς τὴν Ἀποκάλυψιν

Ανδρέας Καισαρείας

Το ουράνιο θυσιαστήριο και το άνοιγμα των έξι πρώτων σφραγίδων (Λόγοι Δ΄-Ζ΄)

Η όραση του θρόνου του Θεού, των εικοσιτεσσάρων πρεσβυτέρων, η προσκύνηση του εσφαγμένου Αρνίου, το άνοιγμα των έξι πρώτων σφραγίδων και η σφράγιση των δούλων του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ανδρέας Καισαρείας

—

Κεφάλαιο 3 από 9

ΛΟΓΟΣ Δʹ. ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Περὶ τῆς ὁραθείσης θύρας ἐν τῷ οὐρανῷ καὶ τῶν κδ πρεσβυτέρων καὶ τῶν ἑξῆς. Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἀνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ, λέγουσα· ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.

Ἡ περιαίρεσις τῆς θύρας τῶν κρυπτῶν τοῦ πνεύματος μυστηρίων σημαίνει τὴν δήλωσιν, ἡ δὲ σάλπιγξ τὸ τοῦ ἀποκαλύπτοντος μεγαλόφωνον, τὸ δὲ «ἀνάβα ὧδε» τὸ τῶν γηΐνων τελείως ἀποστῆναι καὶ ἐν οὐρανῷ γενέσθαι τὴν διάνοιαν τοῦ ἀκούοντος.

Καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τοῦ θρόνου καθήμενος ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδί[ν]ῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ. Τῆς φωνῆς, φησίν, ἀκούσας καὶ τῷ πνεύματι τυπωθεὶς τὸν ἡγεμονικὸν θρόνον ἐθεασάμην· δι’ οὗ δηλοῦται ἡ ἐν τοῖς ἁγίοις τοῦ θεοῦ ἀνάπαυσις· αὐτοῖς γὰρ ἐνθρονίζεται. ἐπειδὴ δὲ τὸν πατέρα τὸν ὁραθέντα ἐνταῦθα παρίστησι, σωματικὸν αὐτῷ χαρακτῆρα οὐ περιτίθησιν, ὥσπερ ἐν τῇ προτεραίᾳ τοῦ υἱοῦ ὀπτασίᾳ, ἀλλὰ τιμίοις αὐτὸν λίθοις ἀπεικάζει, τῆς μὲν ἰάσπιδος σημαινούσης, ὡς χλοερᾶς, τὸ ἀειθαλὲς ὁμοῦ καὶ φερέσβιον καὶ τροφῆς χορηγὸν τῆς θείας φύσεως, διὰ τὸ πᾶν σπέρμα χλοηφορεῖν, πρὸς τούτῳ δὲ καὶ τὸ φοβερὸν τοῖς ὑπεναντίοις—φασὶ γὰρ τὴν ἴασπιν φοβερὰν εἶναι θηρίοις καὶ φάσμασι—, μετὰ τοῦτο δὲ καὶ τὸ θεραπευτικὸν τῶν ἐπιδεχομένων τὴν ψυχικὴν ἴασιν. λέγει γὰρ ὁ μέγας Ἐπιφάνιος τοῦτον τὸν λίθον ἰατρεύειν οἰδήματά τε καὶ τὰς ἀπὸ σιδήρου πληγὰς ἐπιχριόμενον· ἡ δὲ ἶρις σμαραγδίζουσα τὸ ποικίλον καὶ ἀνθοῦν ἐν ἀρεταῖς τῶν ἀγγελικῶν ἐμφαίνει τάξεων.

Καὶ κυκλόθεν τοῦ θρόνου θρόνοι εἰκοσιτέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους εἰκοσιτέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. Τούτους τις τῶν πρὸ ἡμῶν Ἄβελ καὶ ἑτέρους εἴκοσι τῆς παλαιᾶς ἐξέλαβε καὶ τρεῖς τῆς νέας. εἴτε δὲ τοῦτό ἐστιν, εἴτε μᾶλλον τοὺς πρὸς ταῖς πράξεσι καὶ τῷ λόγῳ κεκοσμημένους χρὴ νοεῖν τὸ διὰ τῶν εἰκοσιτεσσάρων στοιχείων δηλούμενον, ὁ ἀναγινώσκων δοκιμαζέτω. τάχα δὲ ἐκλαβεῖν ἀκολουθότερον διὰ τῶν δώδεκα πρεσβυτέρων τοὺς ἐν τῇ παλαιᾷ διαλάμψαντας, διὰ δὲ τῶν ἑτέρων δώδεκα τοὺς ἐν τῇ νέᾳ διαπρέψαντας· κἀκείνων γὰρ δώδεκα φύλαρχοι, καὶ τῶν ἐν τῇ νέᾳ δώδεκα ἀπόστολοι προηγήσαντο, οἷς καθῆσθαι ὁ κύριος ἐπὶ δώδεκα θρόνων ἐπηγγείλατο. τὰ δὲ λευκὰ ἱμάτια τοῦ λαμπροῦ βίου καὶ τῆς ἀλήκτου ἑορτῆς καὶ εὐφροσύνης σύμβολα, οἱ δὲ στέφανοι τῆς νίκης ἣν πρὸς τοὺς πονηροὺς δαίμονας κατώρθωσαν ἀνδρισάμενοι.

Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί. Κἀντεῦθεν τὸ φοβερὸν καὶ καταπληκτικὸν τοῦ θεοῦ κατὰ τῶν ἀναξίων τῆς αὐτοῦ μακροθυμίας δείκνυται. τοῖς μέντοι σωτηρίας ἀξίοις τούτων ἑκάτερα φωτισμὸν ἐντίθησιν, ἡ μὲν τοῖς τῆς διανοίας ὄμμασιν, ἡ δὲ τοῖς πνευματικοῖς ὠσὶν ἐμπίπτουσα.

Καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ. καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. Τὰ πνεύματα ταῦτα εἴτε, ὥς φησιν Εἰρηναῖος, ἑπτὰ ἀγγέλους τῶν λοιπῶν ὑπερέχοντας δεῖ νοεῖν, εἴτε τὰς ἐνεργείας τοῦ ζῳοποιοῦ πνεύματος, ὧν Ἡσαΐας μέμνηται. οὐδέτερον οἶμαι ἀπίθανον. ἡ δὲ ὑαλίνη θάλασσα τὸ πλῆθος τῶν ἁγίων δυνάμεων καὶ τὸ καθαρὸν καὶ ἀκηλίδωτον καὶ τὸ τῆς μελλούσης ζωῆς χαρακτηρίζει ἀτάραχον. τάχα δὲ διὰ ταύτης δηλοῦται τὰ οὐράνια νῶτα ἀνεφίκτοις ἡμῖν ὕδασι κατὰ τὸν ψαλμῳδὸν στεγαζόμενα. εἰ δέ τισι κρυσταλλοειδὴς ἡ τοῦ οὐρανοῦ φύσις νενόμισται, σκοπεῖν χρὴ εἰ μὴ ἡ οὐσία τοῦ θεοστιβοῦς ἐκείνου ἐδάφους διὰ τούτων σημαίνεται, τὸ στίλβον ὁμοῦ καὶ διαυγὲς ἔχουσα. ἀλλὰ τῶν ὑπὲρ κατάληψιν ἡ ἔρευνα καταγέλαστος.

Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν. Καὶ διὰ τούτου δείκνυται ὁ θρόνος σημαντικὸς εἶναι τῆς τοῦ θεοῦ βασιλείας τε καὶ ἀναπαύσεως, ἐν ᾗ καὶ περὶ ἣν τὰ σεραφὶμ ἐθεώρησε, διὰ τοῦ πλήθους τῶν ὀφθαλμῶν τὸ πρὸς τὰς θείας αὐγὰς θεοπτικὸν αὐτῶν διδασκόμενος, ὅτι τε καὶ τῶν ὄπισθεν καὶ τῶν ἔμπροσθεν θεόθεν τὴν γνῶσιν ἐναυγάζονται.

Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον τὸ πρόσωπον ὡς ἄνθρωπος, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ. Ταῦτα τὰ ζῷα καὶ τὸν Ἡσαΐαν τεθεᾶσθαι νομίζομεν διὰ τῶν τεσσάρων προσώπων δηλοῦντα εἴτε τῶν τεσσάρων στοιχείων τὴν τοῦ θεοῦ δημιουργίαν τε καὶ συντήρησιν, ὥς τισιν ἔδοξεν, εἴτε τῶν οὐρανίων καὶ ἐπιγείων καὶ τῶν ἐν θαλάσσῃ τὴν δεσποτείαν, εἴτε τὰς τέσσαρας ἀρετὰς καὶ τὰ τέσσαρα Εὐαγγέλια, ὡς ἑτέροις καλῶς ἔχειν λελόγισται, τοῦ μὲν λέοντος δηλοῦντος τὴν ἀνδρείαν καὶ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον, ὥς φησιν Εἰρηναῖος, διὰ τὸ τῆς προαιωνίου βασιλείας τούτου σημαντικόν· ἐν ἀρχῇ γὰρ εἶναι τὸν Λόγον ἐκήρυξε· τοῦ δὲ μόσχου, ἅτε τοῖς οἰκείοις ἀρκουμένου πόνοις, τὴν δικαιοσύνην καὶ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον, ὡς νομικῶς καὶ ἱερατικῶς τὸν Χριστὸν γενεαλογῆσαν· τοῦ δὲ ἀετοῦ τὴν σωφροσύνην· ταύτην γὰρ μαρτυρεῖται τὸ ζῷον καὶ τὸ κατὰ Μᾶρκον Εὐαγγέλιον, ὡς σύντομον καὶ ἀπὸ τοῦ προφητικοῦ πνεύματος ἀρξάμενον· τοῦ δὲ ἀνθρώπου τὴν φρόνησιν καὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον, ὡς φύσει καὶ οὐ νόμῳ κηρύξαν τὴν Χριστοῦ γέννησιν.

