Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ανδρέας Καισαρείας – Εἰς τὴν Ἀποκάλυψιν

Ανδρέας Καισαρείας

Η έβδομη σφραγίδα, οι Σάλπιγγες και οι Δύο Μάρτυρες (Λόγοι Η΄-Ι΄)

Το άνοιγμα της έβδομης σφραγίδας, η ερμηνεία των έξι πρώτων σαλπίγγων, η εμφάνιση του ισχυρού αγγέλου με το βιβλιδάριο, η μέτρηση του ναού και η μαρτυρία του Ενώχ και του Ηλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ανδρέας Καισαρείας

—

Κεφάλαιο 4 από 9

ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ. Λύσις τῆς ἑβδόμης σφραγῖδος δηλοῦσα ἀγγελικὰς δυνάμεις προσάγειν τῷ θεῷ τὰς τῶν ἁγίων προσευχὰς ὡς θυμιάματα. Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.

Συχνῶς ὁ ἀριθμὸς τῶν ἑπτὰ τῷ ἁγίῳ τούτῳ παραλαμβάνεται, ὡς τῷ αἰῶνι τούτῳ καὶ τῷ σαββατισμῷ καὶ ἀναπαύσει τῶν ἁγίων σύστοιχος. διὸ κἀνταῦθα ἐπὶ τῇ λύσει τῆς ἑβδόμης σφραγῖδος ἡ λύσις τῆς γηΐνης πολιτείας διασημαίνεται, ἑπτὰ ἀγγέλων διακονούντων ταῖς κατὰ τῶν παιδείας ἢ κολάσεως δεομένων ἀνθρώπων μάστιξιν. ἡ δὲ σιγὴ δηλοῖ τήν τε ἀγγελικὴν εὐταξίαν καὶ εὐλάβειαν, τό τε περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ ἀγγέλοις ἄγνωστον· τὸ δὲ ἡμιώριον τὸ τοῦ καιροῦ ἐμφαίνει βραχύ, ἐν ᾧ τῶν πληγῶν ἐπαγομένων καὶ τῶν ἐπὶ γῆς συντελουμένων ἡ τοῦ Χριστοῦ βασιλεία φανήσεται.

Καὶ ἄλλος ἄγγελος ἦλθε καὶ ἐστάθη ἐπὶ τὸ θυσιαστήριον ἔχων λιβανωτὸν χρυσοῦν. Εἰ καὶ σχηματίζονται εἰς ὕλας καὶ χρώματα τὰ τοῖς ἁγίοις ὁρώμενα, εἴτε θυσιαστήριον εἴτε θυμιατήριον εἴτε ἕτερόν τι, ἀλλ’ ἀόρατα καὶ νοητὰ τυγχάνουσιν. ἐπὶ τοιούτου τοίνυν στὰς ὁ ἄγγελος καὶ τὸν λιβανωτόν, δηλαδὴ τὸ τὸν λίβανον δεχόμενον θυμιατήριον, κρατῶν τὰς εὐχὰς τῶν ἁγίων ὡς θυμιάματα τῷ θεῷ προσέφερε, δι’ ὧν ᾐτοῦντο διὰ τῆς παγκοσμίου συντελείας ταῖς μὲν τιμωρητικαῖς μάστιξι τῶν δυσσεβῶν καὶ παρανόμων ἐλαττῶσαι τὴν ἐν τῷ μέλλοντι κόλασιν, τῇ δὲ οἰκείᾳ παρουσίᾳ τοὺς μισθοὺς διανεῖμαι τοῖς κοπιάσασιν. καὶ τοῦτο ἐκ τῶν ἑξῆς δείκνυται.

Καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσῃ τὰς προσευχὰς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. Τὸ θυσιαστήριον τοῦτο ὁ Χριστός ἐστιν, ἐν ᾧ πᾶσα λειτουργικὴ καὶ ἁγία συνέστηκε δύναμις καὶ αἱ μαρτυρικαὶ θυσίαι προσκομίζονται, οὗ ἦν τύπος τὸ δειχθὲν ἐν τῷ ὄρει τῷ Μωϋσῇ σὺν τῇ σκηνῇ θυσιαστήριον. τὰ δὲ θυμιάματα αἱ προσευχαὶ τῶν ἁγίων, ὡς εὐώδεις τῷ θεῷ, καθ’ ἃ λέλεκται. ἐνώπιον δὲ τὸν Χριστὸν τοῦ θρόνου, δηλαδὴ τῶν ὑπερτάτων ἁγίων δυνάμεων εἴρηκε διὰ τὴν χύσιν τῆς ἐν αὐτοῖς ἐμπύρου θείας ἀγάπης καὶ τῆς ἀκραιφνοῦς σοφίας τε καὶ γνώσεως. ὅπερ ἐμφαίνει ἡ ἑρμηνεία τῶν ὀνομάτων τῶν τῷ θεῷ πλησιαζόντων ὑπερτάτων δυνάμεων.

Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ. καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν.

Αἱ διακονηθεῖσαι δι’ ἀγγέλου τῶν ἁγίων προσευχαὶ προσδεχθεῖσαι καὶ τοῦ τιμωρητικοῦ πυρὸς τὸν λιβανωτὸν πληρώσασαι ἐπὶ τὴν γῆν ἐκχεθῆναι πεποιήκασιν, ὥσπερ πάλαι τῷ Ἰεζεκιὴλ ἐφάνη ἐξ ἑνὸς τῶν χερουβὶμ ἐκ τοῦ τοιούτου πυρὸς ληφθὲν τοῖς ἀγγέλοις δεδόσθαι, τοῖς πεμφθεῖσιν εἰς τὴν τῶν οἰκητόρων τῆς Ἰερουσαλὴμ τῶν δυσσεβεστέρων ἐκκοπήν. τοῦ δὲ ἀγγέλου τούτου τύπον ἐπέχει ἕκαστος ἱεράρχης, ὡς μεσίτης θεοῦ καὶ ἀνθρώπων καὶ τῶν μὲν τὰς δεήσεις ἀνάγων, τοῦ δὲ τὸν ἱλασμὸν κατάγων, τοὺς δὲ τῶν ἁμαρτανόντων ἐπιστρέφων ἢ λόγῳ ἢ παιδείαις αὐστηροτέραις.

Καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός. καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτούς, ἵνα σαλπίσωσιν. Διὰ τούτων ἁπάντων τὰ πρὸ τῆς συντελείας χαρακτηρίζονται φόβητρα, καθάπερ ἐν τῷ Σινᾷ ὄρει θείας παρουσίας ἐγνωρίζοντο σύμβολα πάντας καταπλήττοντα καὶ πρὸς ἐπιστροφὴν τοὺς εὐγνωμονεστέρους ἐνάγοντα. ἄγγελοι δὲ τούτοις διακονοῦνται, ὡς ἰατροὶ συμπαθεῖς χριστομιμήτως καυτῆρσι καὶ τομαῖς τοὺς τὴν δεινοτάτην τῆς ἁμαρτίας νόσον ἀσθενοῦντας θεραπεύοντες, ἢ τό γε μετριώτερον τοῖς ῥᾳθυμοτέροις τὴν μέλλουσαν ἐπικουφίζοντες κόλασιν, εἰ ὁπωσοῦν εὐχαρίστως ἐνέγκωσιν. ἡμᾶς δὲ τοὺς τῷ τιμίῳ Χριστοῦ ἐσφραγισμένους ὀνόματι καὶ τὴν δόξαν τῶν ἁγίων ἐπιποθοῦντας καὶ τοῖς ἐνταῦθα ἀλγεινοῖς τὴν τῶν μελλόντων πόνων φυγὴν εὐχομένους παιδεύων ὁ φιλάνθρωπος κύριος τῷ τῆς ἁμαρτίας θανάτῳ μὴ παραδῴη, καθὼς γέγραπται, ἀλλὰ πραΰναι ἡμῖν τὰς πονηρὰς ἡμέρας τῶν αἰωνίων κολάσεων, ὅταν ὀρυγῇ βόθρος τῷ τῆς ἁμαρτίας εὑρετῇ, ὁ ἀφεγγὴς τῆς γεέννης χῶρος καὶ βαθύτατος, ὅπως, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, τοῖς ἁγίοις συναυλιζόμενοι σὺν αὐτῷ τῷ σωτῆρι Χριστῷ τῷ θεῷ ἡμῶν ἐσόμεθα, ᾧ πρέπει πᾶσα δοξολογία, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ Ηʹ. ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ. Περὶ τῶν ἑπτὰ ἀγγέλων, ὧν τοῦ πρώτου σαλπίσαντος χάλαζα καὶ πῦρ καὶ αἷμα ἐπὶ τῆς γῆς φέρεται. Καὶ ὁ πρῶτος ἄγγελος ἐσάλπισε· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένον αἵματι· καὶ ἐβλήθη εἰς τὴν γῆν, καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.

Ταῦτά τισιν ἔδοξεν αἰνίττεσθαι τὴν ἐν γεέννῃ τῶν ἁμαρτωλῶν κόλασιν πολυτρόπως διὰ τῶν αἰσθητῶν ὀδυνηρῶν τροπολογουμένην. ἡμεῖς δὲ νομίζομεν διὰ τὸ μάλιστα οὐ τὴν τρίτην μοῖραν εἶναι τῶν κολαζομένων ἐν τῷ μέλλοντι ἐκ τοῦ παντὸς τῶν ἀνθρώπων πληρώματος, ἀλλὰ τὴν πλείονα—πλατεῖα γὰρ ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν—τὰς πρὸ τῆς συντελείας μᾶλλον ταῦτα πληγὰς ἐμφαίνειν, καὶ τὴν μὲν χάλαζαν δηλοῦν τὸ οὐρανόθεν ἥκειν κατὰ δίκαιον κρῖμα τὰς τοιαύτας μάστιγας, τὸ δὲ πῦρ σὺν τῷ αἵματι τὰς ἐκ βαρβαρικῶν χειρῶν γινομένας πυρπολήσεις τε καὶ ἀνδροκτασίας ὁσημέραι. ὑφ’ ὧν οὐκ ἔλαττον τοῦ τρίτου μέρους, ὡς ὁρῶμεν, τῶν ἐν τῇ γῇ κτισμάτων καὶ κατὰ τὸ αἰσθητὸν ἀνήλωται, τοῦ πολέμου οὐ τοὺς ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ τῆς γῆς ἐκφόρια πάντα καταναλίσκοντος. καὶ ὁ μακάριος δὲ Ἰωὴλ αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ πρὸ τῆς μεγάλης ἡμέρας εἰπὼν ἐλεύσεσθαι τὴν ἡμετέραν κρατύνει περὶ τῶν ἐκτεθέντων ὑπόληψιν.

ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. Περὶ τοῦ δευτέρου ἀγγέλου καὶ τῆς ἀπωλείας τῶν ἐν θαλάσσῃ ἐμψύχων. Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν, καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα, καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.

Καὶ τὴν θάλασσαν, κατὰ τὸ δόξαν τισί, σὺν τοῖς ἐν αὐτῇ τῷ καθαρσίῳ πυρὶ καιομένην μετὰ τὴν ἀνάστασιν δηλοῦσθαι διὰ τούτων ἐνομίζομεν, εἰ μὴ ἡ τοῦ τρίτου μνήμη ἀνάρμοστος ἡμῖν πρὸς τοῦτο κατεφαίνετο· πλείονες γάρ, ὡς εἴρηται, τῶν σῳζομένων οἱ κολαζόμενοι. κατὰ μέντοι ἀναγωγὴν οὐδὲν ἀπεικὸς τὸν παρόντα βίον, τροπικῶς ὠνομασμένον θάλασσαν, ταῦτα ὑφίστασθαι καὶ τῶν ἐν αὐτῷ τὸ τρίτον ταῖς πληγαῖς συντελεῖσθαι διὰ τὴν τῶν θείων κριμάτων ἄβυσσον, ἣ τοὺς μὲν παρὰ πόδας κολάζει, τοῖς δὲ μακροθυμεῖ πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν. ὄρος δὲ μέγα ἡγούμεθα νοεῖσθαι τὸν διάβολον, ὡς καί τισι τῶν διδασκάλων ἔδοξε, πυρὶ τοῦ καθ’ ἡμῶν θυμοῦ καιόμενον, τῇ δὲ γεέννῃ τηρηθησόμενον, ἐν τῷ καιρῷ τῆς αὐτοῦ συγχωρήσεως τὸ τρίτον τῶν ἐν θαλάσσῃ νήσων τε καὶ πλοίων καὶ νηκτῶν διαφθείροντα, ὥσπερ πάλαι ἐπὶ τοῦ Ἰὼβ πεποίηκεν· ἐχθρὸς γάρ ἐστι καὶ ἐκδικητὴς κατὰ θεῖον κρῖμα δίκαιον. ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. εἰ δὲ καὶ τοῖς ἐν θαλάσσῃ τοῦ βίου δι’ ἔργων ἢ λόγων τὴν τριάδα βλασφημοῦσιν, ὁ ψυχικὸς ἐπάγεται θάνατος, οὐδὲν ξένον οὐδὲ τοῦ σκοποῦ ἀπεμφαῖνον.

ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. Περὶ τοῦ τρίτου ἀγγέλου καὶ τοῦ πικρασμοῦ τῶν ποταμίων ὑδάτων. Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται Ἄψινθος. καὶ γίνεται τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.

Τὴν διὰ τοῦ ἀψίνθου δηλουμένην πικρίαν τὴν τοῖς κολαζομένοις ἐν γεέννῃ ἁμαρτωλοῖς ἐγγινομένην ὀδύνην φασί τινες αἰνίττεσθαι, οὓς διὰ τὸ πλῆθος εἰκὸς καλεῖσθαι ὕδατα. ἡγούμεθα δὲ καὶ διὰ τούτων τὰ κατὰ τὸν δηλωθέντα καιρὸν ἀλγεινὰ σημαίνεσθαι, τὸν δὲ ἀστέρα δηλοῦν ἢ οὐρανόθεν ταῦτα τοῖς ἀνθρώποις ἐπέρχεσθαι ἢ τὸν διάβολον διὰ τούτου σημαίνεσθαι, περὶ οὗ φησιν Ἡσαΐας· «πῶς ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων». οὗτος γὰρ ἀνατροπὴν θολερὰν καὶ πικρὰν δι’ ἡδονῆς ποτίζων τοὺς ἀνθρώπους καὶ διὰ ταύτης συγχωρούμενος τὰς τιμωρητικὰς αὐτοῖς ἐπάγειν ἐνταῦθα μάστιγας, οὐ πᾶσι, τῷ δὲ τρίτῳ μέρει διὰ τὴν τοῦ θεοῦ μακροθυμίαν καὶ τὸ μὴ ἀπιστεῖσθαι τὴν ἐν τῷ μέλλοντι ἀνταπόδοσιν, τοῖς ἀνυπομονήτοις θανάτου ψυχικοῦ καθίσταται αἴτιος. ὅτι γὰρ πικρὰ συμβήσεται τοῖς πρὸ τῆς συντελείας εὑρισκομένοις, ὧν τὰ ὁρώμενα πρόδρομα, μᾶλλον δὲ προοίμια προλαβὼν ὁ κύριος ἐπιστώσατο.

δέον τοίνυν μὴ βουλομένους ἡμᾶς κρίνεσθαι ἑαυτοὺς ἀνακρίνειν, κατὰ τὸν θεῖον ἀπόστολον—εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα—, κρινομένους δὲ ὑπὸ κυρίου παιδεύεσθαι καὶ εὐχαρίστως τὰς ἐπαγωγὰς τῶν ἀλγεινῶν δέχεσθαι, ὡς ὁρῶμεν τοὺς εὐγνώμονας τῶν ἀσθενῶν τῷ σώματι μεθ’ ὑπομονῆς τὰς ἐκ τῶν ἰατρῶν τομὰς καὶ τοὺς καυτῆρας φέροντας, ἐπιθυμίᾳ τῆς ἰάσεως· ἵνα καὶ ἡμεῖς ψυχικῶς ὑγιαίνοντες καὶ μηδεμίαν ὕλην πρὸς τροφὴν τῇ γεέννῃ τοῦ πυρὸς ἐπιφερόμενοι μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, ἀλλὰ τῷ Χριστῷ αἰωνίως συμβασιλεύσωμεν. ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.

ΛΟΓΟΣ Θʹ. ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. Περὶ τοῦ τετάρτου ἀγγέλου καὶ τοῦ σκοτισμοῦ τῶν φωστήρων. Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.

Ἡγούμεθα συγγενῆ καὶ ταῦτα τοῖς παρὰ τῷ Ἰωὴλ εἰρημένοις περὶ ἡλίου καὶ σελήνης, τοῖς ἤδη προεκτεθεῖσι κατὰ τὴν δεσποτικὴν περὶ τῆς συντελείας ἀπόφασιν. φαμὲν δὲ διὰ τοῦ τρίτου τῶν φωστήρων τε καὶ ἀστέρων τὸ τρίτον τῆς ἡμέρας καὶ τῆς νυκτὸς δηλοῦσθαι διάστημα, ὡς ἂν γνοίημεν, ὅτι οὐδὲ τότε ἄκρατον ὁ θεὸς ἐπάγει τὴν κάκωσιν, ἀλλὰ τὸ τρίτον τοῦ χρονικοῦ διαστήματος συγχωρῶν τοὺς πεπληγότας ἀλγύνεσθαι, λεληθότως τούτους παρακαλεῖ κατὰ τὸ πλεῖον μέρος τὸ λειπόμενον· τίς γὰρ οἴσει τὸ ποτήριον τῆς θείας ὀργῆς ἄκρατον;

Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀγγέλου πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ· οὐαὶ οὐαὶ οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν.

Καὶ διὰ τούτων τὸ συμπαθὲς καὶ φιλάνθρωπον τῶν θείων ἀγγέλων δείκνυται, θεομιμήτως οἰκτειρόντων παιδευομένους τοὺς πλημμελήσαντας, πολλῷ δὲ πλέον τοὺς μηδὲ ταῖς μάστιξι πρὸς ἐπιστροφὴν βλέποντας, οἷς καὶ μάλιστα τὸ «οὐαὶ» ἁρμόζει, ὡς ἐπὶ γῆς οἰκοῦσι καὶ φρονοῦσι τὰ γήϊνα καὶ χοῦν ἀντὶ τοῦ ἐκκενωθέντος μύρου δι’ ἡμᾶς πνέουσιν. τοῖς γὰρ ἐν οὐρανῷ ἔχουσι τὸ πολίτευμα ἀφορμὴ τὰ δυσχερῆ στεφάνων ἀμαράντων καὶ βραβείων γίνονται.

ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ. Περὶ τοῦ πέμπτου ἀγγέλου καὶ τῶν νοητῶν ἀκρίδων καὶ τοῦ ποικίλου τῆς μορφῆς αὐτῶν. Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου. καὶ ἤνοιξε τὸ φρέαρ τῆς ἀβύσσου· καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. καὶ ἐῤῥέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους, οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα ἐπὶ τῶν μετώπων. καὶ ἐδόθη αὐταῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ’ ἵνα βασανισθήσονται μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.

Ἀστέρα τινὲς ἔφασαν καταβάντα ἐν τῇ γῇ, ἤγουν ἐν τῇ κρίσει τῇ ὑποληφθείσῃ κοιλάδι Ἰωσαφάτ, ἄγγελον θεῖον εἶναι ἐπὶ τῶν κολάσεων, φρέαρ δὲ τῆς ἀβύσσου τὴν γέενναν, καὶ ἐξ αὐτῆς τὸν καπνὸν ἐξιόντα ἀθέατον τοῖς κολαζομένοις τὸν ἥλιον καὶ τὸν ἀέρα ἀπεργάζεσθαι, ἀκρίδας δὲ τοὺς σκώληκας, περὶ ὧν φησιν ὁ προφήτης· «ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει»· τὸ δὲ μὴ τὴν γῆν ἢ τὸν χόρτον, ἀλλὰ τοὺς ἀνθρώπους βασανίζεσθαι, διὰ τὸ ἀπαλλάττεσθαι ταῦτα τῆς φθορᾶς, ᾗ δι’ ἡμᾶς δουλεύει σήμερον· μῆνας δὲ πέντε τούτους βασανίζεσθαι, χρόνον τινὰ ὡρισμένον ἐπιτεταμένως τούτους κολάζεσθαι, μετὰ δὲ τοῦτον ὑφειμένως μέν, ἀλλ’ αἰωνίως. ἐγὼ δὲ τὸν μὲν ἀστέρα συνομολογῶ εἶναι θεῖον ἄγγελον· τοῦτον δὲ κατὰ θείαν συγχώρησιν τοὺς καταδεδικασμένους ἐν τῇ ἀβύσσῳ πονηροὺς ἀνάγειν δαίμονας, οὓς ὁ Χριστὸς ἐνανθρωπήσας ἔδησεν, ὅπως πρὸ τῆς συντελείας τὰ οἰκεῖα ἐνεργήσαντες ἀτελευτήτου τύχωσι κολάσεως, καπνὸν δὲ τὸν προηγούμενον τῶν πονηρῶν ἔργων ἐκ τῶν προσβολῶν αὐτῶν ζόφον, ὧν παραδεχθεισῶν ἐξουσία τούτοις βασανίζειν τοὺς ἀνθρώπους δίδοται. ἡ δὲ τοῦ ἡλίου καὶ τοῦ ἀέρος σκότωσις τὴν τῶν ἀπολαυόντων ἀνθρώπων τοῦ φωτὸς αὐτῶν δηλοῖ ψυχικὴν τύφλωσιν ἢ τὴν ἐπὶ τοῖς δυσχερέσι διάθεσιν· σκότος γὰρ τοῖς ἐν ὀδύναις τὸ φῶς νενόμισται.