ἴσως δὲ διὰ τούτων καὶ ἡ οἰκονομία Χριστοῦ δηλοῦται, διὰ τοῦ λέοντος ὡς βασιλέως, διὰ τοῦ μόσχου ὡς ἱερέως, μᾶλλον δὲ καὶ ἱερείου, διὰ τοῦ ἀνθρώπου ὡς δι’ ἡμᾶς ἀνδρωθέντος, διὰ δὲ τοῦ ἀετοῦ ὡς χορηγοῦ τοῦ ζῳοποιοῦ πνεύματος τοῦ ἐπιπτάντος ἡμῖν ἄνωθεν.

Καὶ τέσσαρα ζῷα, ἓν καθ’ ἓν αὐτῶν ἔχον ἀνὰ πτέρυγας ἓξ κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν. Ταῦτα ὁ μέγας φησὶ Διονύσιος διὰ τοῦτο ταῖς δυσὶ πτέρυξι καλύπτειν τὰ πρόσωπα καὶ ταῖς δυσὶ τοὺς πόδας καὶ ταῖς μέσαις πέτασθαι, ἵνα ἡ περὶ τὰ ὑψηλότερα καὶ βαθύτερα τῆς οἰκείας καταλήψεως φανῇ αὐτῶν εὐλάβεια, δι’ ἣν τοῖς μέσοις πρὸς τὰς θεαρχικὰς αὐγὰς θείοις ζυγοῖς ἀνατείνονται.

Καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες· ἅγιος, ἅγιος, ἅγιος κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος. Ἀνάπαυσις ταῖς ἁγίαις ταύταις δυνάμεσι τὸ ἐκ τῆς θείας ὑμνῳδίας μὴ παύεσθαι, τὸν δὲ τρισσὸν ἁγιασμὸν τῇ τρισυποστάτῳ προσφέρειν θεότητι. τὸ δὲ «ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος» τὴν ἁγίαν τριάδα δηλοῦν ἔφημεν.

Καὶ ὅταν δώσωσι τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, πεσοῦνται οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ προσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Διὰ τούτων δηλοῦται καὶ τοὺς νοηθέντας ἡμῖν πρεσβυτέρους κοινωνοὺς εἶναι τῆς ὑμνῳδίας τῶν οὐρανίων δυνάμεων, ὁμολογοῦντας ἐκ θεοῦ κεκομίσθαι τῆς τῶν νοητῶν ἐχθρῶν νίκης τὴν δύναμιν. Καὶ βάλλουσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες· ἄξιος εἶ, κύριε ὁ θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου εἰσὶ καὶ ἐκτίσθησαν.

Σύ, φησί, δέσποτα, τῶν στεφάνων τῆς νίκης αἴτιος καὶ χορηγὸς γέγονας καὶ σοὶ παρὰ πάντων, ὡς κτισμάτων, ἡ εὐχαριστία ὀφείλεται.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Περὶ τῆς βίβλου τῆς ἐσφραγισμένης ἑπτὰ σφραγῖσιν, ἣν οὐδεὶς ἀνοῖξαι τῆς κτιστῆς φύσεως δύναται. Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.

Βιβλίον τὴν πάνσοφον τοῦ θεοῦ μνήμην νοοῦμεν, ἐν ᾗ πάντες κατὰ τὸν Δαυὶδ γράφονται, καὶ τῶν θείων κριμάτων τὴν ἄβυσσον. ταύτης δὲ τὰ μὲν ἔξω διὰ τὸ γράμμα εὐληπτότερα, τὰ δὲ ἔσω διὰ τὸ πνεῦμα δυστέκμαρτα.

Τὰς δὲ ἑπτὰ σφραγῖδας ἢ τὴν τελείαν τῆς βίβλου ἀσ<άφ>ειαν καὶ πᾶσιν ἄγνωστον ἢ τὰς οἰκονομίας τοῦ ἐρευνῶντος τὰ βάθη τοῦ θεοῦ πνεύματος, ἃς λῦσαι πάσας οὐδεμία κτιστὴ φύσις δύναται. βίβλος δὲ καὶ ἡ προφητεία νοεῖται, ἣν αὐτὸς ὁ Χριστὸς ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ πεπληρῶσθαι ἔφη, ἧς τὰ ἑξῆς ἐπ’ ἐσχάτων πληρωθήσονται.

Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὐδὲ βλέπειν αὐτό.

Διὰ τούτων δηλοῦται μήτε ἀγγέλους μήτε ἀνθρώπους τοὺς ἐν σαρκὶ ὄντας μήτε τοὺς ἐκ σαρκὸς ἀποδεδημηκότας ἁγίους τὴν ἀκριβῆ τῶν θείων κριμάτων κατειληφέναι γνῶσιν, πλὴν τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ τῶν προφητευθέντων περὶ αὐτοῦ ἔκπαλαι διὰ τῆς παρουσίας αὐτοῦ τὴν ἀσάφειαν λύσαντος.

Καὶ ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι καὶ ἀναγνῶναι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. «Ἔκλαιον» φησίν, ἴσως ὡς εἰς ἀγνωσίαν πεσούσης τῆς καθαρωτάτης τῶν ἀγγελικῶν οὐσιῶν τάξεως. Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.

Εἰ καὶ ἀγγέλοις, φησίν, ἡ βίβλος ἀκατάληπτος, ἀλλ’ οὐ τῷ θεῷ τῷ διὰ τοὺς ἀνθρώπους ἐνανθρωπήσαντι, ὃς ῥίζα μὲν Δαυὶδ ὡς κτίστης διὰ τὴν θεότητα, ἐκ ῥίζης δὲ αὐτοῦ διὰ τὴν ἀνθρωπότητα.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Περὶ τῆς ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων θεωρίας. Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσι τὰ πνεύματα τοῦ θεοῦ τὰ ἀπεσταλμένα εἰς πᾶσαν τὴν γῆν.

Οἱ ἑπτὰ ὀφθαλμοὶ καὶ τὰ ἑπτὰ κέρατα τοῦ ἀρνίου δηλοῦσι Χριστοῦ τὰ ἑπτὰ πνεύματα, ὧν Ἡσαΐας ἐμνημόνευσε καὶ Ζαχαρίας ὁ προφήτης. τὸ δὲ «ὡς ἐσφαγμένον» δηλοῖ τὴν μετὰ τὴν σφαγὴν ζωὴν αὐτοῦ, ἐν ᾗ ἐδείκνυ τὰ τοῦ πάθους σύμβολα ὡς ἐσφαγμένος ἀληθῶς μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν.

Καὶ ἦλθε καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάρας καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων.

Αἱ κιθάραι τὴν ἐναρμόνιον καὶ εὔηχον δηλοῦσι θείαν δοξολογίαν, τὰ δὲ θυμιάματα τὴν εὐώδη τῶν πιστῶν θυσίαν προσαγομένην διὰ βίου καθαρότητος, ὥς φησιν ὁ ἀπόστολος· «Χριστοῦ εὐωδία ἐσμέν», αἱ φιάλαι δὲ τῶν διανοιῶν σημαντικαί, ἐξ ὧν ἡ τῶν ἀγαθῶν ἔργων εὐωδία καὶ ἡ καθαρὰ προσευχὴ προέρχεται.

Καὶ ᾄδουσι ᾠδὴν καινὴν λέγοντες· ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.

Διὰ τούτου δείκνυται τοὺς πρεσβυτέρους εἶναι τοὺς ἐν τῇ παλαιᾷ τε καὶ νέᾳ θεῷ εὐαρεστήσαντας καὶ τὴν ὑπὲρ παντὸς τοῦ κόσμου τῷ σφαγιασθέντι ἀμνῷ τοῦ θεοῦ καὶ ἀγοράσαντι ἡμᾶς εὐχαριστίαν προσάγοντας. καινὴ δὲ ἡ ᾠδή, ἣν τῆς παλαιότητος τοῦ γράμματος ἀπαλλαγέντες οἱ ἐκ πάσης φυλῆς καὶ γλώσσης καταυγασθέντες ᾄδειν ἐδιδάχθημεν διὰ τοῦ πνεύματος. τῆς γῆς δὲ βασιλεύσειν τούτους φησὶ τῆς καινῆς, ἣν ὁ κύριος τοῖς πραέσιν ἐπήγγελται.

Καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων, λέγοντες φωνῇ μεγάλῃ· ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν. καὶ πᾶν κτίσμα ὅ ἐστιν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἅ ἐστι καὶ τὰ ἐν αὐτοῖς πάντα ἤκουσα λέγοντα τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ· ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ἐκ πάντων γὰρ τῶν τε νοητῶν, τῶν τε αἰσθητῶν, τῶν τε ζώντων, τῶν τε ἁπλῶς ὄντων φυσικοῖς λόγοις ὁ θεὸς δοξάζεται, ὡς πάντων γενεσιάρχης, καὶ ὁ τούτου μονογενὴς καὶ ὁμοούσιος υἱός, ὡς τὴν καινότητα τῷ ἀνθρώπῳ καὶ τῇ δι’ αὐτὸν γεγενημένῃ κτίσει χαριζόμενος, εἰ καὶ λαβεῖν τῶν ἐν οὐρανοῖς καὶ τῶν ἐπιγείων τὴν ἐξουσίαν ὡς ἄνθρωπος γέγραπται.

Καὶ τὰ τέσσαρα ζῷα ἔλεγον· ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσον καὶ προσεκύνησαν. Καὶ διὰ τούτων δείκνυται μία ποίμνη καὶ μία ἐκκλησία γεγενῆσθαι ἀγγέλων καὶ ἀνθρώπων διὰ Χριστοῦ τοῦ θεοῦ, τοῦ τὰ διεστῶτα συνάψαντος καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντος· ἰδοὺ γάρ, ὡς ἀκηκόαμεν, σὺν τοῖς τέτρασι ζῴοις τοῖς τῶν λοιπῶν ἀγγελικῶν ὑπερέχουσι τάξεων καὶ οἱ χαρακτηριστικοὶ τοῦ τῶν σῳζομένων ἀνθρώπων πληρώματος τῆς τοῦ θεοῦ ἀξιοῦνται ὑμνῳδίας τε καὶ προσκυνήσεως· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν ἐν αὐτῷ τῷ Χριστῷ τῷ τῆς εἰρήνης δοτῆρι καὶ θεῷ ἡμῶν, μεθ’ οὗ τῷ πατρί, ἅμα τῷ ἁγίῳ πνεύματι, δόξα, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ Εʹ. ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Λύσις τῆς πρώτης σφραγῖδος. Καὶ εἶδον ὅτε ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶν σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῆς βροντῆς· ἔρχου. Κἀνταῦθα ἡ τῶν ἐν οὐρανοῖς εὐταξία σημαίνεται ἐκ τῶν πρώτων τάξεων εἰς τὰ δεύτερα καταβαίνουσα· διὸ ἐκ τοῦ ἑνὸς προσώπου τῶν τετραμόρφων ζῴων, δηλαδὴ τοῦ λέοντος, τὴν πρώτην γεγενῆσθαι φωνὴν ἤκουσε κελευομένην τὸ «ἔρχου» τῷ τὴν ὀπτασίαν τυποῦντι ἀγγέλῳ δι’ αἰνίγματος. τὸ δὲ πρῶτον ζῷον, ὁ λέων, ἐμφαίνειν μοι δοκεῖ τὸ βασιλικὸν τῶν ἀποστόλων κατὰ δαιμόνων φρόνημα, δι’ οὓς εἴρηται· «ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν», καὶ πάλιν· «καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν».

Καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν καὶ ἵνα νικήσῃ. Καὶ τῆς παρούσης σφραγῖδος τὴν λύσιν καὶ τῶν ἑξῆς ἁπασῶν τινες εἰς τὴν ἔνσαρκον τοῦ θεοῦ Λόγου οἰκονομίαν ἐξειλήφασιν, τὴν πρώτην εἰς τὴν γέννεσιν, τὴν δευτέραν εἰς τὸ βάπτισμα, τὴν τρίτην εἰς τὰς μετὰ τοῦτο θεοσημείας, τὴν τετάρτην εἰς τὴν ἐπὶ Πιλάτου παράστασιν, τὴν πέμπτην εἰς τὸν σταυρόν, τὴν ἕκτην εἰς τὴν ἐν μνήματι θέσιν καὶ τοῦ ᾅδου σκύλευσιν. ἡμεῖς δὲ ἐντετυχηκότες Μεθοδίῳ οὕτως εἰρηκότι ἐπὶ λέξεως, ὅτι οὐ χρὴ «τὸν Χριστὸν αὐτὸν εἶναι νομίζειν τὸν γεγεννημένον· πάλαι γὰρ πρὸ τῆς Ἀποκαλύψεως ἐπεπλήρωτο τὸ μυστήριον τῆς ἐνανθρωπήσεως τοῦ Λόγου. ὁ δὲ Ἰωάννης περὶ παρόντων καὶ μελλόντων θεσμῳδεῖ», ἔνθα τὴν τοῦ πυροῦ δράκοντος ἀνάπτυξιν ἐποιήσατο ὡς ὑποτέτακται. οὕτως ἐξειλήφαμεν τὴν τῆς πρώτης σφραγῖδος λύσιν τὴν τῶν ἀποστόλων νοεῖσθαι γενεάν, οἳ καθάπερ τόξον τὸ εὐαγγελικὸν κήρυγμα κατὰ δαιμόνων ἐντείναντες τῷ Χριστῷ τοὺς τρωθέντας τοῖς σωτηρίοις βέλεσι προσήγαγον, στέφανον εἰληφότες, ἀνθ’ ὧν διὰ τῆς ἀληθείας τὸν τῆς πλάνης ἀρχηγὸν νενικήκασιν ἐπ’ ἐλπίδι δευτέρας νίκης, τῆς μέχρι βιαίου θανάτου ὁμολογίας τοῦ δεσποτικοῦ ὀνόματος. διὸ γέγραπται· «ἐξῆλθε νικῶν καὶ ἵνα νικήσῃ».

πρώτη γὰρ νίκη ἡ τῶν ἐθνῶν ἐπιστροφή, δευτέρα ἡ τοῦ σώματος δι’ αὐτὴν ἑκούσιος μετὰ κολάσεων ἔξοδος.

ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Λύσις τῆς δευτέρας σφραγῖδος. Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· ἔρχου. Ζῷον οἶμαι δεύτερον τὸν μόσχον λέγεσθαι τῶν ἁγίων μαρτύρων τὰς ἱερὰς θυσίας χαρακτηρίζοντα, τοῦ προτέρου τὴν ἀποστολικὴν ἐξουσίαν διαγράφοντος, ὡς εἴρηται.

Καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρ[ρ]ός, καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξωσι, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη. Ταύτην ἡμεῖς στοχαζόμεθα τὴν δευτέραν τῶν ἀποστόλων νοεῖσθαι διαδοχὴν διὰ μαρτύρων καὶ διδασκάλων συμπληρουμένην, ἐν ᾗ πλατυνομένου λοιπὸν τοῦ κηρύγματος ἡ τοῦ κόσμου εἰρήνη ἐλύθη καθ’ ἑαυτῆς μερισθείσης τῆς φύσεως κατὰ τὸ ῥηθὲν ὑπὸ τοῦ Χριστοῦ· «οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν», δι’ ἧς τὰ μαρτυρικὰ σφάγια εἰς τὸ ἄνω θυσιαστήριον ἀνηνέχθησαν. ὁ δὲ πυῤῥὸς ἵππος ἢ τῆς ἐκχύσεως τῶν αἱμάτων ἢ τῆς πεπυρωμένης τῶν ὑπὲρ Χριστοῦ πασχόντων διαθέσεως σύμβολον. τὸ δὲ γεγράφθαι δοθῆναι τῷ καθημένῳ ἐπ’ αὐτῷ λαβεῖν τὴν εἰρήνην τὴν πάνσοφον δείκνυσι τοῦ θεοῦ συγχώρησιν τοὺς πιστοὺς δούλους διὰ πειρασμῶν δοκιμάζουσαν.

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Λύσις τῆς τρίτης σφραγῖδος. Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· ἔρχου. Τρίτον ζῷον ἐνταῦθα τὸν ἄνθρωπον οἶμαι λέγεσθαι τὴν τῶν ἀνθρώπων δηλοῦντα ἔκπτωσιν καὶ διὰ τοῦτο κόλασιν διὰ τὸ πρὸς ἁμαρτίαν εὐόλισθον τῇ ἐξουσίᾳ τῆς προαιρέσεως.

Καὶ εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.