τὸ δὲ τὰς νοητὰς ἀκρίδας πλήττειν τοὺς ἀνθρώπους κατὰ τὴν τῶν σκορπίων ὁμοιότητα δηλοῖ τὸ ἐν τῷ τέλει τῶν πονηρῶν πράξεων τὸν βλαπτικὸν τῆς ψυχῆς ἐγκεκρῦφθαι θάνατον, ὃν ὑφίστανται οἱ μὴ σεσημειωμένοι τῇ θείᾳ σφραγῖδι τὰ μέτωπα καὶ τῷ φωτισμῷ τοῦ ζῳοποιοῦ σταυροῦ διὰ πνεύματος ἁγίου περιλαμπόμενοι, ὥστε κατὰ τὸν δεσποτικὸν λόγον «λάμπειν καὶ ἔμπροσθεν τῶν ἀνθρώπων τὸ φῶς αὐτῶν πρὸς δόξαν τοῦ θείου ὀνόματος». τοὺς δὲ πέντε μῆνας τοῦ βασανισμοῦ αὐτῶν σημαίνειν ἡγούμεθα ἢ τὸ τοῦ χρόνου μικρόν—«εἰ γὰρ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ» κατὰ τὸ δεσποτικὸν λόγιον—ἢ χρόνον τινὰ πεμπταῖον διὰ τὰς πέντε αἰσθήσεις, δι’ ὧν ἡ ἁμαρτία τοῖς ἀνθρώποις εἰσέρπει, ἢ καιρὸν ὡρισμένον, θεῷ δὲ μόνῳ γνώριμον.

Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὕρωσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ φεύγει ὁ θάνατος ἀπ’ αὐτῶν. Καὶ διὰ τούτων ἡ ὑπερβολὴ σημαίνεται τῶν κακώσεων. ἔθος γὰρ τοῖς ἐν ὀδύναις ἐπικαλεῖσθαι τὸν θάνατον. τὸ δὲ τοῖς αἰτοῦσι τοῦτον ἀνωδύνως μὴ παραγίνεσθαι τῶν θείων κριμάτων ἤρτηται, οἷς λυσιτελὲς κρίνεται τῇ πικρίᾳ τῶν ὀδυνηρῶν ἐπιφορῶν στυγητὴν γενέσθαι τοῖς ἀνθρώποις τὴν ἁμαρτίαν, ὡς τούτων μητέρα καὶ πρόξενον.

Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων. καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν, καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς.

Διὰ πάντων τούτων καὶ τῶν ἐφεξῆς λεχθησομένων τὰς ῥηθείσας ἀκρίδας τιμωρητικοὺς θείους ἀγγέλους τινὲς ἐξέλαβον παραβολικῶς ἐξ ἑκάστου τῶν εἰρημένων τροπολογουμένους ἢ διὰ τὸ φοβερὸν καὶ καταπληκτικόν, ἢ διὰ τὸ ταχύ, ἢ διὰ τὸ κολαστικὸν τοῖς ἀξίοις ἐπάγειν τὴν ἐν γεέννῃ κόλασιν. οἶμαι δὲ καὶ διὰ τούτων τῶν ἀκρίδων τοὺς πονηροὺς μᾶλλον νοεῖσθαι δαίμονας τοὺς ἡτοιμασμένους εἰς τὸν καθ’ ἡμῶν πόλεμον καὶ ἐπὶ τῶν κεφαλῶν στεφάνους χρυσοειδεῖς τῆς καθ’ ἡμῶν νίκης φέροντας, οἷς ἡμεῖς, ὅταν ἡττηθῶμεν, τὴν κακὴν νίκην δι’ ἡδονῆς νικῶντες στέφεσθαι νομίζομεν, τὰς δὲ τρίχας τῶν γυναικῶν σημαίνειν τὸ ἡδυπαθὲς τῶν δαιμόνων καὶ πρὸς πορνείαν διεγερτικόν, τοὺς δὲ λεοντείους ὀδόντας τὸ φονικὸν καὶ ἰοβόλον, τοὺς δὲ θώρακας τὸ σκληροκάρδιον.

Καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον. καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα ἐν ταῖς οὐραῖς αὐτῶν. καὶ ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου. ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδών, καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων. ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχονται δύο οὐαὶ μετὰ ταῦτα.

Τὴν φωνὴν τῶν πτερύγων τῶν νοητῶν ἀκρίδων ἀπεικασθῆναι φωνῇ ἁρμάτων πολεμικῶν νομίζομεν διὰ τὸ μετάρσιον αὐτῶν καὶ ὀξύ· «πολεμοῦσι» γὰρ ἡμᾶς «ἀπὸ ὕψους», ὥς φησι Δαυὶδ ὁ μακάριος· τὰς δὲ ὁμοιωθείσας σκορπίοις οὐρὰς αὐτῶν τὰ τῶν ἁμαρτιῶν τέλη αἰνίττεσθαι τίκτοντα ψυχικὸν θάνατον· ἡ γὰρ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον, δι’ ἧς ἡ πεντάμηνος βάσανος τοῖς ἀνθρώποις ἐπέρχεται, διά τε τὰς πέντε αἰσθήσεις διά τε τὸ τοῦ χρόνου ὀλίγον τῷ μέλλοντι αἰῶνι συγκρινόμενον οὕτω παρ’ ἡμῶν ἐκληφθείσας, ὡς γέγραπται. τὸν δὲ βασιλέα τούτων τὸν διάβολον νοεῖσθαι ἀκόλουθον, τὸν ἀληθῶς τοὺς αὐτῷ πειθομένους ἀπολλύοντα· πρὸς ὃν ὅπως ἄσπονδον ἀναλάβωμεν πόλεμον, ἀπειλεῖ ἡμῖν τὰς δύο οὐαὶ τὰς μετὰ ταῦτα ἐλεύσεσθαι.

ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Περὶ τοῦ ἕκτου ἀγγέλου καὶ τῶν ἐπὶ τῷ Εὐφράτῃ λυομένων ἀγγέλων. Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισε· καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, λέγουσαν τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν· ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων. καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δισμυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.

Τούτους φασί τινες τοὺς τέσσαρας ἀγγέλους Μιχαὴλ εἶναι καὶ Γαβριὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαήλ, τοὺς προσδεδεμένους τῇ εὐφροσύνῃ τῆς θείας θεωρίας, ἀπολύεσθαι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως μετὰ ἀναριθμήτων ἀγγέλων εἰς τὴν τῶν ἀσεβῶν κατάκρισιν, δι’ ὧν τὸ τρίτον ἀφανίζεσθαι. ἐγὼ δὲ καὶ τούτους οἶμαι πονηροτάτους εἶναι δαίμονας δεθέντας ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ, οὓς κατὰ θεῖον πρόσταγμα ἐκ τοῦ ὑπερουρανίου θυσιαστηρίου ἐξερχόμενον, οὗ ἦν τὸ ἐν τῇ παλαιᾷ σκηνῇ ἀντίτυπον, ὑπὸ θείου ἀγγέλου λύεσθαι, ὥστε ταράξαι τὰ ἔθνη μὴ μόνον κατὰ Χριστιανῶν, ἀλλὰ καὶ κατ’ ἀλλήλων, ὡς ἂν οἱ μὲν δόκιμοι καὶ πιστοὶ φανεροὶ γένωνται καὶ μειζόνων ἀμοιβῶν καὶ τῶν ἄνω μονῶν ἤγουν ἀποθηκῶν ἄξιοι φανῶσιν, ὡς σῖτος ὥριμος, οἱ δὲ ἀχυρώδεις, ἀσεβεῖς καὶ λίαν ἁμαρτωλοὶ καὶ ἀμετανόητοι ἐνδίκως ἐνταῦθα δι’ αὐτῶν κολαζόμενοι ἡμερωτέρας τῆς καταδίκης ἐν τῇ κρίσει τύχωσιν. εἰ δὲ τῷ Εὐφράτῃ προσδέδενται, οὐδὲν ξένον· οἱ μὲν γὰρ εἰς τὴν ἄβυσσον, οἱ δὲ εἰς τοὺς χοίρους τότε, οἱ δὲ εἰς ἑτέρους τόπους κατὰ τὸ παραστὰν τῷ θεῷ ἄχρι καιροῦ κατεδικάσθησαν, μετὰ τὸν παντελῇ αὐτῶν κατὰ ἀνθρώπων πόλεμον αἰωνίως κολασθησόμενοι. ἴσως δὲ διὰ τῆς τοῦ Εὐφράτου μνήμης δηλοῦται ἐκ τῶν μερῶν ἐκείνων ἐξιέναι τὸν ἀντίχριστον. περὶ δὲ τοῦ πλήθους τῶν δαιμόνων ἀμφιβάλλειν οὐ χρή.

πάντες γὰρ οἱ ἅγιοι πεπληρῶσθαι αὐτῶν τὸν ἀέρα λέγουσιν, τί δὲ δηλοῖ τὸ τρίτον τῶν ἀποκτενομένων, καὶ ἤδη προειρήκαμεν.

Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. ἀπὸ τῶν τριῶν [πληγῶν] τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ ἐκ τοῦ καπνοῦ καὶ ἐκ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν ἐχούσαι[ς] κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.

Ἵππους οἶμαι λέγεσθαι ἢ τοὺς θηλυμανεῖς καὶ κτηνώδεις ἀνθρώπους, ἢ τοὺς ὑποβεβηκότας καὶ ἀρχομένους ἐν τοῖς δαίμοσιν, ἐπιβάτας δὲ τοὺς τούτων κατάρχοντας. ἔθος γὰρ τούτοις οὐ μόνον ἀλλήλοις ὑπηρέταις, ἀλλὰ καὶ πονηροῖς ἀνθρώποις ὀργάνοις πρὸς τὴν τῶν ὁμοφύλων ἀνθρώπων ἐπιβουλὴν κεχρῆσθαι. τοὺς δὲ πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις θώρακας, τῆς ἀερίου τῶν πονηρῶν πνευμάτων οὐσίας καὶ τῆς καυστικῆς ἐνεργείας εἶναι σημαντικοὺς νομίζομεν, τὰς δὲ κεφαλὰς τῶν λεόντων τὸ φονικὸν αὐτῶν καὶ θηριῶδες αἰνίττεσθαι, τὸ δὲ ἐκπορευόμενον πῦρ σὺν καπνῷ καὶ θείῳ ἐκ τοῦ στόματος αὐτῶν, δι’ οὗ τὸ τρίτον τῶν ἀνθρώπων ἀποκτένεσθαι ἠπείληται, ἢ τὰς διὰ τῶν ἰοβόλων αὐτῶν προσβολῶν καὶ εἰσηγήσεων ἁμαρτίας τοὺς καρποὺς τῆς καρδίας φλογιζούσας αἰνίττεται, ἢ τὰς ἐκ τῶν βαρβαρικῶν χειρῶν ἐπαγομένας πυρπολήσεις ταῖς πόλεσι καὶ αἱματεκχυσίας κατὰ θείαν συγχώρησιν, δι’ ὧν, ὡς ὁρῶμεν, οὐχ ἧττον τοῦ τρίτου μέρους τῶν ἀνθρώπων ἠφάνισται. καλῶς δὲ τὰς οὐρὰς αὐτῶν ὁμοίας φησὶν ὄφεσι· τὰ γὰρ τέλη τῶν δαιμονικῶν ὑποσπορῶν ἰοβόλος ἁμαρτία καὶ ψυχικὸς θάνατος.

Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὔτε μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν, καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμακειῶν αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

Καὶ τοῦτο τῶν προηγουμένων ἤρτηται. εἰπὼν γὰρ ἀνωτέρω ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀποκτανθῆναι τὸ τρίτον τῶν ἀνθρώπων καὶ ἐν τῷ μεταξὺ παρενθείς τινα ἐπήγαγε· καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, ὅσοι φειδοῦς ἀξιωθέντες καὶ ταῦτα μὴ πεπονθότες ἀμετανόητοι μεμενήκασι, μήτε τῇ εἰδωλολατρείᾳ μήτε τοῖς φόνοις καὶ ταῖς πορνείαις καὶ τοῖς κλέμμασιν αὐτῶν καὶ ταῖς γοητείαις ἀποταξάμενοι τοῖς αὐτοῖς ὑποκείσονται. δηλοῦται δὲ ἐκ τούτων παγκόσμιον τὴν ὀργὴν ἐπάγεσθαι. ποικίλη γὰρ πλάνη βακχεύει ἐν τοῖς μὴ ἐπεγνωκόσι τὴν ἀλήθειαν ἔθνεσι, τοῖς μὲν εἴδωλα προσκυνοῦσι, τοῖς δὲ τὴν κτίσιν ἀντὶ τοῦ κτίσαντος, κἂν τὰ μάλιστα καὶ τοῖς τὸν θεὸν ὁμολογοῦσιν εἰδέναι, ἀρνουμένοις δὲ δι’ ἔργων καὶ τὴν μὲν μόρφωσιν τῆς εὐσεβείας περικειμένοις, τὴν δὲ δύναμιν αὐτῆς ἀρνουμένοις. καὶ τοῖς τῷ μαμμωνᾷ δουλεύουσι εἰδωλολατρείαν ἐγκαλεῖ ὁ ἀπόστολος εἰπών· «καὶ τὴν φιλαργυρίαν, ἥτις ἐστὶν εἰδωλολατρεία».