Εἰκὸς μὲν καὶ αἰσθητὸν λιμὸν τότε γενέσθαι, καθὼς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. διὰ δὲ τοῦ μέλανος ἵππου τὸ πένθος δηλοῦσθαι νομίζομεν τὸ ἐπὶ τοῖς ἐκπεσοῦσι τῆς εἰς Χριστὸν πίστεως διὰ τὴν ὑπερβολὴν τῶν κολάσεων· τὸν δὲ ζυγὸν δοκιμαστὴν εἶναι τῶν τε δι’ εὐκολίαν γνώμης ἢ κενοδοξίαν, τῶν τε διὰ σώματος ἀσθένειαν ἐκπεπτωκότων τῆς πίστεως· τὸν δὲ τοῦ σίτου χοίνικα τὸν δηναρίου ἄξιον δηλοῦν τροπικῶς τοὺς νομίμως ἀθλήσαντας καὶ τῆς δοθείσης θείας εἰκόνος ἀκριβεῖς φύλακας· τοὺς δὲ τρεῖς χοίνικας τῆς κριθῆς τοὺς κτηνοπρεπῶς τοῖς διώκταις δι’ ἀνανδρίαν ὑποκύψαντας, ἀναλόγως δὲ μετανοήσαντας ὕστερον καὶ τὴν ῥυπωθεῖσαν εἰκόνα δάκρυσιν ἀποπλύναντας· τὸ δὲ ἐντετάλθαι μὴ ἀδικεῖσθαι τὸν οἶνον καὶ τὸ ἔλαιον τὸ μὴ ἀθετεῖσθαι τὴν δι’ ἐπιστροφῆς Χριστοῦ ἰατρείαν, ἣ τὸν ἐμπεπτωκότα τοῖς λῃσταῖς ἐθεράπευσε μήτε προαναρπαγῆναι θανάτῳ τούτους οἳ διὰ μακροθυμίας τὴν ἧτταν ἔμελλον ἀναμαχέσασθαι.

ἵνα τοίνυν καὶ ἡμεῖς φιλάνθρωπον ἰατρὸν τὸν θεὸν ἐπὶ τοῖς ψυχικοῖς ἡμῶν πάθεσι κτησώμεθα, τοιοῦτοι τοῖς ἀδελφοῖς ἡμῶν σφαλλομένοις γενέσθαι σπουδάσωμεν τῷ ἐλαίῳ τῆς συμπαθείας μεμιγμένον τὸν τῆς παραινέσεως οἶνον τούτοις προσφέροντες, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον, κατὰ τὸν θεῖον ἀπόστολον, ὅπως θεοῦ συνεργοὶ γενόμενοι τοῖς αὐτοῦ ἀγαθοῖς αἰωνίως ἐντρυφήσωμεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ Ϛʹ. ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ. Λύσις τῆς τετάρτης σφραγῖδος ἐμφαίνουσα τὰς ἐπαγομένας τοῖς ἀσεβέσι μάστιγας. Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος· ἔρχου. Τὸ τοῦ τετάρτου ζῴου, δηλαδὴ τοῦ ἀετοῦ, ὑψιπέτες καὶ ὀξὺ πρὸς βοῤῥᾶν ἄνωθεν ἥκειν ἐκ θεηλάτου ὀργῆς τὰς πληγὰς ἐμφαίνειν δύναται εἰς τὴν τῶν εὐσεβῶν ἐκδίκησιν καὶ τῶν δυσσεβῶν τιμωρίαν, εἰ μὴ ταύταις βελτιωθέντες ἐπιστρέψωσιν.

Καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω, ὄνομα αὐτῷ ὁ θάνατος· καὶ ὁ ᾅδης ἀκολουθεῖ μετ’ αὐτοῦ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.

Τοῦ εἱρμοῦ τῶν προεκτεθέντων καὶ τὰ παρόντα ἔχεται. ὡς γάρ φησιν ἐν ὀγδόῳ κεφαλαίῳ τοῦ ἐννάτου λόγου τῆς Ἐκκλησιαστικῆς αὐτοῦ Ἱστορίας Εὐσέβιος, ἐν τῇ τῶν διωγμῶν ἀκμῇ, ἐπὶ Μαξιμίνου Ῥωμαίων βασιλεύοντος, ὑπὸ μὲν λιμοῦ καὶ λοιμοῦ κατασκήψαντος αὐτοῖς σὺν ἑτέροις συμπτώμασιν ἄπειρα πλήθη διεφθείροντο, ὡς ταφῇ μὴ δύνασθαι παραδίδοσθαι, καίτοι Χριστιανῶν τότε φιλοτίμως περὶ τὰς κηδείας ἠσχολημένων καὶ τῷ φιλανθρώπῳ τοὺς πεπλανημένους ἐναγόντων πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ὑπὸ δὲ Ἀρμενίων ἐπαναστάντων Ῥωμαίοις οὐκ ὀλίγους ἀνῃρῆσθαι ῥομφαίᾳ καὶ ὑπὸ κυνῶν δὲ φησὶ ἀνηλῶσθαι τὰ τῶν θανόντων σώματα, ὡς λοιπὸν τοὺς λειπομένους εἰς κυνοκτονίαν τραπῆναι, δεδιότας μὴ καὶ αὐτοὶ θανόντες ζῶντας τούτους τάφους κτήσωνται. οὐκ ἀπεικὸς δὲ τοῖς κυσὶ τῆς αὐτῆς θοίνης καὶ ἀγρίους θῆρας συμμετέχειν, διὰ τὸ τῆς τροφῆς ἄφθονον· καὶ ἐν τῇ ἡμετέρᾳ δὲ γενεᾷ τούτων ἕκαστον συμβὰν ἔγνωμεν.

ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Λύσις τῆς πέμπτης σφραγῖδος δηλοῦσα τὴν τῶν ἁγίων πρὸς κύριον περὶ τῆς συντελείας καταβόησιν. Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἀνθρώπων τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν, ἣν εἶχον. καὶ ἔκραζον φωνῇ μεγάλῃ λέγοντες· ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἀπὸ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;

Εἰ μέν τις τὴν λύσιν τῶν τεσσάρων σφραγίδων ταῖς τοῦ Χριστοῦ παρῳχηκυίαις οἰκονομίαις προσνεῖμαι βιάσηται, καὶ ταύτην εἰκότως τοῖς προτελειωθεῖσι προφήταις καὶ λοιποῖς ἁγίοις ἐφαρμόσει τῆς θείας καταβοῶσι μακροθυμίας, ἐφ’ οἷς μέχρι σταυροῦ παρὰ Ἰουδαίων ὑβριζόμενος ἀνέχεται. εἰ δέ τις ὡς μελλόντων πρόῤῥησιν ταῦτα ἐκλάβοι κατὰ τοὺς διδασκάλους τῆς ἐκκλησίας, τοῖς διὰ Χριστὸν σφαγιασθεῖσι τὴν τοιαύτην πρέπειν κατὰ τῶν διωκτῶν οἰήσεται καταβόησιν, ἐφ’ ᾧ τοὺς ἐν αὐτῇ ἀξίους ἐπιστρέψαι, τῶν δὲ ἀπειθῶν τῇ παγκοσμίῳ συντελείᾳ ἐκκόψαι τὴν ἀσέβειαν, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. εἰ γὰρ καὶ ἤδη τότε, καθὼς εἴρηται, οἱ δυσσεβεῖς θείας ὀργῆς ἐπειράθησαν, ἀλλ’ οὐδὲν ἧττον τὰ τούτων λείψανα ἐπιστρεπτικῶν ἢ κολαστικῶν μαστίγων ἐδέοντο.

Καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐῤῥέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον μικρόν, ἕως οὗ πληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτείνεσθαι ὡς καὶ αὐτοί. Καὶ διὰ τούτων τὴν τοῦ κόσμου συντέλειαν αἰτούμενοι φαίνονται οἱ ἅγιοι. διὸ μακροθυμεῖν ἄχρι τῆς τῶν ἀδελφῶν τελειώσεως κελεύονται, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶσι, κατὰ τὸν ἀπόστολον. αἱ δὲ λευκαὶ στολαὶ τὴν ἐπανθοῦσαν αὐτοῖς τῶν ἀρετῶν ἐμφαίνουσι λαμπρότητα, ἣν ἠμφιεσμένοι, εἰ καὶ μήπω τὰς ἐπαγγελίας ἐκομίσαντο. τῇ γοῦν ἐλπίδι τούτων, ἅπερ νοερῶς ἐνοπτρίζονται, πάσης ἀπηλλαγμένοι παχύτητος εἰκότως εὐφραίνονται τοῖς κόλποις Ἀβραὰμ ἐναναπαυόμενοι· πολλοῖς γὰρ τῶν ἁγίων τοῦτο εἴρηται χώρους ἀξίους εἰληχέναι τῶν τῆς ἀρετῆς ἐργατῶν ἕκαστον δι’ ὧν καὶ περὶ τῆς μελλούσης αὐτῶν δόξης τεκμαίρονται.

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Λύσις τῆς ἕκτης σφραγῖδος τὰς ἐν τῇ συντελείᾳ ἐπαγομένας πληγὰς σημαίνουσα. Καὶ εἶδον, καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ἐγένετο ὡς αἷμα, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσον εἰς τὴν γῆν, ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ μεγάλου ἀνέμου σειομένη.

Καὶ ταῦτά τινες εἰς τὴν ἐπὶ Οὐεσπασιανοῦ πολιορκίαν ἐξέλαβον ἅπαντα, τῶν εἰρημένων ἕκαστον τροπολογήσαντες. ἡμῖν δὲ φαίνεται μετάβασις ἐνταῦθα γεγενῆσθαι ἀπὸ τῶν ἐν τοῖς διωγμοῖς χρόνων εἰς τὸν καιρὸν τὸν πρὸ τῆς τοῦ ψευδοχρίστου ἀφίξεως, ἐν ᾧ τοσαύτας προεφετεύθη θλίψεις ἔσεσθαι, ἴσως πρὸς τὸ ἐμμελετῶντας ταύταις τοὺς ἀνθρώπους μὴ ἀπειπεῖν πρὸς τὰς ἐπαγομένας ἐκ τοῦ ἀντιχρίστου κολάσεις, οἵας οὐδέποτε γεγενημένας ἔγνωμεν. σεισμὸν μέντοι τὴν τῶν πραγμάτων μετάθεσιν πολλαχοῦ τῆς γραφῆς εὑρίσκομεν. τὸ γὰρ «ἔτι ἅπαξ σείσω» δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ὥς φησιν ὁ ἀπόστολος. καὶ ἐν τῇ παλαιᾷ δὲ εἴρηται περὶ τῆς ἐξ Αἰγύπτου πορείας τῶν Ἰσραηλιτῶν· «γῆ ἐσείσθη· καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν». τὸ δὲ μέλαν τοῦ ἡλίου καὶ τῆς σελήνης τὸ ἀφεγγὲς καὶ αἱματῶδες τὸ τοῖς παρὰ τῆς θείας ὀργῆς καταληφθεῖσιν ἀφώτιστον ἐνδείκνυται— οὕτω γὰρ πολλάκις ταῦτα καὶ ὁ μακάριος Κύριλλος ἐξείληφεν—, τὸ δὲ πεσεῖν τοὺς ἀστέρας, καθὼς καὶ ἤδη περὶ τῶν ὑπὸ Ἀντιόχου ἀπατηθέντων γέγραπται, τὸ καὶ τοὺς δοκοῦντας εἶναι φωστῆρας ἐν κόσμῳ πίπτειν τοῖς γινομένοις ἐποκλάζοντας, ὥς φησιν ὁ κύριος πλανηθῆναι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτοὺς διὰ τὸ τῆς θλίψεως μέγεθος.

ἴσως γὰρ διὰ τοῦτο καὶ ἡ συκῆ εἰς παράδειγμα λαμβάνεται, ὡς τοὺς ἀτελεῖς καρποὺς καὶ μήπω πεπανθέντας τῷ τῶν πειρασμῶν καύσωνι καὶ γλυκανθέντας τῇ χάριτι ἐν τῷ ὑπὸ τοῦ διαβολικοῦ ἀνέμου τινάσσεσθαι καταβάλλουσα. δισσῶς γὰρ ταύτην ἐπί τε καλῷ ἐπί τε κακῷ ἐκλαμβανομένην οἴδαμεν, ἔκ τε τῶν δύο καλάθων τῶν χρηστῶν καὶ τῶν πονηρῶν σύκων τῶν τῷ Ἰερεμίᾳ φανέντων, ἔκ τε τῆς ξηρανθείσης ὑπὸ Χριστοῦ συκῆς καὶ τῆς φερομένης ἐν τῷ Ἄισματι. εἰ δὲ καὶ αἰσθητῶς ταῦτα τοῦ Χριστοῦ κριτοῦ μετὰ δόξης ἐρχομένου συμβήσεται, αὐτὸς ἂν εἰδείη ὁ τοὺς ἀποκρύφους ἔχων θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως.

Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον εἰλισσόμενον. Τὸ τὸν οὐρανὸν εἰλίσθαι ὡς βιβλίον ἢ τὸ ἄγνωστον τῆς δευτέρας Χριστοῦ παρουσίας αἰνίττεται—ἀψοφητὶ γὰρ καὶ ἐν ἀκαριαίῳ ἡ βίβλος ἀνοίγεται—, ἢ ὅτι καὶ αἱ οὐράνιαι δυνάμεις τοῖς ἐκπίπτουσι τῆς πίστεως ἐπαλγοῦσαι οἷον εἰλιγμόν τινα διὰ συμπάθειαν καὶ λύπην ἕξουσιν. διὰ τούτου δὲ καὶ ἕτερόν τι σημαίνεται, τὸ μὴ ἀφανισμὸν τὸν οὐρανὸν ὑφίστασθαι, ἀλλ’ οἷον εἰλιγμόν τινα καὶ ἀλλαγὴν ἐπὶ τὸ βέλτιον, ὥς φησιν Εἰρηναῖος ἐν πέμπτῳ λόγῳ τοῦ Ἐλέγχου τῆς ψευδωνύμου γνώσεως ἐπὶ λέξεως οὕτως· «οὐ γὰρ ἡ ὑπόστασις οὐδὲ ἡ οὐσία τῆς κτίσεως ἐξαφανίζεται—ἀληθὴς γὰρ καὶ βέβαιος ὁ συστησάμενος αὐτήν—, ἀλλὰ ‹τὸ σχῆμα παράγει τοῦ κόσμου τούτου›, ἐν οἷς ἡ παράβασις ἐγένετο, ὡς οἱ πρεσβύτεροι λέγουσι». καὶ ταῦτα μὲν ὁ μέγας Εἰρηναῖος. ἡγούμεθα δὲ τῇ ἀρχαίᾳ συνηθείᾳ χρήσασθαι τὸν ἀπόστολον. εἰλιταρίοις γὰρ Ἑβραῖοι ἀντὶ τῶν παρ’ ἡμῖν βιβλίων ἐκέχρηντο, ὧν ἡ ἀνείλισις οὐκ ἀφανισμόν, ἀλλὰ τῶν γεγραμμένων φανέρωσιν ἀπειργάζετο, ὡς καὶ τοῦ οὐρανίου σώματος ἡ ἀνάπτυξις τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν τὴν ἀποκάλυψιν δείκνυσι. καὶ τοῦτο μὲν τετραχῶς πρὸς τὸ χορηγηθὲν ἡμῖν θεόθεν νενοήκαμεν· τῶν δὲ ἑξῆς ἐχόμεθα.

Καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ πλούσιοι καὶ οἱ χιλίαρχοι [καὶ οἱ ἰσχυροὶ] καὶ πᾶς δοῦλος καὶ πᾶς ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων, καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις· πέσετε ἐφ’ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται σταθῆναι;

Ὁ κύριος ἡμῶν τοῖς ἀποστόλοις ἐρωτῶσι περὶ τῆς τοῦ ἐν Ἱεροσολύμοις ναοῦ καταστροφῆς καὶ τῆς συντελείας, καθὼς ἠδύναντο χωρεῖν, προεῖπε τὰ μέλλοντα· ἅπερ καὶ ἤδη μὲν ἐν τῇ πολιορκίᾳ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου τοῖς χριστοκτόνοις Ἰουδαίοις συμβέβηκε, καθὼς ἱστορεῖ ὁ Ἑβραῖος Ἰώσηπος, ἐπὶ τέλει δὲ μεθ’ ὑπερβολῆς πλείονος παντί, ὡς εἰπεῖν, τῷ κόσμῳ ἐν τῇ τοῦ ἀντιχρίστου ἐπιδημίᾳ ἐπελεύσεται, καθὼς εἴρηται· ἐν ᾗ οἱ κατ’ ἐξοχὴν εἴτε ἐκκλησιαστικῆς εὐταξίας εἴτε κοσμικῆς δυναστείας ὑπάρχοντες ὄρη τροπικῶς ὀνομαζόμενοι, αἵ τε τῶν πιστῶν ἐκκλησίαι μεταφορικῶς νῆσοι καλούμεναι καὶ πρὸς θεόν, κατὰ τὸν Ἡσαΐαν, ἐγκαινιζόμεναι ἐκ τῶν τόπων αὐτῶν φεύξονται τόπον ἐκ τόπου διὰ τὸν ψευδόχριστον ἀμείβοντες, ὧν καὶ ἡμεῖς πρὸ τῆς αὐτοῦ παρουσίας δι’ ἁμαρτίας φιλανθρώπως πεπειράμεθα.