γένοιτο δὲ ἡμᾶς ἔργοις ἐπιδεικνυμένους τὸ εἰλικρινὲς καὶ γνήσιον τῆς εἰς Χριστὸν πίστεως, ἀνηκόους γενέσθαι τῆς φοβερᾶς ἐκείνης φωνῆς, τό· «ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς· πορεύεσθε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀνομίας», τῆς δὲ μακαρίας ἀκοῦσαι καὶ εὐκταίας· «δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου», χάριτι καὶ οἰκτιρμοῖς τοῦ δι’ ἡμᾶς σταυρὸν ἑκουσίως ὑπομείναντος Χριστοῦ τοῦ θεοῦ ἡμῶν, μεθ’ οὗ τῷ πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΛΟΓΟΣ Ιʹ. ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Περὶ τοῦ ἀγγέλου τοῦ περιβεβλημένου νεφέλην καὶ ἶριν καὶ τὴν συντέλειαν προμηνύοντος. Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός.

Τοῦτον ἅγιον ἄγγελον νοεῖσθαι ἥ τε νεφέλη καὶ ἶρις καὶ τὸ ἡλιοπρεπὲς φῶς ἐμφαίνουσι· διὰ τούτων γὰρ τὸ οὐράνιον καὶ ποικίλον ἐν ἀρεταῖς καὶ τὸ φωτεινὸν τῆς ἀγγελικῆς οὐσίας τε καὶ νοήσεως δείκνυται. οἱ δὲ τοῦ πυρὸς στῦλοι τὸ φοβερὸν καὶ κολαστικὸν κατὰ τῶν ἀνοσιουργῶν σημαίνουσι, τῶν τε ἐν γῇ λῃστευόντων, τῶν τε ἐν θαλάσσῃ πειρατευόντων. διὸ τῇ μὲν τὸν δεξιόν, τῇ δὲ τὸν ἀριστερὸν πόδα ἐπέθηκεν, ἵνα τῶν ἐν ἑκατέρᾳ παρανόμων τὴν δίκην αἰνίξηται.

Καὶ εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ βιβλιδάριον ἠνεῳγμένον. καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς. καὶ ἔκραξε φωνῇ μεγάλῃ, ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.

Τὸ βιβλιδάριον, ἅτε μικρὸν ὂν καὶ ὑποκοριστικῶς λεχθέν, τῶν σφόδρα πονηροτάτων τὰ ὀνόματα καὶ τὰς πράξεις περιέχειν μοι φαίνεται, οἷον τῶν ἐν γῇ λῃστευόντων ἢ ἑτέρως ἀνοσιουργούντων καὶ τῶν ἐν θαλάσσῃ πειρατευόντων, ὧν τὴν κόλασιν αἰνίττεται, τοὺς πυρίνους πόδας ἐκτείνων ἐπί τε τῆς γῆς, ἐπί τε τῆς θαλάσσης ὁ ἄγγελος. Καὶ ἡ φωνὴ δὲ τοῦ ἀγγέλου βρυγμῷ λέοντος ἀφομοιωθεῖσα τὸ φοβερὸν καὶ ἀνύποιστον τῆς αὐτοῦ ἀπειλῆς ἐνδείκνυται. καὶ μάρτυς Δανιήλ, ὁ μηδὲ προσηνῆ μήτιγε ἀπειλοῦντα δυνηθεὶς ἄγγελον ἀπόνως θεάσασθαι. τὰς δὲ ἑπτὰ βροντὰς ἡγούμεθα ἢ ἑπτὰ φωνὰς νοεῖσθαι ἐξ ἑνὸς διαρθρουμένας ἀγγέλου, ἢ ἑπτὰ ἑτέρους ἁγίους ἀγγέλους τὰ μέλλοντα προαγορεύοντας, ὡς ἐντεῦθεν δηλοῦσθαι τοῦ προτέρου ἀγγέλου τούτους εἶναι δευτερεύοντας καὶ ἐκεῖθεν τὴν ἀφορμὴν τοῦ προφητεύειν λαμβάνοντας, κατὰ τὴν τῷ μακαρίῳ Διονυσίῳ διωρισμένην ἀγγελικὴν εὐταξίαν.

Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἔμελλον γράφειν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μετὰ ταῦτα γράφεις. Καὶ διὰ τούτων δείκνυται ἄδηλα εἶναι νῦν τὰ δι’ αὐτῆς τῆς πείρας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως ἑρμηνευόμενα, ἐξ ὧν ἐκ τῆς οὐρανίου φωνῆς ὁ εὐαγγελιστὴς ἔμαθε τῇ μὲν διανοίᾳ τὰς φωνὰς ἐνσημήνασθαι, τὴν δὲ τελείαν κατάληψιν καὶ τὴν τρανὴν τούτων διασάφησιν τοῖς τελευταίοις χρόνοις ταμιεύσασθαι. ἐσφραγισμένους γὰρ καὶ ἐμπεφραγμένους τοὺς τοιούτους λόγους καὶ ὁ Δανιὴλ ἐδιδάσκετο.

Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρε τὴν χεῖρα αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται.

Θεὸς μέν, κατ’ οὐδενὸς ἔχων μείζονος ὀμόσαι, καθ’ ἑαυτοῦ ὄμνυσιν, ἄγγελοι δέ, ὡς κτίσματα, κατὰ τοῦ κτίσαντος τὰ ὑπ’ αὐτῶν λεγόμενα διὰ τὴν ἡμετέραν ἀπιστίαν πιστούμενοι. ὄμνυσι δὲ χρόνον μηκέτι εἶναι ἢ ἐν τῷ μέλλοντι, ἐν ᾧ οὐ χρόνος ἡλίῳ μετρούμενος, ἀλλὰ ζωὴ αἰώνιος ἀριθμὸν χρονικὸν ὑπερβαίνουσα, ἢ χρόνος μακρὸς οὐκ ἔσται μετὰ τὰς ἓξ φωνὰς τοῦ ἀγγέλου τοῦ πληρωθῆναι τὰ προφητευθέντα. διὸ ἐπάγει·

Ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν καὶ τελεσθῇ τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισε τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας. Ἐκ τούτων σημαίνειν οἶμαι μετὰ τὴν τῶν ἓξ αἰώνων παραδρομὴν ἐν ταῖς ἡμέραις τοῦ ἑβδόμου αἰῶνος τοῦ διὰ τῆς ἑβδόμης σημαινομένου σάλπιγγος τὰ ἐκ τῶν ἁγίων προφητῶν εἰρημένα πρὸ τῆς συντελείας συμβήσεσθαι πέρας δέχεσθαι. εὐαγγελισμὸς δὲ ἡ τούτων ἐκπλήρωσις διὰ τὴν ἡτοιμασμένην τοῖς ἁγίοις ἀνάπαυσιν.

ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Ὅπως τὸ βιβλιδάριον ἐκ τοῦ ἀγγέλου ὁ εὐαγγελιστὴς εἴληφεν. Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσαν μετ’ ἐμοῦ καὶ λέγουσαν· ὕπαγε, λάβε τὸ βιβλιδάριον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.

Κἀνταῦθα ἄλλη τις ἀγγελικὴ ὑπερτέρα δύναμις τῷ εὐαγγελιστῇ ἐγκελεύεσθαι φαίνεται διὰ τῆς βίβλου τὴν γνῶσιν τῶν χρησμῳδηθέντων ὑποδέξασθαι. Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ· δός μοι τὸ βιβλιδάριον. καὶ λέγει μοι· λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν· ἀλλ’ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.

Γλυκεῖα μέν σοι, φησίν, ἡ τῶν μελλόντων γνῶσις· πικρανεῖ σου δὲ ὅμως τὴν κοιλίαν, δηλαδὴ τὴν καρδίαν τὴν τῶν λογικῶν τροφῶν χωρητικὴν τῇ συμπαθείᾳ τῶν τὰς θεηλάτους κατὰ θεῖον κρίμα δεχομένων μάστιγας. νοεῖται δὲ καὶ ἑτέρως· ὅτι ἐπείπερ ἅγιος ὢν τῇ πείρᾳ τῶν πονηρῶν πράξεων οὐκ ἐγεύσατο, διὰ τῆς τοῦ βιβλίου καταπόσεως τοῦ τὰς πράξεις τῶν ἀνοσιουργῶν περιέχοντος τὸ ἐν ἀρχαῖς τῆς ἁμαρτίας γλυκύ, πικρὸν δὲ μετὰ τὴν πρᾶξιν διὰ τὴν ἀμοιβὴν διδάσκεται.

Καὶ ἔλαβον τὸ βιβλιδάριον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. Γλυκεῖα ἡ βίβλος ἐν τοῖς προοιμίοις διὰ τὰ φαιδρά, ἐπίπονος δὲ πρὸς τῷ τέλει διὰ τὰς πληγάς, ὥσπερ καὶ ἡ ἁμαρτία γλυκεῖα τῇ γεύσει, πικρὰ δὲ τῇ πέψει καὶ τῇ ἀναδόσει, καθὼς εἴρηται. συμπαθεῖς δὲ ὄντες οἱ ἅγιοι μετὰ χαιρόντων χαίρουσι καὶ μετὰ κλαιόντων κλαίουσιν.

Καὶ λέγει μοι· δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς. Διὰ τούτων δείκνυται ἢ τὸ μὴ εὐθέως μετὰ τὴν ὅρασιν τῆς θείας Ἀποκαλύψεως τὰ ὁραθέντα πέρας δέχεσθαι, ἀλλὰ δεῖν τὸν μακάριον διά τε τοῦ Εὐαγγελίου αὐτοῦ, διά τε τῆς παρούσης Ἀποκαλύψεως μέχρι συντελείας προφητεύειν τὰ μέλλοντα τοῖς ἀναγινώσκουσιν, ἢ τὸ μήπω τοῦτον θανάτου γεύσασθαι, ἐπὶ τέλει δὲ ἐλεύσεσθαι, τῆς ἀπάτης τοῦ ἀντιχρίστου τὴν παραδοχὴν κωλύσοντα.

Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ καὶ τὸ θυσιαστήριον καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ. καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μῆνας τεσσαράκοντα δύο.

Διὰ τοῦ καλάμου τούτου δείκνυται πάντα νοερὰ εἶναι τὰ ἐν οὐρανῷ φαινόμενα καὶ τὰ παρ’ ἡμῖν ἄψυχα, ὥσπερ οὖν καὶ τὸ θυσιαστήριον καὶ ὁ θρόνος καί τινα ἕτερα. ἐπεὶ πῶς ὁ δοθεὶς αὐτῷ κάλαμος ἔλεγεν· «ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦ θεοῦ»; δι’ οὗ δείκνυται ἀγγελικῇ συνέσει ἐκμετρεῖν τὸν τοῦ θεοῦ ναόν. εἰ δέ τις εἴποι ὑπὸ τοῦ αὐτοῦ ἀγγέλου καὶ τὸν κάλαμον δεδόσθαι αὐτῷ καὶ ἀκηκοέναι· «ἔγειρε καὶ μέτρησον τὸν ναὸν τοῦτον», φαμὲν τὸν κάλαμον μέτρον δηλοῦν γνώσεως ἀναλογοῦν τῷ λαμβάνοντι, ἧς ἀξιοῦνται οἱ παρὰ θεοῦ καὶ τῶν θείων ἀγγέλων δι’ ἔργων ἀγαθῶν γινωσκόμενοι. «ἔγνω γὰρ κύριος τοὺς ὄντας αὐτοῦ» θεῖόν φησι λόγιον. ἰστέον δὲ ὥς τινες τὸν μὲν τοῦ θεοῦ ναὸν τὴν παλαιὰν διαθήκην ἐνόησαν, τὴν δὲ ἔξωθεν αὐλὴν τὴν νέαν διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ σῳζομένων οὖσαν ἀμέτρητον, τοὺς δὲ τεσσαράκοντα δύο μῆνας σημαντικοὺς τῆς τοῦ χρόνου βραχύτητος, ὃν κρατεῖν τὰ τῆς νέας διαθήκης μυστήρια μέχρι τῆς δευτέρας Χριστοῦ παρουσίας ὑπέλαβον. ἡμεῖς δὲ νομίζομεν ναὸν θεοῦ ζῶντος τὴν ἐκκλησίαν προσαγορεύεσθαι, ἐν ᾗ θυσίας λογικὰς τῷ θεῷ προσφέρομεν, αὐλὴν δὲ ἐξωτέραν τὴν τῶν ἀπίστων ἐθνῶν καὶ Ἰουδαίων συναγωγήν, ὡς ἀναξίαν ὑπ’ ἀγγέλου μετρηθῆναι διὰ τὴν ἀσέβειαν. «ἔγνω γὰρ κύριος τοὺς ὄντας αὐτοῦ», ὡς εἴρηται· τοὺς δὲ παρανόμους ὁ πάντα εἰδὼς ἀγνοεῖν λέγεται.

τὸ δὲ πατεῖσθαι τὴν ἁγίαν πόλιν, εἴτε τὴν νέαν Ἰερουσαλήμ, εἴτε τὴν καθολικὴν ἐκκλησίαν μῆνας τεσσαράκοντα δύο ὑπὸ τῶν ἐθνῶν σημαίνειν οἶμαι ἐν τῇ παρουσίᾳ τοῦ ἀντιχρίστου τρία ἥμισυ ἔτη τοὺς πιστοὺς καὶ δοκίμους πατεῖσθαι καὶ διώκεσθαι.