οἱ δὲ τῆς γῆς βασιλεῖς, τουτέστιν οἱ ταύτης κατεξουσιάζοντες καὶ μηδὲν ἐν οὐρανοῖς κεκτημένοι σὺν πᾶσι μεγιστᾶσι καὶ πλουσίοις ἐν τοῖς κάτω καὶ δούλοις τῶν κάτω καὶ ἐλευθέροις τῆς Χριστοῦ δουλείας, ὑπὸ τῶν σπηλαίων καὶ πετρῶν καὶ ὀρέων καλυφθῆναι εὔξονται, ἢ πειραθῆναι τῆς θείας ὀργῆς τῆς ἐπομβρούσης αὐτοῖς ἢ ἐν τῇ τοῦ ἀντιχρίστου παρουσίᾳ κατὰ συγχώρησιν τὰς ἀπὸ λιμοῦ καὶ ἑτέρων πληγῶν μάστιγας, ἢ ἐπὶ ταῖς προσδοκωμέναις μετὰ τὴν ἀνάστασιν ἀπεράντοις κολάσεσιν, ὅτε καὶ μᾶλλον ἡ θεία ὀργὴ δικαίως ὡς κλίβανος ἐκκαυθήσεται, τοὺς τῷ θεμελίῳ τῆς πίστεως ἐποικοδομοῦντας ξύλα καὶ χόρτον καὶ καλάμην ὡς τροφὴν πυρὸς καταναλίσκουσα· ἧς ὁ φιλάνθρωπος θεὸς λυτρούμενος ἡμᾶς τῶν αἰωνίων ἀγαθῶν τῶν ἡτοιμασμένων τοῖς ἁγίοις αὐτοῦ μετόχους ἀπεργάσηται, συντάττων τῷ τῶν σῳζομένων πληρώματι, χάριτι τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, μεθ’ οὗ τῷ πατρὶ πρέπει δόξα καὶ προσκύνησις, ἅμα τῷ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας· ἀμήν.

ΛΟΓΟΣ Ζʹ. ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. Περὶ τῶν σῳζομένων ἐκ τῆς πληγῆς τῶν τεσσάρων ἀγγέλων χιλιάδων ἑκατὸν τεσσαράκοντα τεσσάρων. Καὶ μετὰ ταῦτα εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.

Εἰ καὶ ταῦτά τισιν ὑπὸ Ῥωμαίων πάλαι τοῖς Ἰουδαίοις γεγενῆσθαι ἐξείληπται, τῶν τεσσάρων θείων ἀγγέλων δηλοῦν αὐτοῖς νομισθέντων τὸ ἐπί τε γῆς ἐπί τε θαλάσσης τῶν τὴν ὀργὴν πειρωμένων διαδιδράσκειν ἄφυκτον, πολλῷ μᾶλλον τοῦτο ἐν τῇ τοῦ ἀντιχρίστου ἐπελεύσει γενήσεται, οὐκ ἐν τῇ μερικῇ γῇ τῆς Ἰουδαίας, ἀλλ’ ἐν πάσῃ ἧς ἐπὶ τῶν τεσσάρων γωνιῶν ἑστάναι τοὺς ἀγγέλους διέξεισιν, ὡς πληροῦντας διακονίας θεόθεν αὐτοῖς ἐγκεχειρισμένας, ἡμῖν δὲ ἀγνώστους. ἡ δὲ τῶν ἀνέμων ἐποχὴ προδήλως λύσιν τῆς εὐταξίας τῆς κτίσεως καὶ τὸ τῶν κακῶν ἐμφαίνει ἀδιάδραστον. δι’ ἀνέμων γὰρ καὶ τὰ τῆς γῆς φυτὰ τρέφονται καὶ πλεῖται ἡ θάλασσα.

Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος. καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· Ὅπερ τῷ Ἰεζεκιὴλ πάλαι ἀπεκεκάλυπτο περὶ τοῦ ἐνδεδυκότος τὸ βαδδὶν καὶ τῶν καταστεναζόντων τὰ μέτωπα σφραγίζοντος πρὸς τὸ μὴ συναπολέσθαι δικαίους ἀδίκοις, διὰ τὸ τῆς κεκρυμμένης τῶν ἁγίων ἀρετῆς καὶ τοῖς ἀγγέλοις ἄγνωστον, τοῦτο κἀνταῦθα τῷ μακαρίῳ δείκνυται ὑπερτέρας ἁγίας δυνάμεως τοῖς τιμωροῖς ἁγίοις ἀγγέλοις ἐγκελευομένης μηδὲν δρᾶσαι εἰς τοὺς πλημμελήσαντας, πρὶν διὰ τοῦ σφραγισθῆναι διακριθέντας ἐπιγνῶσι τοὺς τῆς ἀληθείας θεραπευτάς. τοῦτο δὲ εἰ καὶ μερικῶς πάλαι γεγένηται, τῶν τῷ Χριστῷ πεπιστευκότων τὴν τῆς Ἰερουσαλὴμ ὑπὸ Ῥωμαίων ἐκπεφευγότων πόρθησιν εἰς πολλὰς τελούντων μυριάδας κατὰ τὸν μέγαν Ἰάκωβον τὸν τῷ μακαρίῳ Παύλῳ τὸ πλῆθος αὐτῶν ἐμφαίνοντα, ἀλλ’ οὖν, ὡς εἴρηται, ἐν τῷ καιρῷ τῆς τοῦ ἀντιχρίστου ἐπελεύσεως μάλιστα γενήσεται, τῆς σφραγῖδος τοῦ ζῳοποιοῦ σταυροῦ διειργούσης τῶν ἀπίστων τοὺς πιστοὺς ἀνεπαισχύντως καὶ πεπαῤῥησιασμένως τὴν τοῦ Χριστοῦ σημείωσιν ἐνώπιον τῶν ἀσεβῶν φέροντας. διό φησιν ὁ ἄγγελος·

Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. Ἡ κτίσις, ὡς δι’ ἡμᾶς γεγενημένη, παιδευομένοις ἡμῖν κοινωνεῖ ἐπὶ ταῖς μάστιξιν, ὥσπερ οὖν καὶ δοξαζομένοις τοῖς ἁγίοις συμφαιδρυνθήσεται. διὰ τούτων δὲ μανθάνομεν καὶ τοὺς ἐναρέτους δεῖσθαι δυναμωθῆναι δι’ ἀγγελικῆς βοηθείας πρὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς τῇ δεδομένῃ ἡμῖν σφραγῖδι τοῦ πνεύματος καὶ κατὰ τοσοῦτον ἐπιδεικνυμένῃ τὴν οἰκείαν δύναμιν, καθ’ ὅσον ἂν αὐτῇ ἐργασίαν παρασχώμεθα, τῶν λοιπῶν μενόντων ἀβοηθήτων παρ’ οἰκεῖον τοῦ μὴ βοηθηθῆναι θέλημα.

Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι. Ἰούδας «ἐξομολόγησις», δι’ οὗ δηλοῦνται οἱ δι’ ἐξομολογήσεως τῆς πρὸς Χριστὸν τὸν ἐξ Ἰούδα βλαστήσαντα σῳζόμενοι.

Ἐκ φυλῆς Ῥουβὶμ δώδεκα χιλιάδες ἐσφραγισμένοι. Ῥουβὶμ «υἱὸς ὁράσεως», δι’ οὗ δηλοῦνται αἱ διὰ καθαρότητα καρδίας τὴν πνευματικὴν ὅρασιν κτησάμενοι. Ἐκ φυλῆς Γὰδ δώδεκα χιλιάδες. Γὰδ «πειρασμός», δι’ οὗ νοοῦνται οἱ δι’ ὑπομονῆς πειρασμῶν κατὰ τὸν Ἰὼβ στεφανούμενοι.

Ἐκ φυλῆς Ἀσὴρ δώδεκα χιλιάδες. Ἀσὴρ «μακαρισμός», δι’ οὗ δείκνυνται οἱ τῶν δεσποτικῶν μακαρισμῶν διὰ πολιτείας ἄξιοι, τῆς ἐκ δεξιῶν τοῦ Χριστοῦ στάσεως ἀξιούμενοι καὶ υἱοὶ φωτὸς καὶ ἡμέρας ἀναδεικνύμενοι.

Ἐκ φυλῆς Νεφθαλεὶμ δώδεκα χιλιάδες. Νεφθαλεὶμ «προσευχή», δι’ ἧς χαρακτηρίζονται οἱ διὰ προσευχῆς ἀδιαλείπτου τῷ θεῷ κολλώμενοι. Ἐκ φυλῆς Μανασσῆ δώδεκα χιλιάδες. Μανασσῆς «ἐπιλησμονή», τουτέστιν οἱ τῶν ὄπισθεν ἐπιλανθανόμενοι καὶ τῶν πατρῴων οἴκων διὰ τὸν θεῖον ἔρωτα.

Ἐκ φυλῆς Συμεὼν δώδεκα χιλιάδες. Συμεὼν «ὑπακοή», δηλαδὴ οἱ δι’ ὑπακοῆς τῶν θείων ἐντολῶν δικαιούμενοι. Ἐκ φυλῆς Λευὶ δώδεκα χιλιάδες. Λευὶ «προσειλημμένος», δι’ οὗ νοοῦνται οἱ διὰ πολιτείας ἱεροπρεποῦς ὑπὸ Χριστοῦ προσειλημμένοι. ὄγδοος δὲ ὁ Λευὶ τέτακται, ὡς κατὰ τὴν ὀγδόην ἡμέραν τῆς ἀναστάσεως τῆς ἀληθοῦς ἱερωσύνης ἀναδεικνυμένης.

Ἐκ φυλῆς Ἰσάχαρ δώδεκα χιλιάδες. Ἰσάχαρ «μισθός», τουτέστιν οἱ τῶν ἐκ θεοῦ μισθῶν ἕνεκεν ἐναρέτως πολιτευόμενοι. Ἐκ φυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες. Ζαβουλὼν «κατοικητήριον δυνάμεως» ἢ «εὐωδία», δι’ οὗ νοοῦνται οἱ τῇ ἐνοικήσει τοῦ Χριστοῦ κατὰ τῶν παθῶν δυναμωθέντες καὶ εὐωδία αὐτοῦ, ὥς φησιν ὁ Παῦλος, γενόμενοι.

Ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες. Ἰωσὴφ «πρόσθεσις», τουτέστιν οἱ ἐν προσθήκης μέρει σὺν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὰ πρὸς τὸ ζῆν ἀναγκαῖα λαμβάνοντες, ὥς φησιν ὁ κύριος. Ἐκ φυλῆς Βενιαμὶν δώδεκα χιλιάδες ἐσφραγισμένοι.

Βενιαμὶν «υἱὸς ὀδύνης» ἢ «υἱὸς ἡμέρας» ἢ «υἱὸς δεξιᾶς», δηλαδὴ οἱ διὰ καρδιακῶν ὀδυνῶν, εἴτε οἱ τότε ἐξ Ἑβραίων πιστοὶ καὶ διαπεφευγότες τὴν Ῥωμαίων αἰχμαλωσίαν τὸν ἀριθμὸν τοῦτον ἀναπληροῦσιν, εἴτε, ὃ καὶ μᾶλλον πιστότερον, οἱ ἐπὶ συντελείᾳ ἐξ Ἰουδαίων σῳζόμενοι, ὅτε, καθώς φησιν ὁ ἀπόστολος, μετὰ «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθεῖν πᾶς Ἰσραὴλ σωθήσεται»· οὐδέτερον ἀπαράδεκτον. ἡ δὲ ἀκρίβεια τῆς ἐξ ἑκάστης φυλῆς ἰσότητος ἐμφαίνειν μοι δοκεῖ τὸν πολυπλασιασμὸν τοῦ ἀποστολικοῦ σπόρου, δωδεκάκις δωδεκαπλασιαζομένου ἐπὶ τὸν τέλειον τῆς χιλιάδος ἀριθμὸν καὶ οὕτω τὰς ῥηθείσας χιλιάδας ἀποτελοῦντος· μαθηταὶ γὰρ ἦσαν τοῦ κόκκου τοῦ εἰς τὴν γῆν διὰ φιλανθρωπίαν πεσόντος καὶ πολύφορον τῆς παγκοσμίου σωτηρίας τὸν καρπὸν βλαστήσαντος. ἐπισημαντέον δὲ τοῦτο, ὡς ἡ φυλὴ τοῦ Δάν, ὡς ἐξ αὐτῆς τικτομένου τοῦ ἀντιχρίστου, ταῖς λοιπαῖς οὐ συντέτακται, ἀλλ’ ἀντ’ αὐτῆς ἡ τοῦ Λευί, ὡς ἱερατικὴ πάλαι, εἰς μερισμὸν μὴ ἐρχομένη. ἐκ δὲ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἔστι τινὰ τῶν φυλῶν ἑκάστῃ προσαρμόσαι διάνοιαν, ὡς ἐν τοῖς πλησίοις παρατίθεται· τὸν δὲ Ἰωσὴφ ἀντὶ τοῦ Ἐφραὶμ τοῦ υἱοῦ αὐτοῦ τέθεικεν.

ἁρμόδιος δὲ τούτοις ὁ λεχθεὶς ἀριθμός, ὡς εἴρηται, διά τε τοὺς πάλαι Ἑβραίων δώδεκα φυλάρχους, διά τε τοὺς ἀντ’ αὐτῶν καταστάντας ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν θεσπεσίους ἀποστόλους, ὡς γέγραπται, δι’ ὧν οἱ ἐν τῇ διασπορᾷ τῆς γῆς Ἰουδαῖοι ἐπ’ ἐσχάτων σῴζονται. [Καιρὸς δὲ πληρῶσαι τὴν ὑπόσχεσιν, ἐπεὶ πολλάκις εὑρίσκομεν ἐν τῇ θείᾳ γραφῇ ὑπό τινων ἢ γεγενημένων ἢ λεγομένων τοῖς γονεῦσιν ἐπιτεθεῖσθαι τοῖς παισὶ τὰ ὀνόματα, ὡς γέγραπται περὶ τῆς Λείας ἐν τῷ τίκτειν εἰπούσης· «εἶδεν κύριος τὴν ταπείνωσίν μου», καὶ ὀνομασάσης τὸν τεχθέντα Ῥουβίμ, ὅ ἐστιν «υἱὸς ὁράσεως», καὶ ἐπὶ τῷ δευτέρῳ δὲ γεννηθῆναι φησάσης· «εἰσήκουσε κύριος, ὅτι μισοῦμαι», καὶ ὀνομασάσης αὐτὸν Συμεών, ὅπερ δηλοῖ εἰσακουσμόν, καὶ περὶ τῆς Ῥαχὴλ δυστοκησάσης καὶ καλεσάσης τὸν παῖδα ἀπὸ τοῦ συμβάντος «υἱὸν ὀδύνης», καὶ ἑτέρων τοιούτων κλήσεων γνωρίμων τοῖς τῶν θείων λογίων ἐπιστήμοσιν.

τούτου χάριν ἀναγκαίαν ἡγησάμενοι τὴν τῶν πατριαρχικῶν ὀνομάτων ἀνάπτυξίν φαμεν τὴν τοῦ Ἰούδα φυλήν, ὃς «ἐξομολόγησις» ἑρμηνεύεται, αἰνίττεσθαι τοὺς σῳζομένους διὰ μετανοίας καὶ ἀγάπης τῆς πρὸς τὸν ἐξ Ἰούδα βλαστήσαντα κύριον καὶ τελώνην καὶ πόρνην καὶ λῃστὴν δικαιώσαντα, τὴν δὲ τοῦ Ῥουβὶμ δηλοῦν ὡς ὁρῶντος υἱοῦ ἢ υἱοῦ ὁράσεως τοὺς καθαροὺς τῇ καρδίᾳ καὶ ὁρῶντας τῷ πνεύματι, τὴν δὲ τοῦ Γάδ, ὃ δηλοῖ πειρασμὸν ἢ πειρατήριον, τοὺς διὰ θλίψεων καὶ πειρασμῶν ὡς χρυσὸν πυρουμένους καὶ στεφανουμένους τῷ δοκιμίῳ τῆς πίστεως, τὴν δὲ τοῦ Ἀσήρ, δι’ οὗ «μακαρισμὸς» σημαίνεται, τοὺς τῇ τηρήσει τῶν θεοδιδάκτων μακαρισμῶν τῆς ἀλήκτου τευξομένους μακαριότητος τῶν αἰωνίων ἐπαίνων, τὴν δὲ τοῦ Νεφθαλείμ, ἑρμηνευομένου συνετὸν ἢ στέλεχος, τοὺς τῷ στελέχει τοῦ δεσποτικοῦ σταυροῦ ἐπερειδομένους μετὰ συνέσεως καὶ ἐν αὐτῷ τοὺς δαίμονας καταράσσοντας, τὴν δὲ τοῦ Μανασσῆ, ὃς ἀπὸ λήθης ἑρμηνεύεται, τοὺς ἐπιλανθανομένους τοῦ πατρῴου οἴκου διὰ Χριστόν, ὅπως ἐπιθυμήσῃ ὁ βασιλεὺς τοῦ ψυχικοῦ αὐτῶν κάλλους καὶ ἀξιώσῃ τῆς ἐν τῷ μυστικῷ γάμῳ κλήσεως, τὴν δὲ τοῦ Συμεών, ὅπερ δηλοῖ ἐπακουσμόν, τοὺς τῶν θείων ἐντολῶν ἐπακούοντας δι’ ἀγαθῶν πράξεων, τὴν δὲ τοῦ Λευί, δι’ οὗ «προσειλημμένος» σημαίνεται, τοὺς ὑπὸ θεοῦ ἐκλεγέντας καὶ προσληφθέντας, κατὰ τὸ ψαλμικὸν λόγιον, καὶ ἐν ταῖς θείαις αὐλαῖς κατασκηνοῦν μέλλοντας, ὡς τῆς ὀγδόης τῆς μετὰ τοῦ παρόντος αἰῶνος ἑβδομάδα ἱερατεύσοντας, διὸ καὶ ὀγδόη τέτακται.