ΚΕΦΑΛΑΙΟΝ Λʹ. Περὶ Ἑνὼχ καὶ Ἠλία. Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα περιβεβλημένοι σάκκους. οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ θεοῦ τῆς γῆς ἑστῶσαι.

Τούτους Ἐνὼχ καὶ Ἠλίαν πολλοὶ τῶν διδασκάλων ἐνόησαν καιρὸν θεόθεν τοῦ προφητεύειν ἐν τῇ συντελείᾳ ληψομένους ἐπὶ ἔτη τρία ἥμισυ ἀπὸ τριακοσίων ἑξήκοντα ἡμερῶν ἀριθμούμενα καὶ διὰ τῆς περιβολῆς τῶν σάκκων τὸ σκυθρωπὸν καὶ πένθους ἄξιον ἐπὶ τοῖς ἀπατωμένοις ἐμφαίνοντας καὶ τοὺς τότε εὑρισκομένους τῆς πλάνης τοῦ ἀντιχρίστου ἀπάγοντας, οὓς Ζαχαρίας ἐν εἴδει τῶν δύο ἐλαιῶν καὶ λυχνιῶν ᾐνίξατο, διὰ τὸ τὴν τροφὴν τοῦ φωτὸς τῆς γνώσεως τῷ ἐλαίῳ τῶν θεαρέστων πράξεων ἐπιφέρεσθαι.

Καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, οὕτως δεῖ αὐτὸν ἀποκτανθῆναι. οὗτοι ἔχουσιν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν [αὐτὰ] εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσιν.

Βαβαὶ τῆς θείας ἀγαθότητος! ὅτι ἀντίῤῥοπον τῇ πληγῇ ἐπιφέρει τὴν ἴασιν. ἐπειδὴ γὰρ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους πάντων τῶν φαρμακῶν καὶ ἐπαοιδῶν ἔσται ὁ ψευδόχριστος περιφανέστερος, ἅτε πᾶσαν τοῦ διαβόλου δεχόμενος τὴν ἐνέργειαν, ἐν δυνάμει ἀληθινῶν σημείων καὶ τεράτων τοὺς ἁγίους τούτους καθοπλίσει ὁ θεὸς τῇ παραθέσει τῆς ἀληθείας καὶ τοῦ φωτὸς τὸ ψεῦδος καὶ τὸ σκότος, ἀπελέγξοντας καὶ τοὺς μὲν πεπλανημένους ἐπιστρέψοντας διά τε φόβου διδασκαλικοῦ, διά τε μαστίγων παιδευτικῶν, ἀνομβρίας καὶ πυρὸς καὶ τῆς τῶν στοιχείων μεταποιήσεως καὶ τῶν ὁμοίων, τὸν δὲ πλάνον παραδειγματίσοντας καὶ μηδὲν μήτε ὑπ’ ἐκείνου, μήτε ὑφ’ ἑτέρου πεισομένους ἄχρι τοῦ τῆς οἰκείας προφητείας πέρατος.

Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει πόλεμον μετ’ αὐτῶν καὶ νικήσει αὐτούς. καὶ τὰ πτώματα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου ὁ κύριος αὐτῶν ἐσταυρώθη.

Μετὰ τὸ διαμαρτύρασθαι αὐτούς, φησί, τὴν τῆς ἀπάτης ἀποφυγὴν τὸ θηρίον, δηλαδὴ ὁ ἀντίχριστος ὁ ἐκ τῶν σκοτεινῶν καὶ βυθίων τῆς γῆς χωρίων ἐξιών, ἐν οἷς ὁ διάβολος καταδεδίκασται, ἀνελεῖ αὐτοὺς κατὰ θείαν συγχώρησιν καὶ ἄταφα αὐτῶν καταλείψει τὰ σώματα ἐν αὐτῇ τῇ Ἰερουσαλήμ, δηλαδὴ τῇ παλαιᾷ καὶ κατεστραμμένῃ, ἐν ᾗ καὶ ὁ κύριος πέπονθεν· ἐν ταύτῃ, ὡς ἔοικε, καθιστῶν τὰ βασίλεια κατὰ μίμησιν Δαυίδ, οὗ υἱὸς Χριστός, ὁ ἀληθινὸς θεὸς ἡμῶν, κατὰ σάρκα γεγέννηται, ἵνα κἂν τούτῳ ἑαυτὸν εἶναι τὸν Χριστὸν πιστώσηται, πληροῦντα τὸ προφητικὸν λόγιον φάσκον· «ἀναστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω», ὅπερ πλανώμενοι οἱ Ἰουδαῖοι εἰς τὴν ἐκείνου παρουσίαν ἐκλαμβάνουσιν.

Καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὰ πτώματα αὐτῶν ἡμέρας τρεῖς ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφίουσι τεθῆναι εἰς μνῆμα. καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ’ αὐτοῖς καὶ εὐφραίνονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.

Οἱ ἅπαξ, φησί, προκατειλημμένοι τοῖς ψευδέσι τοῦ ἀντιχρίστου τέρασι καὶ τὸ θεοστυγὲς αὐτοῦ ὄνομα ταῖς καρδίαις ἀνεξαλείπτως ἐγγράψαντες ἔκ τε Ἰουδαίων, ἔκ τε ἐθνῶν, ταφῆναι μὲν τὰ ἅγια σώματα κωλύσουσιν, ἐπὶ δὲ τῇ ἀπαλλαγῇ τῶν μαστίγων, ἃς πρὸς ἐπιστροφὴν ἐπέφερον, εὐφρανθήσονται, μὴ λογιζόμενοι ὅτι, ὃν ἀγαπᾷ κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται, καὶ ἐν κημῷ καὶ χαλινῷ ἄγξει τοὺς μὴ ἐγγίζοντας πρὸς αὐτόν, ὅπως κἂν ἐξ ἀνάγκης πρὸς τὴν εὐθεῖαν ὁδὸν ἐπιστρέψωσιν, ἧς ἀπατηθέντες ἐξετράπησαν. ἀλλ’ ἡμᾶς εὔχεσθαι χρὴ τῷ κυρίῳ λέγοντας· «ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου». «ἐπίστρεψον ἡμᾶς, ὁ θεὸς τῶν σωτηριῶν ἡμῶν», «ἵνα μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τῶν δούλων σου»· «κρινόμενοι γὰρ ὑπὸ σοῦ τοῦ φιλανθρώπου δεσπότου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν», ἀλλὰ δι’ ὀλίγων μαστίγων αἰώνιον ἐκφευξώμεθα κόλασιν, ὅτι πλούσιος ὑπάρχεις ἐν οἰκτιρμοῖς, Χριστὲ ὁ θεὸς ἡμῶν. καὶ σοὶ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ ζῳοποιῷ πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.