ἡ αὐτὴ γὰρ καὶ πρώτη ὑπάρχει ὡς τοῦ παντὸς μὴ πρὸς μίαν ὁδὸν ἀδιάστατον τετυχηκότος. τὴν δὲ τοῦ Ἰσάχαρ, ὅπερ ἐστὶ «μισθός», τοὺς τὰς ἀρετὰς πρὸς τῶν μελλόντων ἐπάθλων μισθὸν ὁριζομένους καὶ δι’ αὐτὸ τὸ καλὸν ἀκαπηλεύτως αὐτὰς μετερχομένους, τὴν δὲ τοῦ Ζαβουλών, ὅπερ ἑρμηνεύεται «ῥύσις προσειλημμένη», τοὺς τὸν ῥευστὸν πλοῦτον τοῖς πτωχοῖς ἀποκτωμένους καὶ ὑπὸ Χριστοῦ προσλαμβανομένους καὶ τοὺς τῶν ψυχικῶν καρπῶν τὴν ῥύσιν, ἣν τίκτει κενοδοξία, τῇ μνήμῃ τῆς γεέννης τοῦ πυρὸς ἰατρεύοντας, τὴν δὲ τοῦ Ἰωσήφ, ὅπερ ἐστὶν «ἰαὼθ προσθήκη»· τὸ δὲ «ἰαὼθ» θεῖον ὄνομά φησι τοὺς ἐν προσθήκης μέρει σὺν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ τὰ χρειώδη τοῦ βίου παρὰ τοῦ ἀψευδοῦς δεσπότου λαμβάνοντας. τὴν δὲ τοῦ Βενιαμίν, ὅπερ «υἱὸς ὀδύνης» ἢ «υἱὸς ἡμέρας» ἑρμηνεύεται, τοῦ διὰ τὸ πλῆθος τῶν ἐν καρδίᾳ ὀδυνῶν, κατὰ τὸν ψαλμῳδόν, προσέτι δὲ καὶ τὴν ὑπερβολὴν τῶν σωματικῶν πόνων τῶν διὰ Χριστὸν ἐπιδεικνυμένων υἱοὺς φωτὸς καὶ υἱοὺς ἡμέρας τυγχάνοντας. καὶ ταῦτα μὲν ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας πρὸς γυμνασίαν τοῖς ἐντρεχεστέροις τὴν διάνοιαν. στοχαζόμεθα δὲ τὸν Δὰν οὐ μόνον διὰ τὸν ἀντίχριστον μὴ μνημονεύεσθαι ὡς ἐξ αὐτοῦ τεχθησομένου, ὡς λέλεκται, ἀλλὰ καὶ ὅτι βαρὺ τὸ κρίνειν ἀλλότριον οἰκέτην. διό φησιν ὁ κύριος· «μὴ κρίνετε, ἵνα μὴ κριθῆτε»· «εἷς γάρ ἐστιν ὁ νομοθέτης καὶ κριτής», ὥς φησιν ὁ μέγας Ἰάκωβος.

Δὰν γὰρ «κρίσις» ἑρμηνεύεται.]

ΚΕΦΑΛΑΙΟΝ Κʹ. Περὶ τοῦ ἀναριθμήτου ὄχλου τῶν ἐξ ἐθνῶν λαμπροφορούντων. Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν· καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ.

Οὗτοί εἰσι περὶ ὧν φησι Δαυίδ· «ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται», οἵ τε πάλαι ὑπὲρ Χριστοῦ μαρτυρικῶς διηγωνισμένοι, οἵ τε ἐπ’ ἐσχάτων ἀνδρικῶς ἀθλήσαντες ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ τῇ ἐκχύσει τοῦ ἰδίου διὰ Χριστὸν αἵματος τὰς στολὰς τῶν οἰκείων πράξεων λευκάναντες καὶ λευκαίνειν μέλλοντες καὶ τοὺς τῆς νίκης χαρακτηριστικοὺς κλάδους τῶν εὐχρήστων καὶ ὀρθοτάτων καὶ λευκῶν τὰς καρδίας φοινίκων ἐν ταῖς χερσὶν ἔχοντες καὶ περὶ τὸν θεῖον θρόνον τῆς θεαρχικῆς ἀναπαύσεως χορεύοντες καὶ ὡς εὐγνώμονες οἰκέται τῷ χορηγῷ τὴν κατὰ τῶν δαιμόνων νίκην ἐπιγράφοντες.

Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ λέγοντες· ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ἰδοὺ μία ἐκκλησία ἀγγέλων καὶ ἀνθρώπων· καὶ οἱ πάλαι τοῖς ἰσαγγέλοις ἀνθρώποις καταπληκτικοὶ φαινόμενοι, καθὼς διὰ τοῦ Δανιὴλ ἔγνωμεν, τότε συλλειτουργοὶ ἀνθρώποις γενήσονται, εἴτε—κατά τινας τῶν ἁγίων—ἐν τοῖς οἰκείοις σώμασι διὰ τὴν ἐν τόπῳ περιγραφὴν αὐτοῖς ἐμφανιζόμενοι, εἴτε—καθ’ ἑτέρους—ὡς τὸ τριχῆ διαστατὸν ἐν μήκει καὶ πλάτει καὶ βάθει μὴ ἔχοντες—ὅπερ σωμάτων ἴδιον—οὐκ ἐν τῇ οἰκείᾳ φύσει φαινόμενοι, ἀλλὰ κατὰ τὸ δοκοῦν τῷ θεῷ τυπούμενοι καὶ σχηματιζόμενοι. κύκλῳ μέντοι τῶν χερουβὶμ καὶ τῶν πρεσβυτέρων ἑστῶτες ἐμφαίνουσι διὰ τῆς στάσεως τὸ τῆς τιμῆς μέγεθος, ᾗ δοξάζονται οἱ διὰ τοῦ ἀριθμοῦ τῶν πρεσβυτέρων δηλούμενοι. ὑφ’ ὧν πάντων ἡ εὐχαριστία τῷ θεῷ ἐπὶ ταῖς θεοπρεπέσιν αὐτοῦ εἰς τὴν αὐτοῦ κτίσιν οἰκονομίαις ὑπὲρ ἡμῶν ἀναπεμφθήσεται.

Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶ καὶ πόθεν ἦλθον; καὶ εἴρηκα αὐτῷ· κύριέ μου, σὺ οἶδας. Διεγείρει διὰ τῆς πεύσεως τὸν μακάριον ὁ ὀφθεὶς πρὸς τὴν τῶν ὁραθέντων ἔρευναν. ὁ δὲ τὴν ἄγνοιαν εὐγνωμόνως προβαλλόμενος παρὰ τοῦ ὀφθέντος σοφίζεται.

Καὶ εἶπέ μοι· οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου. διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ’ αὐτούς.

Μακάριοι οἱ διὰ προσκαίρων πόνων αἰώνιον ἀνάπαυσιν καρπούμενοι καὶ διὰ τοῦ συμπάσχειν Χριστῷ τούτῳ συμβασιλεύοντες καὶ διηνεκῶς αὐτῷ λατρεύοντες. τὸ γὰρ «ἡμέρας καὶ νυκτὸς» ἐνταῦθα δηλοῖ τὸ ἀκατάπαυστον. ἐκεῖ γὰρ νὺξ οὐκ ἔσται, ἀλλὰ ἡμέρα μία ἀντὶ αἰσθητοῦ ἡλίου τῷ τῆς δικαιοσύνης καταλαμπομένη. ἴσως δὲ νὺξ νοεῖται τὰ ἀπόκρυφα καὶ βαθέα τῆς γνώσεως μυστήρια, ἡμέρα δὲ τὰ σαφῆ τε καὶ εὔληπτα. ναὸς δὲ τούτου πᾶσα μὲν ἡ ἀνακαινιζομένη κτίσις διὰ τοῦ πνεύματος, μάλιστα δὲ οἱ τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος σῷον καὶ ἄσβεστον φυλάξαντες, οἷς ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ἐπήγγελται.

Οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν. Εἰκότως. τὸν γὰρ ἄρτον τὸν οὐράνιον καὶ τὸ ὕδωρ τῆς ζωῆς ἕξουσιν. Οὐδὲ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα. Οὐ γὰρ ὑπὸ πειρασμῶν ἔτι τῶν διὰ τοῦ ἡλίου καὶ τοῦ καύσωνος σημαινομένων ὀδυνηθήσονται τοῦ καιροῦ τῶν ἀγώνων παρῳχηκότος.

Ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτοὺς καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξελεῖ ὁ θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν. Οἱ ὑπὸ τοῦ Χριστοῦ τότε ποιμαινόμενοι, φησίν, ἐπιδρομὰς λύκων οὐ φοβηθήσονται, ἅτε πεμπομένων εἰς τὸ πῦρ τὸ ἄσβεστον, ἀλλ’ ἐπὶ τὰς καθαρὰς καὶ τρανοτάτας τῶν θείων νοήσεων πηγὰς ἀΰλως ποιμανθήσονται, δηλουμένας διὰ τοῦ ὕδατος τοῦ καὶ ἤδη τὴν ἄφθονον χύσιν τοῦ πνεύματος χαρακτηρίσαντος, εἰρηκότος τοῦ κυρίου περὶ τοῦ εἰλικρινῶς εἰς αὐτὸν πιστεύοντος, ὅτι «ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». ᾧ οἱ ἅγιοι τότε δαψιλῶς ποτιζόμενοι ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀπεράντως ἔσονται, τῆς μερικῆς γνώσεως καταργουμένης τὴν τελείαν κτώμενοι καὶ τὴν τροπὴν μετὰ τῆς φθορᾶς ἐκδυόμενοι.